Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: On Good Condition

Library › Greek: Science & Medicine › On Good Condition

On Good Condition is a short treatise by Galen of Pergamon (AD 129–c. 216) on euexia, the good bodily condition of a healthy person. Galen distinguishes good condition in the strict sense, which belongs to the best constitution of the body, from good condition relative to each person's nature. He contrasts it with the condition of athletes, which he says becomes most dangerous when carried to its peak, citing Hippocrates and Plato in support.

The work sets out concepts that underlie Galen's writings on health and hygiene, especially his idea of the best constitution. Its warning against the athletic ideal of bodily condition is a recurring theme in his work, and the tract shows how precisely he defined the terms of medical theory.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn IV 750–756). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
On Good Condition
Galen · every word parsed
4.750.(t)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΕΞΙΑΣ.
4.750.(t)·2
Τὸ τῆς ἕξεως ὄνομα κατὰ παντὸς ἐπιφέρειν εἰθίσμεθα τοῦ μονίμου τε καὶ δυσλύτου καὶ οὐδὲν μᾶλλον ἐπαινοῦντες ἢ ψέγοντες. ἀλλʼ ὅταν εὐεξίαν ἢ καχεξίαν εἴπωμεν, ἤδη τηνικαῦτα διοριζόμεθʼ, ὁποίαν τινὰ τὴν ἕξιν εἶναί φαμεν.
4.751
ἀγαθὴ μὲν οὖν ἁπλῶς ἕξις ἐν ἀρίστῃ κατασκευῇ γίνεται σώματος, οὐχ ἁπλῶς δὲ καθʼ ἑκάστην φύσιν σώματος. ἡ .
4.752
μέντοι καχεξία περὶ πᾶσαν συνίσταται ‖ κατασκευὴν σώματος, εἴθʼ ἁπλῶς εἴτʼ ἐν τῷ πρός τι λέγοιτο. χρὴ τοίνυν ἀναμνησθῆναι τῶν περὶ τῆς ἀρίστης κατασκευῆς εἰρημένων ἰδίᾳ τὸν βουλόμενον ἀκριβῶς ἐπιγνῶναι, τί ποτʼ ἐστὶν ἁπλῶς [εἰπεῖν] εὐεξία. πλάτος γὰρ ἱκανὸν ἐχούσης τῆς ὑγιείας, ὡς πολλάκις ἐν ἑτέροις ἐπιδέδεικται, τὴν μὲν ἐπίτασιν αὐτῆς εὐεξίαν ὀνομάζουσιν οἱ παλαιοὶ φιλόσοφοί τε καὶ ἰατροί, τὴν δʼ ἔκλυσιν ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, τῷ δὲ τοῦ παντὸς γένους ὡσαύτως ὑγίειαν καλοῦσιν, ὥστʼ ἀρίστη τις ὑγίεια ἡ εὐεξία, καὶ διὰ τοῦτʼ ἐν τοῖς ἄριστα κατεσκευασμένοις γίνεται σώμασιν. εἰ γάρ τι μὴ τοιοῦτον, οὐκ ἂν δέξαιτο τὴν ἀρίστην ὑγίειαν, ὥστʼ οὐδὲ τὴν εὐεξίαν. ἡ δʼ ἐν τῷ πρός τι κατὰ τὴν ἑκάστου φύσιν γίνεται καὶ διὰ τοῦτο μετὰ προσθήκης λέγεται Δίωνος, εἰ οὕτως ἔτυχεν, ἢ Μίλωνος εὐεξία, οὐχ ἁπλῶς εὐεξία. ἡ μέν γε [τοῦ Μίλωνος καὶ ἡ] τοῦ Ἀχιλλέως καὶ ἡ τοῦ Ἡρακλέους ἁπλῶς τʼ εἰσὶν εὐεξίαι καὶ χωρὶς προσθήκης ὀνομάζονται, καθάπερ καὶ ‖ .
4.752·2
καλὸς μὲν ὁ Ἀχιλλεὺς ἁπλῶς, ὁ δὲ πίθηκος οὐχ ἁπλῶς, ἀλλʼ ὡς πίθηκος καλός. ἐκ τῶν μετὰ προσθήκης ἐστὶ λεγομένων καὶ ἡ τῶν ἀθλητῶν εὐεξία καὶ δεόντως ὑπὲρ αὐτῆς ὁ Ἱπποκράτης ἔλεγεν· „Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπʼ ἄκρον εὐεξίαι σφαλεραί.“ οὐ γὰρ δὴ τήν γʼ ἁπλῶς ὀνομαζομένην εὐεξίαν, ἐπειδὰν εἰς ἄκρον ἥκῃ, σφαλερὰν εἶναί φησιν. αὐτὸ γὰρ δὴ τοῦτʼ ἔστιν αὐτῇ τὸ εἰς ἄκρον ἥκειν, τὸ πασῶν τοῦ σώματος τῶν διαθέσεων ὑπάρχειν ἀσφαλεστάτην. ἀλλʼ ἡ τῶν ἀθλητῶν ἢ γυμναστικῶν ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν εὐεξία, διότι μὴ ἁπλῶς ἐστιν εὐεξία ἡ ἀρίστη διάθεσις σώματος, εὐλόγως εἰς ἄκρον ἰοῦσα σφαλερωτάτη γίνεται. „Διάθεσις γάρ, φησίν, ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων.“ τῆς μὲν οὖν ὑγιεινῆς ἕξεως ἡ τελειότης εὐεξία ἐστί. τῆς δὲ τῶν ἀθλητῶν διαθέσεως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, ὡς εὔμορφος πίθηκος καὶ πῆχυς μέγας καὶ ἄδικος χοῖνιξ καὶ ἀδόκιμος δραχμή.
4.753
εἴτε γὰρ ὁ πῆχυς μέγας, οὐκέθʼ ‖ ἁπλῶς πῆχυς, ἀλλʼ ὅλον τοῦτο μέγας πῆχυς, εἴθʼ ἡ χοῖνιξ ἄδικος, οὐκέθʼ ἁπλῶς χοῖνιξ, ἀλλʼ ὅλον τοῦτο χοῖνιξ ἄδικος. ὡσαύτως δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων τὸ [χωρὶς τῆς προσθήκης] ἁπλῶς ὀνομαζόμενον οὐ τῆς αὐτῆς ἐστι φύσεως τῷ μετὰ προσθήκης λεγομένῳ, ἀλλʼ ἐνίοτε τὸ μὲν ἄκρως ἐπαινετόν ἐστι, τὸ δʼ, εἰ οὕτως ἔτυχε, ψεκτόν, ὥσπερ γε καὶ ἡ τῶν ἀθλητῶν εὐεξία.
4.754
τοσοῦτον γὰρ ἐνδεῖ τὸ ἐπαινετὸν ἔχειν, ὥστε καὶ ψέγεσθαι δεόντως, οὐχ ὑφʼ Ἱπποκράτους μόνον ἢ τῶν ἄλλων ἰατρῶν τῶν παλαιῶν, ἀλλὰ καὶ πρὸς τῶν ἀρίστων φιλοσόφων, ὥσπερ καὶ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας τήν τʼ ἀχρηστίαν αὐτῆς ἅπασαν εἰς τὰς κατὰ φύσιν ἐνεργείας ἐπιδεικνύντος καὶ ὡς σφαλερὰ πρὸς ὑγίειάν ἐστι διεξιόντος· οὐ γὰρ εὐκρασίαν ἁπλῶς τοῦ σώματος, ἀλλὰ καὶ μέγεθος ὄγκου μεταδιώκοντες, ὃ χωρὶς ἀμέτρου πληρώσεως οὐκ ἂν γένοιτο, οὕτω καὶ σφαλερὰν αὐτὴν ἀπεργάζονται καὶ πρὸς τὰς πολιτικὰς ἐνεργείας ἄχρηστον. ἵνα τοίνυν τῆς ὄντως .
4.754·2
εὐεξίας εἰς ἀκριβῆ ‖ γνῶσιν ἀφικώμεθα, παραβάλλειν αὐτῇ χρὴ τὴν ὁμώνυμον εὐεξίαν τὴν ἀθλητικὴν καὶ σκέψασθαι, τί ταὐτὸν ἑκατέραις ὑπάρχει τί τʼ ἐναντίον. ἡ μὲν δὴ τῶν μορίων ἁπάντων τοῦ σώματος εὐκρασία κοινὸν ἀμφοῖν.
4.755
οὕτω δὲ καὶ ἡ τῶν ἐνεργειῶν ἀρετὴ καὶ εἴπερ ταῦτα, καὶ ἡ εὐχυμία. ταυτὶ μὲν τὰ κοινά. τὰ δʼ ἐναντία συμμετρία μὲν αἵματός τε καὶ τοῦ τῶν στερεῶν σωμάτων ὄγκου παντὸς ἐν ταῖς ὄντως εὐεξίαις, ἀμετρία δὲ τῶν αὐτῶν τούτων καὶ μάλιστα τοῦ σαρκώδους γένους ἐν ταῖς ἀθλητικαῖς, αἷς ἐξ ἀνάγκης ἕπεται τὸ σφαλερόν, ἐπειδὰν εἰς ἄκρον ἀφίκηται. ὅταν γὰρ ἐσθίωσι μὲν πρὸς ἀνάγκην, πέττῃ δʼ ἡ γαστὴρ ἐρρωμένως καὶ ἡ ἀνάδοσις ἐπὶ τῇ πέψει γίνηται ῥᾳδίως αἱμάτωσίς τε καὶ πρόσθεσις καὶ πρόσφυσις καὶ θρέψις ἕπηται τοῖσδε, κίνδυνος ὑπερπληρωθῆναι τὴν ἕξιν, ὡς μηκέτʼ εἶναι τῇ φύσει χώραν προσθέσεως κἀν τῷδε πληροῦνται μὲν αἵματος αἱ φλέβες ἀμέτρως, καταπνίγεται δὲ .
4.756
καὶ σβέννυται τὸ ἔμφυτον θερμὸν ἀποροῦν τῆς ‖ διαπνοῆς. εἴπερ δʼ ἔτʼ ἀντέχει τοῦτο, ῥήγνυταί τι τῶν ἐπικαίρων ἀγγείων, ἃ δὴ καθʼ ἧπάρ τε καὶ πνεύμονα καὶ θώρακα τέτακται. καὶ γὰρ δὴ καὶ μαλακώτερα τοῖς χιτῶσι τῶν ἐν τοῖς κώλοις ὑπάρχει ταῦτα καὶ πρότερα τὴν τροφὴν δέχεται καὶ διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς φυσικῆς θερμασίας ἔτι τε τῶν ἐνεργειῶν τὸ διηνεκὲς ὅμοιόν τι τῇ ζέσει πάσχον τὸ αἷμα τοὺς χιτῶνας αὐτῶν ἀναρρήγνυσιν, ὥσπερ ὁ γλευκίνης οἶνος τοὺς πίθους. ταῦτά τʼ οὖν οὕτω γίνεται πάντα ταῖς ἀμέτροις πληρώσεσιν ἐξ ἀνάγκης ἑπόμενα καὶ αἱ περὶ αὐτῶν ἀποδείξεις τοῖς φυσικοῖς ἕπονται λόγοις. ὅτι δὲ σβέννυται τὸ ἔμφυτον θερμὸν ὑπερπληρωθεισῶν αἵματος τῶν φλεβῶν, ἐν τοῖς Περὶ χρείας ἀναπνοῆς εἴρηται, ὅτι δʼ αἱ φλέβες ῥήγνυνται ἐν τοῖς Ἀνατομικοῖς. οὕτω δʼ ἂν καὶ ὁ Ἱπποκράτης φανείη γινώσκων, οὐ μόνον ἐπειδὰν φῇ τὴν ἐν τοῖς γυμναστικοῖς ἐπʼ ἄκρον εὐεξίαν εἶναι σφαλεράν, ἀλλὰ κἀπειδὰν ἑτέρωθι γράφῃ· „Τὸ δὲ ἐξαίφνης .
4.756·2
ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες ‖ λυπέουσι.“ τὰς γὰρ αἰφνιδίους παραλύσεις τῶν ἐνεργειῶν ἁπασῶν διὰ μιᾶς ἐπικαιροτάτης ἐδήλωσεν. ἀπολήψεις δὲ φλεβῶν τὰς ὑπερ πληρώσεις εἶπεν, ἐπειδὰν ἀπορῶσιν εἰς ἀνάψυξιν διαπνοῆς.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top