t 1
ΜΕΤΡΙΟΠΑΘΗΣ Η ΦΙΛΟΤΕΚΝΟΣ Ὠδῖνες καὶ τόκοι ἀνθρώπων εἰσὶ μέν που καὶ ἐκ τοῦ σώματος, εἰσὶ δὲ καὶ ἐξ αὐτῆς ἕτεροι τῆς ψυχῆς.
355d
ἄμφω μὲν δὴ ἡ φύσις ἐμηχανήσατο ἀθανασίαν ἐπισκευαστὴν τῷ γένει ποριζομένη, τυγχάνει δὲ οὐχ ὁμοίως ἐπʼ ἀμφοῖν τοῦ βουλήματος, ἀλλὰ τῶν μὲν τῆς ψυχῆς κυημάτων καὶ τὸ ἀσθενὲς καὶ τὸ ῥωμαλέον ἐν τῇ ἀρετῇ ἀπόκειται τῆς γεννώσης, καὶ δὴ ὅσα μὲν φύεται ἔκγονα ψυχῆς ἀγαθῆς καὶ ἐξ ἀγαθῶν τῶν σπερμάτων, ἐρρωμενέστερά ἐστι καὶ ἀνδρικώτερα πάσης ἔξωθεν διολλυούσης ἀνάγκης, καὶ τίκτεται εὐθὺς ἀκμάζοντα ἐκ τῶν ὠδίνων καὶ διαμένει τοιαῦτα εἰς τὸν ἀεὶ χρόνον, ὅσα δὲ ἐκ φαύλης καὶ ἀσθενοῦς, ἄγονά τέ ἐστι καὶ ἀνεμιαῖα καὶ οὐ ταμιεύεται αὐτὰ παραλαβοῦσα ἡ μνήμη, ἀλλὰ δέχεται ἐκπίπτοντα παραχρῆμα ὁ τῆς λήθης κόλπος· τοὺς δὲ δὴ ἐκ τοῦ σώματος παῖδας οὔτε ἀρετὴ σῴζει τῶν γεννώντων οὔτε κακία διόλλυσιν, ἀλλὰ βασιλεύουσιν ἄρα τῶν ὠδίνων τούτων Μοῖραί τε καὶ Ἀνάγκη καὶ τὰ ἄλυτα αὐτῶν καὶ ἀμετάστροφα νήματα. [5]
356b
ἐπεὶ εἴ τι καὶ αὐτὴ ἡ γέννα συναπέλαυε τῶν γειναμένων, οὔτʼ ἂν Σωκράτει πρὸ ὥρας ἐτελεύτησε Λαμπροκλῆς οὔτε Πεισιστράτου Ἱππίας διεδέξατο τὴν τυραννίδα. ἀλλʼ, ὅπερ εἶπον, Κλωθὼ καὶ Ἄτροπος καὶ Λάχεσις αἱ τῆς Ἀνάγκης θυγατέρες ταύτην ἔλαχον τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν.
356c
ὅτῳ μὲν οὖν ἐπιδέξια τὸν ἄτρακτον ἐδίνησαν αἱ θεαί, τούτῳ γε καίπερ ἀσθενεῖς ὄντες οὗτοι οἱ τόκοι καὶ εὐσθενοῦσί τε καὶ εὐθαλοῦσι καὶ ἀποτίκτουσιν ἐξ αὑτῶν αὖθις ἑτέρους ὥσπερ τὰ σμήνη αἱ μέλιτται, καὶ διδόασι πλείω ὀνόματα τῷ ἀρχηγέτῃ, πατέρα καὶ πάππον καὶ προσωτέρω γήρως εὐδαίμονος ἐπωνυμίας· ὅτῳ δὲ ἐπαρίστερά τε καὶ σκολιά, μακρῷ μὲν ἀνολβότερος, τυφλάς τε εὐθὺς καὶ ἀγόνους τὰς ὠδῖνας λαχὼν βαρύνεται, συμφορώτερος δὲ ὅτῳ περὶ τὸν σπόνδυλον τοῦ ἀτράκτου λεπτὸν τὸ λίνον καὶ εὐανθὲς ἐπικλώσασαι κᾆτα διέρρηξαν καὶ ἀπέκοψαν. [5]
356d
γευσάμενοι γὰρ οἱ τοιοῦτοι πρὸς μικρὸν χρόνον ὑπούλου τε καὶ ὀδυνηρᾶς ἡδονῆς οὐκ εἰς μακρὰν αἰσθάνονται τῆς οὐδενείας τοῦ τόκου, καὶ ὅτι ὀνειράτων ἄρα οὐδὲν ἀπέοικε τὰ τοιαῦτα τῆς φύσεως γοητεύματα. οἱ δὲ δὴ ἕτεροι παῖδες, οὓς αἱ Μοῦσαι ἐκτρέφουσι καὶ τιθηνοῦνται, πρῶτον μὲν ἐφʼ ἑαυτοῖς ἀλύπους ἀεὶ παρέχονται τοὺς πατέρας, ἔπειτα παρασκευάζουσι καρτερώτατα ὑπομένειν τὰς ἐπὶ τοῖς ἀδελφοῖς συμφοράς. [5]
357a
ὅθεν δὲ αὐτοῖς ἡ δύναμις τῆς παρασκευῆς εἰ βούλοισθε ἀκούειν, ἔχοιμʼ ἂν λέγειν. Φύεται ἐν τοῖς φιλοσοφίας λειμῶσιν φάρμακον πολύ τε καὶ ἰσχυρόν, ὁποῖον Ὅμηρος λέγει τὴν τοῦ Διὸς θυγατέρα Ἑλένην παρὰ Πολυδάμνης πορίσασθαι τῆς Αἰγυπτίας. ξυλλεξάμενοι οὖν οἱ παῖδες τῆς πόας καὶ ξυναγείραντες πολλὴν μὲν ἐκ τῶν Πλάτωνος περιβόλων, πολλὴν δὲ ἐκ τῶν Ἀριστοτέλους τοῦ Νικομάχου, καὶ τρίψαντες καὶ ἐγκερασάμενοι τῷ κρατῆρι τῆς Μνημοσύνης, καταχρίουσί τε καὶ ἐπαλείφουσι τὸν πατέρα. [10]
357b
τὸ δὲ αὐτίκα διαίξαν ἀντιδράττεται εὐθὺς καὶ ἀνθάπτεται τῆς καρδίας καὶ πειρᾶται ἐξωθεῖν τὴν ὀδύνην ἀπρὶξ ἐχομένην τε καὶ εἰσδεδυκυῖαν εἰς αὐτόν που τὸν μυχὸν τῆς ψυχῆς. ἔνθα δὴ καὶ μάλιστα διαφαίνεται τοῦ φαρμάκου ἥ τε ῥώμη καὶ ἡ ἀνδρεία. ἐπειδὰν γὰρ πανταχόθεν οἱ προσβάλλοντι καὶ πειρωμένῳ μηδὲν χαλᾷ μηδὲ ὑπείκῃ ἡ λύπη μηδὲ ὑπόσπονδος ἐκχωρῇ, ἀλλʼ ἀμύνηται καρτερῶς καὶ τὰς προσβολὰς ἀποκρούηται τοῦ λόγου, ἀντιπροϊσχομένη τὰ ἄμαχα κέντρα τῆς φύσεως, τηνικαῦτα ἀποικοδομεῖ τε αὐτὴν ἔνδον καὶ ἀποτειχίζει καὶ περιφράγνυσιν ἁπανταχόθεν καὶ ἐπιτίθησι κλεῖθρα ἀδαμάντινα ταῖς ἐξόδοις, ὥστε μήτε ἐξακούεσθαι βοῶσαν μήτε ὁρᾶσθαι ἐξαλλομένην· αὐτὸς δὲ τῶν ἔξω ἐπιμελεῖται καὶ παρασκευάζει εἰρηναῖά τε καὶ ἥμερα, ὡς μηδεμίαν παρέχειν αἴσθησιν μηδενὶ τῆς ἔσω πολιορκίας. [5]
357c
οὕτω δὲ ἡ μὲν ὀδύνη ἔνδον μένει καθειργμένη τε καὶ σφαδάζουσα καὶ ἀνήκουστα ὑλακτοῦσα, τὰ δὲ ἔξω πολλὴ εἰρήνη καὶ ἐλευθερία· καὶ οὔτε λουτρὰ ἀποκλείεται οὔτʼ εἰλαπίναι κωλύονται οὔτε σύλλογοι εἰωθότες· ἔστι δὲ ὅτε καὶ γέλως ἐπισκιρτᾷ ἄνω, κοῦφός τε δὴ καὶ ἐπιπολῆς καὶ μετέωρος, ὥστε ἀπιστήσαις ἂν ἐν τῷ τοιούτῳ ἀνθρώπῳ μὴ οὐ πάντα εἶναι ἔμπλεα χαρμονῆς.
357d
οὕτω τὰ πρόθυρα αὐτοῦ τὸ φάρμακον τοῦτο σκιαγραφεῖ γενναιότητι καὶ εὐψυχίᾳ· ἀλλʼ ὅμως προσήκει αὐτῷ τόδʼ ἔπος ἐκ τῆς κωμῳδίας, οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ὅταν δʼ ἀνοίξῃ, οὐχὶ τὴν θύραν, ἀλλὰ τὴν ψυχήν, τρισάθλιος. [5]
358a
οὔτι δὲ θέμις ἄνδρα τῷ ὄντι φιλόσοφον εἰς τοῦτο αὐτό ποτε τὸ ὄνομα ὑπὸ τῆς τύχης ἐκβιασθῆναι. οὐ μὴν οὐδὲ μακάριος οὐδὲ εὐδαίμων. οὐδὲ γὰρ ἐξαρκεῖ ἡ ἀρετὴ καὶ ἡ σοφία καὶ τὰ χρηστὰ αὐτῷ ὀνόματα διασώσασθαι, ἀλλʼ ἱκανὸν αὐταῖς τὰ δυσώνυμα ἀπωθεῖσθαι. Καὶ ταῦτα μὲν ἔργῳ ἅπαντες οἱ φιλόσοφοι ὑπομένουσι, τῷ λόγῳ δὲ μόνον συγχωροῦσιν οἱ ἐκ τοῦ Λυκείου. τῷ τοι οὐδὲ ὀφλισκάνουσι γέλωτα, οἷον ὦφλέ ποτε Ἀντιγόνῳ Περσαῖος ὁ Κιτιεύς· Ἀντιγόνῳ γὰρ τῷ βασιλεῖ συνδιῃτᾶτο Περσαῖος ὁ τοῦ Ζήνωνος ἑταῖρος. [5]
358b
ἀκούων δὲ αὐτοῦ συνεχῶς ἐξογκουμένου τε καὶ θρυλοῦντος θαμὰ τὰ κομψὰ δὴ ταῦτα τῆς ποικίλης νεανιεύματα, ὅτι ὁ σοφὸς ὑπὸ τῆς τύχης ἀήττητός ἐστι καὶ ἀδούλωτος καὶ ἀκέραιος καὶ ἀπαθής, πᾶσαν ἐπεχείρησεν ἔργῳ ἐλέγξαι τὴν τούτου ἀλαζονείαν. ποιεῖται δή τινας ἥκειν ἐμπόρους ἀπὸ Κύπρου τε καὶ Φοινίκης, ἃ χρὴ λέγειν ἐπὶ τοῦ Περσαίου προεκδιδάξας. κἄπειτα ἀνηρώτα πυνθανόμενος πρῶτον μὲν περὶ τῶν νεῶν καὶ τοῦ ναυτικοῦ καὶ τῶν ἐν Κύπρῳ στρατιωτῶν καὶ ὅσα δὴ βασιλικὰ ἐρωτήματα· ἔπειτα ἀτρέμα δὴ κατιὼν τῷ λόγῳ, καὶ ὅπως ἔχει καὶ τῷ Περσαίῳ τὰ οἴκοι τὰ ἐν Κιτίῳ. [5]
358c
ὡς δὲ τοῦ Περσαίου ἀκούσαντες οἱ ἔμποροι οὗτοι σκυθρωπάσαντες εὐθὺς κατέβαλον τὰς κεφαλὰς καὶ δῆλοι ἦσαν οὐ χρηστὰ ἀποκρινούμενοι, ἀπέρρει τε ἡ θρασύτης ἅπασα τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἐγκειμένου τε καὶ ἐκλιπαροῦντος ἀπεκρίναντο μόλις οἱ ἔμποροι δῆθεν ἐξηνδραποδίσθαι μέν οἱ τὴν γυναῖκα εἰς ἀγρὸν βαδίζουσαν σὺν ταῖς ἄβραις ὑπὸ δή τινων λῃστῶν Αἰγυπτίων, ἀπεσφάχθαι δὲ τὸν ἀγαπητὸν νεανίσκον, καὶ τὰ χρήματα δὲ ἔρρειν καὶ τὰ ἀνδράποδα, τοὐντεῦθεν δὲ φροῦδος μὲν τῷ Περσαίῳ ὁ Ζήνων, φροῦδος δὲ ὁ Κλεάνθης· ἤλεγξε δὲ ἡ φύσις τὰ λογάρια, ὅτι τῷ ὄντι λογάρια ἦν κενὰ καὶ ἀσθενῆ καὶ οὐ μαρτυρούμενα ὑπὸ τῶν πραγμάτων. [5]
358d
Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, τὰ ἄλλα ἀγάμενος Ἀριστοτέλους ταύτῃ μάλιστα ἄγαμαι καὶ ζηλῶ τοῦ ἀνδρὸς τὴν σοφίαν, ὅτι οἱ λόγοι αὐτῷ οὐκ ἀπολιμπάνουσι τὴν φύσιν ὑπὲρ ἧς λέγονται, ἀλλʼ ἐπαμύνουσι μὲν τῇ ἀσθενείᾳ καὶ ἐπανορθοῦσι τὸ ἐνδεὲς καὶ πᾶσαν μηχανὴν μηχανῶνται, ὅπως ἂν πρὸς τὸ ἄριστον ἐξικνῶνται, οὐ μὴν ὑπεράλλονταί γε αὐτῆς τὸ μέτρον οὐδὲ ὑπερφρονοῦσιν, οὐδὲ οὕτως ἄγαν σοφοί εἰσιν ὥστε ἐκλανθάνεσθαι ὑπὸ τῆς σοφίας τοῦ ζῴου, περὶ οὗ τὴν φροντίδα ποιοῦνται, ὅτι πολὺ μὲν αὐτῷ τὸ χθόνιόν τε καὶ γεηρόν, σμικρὸν δὲ τὸ θεῖόν τε καὶ οὐράνιον. [5]
359a
ἀγαπῶσιν οὖν εἰ τὰ μὲν πολλὰ καὶ οὐκ ἀναγκαῖα, ὧν ἀπολαύει τοῦ θνητοῦ τὸ ἀθάνατον, παρακρούσειάν τε καὶ ἀποκαθάρειαν παντελῶς, τὰ δὲ ὅσα ἀμήχανον ἔκπλυτα καὶ ἐξίτηλα ποιῆσαι, καὶ ἃ δʼ ἐγκεχάρακται καὶ ἐνδέδυκεν ἐν τῷ βάθει, ταῦτα δὲ ἐπικοσμήσειάν τε καὶ ἐπικαλλύνειαν καὶ τὸ σφόδρα ἐκφανὲς αὐτῶν ἐξαλείψειαν. [5]
359b
ἐπεὶ τοῖς γε παντάπασιν αὐτὰ πειρωμένοις ἀφανίσαι τε καὶ ἀϊστῶσαι λέγει Αἴσωπος ὁ μυθοποιὸς ταὐτὸν ξυμβήσεσθαι ῥᾳδίως, ὅπερ τῷ πριαμένῳ τὸν Ἰνδὸν οἰκέτην. λέγει δὲ ὅτι ὁ πριάμενος τὸν Ἰνδὸν ἐδυσχέραινε πρὸς τὴν χρόαν· ἀπονίζειν οὖν αὐτὸν ἐπειρᾶτο καὶ ἀποσμήχειν, περιάγων κρήνας καὶ ποταμοὺς καὶ ῥύμμασι χρώμενος καὶ χαλάστραις.
359c
ὡς δὲ αὐτῷ τὸ μὲν χρῶμα ἔμενεν ἀκραιφνές, τὸ δέρμα δὲ ἐξετρίβετο, φιλονεικῶν δὴ κατέμαθε μόλις ὅτι ἡ χροιὰ φύσις ἦν τῷ Ἰνδῷ, καὶ ὅτι ῥᾷον αὐτοῦ τὴν ψυχὴν ἢ τὴν μελανίαν ἀφαιρήσεσθαι. οὕτω δὲ καὶ τῷ ἀνθρώπῳ ἐγκεχρῶσθαί ἐστιν ἀναγκαῖον ἡδονὴν καὶ λύπην καὶ ξύμπαντα τὰ ἄλλα παθήματα, πλείω δὲ καὶ ἐμμονωτέραν τὴν λύπην. Καὶ τοῦτο αὖ πάλιν Αἴσωπος λέγει· τὸν γὰρ πηλὸν αὐτῷ ὁ Προμηθεύς, ἀφʼ οὗ τὸν ἄνθρωπον διεπλάσατο, οὐκ ἐφύρασεν ὕδατι, ἀλλὰ δακρύοις. [10]
359d
οὐχὶ οὖν ἐκκόπτειν αὐτὰ πειρᾶσθαι χρεών· ἀμήχανον γάρ· ἀλλʼ, εἴπερ ἄρα εἴη, ἐπικόπτειν τε καὶ πραΰνειν, κοιμίζειν τε ἐφʼ ὅσον δυνατὸν καὶ νουθετεῖν· ταύτην γὰρ εὐμενῶς προσίεται τὴν ἐπιμέλειαν. καὶ οὕτω σοι αὐτὰ παιδαγωγοῦντι ἀναφανήσεται χρήσιμά τε καὶ ὠφέλιμα ἀντὶ ἀχρήστων καὶ βλαβερῶν. [5]
360a
οὐδὲ γὰρ ὁ θεὸς αὐτὰ ἐνεκεράσατο τῷ ἀνθρώπῳ, ὅπως λώβην τε καὶ αἶσχος αὐτῷ προσθείη, ἀλλὰ καὶ ταῦτα πρὸς διαμονὴν καὶ σωτηρίαν τοῦ γένους προσύφηνέ τε καὶ προσῳκοδόμησε τῇ ψυχῇ· θυμὸν μέν, ὅπως ἂν τὰ βλάπτοντα ἀμυνώμεθα, ἐπιθυμίαν δὲ ἐδωδῆς καὶ ποτῶν πρὸς τὴν ξύμφυτον καὶ ἀναγκαίαν ἀπορροήν. καὶ οὕτω δὴ ἄλλο πρὸς ἄλλην τινὰ τεταγμένον τοῦ σώματος κῆρα. μένειν δὲ ἕκαστον χρὴ ἐν τῷ μέτρῳ, καὶ τὸ μέτρον τοῦτο ἑκάστου γίνεται ἀρετή· τοῦ μὲν θυμοειδοῦς ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ σωφροσύνη, τοῦ δʼ αὖ φιλοχρημάτου καὶ φιλοκερδοῦς ἐλευθεριότης τε καὶ μεγαλοπρέπεια· ὅσα δὲ ἐπτόηται περὶ τιμὰς καὶ δυνάμεις καὶ προεδρίας, τούτων ἐστὶ τὸ μέτρον μεγαλοψυχία. [5]
360b
εἰ δὲ ἀκόσμητα ἐαθείη καὶ ἀθεράπευτα ὑπὸ τοῦ λόγου, καθάπερ φυτὰ καὶ ἥμερα καὶ χρηστὰ ἐξαμελήσαντος γεωργοῦ, ἀπαγριοῦται εὐθὺς καὶ ἐξυβρίζει καὶ παραβλαστάνει τὰς κακίας, καθάπερ ἀκάνθας χαλεπάς τε καὶ φαρμακώδεις τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ κεκτημένῳ. ἔστι δὲ ἐφʼ ὧν ἔμπαλιν καταφθίνει καὶ ἀπομαραίνεται εἴσω τῆς ἀκμῆς. [5]
360c
καὶ δέονται οὗτοι λόγου οὐ τοῦ κωλύοντος καὶ πιέζοντος, ἀλλὰ τοῦ ἐπάρδοντός τε καὶ ἐπανάγοντος καὶ ἐρεθίζοντος πρὸς τὴν αὔξην τὴν ἐοικυῖαν. Καὶ διὰ τοῦτο ἄρα ἑκάστην ἀρετὴν περικάθηνται ἔνθεν καὶ ἔνθεν δύο κακίαι, ἡ μὲν τὸ ἐνδεὲς τοῦ παθήματος ἀγαπῶσα, ἡ δὲ τὸ πλεονάζον ἀσπαζομένη. δεῖ δὲ οὐ πρὸς τὰ φαῦλα καὶ διεστραμμένα ὁρῶντας ἅπαντα ὁμοίως ὑποπτεύειν καὶ διεξελαύνειν, ἀλλὰ τὸ βούλημα ἐξετάζειν τῆς φύσεως, καὶ πρὸς ὅ τι ἕκαστον τῶν παθημάτων ἐνεφύτευσέ τε καὶ ἐνεσημήνατο τῇ ψυχῇ. [5]
360d
αὐτίκα ἐφʼ ὧν νῦν ὁ λόγος, εἰ μὴ σφόδρα ξυνειχόμεθα ἡδονῇ καὶ ξυνεδεδέμεθα πρὸς τὰ ἔκγονα, ἀλλὰ ἄρτι γεννώμενα περιεωρῶμεν γυμνὰ καὶ ἔρημα καὶ ἀσθενῆ καὶ ἀμήχανα ἑαυτοῖς πορίζειν τὴν σωτηρίαν, οὐ πάλαι ἂν ἄιστον καὶ φροῦδον τὸ γένος ἦν τὸ ἀνθρώπειον; νῦν δὲ ἐκεῖνο τὸ δέλεαρ ἐμφυόμενον ἡμῖν ἀδιδάκτως καὶ ἐντρεφόμενον μαίας τε ἀναγκάζει θεραπεύειν καὶ τροφέας παρακαλεῖν καὶ τίτθας δὴ καὶ παιδαγωγοὺς καὶ παιδοτρίβας, ῥητόρων δὲ αὖ δεῖσθαι καὶ γραμματιστῶν, καὶ χρήματα τὰ μὲν ἀναλίσκειν, τὰ δὲ αὖ ξυναγείρεσθαι, σπείροντας καὶ φυτεύοντας καὶ στρατευομένους καὶ πλέοντας καὶ παραβαλλομένους σὺν ἀμηχάνῳ προθυμίᾳ πρὸς ἅπαντας πόνους, ὅπως τὰ ἔκγονα μηδενὸς ἐνδεῆ καταλίποιμεν τελευτῶντες. [5]
361a
καὶ ἑνὶ δὴ λόγῳ διʼ ἐκείνην τὴν γοητείαν παιδοτροφίαν ὑπομένομεν, δύσκολον φροντίδα καὶ ἀλγεινήν.
361b
μέγα δὲ ἐρῶ σημεῖον τῆς δυσκολίας. συμβάσης τῷ παιδὶ ἀρρωστίας ὁ μὲν παῖς τὴν κεφαλὴν ὀδυνᾶται ἢ τὸν ὀφθαλμὸν ἢ τὴν χεῖρα, ὁ πατὴρ δὲ πρὸς ὅλῳ τῷ σώματι ὅλην τὴν ψυχήν. Ταῦτα δὲ ὑμῖν, ὦ ἄριστοι, ἕνεκα τοῦδε ἐμήκυνα, ὑποπτεύων ὑμᾶς τῶν φιλοσόφων καταγελᾶν τε καὶ καταφρονεῖν, ὅταν ἴδητε ὁμοίως τοῖς πολλοῖς ἐξεχομένους τῶν υἱέων καὶ τῶν θυγατέρων· λέγω οὖν ὑμῖν ὅτι καὶ τοῦτο αὐτῶν φιλοσοφώτατον τὸ πάθος, καὶ εἰ πολλοὶ αὐτὸ ὑπομένουσιν, οὐκ ἄλλοθέν ποι αὐτὸ ὑπομένουσιν ἢ ὅτι ἡ φύσις παντὶ ἀνθρώπῳ ἴχνος τι ἐγκατέσπειρε φιλοσοφίας. [5]
361c
ἢ οὐ φιλόσοφον πρὸς θεῶν καὶ κομιδῆ θεῖον ὀριγνᾶσθαι ἀθανασίας; ἴστε ὅτι οὐδʼ ἐν τούτῳ ἀνὴρ φιλόσοφος ὅμοιος τοῖς πολλοῖς, ἀλλὰ ταύτῃ κρείττων πολὺ καὶ ἀμείνων. καὶ ἐρῶ ὑμῖν τοὐναντίον οὗ προσδοκᾶτε· κρείττων γάρ ἐστι καὶ ἀμείνων ὅτι ὑπερβάλλει τοὺς πολλοὺς τῇ φιλοτεκνίᾳ. ἐπεὶ τούς γε σκυτοτόμους καὶ τοὺς βαλανέας καὶ τοὺς τέκτονας καὶ τοὺς χαλκοτύπους ῥᾳδίως ἔστιν ἰδεῖν ὑπερορῶντας τῆς φύσεως καὶ τὰ δεσμὰ οὐ χαλεπῶς ἀπορρηγνύντας, οἷς ἐκείνη πρὸς τὰ ἔκγονα αὐτοὺς συνεδήσατο. [10]
361d
καὶ ὥσπερ αἱ κύνες τὰ σκυλάκια θεραπεύουσι, μέχρις ἂν δέηται τῶν μαστῶν, μικρὸν δὲ ὕστερον δάκνουσι καὶ σπαράττουσι καὶ διακρίνονται ἀπὸ τῆς θοίνης, καὶ δῆλον ποιοῦσιν ὅτι καὶ ἡνίκα αὐτὰ ἐθεράπευον, οὐκ αὐτοὶ ἐθεράπευον, ἀλλʼ ἡ φύσις τῆς ἀσθενείας τῶν νεογνῶν ζῴων ἐπεμελεῖτο, οὕτω δὲ καὶ οἱ πολλοὶ ἄνθρωποι τοὺς παῖδας, ἕως μὲν ἂν ὦσι πάνυ μειράκια καὶ φθέγγηται κολοβὰ καὶ συγκεχυμένα, ὑπερασπάζονταί τε καὶ προτιμῶσιν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς ψυχῆς. [5]
362a
ὅταν δὲ οἱ παῖδες ἐκβαίνωσι τῶν μειρακίων, συνεκβαίνουσι καὶ οἱ πατέρες τοῦ ἔρωτος καὶ ἅμα τε εἰς ἄνδρας ἐγγράφουσι καὶ ἐχθροὺς ποιοῦνται. καὶ τηνικαῦτα αὐτοῖς οὐ μόνον ὁ ἀγρὸς τιμιώτερος τοῦ υἱέως, οὐδὲ τὸ ἀργύριον οὐδὲ τὸ χρυσίον, ἀλλὰ καὶ ὁ μάγειρος καὶ ἡ θεράπαινα, τυχὸν δὲ καὶ ὁ ἵππος καὶ τὸ χιτώνιον. καὶ ταῦτα οὔπω χαλεπά ἐστιν, ἀλλὰ καὶ μικρόν τι ἐξαμαρτάνοντα καὶ παροξύναντα εἰς δικαστήριον ἄγει τὸν παῖδα ὁ πατὴρ καὶ θανάτου τιμᾶται, καὶ οὐ δέδοικε κροτῆσαι τὴν δίκην. [5]
362b
Εἰ δὲ μὴ σεμνὸν τῶν ἐμπόρων καὶ τῶν κναφέων ἀμείνους εἶναι τοὺς φιλοσόφους, ἐγὼ δὲ ὑμῖν ἐρῶ σατράπας καὶ τυράννους, Ἀριοβαρζάνην τὸν Μιθριδάτου καὶ Περίανδρον τὸν Κυψέλου, ὧν ὁ μὲν ἐξεδίωξε τὸν υἱὸν καὶ εὐφράνθη ἑαυτὸν κατακναίων, Περίανδρος δὲ Λυκόφρονα πυρὸς καὶ ὕδατος εἶρξεν. εἰ δὲ καὶ ταῦτα οὔπω μεγάλα ἡμῖν τὰ ὀνόματα ὁ σατράπης καὶ ὁ τύραννος, ἀλλʼ ἐκεῖνό γε ἤδη λαμπρὸν καὶ μέγα, βασιλεὺς ὁ τῆς γῆς τῆς ἡμισείας δεσπότης Ἀρταξέρξης ὁ Δαρείου καὶ Παρυσάτιδος. [10]
362c
ἢ οὐκ ἴστε ὅτι οὗτος ὁ Ἀρταξέρξης τὸν μὲν ἀπέσφαξε τῶν υἱέων, τὸν δὲ ἑκόντα ἀποθανεῖν κατηνάγκασεν; Εὐριπίδου δὲ ἀκούετε ἐν ταῖς τραγῳδίαις οἷα κατεύξασθαι λέγει Θησέα τῷ πατρὶ Ποσειδῶνι κατὰ τοῦ παιδὸς Ἱππολύτου, καὶ αὖ καὶ τοῦτο ἀκούετε, ὅτι σωφροσύνης τε καὶ δικαιοσύνης αὕτη ἦν ἡ ἀρὰ τιμωρία. ὁ μὲν γὰρ Ἀμύντωρ ὁ θαυμαστὸς σφόδρα ἂν εἴη θαυμαστὸς ἐπὶ τηλικῇδε ἐξαμαρτίᾳ παροξυνθεὶς τῷ Φοίνικι ἐπαράσασθαι ἀγονίαν τε καὶ ἀτεκνίαν καὶ τὸ μὴ φῦναι ἐκείνῳ μὲν παῖδας, αὑτῷ δὲ ἐκγόνους, ὅτι καταιδεσθεὶς τὴν μητέρα διαβαλεῖν ὑπέμεινεν αὐτῷ τὴν παλλακίδα. [5]
362d
Μῶν οὖν ἔτι σμικρολογοῦμαι εἰ ἐπαινοίην τοὺς φιλοσόφους, ὅτι μηδὲ ἐν τῷ τοιῷδε ἐξαμαρτάνουσιν, ἐν ᾧ φαίνονται πλημμελοῦντες καὶ ἰδιῶται καὶ δυνάσται καὶ βασιλεῖς καὶ ἥρωες καὶ θεῶν παῖδες, οἱ μὲν χρήματα τῶν υἱέων περὶ πλείονος ποιούμενοι, οἱ δὲ τιμάς, οἱ δὲ τυραννίδας, οἱ δὲ ἀκόλαστον ἡδονήν; ὀκνῶ δὲ ἐγὼ πιστεύειν πάνυ τοῖς ποιηταῖς, ἐπεί τοι οὐδὲ τοὺς θεοὺς αὐτοὺς ἐξαιροῦνται τοῦ ἀρρωστήματος, οὐδὲ τὸν πρεσβύτατον τῶν θεῶν· καὶ δῆλον ὅτι μεστοὶ καὶ ὑμεῖς ἐστε Ἡσιόδου καὶ ὧν λέγει ἐκεῖνος περὶ τοῦ Κρόνου, ὅτι ἐσιτεῖτο ἐπὶ πολὺ ἃ γεννῴη· μόλις δὲ ἐξέθρεψεν ἡ Ῥέα τὸν Δία. [5]
363a
ἀλλʼ Ἡσίοδος μὲν χαιρέτω ταῦτα ᾄδων περὶ τῶν θεῶν, εἰ μὴ ὅτι ὁ Κρόνος αὐτῷ ἄλλο τί ἐστι, καὶ λόγον τινὰ ἁπλοῦν τε καὶ ἀρχαῖον λέγων ἀτόπῳ αὐτὸν ἐπικρύπτεται παραπετάσματι. ἔστι δὲ ὁ λόγος—οὐ γὰρ ἀνέξομαι ὑμᾶς ὑπὸ τῶν ποιητῶν ἐξαπατᾶσθαι—οὐδὲν σεμνὸν ἔχων οὐδὲ μεγαλεῖον, ἀλλʼ ὅτι ὁ χρόνος οὑτοσί· τοῦτον λέγω, οὗ ἐν μέρει καὶ ἐγὼ καὶ ὑμεῖς καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτά· πρεσβύτατός ἐστι τῶν ἄλλων ἁπάντων καὶ σὺν ἀπαύστῳ ῥοῇ τὰ μὲν ἄλλα ὅσα φύει καὶ ἀφανίζει, μόνος δὲ αὐτοῦ γίγνεται κρείττων ὁ λόγος καὶ μένει αὐτός τε ἀπαθὴς ὑπὸ τοῦ χρόνου καὶ τὰ φθαρέντα τῇ μνήμῃ ἀνακομίζεται. [5]
363b
εἴπερ δὲ ὅλως τὰ τοιαῦτα ψεύδεσθαι συγχωρητέον τοῖς ποιηταῖς, πολλῷ τὸ Ὁμήρου ψεῦδος ὠφελιμώτερον τοῖς ἀνθρώποις, ὅτι τὸν Δία ποιήσας πατέρα τοῦ Σαρπηδόνος δυσχεραίνειν τε ὅμως φησὶν ἐπὶ τῷ παιδὶ καὶ ἀνιᾶσθαι μέλλοντι ἀποσφαγήσεσθαι ὑπὸ τοῦ Πατρόκλου, καὶ οὐχ οἷός τε ἦν ἀναλύειν τὴν πεπρωμένην. [5]
363c
Ἵνʼ οὖν μὴ πολλὰ τοιαῦτα λέγω, εὖ ἴστε, ὦ ἄνδρες, ὅτι ὁ φιλότεκνος ἀξιέπαινον πάθος ἐστὶ καὶ οὐκ ἔοικε τῷ φιλοχρημάτῳ ἢ τῷ φιλαργύρῳ. ἐκεῖνα μὲν γὰρ τὰ ὀνόματα εἰκότως παρὰ τοῖς ἀνθρώποις ὀνείδη λέγεται καὶ ἔστιν· οὐ γὰρ ποιεῖ αὐτὰ ἡ φύσις, ἀλλʼ ἡ μοχθηρία ἡ ἡμετέρα.
363d
τοῦτο δὲ ἄνωθεν αὐτῇ ἐνδέδεται ἐκ τοῦ οὐρανοῦ καὶ ἐξῆπται ἐκείνης ἀτεχνῶς τῆς χρυσῆς καὶ ἀρρήκτου σειρᾶς, διʼ ἧς ξυρράπτουσα ἀεὶ καὶ ξυγκολλῶσα τῷ φθίνοντι τὸ φυόμενον οὐκ ἀπολισθάνειν ἐᾷ εἰς τὸ μὴ εἶναι. Ὥστε οὐκ αἰσχύνεται ὁ φιλόσοφος τῇ φιλοτεκνίᾳ, ὥσπερ οὐδὲ τῇ φιλοσοφίᾳ τε καὶ φιλολογίᾳ, ἐπεὶ καὶ τῶν λόγων αὐτῶν ἐκείνους μάλιστα ἀγαπᾷ, οὓς ἂν αὐτὸς γεννήσῃ τε καὶ ἐκθρέψηται, καὶ αὕτη γνησία ἐστὶν αὐτῷ ἡ παιδοποιία, καθάπερ ἡ τῆς Ἀθηνᾶς τῷ Διί. [5]