Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Julia Balbilla: Epigrams

Library › Greek: Lyric & Elegy › Epigrams

Epigrams are a small group of poems by Julia Balbilla, a noblewoman at the court of the emperor Hadrian and descendant of the royal house of Commagene. In November 130 she visited the Colossi of Memnon at Thebes in Egypt with Hadrian and the empress Sabina, and her poems, written in the Aeolic dialect of Sappho, were carved on the left leg and foot of the statue, which was famed for sounding at dawn.

The epigrams are rare poems by a named woman writer of the Roman period and still survive on the statue itself. They record the imperial visit, including a morning when Memnon was silent, and reflect the learned literary revival of Hadrian's age and its fondness for archaic Greek poetry.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kaibel, Epigrammata Graeca 988–992 (= CIG 4725–4731)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Epigrams
Julia Balbilla · every word parsed
1
In Memnonis pede sinistro. C. I. 4727 coll. Add. III p. 1202. Ἔκλυον αὐδάσαντος ἐγὼ ʼπὺ λίθω Βάλβιλλα
φώνας τᾶς θείας Μέμνονος ἢ Φαμένωθ·
ἦνθον ὔμοι δʼ ἐράται βασιλήιδι τυῖδε Σαβίνναι,
ὤρας δὲ πρώτας ἄλιος ἦχε δρόμος,
5
κοιράνω Ἀδριάνω πέμπτωι δεκότωι δʼ ἐνιαύτωι,
φῶτ]α δʼ ἔχεσκεν Ἄθυρ εἴκοσι καὶ πέσυρα·
εἰκόστωι πέμπτωι δʼ ἄματι μῆνος Ἄθυρ.
In statua Memnonis. C. I. 4729 coll. Add. III p. 1202. Ὅτε τῇ πρώτῃ ἡμέρᾳ οὐκ ἀκούσαμεν τοῦ Μέμνονος.
ʼΧθίσδον μάν, [φίλε] Μέμνον, ὃς [οὐ φώνην ἐθέλησας,
10
ὠς πάλιν ἀλλοτρί[ω]ς βάξιν ἄναυ[δ]ος [ἔφυς·
…. γὰρ σέ[π]τα μόρφα βασιλήιδος, [αἴ ϝοι
ἐ[λ]θοίσαι [γʼ α]ὔται θήιον ἆχον ἴη[ς·
μὴ καί τοι βασίλευς κοτέ[σῃ, ὄ] νυ δᾶρον [ἀπεῦσαν
τὰν σέμναν κατέχῃς κουριδίαν ἄλοχον.ʼ
15
κὠ Μέμνων τρέσσαις μεγάλως μένος Ἀ[δρ]ι[άνοιο
ἐξαπίνας αὔδαςʼ· ἁ δʼ ὀίοιςʼ [ἐ]χάρη.
In Memnonis crure sinistro. C. I. 4725 coll. Add. III p. 1201 sq. Ἰουλίας Βαλβίλλης, ὅτε ἤκουσε τοῦ Μέμνονος ὁ σεβαστὸς
Ἀδριανός.
Μέμνονα πυνθανόμαν Αἰγύπτιον, ἀλίω αὔγαι
20
αἰθόμενον, φώνην Θηβαίκω ʼπὺ λίθω·
Ἀδρίανον δʼ ἐςίδων, τὸν παμβασίληα πρὶν αὐγὰς
ἀελίω χαίρην εἶπέ [ϝ]οι ὠς δύνοτον·
Τίταν δʼ ὄττʼ ἐλάων λεύκοισι διʼ αἴθερος ἴπποις
ἐ]ν σκίαι ὠράων δεύτερον ἦχε μέτρον,
25
ὠς χάλκοιο τυπέντος ἴη Μέμνων πάλιν αὔδαν
ὀξύτονον· χαίρων καὶ τρίτον ἆχον ἴη.
κοίρανος Ἀδρίανος χ[ήρ]αις δʼ ἀσπάσσατο καὖτος
Μέμνονα. κἀ[πιθέμαν] καλλ[ιλό]γοισι πόνοις
γρόππατα σαμαίνο[ν]τά τʼ ὄςʼ εὔιδε κὤσςʼ ἐςάκουσε·
30
δᾶλον παῖσι δʼ ἔγε[ν]τʼ ὤς [ϝ]ε φίλ[ε]ισι θέοι.
In Memnonis crure sinistro. C. I. 4730 coll. Add. III p. 1202 sq. Χαῖρε καὶ αὐδάσαις πρόφρων ἔμε [δέχνυσο, Μέμνον,
τὰν [μέγα δυστυχίαι σᾶι ἔπι μυρομέναν·
γλῶσσαν μέν τοι τ[μ]ᾶξ[ε ………… Καμβύσαις
ἄθεος ……….. δῶκέν
35
τοι ποίναν τῶ σῶ οἰκτ[ίρματος ἠδʼ ἇς
τόλμας, ἇς Ἆπιν ………… ἄλλʼ
ἔγω οὐ δοκίμωμι σέθεν τό [γε θῆον ὄλεσθαι,
ψύχαν δʼ ἀθανάταν, ἄ[φθιτε], σῶ[σδες ἄι.
εὐσέβεες γὰρ ἔμοι γένεται σέ[πτας ἀπὸ ῥίσδας
40
Βάλβιλλός τε σόφος κἀντίοχος [προπάτωρ·
Βάλβιλλος γένετʼ ἐκ μᾶτρος βασιλήιδος Ἄκ[μας,
τῶ πάτερος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον,
Βαλβίλλας δʼ ἔμεθεν γρόπτα τόδʼ εὐσέβ[εος.
45
In Memnonis crure sinistro. C. I. 4731 coll. Add. III p. 1203. Ὅτε σὺν τῆι Σεβαστῆι Σαβείνηι ἐγενόμην παρὰ τῶι Μέμνονι.
Αὔως καὶ γεράρω, Μέμνον, πάι Τιθώνοιο,
Θηβάας θάσσων ἄντα Δίος πόλιος,
ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
ἴρηες μύθων τῶν παλάων ἴδριες. ———
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top