Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Hermogenes: On Invention

Library › Greek: Oratory & Rhetoric › On Invention

On Invention is a Greek rhetorical handbook transmitted in the corpus of Hermogenes of Tarsus but generally regarded as the work of a later rhetorician; its editor Rabe marks it spurious. In four books it teaches how to find material for a speech: how to compose introductions, how to present the narration, how to build and support arguments, and how to use figures and devices of style.

Whatever its authorship, the treatise became part of the Hermogenean corpus that formed the core of rhetorical teaching in Byzantium for centuries. It gives a practical, classroom view of how speeches were built in the Roman imperial period and helps explain how Greek oratory was taught and imitated long after the classical age.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Rabe, Hermogenis Opera (1913) pp. 93–212). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). On Invention is transmitted in the Hermogenean corpus but is generally regarded as the work of a later rhetorician (Rabe marks it spurious).

Ancient Greek · Oratory & Rhetoric
On Invention
Pseudo-Hermogenes · Book 1 · every word parsed
1.(t)
Περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων. Ἡ πρώτη καὶ καλλίστη τῶν προοιμίων εὕρεσις καλλίστης καὶ πραγματικωτάτης εὑρέσεως τετύχηκε τῆς ἐκ τῶν ὑπολήψεων καλουμένης τῶν τε προσώπων καὶ τῶν πραγμάτων· ὅπως δὲ ταῦτα ἔχει, διελὼν ἐκθήσομαι καθʼ ἕκαστον ἐν μέρει. τεθείσης γάρτοι πάσης ὑποθέσεως ἀνασκοπεῖν ἄξιον πρῶτον τὸ πρᾶγμα τὸ γεγενημένον ὁποῖόν ἐστι, καὶ περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευτήριον συνέστηκεν· ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα. δεῖ τοίνυν σκοπεῖν τὸ πρᾶγμα εἴτε καλόν ἐστιν εἴτε φαῦλον, εἶτα ἑξῆς τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις ἑκάστου, τῶν δικαζόντων, τῶν κατηγορούντων, τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα, τῶν ἔξωθεν ἐμφαινομένων· ἐμφαίνεται δὲ πολλάκις μὲν ἕν, πολλάκις δὲ πλείονα. τούτων ἕκαστον ὁποίας ὑπολήψεις ἔχει καὶ ὅπως εἰς τὰ προοίμια παραληφθήσεται, τρανῶς διηγήσομαι. Πρῶτον μὲν οὖν σκοπητέον τὸ πρᾶγμα ποταπόν ἐστι καὶ ποταπὸν ὑπείληπται, χρηστὸν ἢ φαῦλον, καὶ τίνα γνώμην ἔχουσιν οἱ δικασταὶ περὶ αὐτοῦ, καὶ ὅπως διετέθησαν ἐπὶ τῷ πεπραγμένῳ. εἰ μὲν οὖν χρηστὸν εἴη, χαίρειν αὐτοὺς εἰκὸς καὶ γεγηθέναι· καὶ τὸ προοίμιον οὖν ἔσται τὸν τρόπον τοῦτον ʼὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, χαίροντας ἐπὶ τοῖς πεπραγμένοις καὶ χάριν γινώσκοντας τῷ θεῷʼ, ὡς ἐπʼ ἐκείνου τοῦ προβλήματος· ἐβοήθησάν ποτε φυγάδες πολεμουμένῃ τῇ πατρίδι καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ʼτῷ μὲν θεῷ, ὦ ἄνδρες πολῖται, χάρις πολλὴ τῷ τὴν νίκην ἡμῖν κατὰ τῶν πολεμίων παρεσκευακότι καὶ τῆς παρούσης ἡδονῆς τὰς ἀφορμὰς ἐνδόντι· ἐπεὶ δὲ καὶ οἱ πολῖται μετά γε θεῶν γεγόνασιν ἡμῖν τῆς παρούσης θυμηδίας αἴτιοι, συμβουλεύσων παρελήλυθα κατάγειν αὐτοὺς καὶ ἀποδιδόναι τῇ πόλει, ἣν ἔσωσαν αὐτοίʼ. τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς τὰ νοήματα, ὡς εἶναι κατάδηλα μᾶλλον. —Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα τὸ γεγενημένον, ἀνάγκη τοὺς δικάζοντας ἢ χαλεπαίνειν ἢ οἰκτείρειν ἢ ἑκάτερα πάσχειν ἐπὶ τοῖς αὐτοῖς, καὶ ὀργὴν καὶ λύπην· λέξομεν οὖν τὸ προοίμιον οὕτω λαμβάνοντες ʼἐπειδὴ καὶ ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν τετολμημένων ἕνεκεν ὁρῶ καὶ ἀχθομένους καὶ λελυπημένους, διὰ τοῦτο τὴν γραφὴν ἐνεστησάμηνʼ· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται αἰτίας θανάτου· ʼἄχθεσθαι μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ δυσχεραίνειν ἐπὶ τοῖς γεγενημένοις οὐδὲν ἀπεικός ἐστι, καὶ τούτῳ χαλεπαίνοντας ὑπὲρ ὧν ἐτόλμησε, καὶ ἐκείνους οἰκτείροντας ὑπὲρ ὧν ἔπαθονʼ. αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου αἱ ἀξιώσεις εἰσίν. [45]
1.(50)
ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις γίνονται, καὶ προοιμίου δριμύτης πρότασις. Ἑξῆς τρεπτέον ἐπὶ τοὺς κατηγόρους καὶ τίνα τρόπον ἀπὸ τούτων εὑρίσκεται τὰ προοίμια· οἱ γὰρ κατηγοροῦντές τινος ὑπολήψεις ἔχουσι πολλάκις ἢ ἔχθρας ἢ φθόνου. τὸν μὲν οὖν φθόνον, εἴ τις ἐμφαίνοιτο τῷ προβλήματι, διακρουσόμεθα· δεινὸν γὰρ βασκανίαν ὁμολογεῖν καὶ ἐπίφθονον ἀεί. ἐμφαίνεται δὲ πολλάκις, ὅταν ἢ δόξῃ βασκαίνωμεν ἢ πλούτῳ, οἷον πρεσβεύων Αἰσχίνης παρὰ τὸν Φίλιππον ἐτραγῴδησε, νενίκηκεν, ἐστεφάνωται, καὶ κρίνεται παραπρεσβείας ὑπὸ Δημοσθένους· ὀρθῶς ἐρεῖ τὸ προοίμιον ʼμηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ βασκαίνοντά με τοῦ στεφάνου καὶ τῆς νίκης Αἰσχίνῃ τὴν κατηγορίαν ἐνστήσασθαι κατʼ αὐτοῦʼ. ἢ πλούτῳ, οἷον ἀποκήρυκτος ᾔτησε τὸν πατέρα τροφάς, ὃ δὲ αὐτῷ ξίφος ἔδωκεν, ἐμισθοφόρησεν, ἐπανῆκε πλούσιος, ὁ πατὴρ δεόμενος τροφῶν προσῆλθε τῷ παιδί, ὃ δὲ αὐτῷ τὸ αὐτὸ ξίφος ἔδωκεν, ἀπέκτεινεν ἑαυτὸν ὁ πατήρ, καὶ κρίνεται ὁ παῖς αἰτίας θανάτου· ὕπεστι πλούτου τις πρόφασις, καλὸν οὖν διακρούσασθαι καὶ λέγειν ὅτι ʼοὐ τῆς περιουσίας αὐτῷ βασκαίνων τὸν ἀγῶνα ἐνεστησάμηνʼ. —Τὰς δὲ ἔχθρας ποτὲ μὲν ὁμολογήσομεν, ποτὲ δὲ ἀρνησόμεθα, τοῦτο ποιοῦντες οὐχ ὅταν βουλώμεθα, ἀλλʼ ὅτε δεῖ ὁμόσε χωρεῖν ταῖς ἀρνήσεσι καὶ ταῖς ὁμολογίαις. ἔσται δὲ οὕτως· ἂν ἔχωμεν πρὸς ἔνδοξον πρόσωπον καὶ ὑπερέχον καὶ ἐπαινούμενον οἷον στρατηγὸν ἢ Περικλέα ἢ νομοθέτην, τότε ἀρνησόμεθα, ἢ πρὸς κοινὸν εὐεργέτην ἢ πρός τινα διʼ ἐξουσίαν ὠμὸν καὶ ἀπάνθρωπον. πρὸς νομοθέτην μὲν λέξομεν, ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐεργέτῃ, ὡς ὁ Δημοσθένης «μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτε ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεκα ἄλλης ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί». πρὸς δὲ ὑπερέχον πρόσωπον, ὅτι δέος τοῖς εὐδοκιμοῦσι προσκρούειν, οἷον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν Περικλέους εἰκόνα, καὶ συμβουλεύει τις μηκέτι αὐτὸν Ὀλύμπιον καλεῖν, οἷον ʼοὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πρὸς Περικλέα τὴν συμβουλὴν ταύτην ἐνεστησάμην, ἀλλʼ εὐνοίας πλέον, δεδοικώς, μή τι παρὰ τῶν θεῶν ἄνθρωπος ὢν πάθῃʼ. ἐξ ἀπονοίας δὲ ὠμὸν διʼ ἐξουσίαν, οἷον πένης καὶ πλούσιος ἐχθροί, ὑπέσχετο ὁ πλούσιος θρέψειν τοὺς πολίτας, εἰ λάβοι τὸν πένητα πρὸς ἀναίρεσιν, ἔδωκεν ὁ δῆμος, οὐκ ἔθρεψεν ὁ πλούσιος τοὺς τοῦ πένητος υἱεῖς, ἀπέθανον λιμῷ, καὶ κρίνεται φόνου· ʼοὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ τὴν ὑπὲρ τῶν πολιτῶν ἐνεστησάμην γραφήν, ἀλλʼ ἀγανακτῶν ἐπὶ τοῖς νόμοις καὶ τῇ πόλειʼ. καὶ μυρίους τις ἂν εὕροι ἀριστεῖς ἢ πλουσίους ἢ στρατηγοὺς ἢ δημαγωγούς, οἷς ἀντιλέγοντας ἢ κατηγοροῦντας ἀναγκαῖόν ἐστι τὰς ἔχθρας τὰς ἰδίας παραιτεῖσθαι, καταφεύγειν δὲ ἐπὶ τὴν πόλιν καὶ τοὺς νόμους καὶ τοῦ κοινῇ τῇ πόλει συμφέροντος ἕνεκεν λέγειν ἐνίστασθαι τὸν ἀγῶνα. [95]
1.(100)
—Ὁμολογεῖν δὲ δεῖ τὰς ἔχθρας, ἐὰν προαδικηθέντες ἀμυνώμεθα· ἀνεπίφθονον γὰρ τιμωρίαν κατὰ τῶν ἠδικηκότων λαμβάνειν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Κατʼ Ἀνδροτίωνος ἐποίησε λόγῳ «ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρα οἷός τε ὦ»· καὶ ἐν τῷ Κατὰ Νεαίρας πάλιν ὁμοίως. Καὶ περὶ τοὺς ἀπολογουμένους ὑπέρ τινος ὑπόληψις εὑρίσκεται πολλάκις εὐνοίας ἢ κέρδους. τὸ μὲν οὖν κέρδος ἀεὶ παραιτητέον καὶ τὸν μισθόν, πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν μισθὸν ἔχειν [παρὰ] τῶν βοηθουμένων τὴν σωτηρίαν, οἷον ἐὰν ὑπὲρ ἀριστέων λέγωμεν ἢ ὑπὲρ τυραννοκτόνων ἢ καθάπαξ δημοσίᾳ τὴν πόλιν εὖ ποιησάντων· οἷον ἐπὶ τῶν τριάκοντα τυράννων ἐξετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον, παυσαμένης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ γράφει τις τὸ κατὰ Μεγαρέων ἀνῃρῆσθαι πινάκιον· ἄριστον γὰρ ἐνταῦθα διομολογήσασθαι μισθὸν ἔχειν τὴν τῶν φιλτάτων σωτηρίαν λέγοντα οὕτως ʼμισθὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ Μεγαρέων αὐτός τε ὁμολογῶ μέγιστον εἰληφέναι τῶν παρόντων λόγων καὶ ὑμεῖς δʼ ἂν ὁμολογήσαιτε, τὴν σωτηρίαν τῶν φιλτάτωνʼ. —Τὴν δὲ εὔνοιαν φανερῶς ἔστιν ὁμολογεῖν ἄνευ κέρδους, ὅταν ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων λέγωμεν, οἷον μελλόντων μονομαχεῖν ἀδελφῶν δύο κατὰ τὸν νόμον τὸν περὶ τῶν ἀριστέων περὶ τοῦ γέρως ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν νόμον· οἷον ʼφιλεῖν μὲν τοὺς ἀδελφοὺς οὐκ ἂν ἀρνηθείην ἔγωγε κοινοὺς σωτῆρας τῆς πόλεως γεγενημένουσʼ. ἢ ἂν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους· ἀνεπίφθονος γὰρ ὁ ὑπὲρ τῶν προσηκόντων λόγος· ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην εἶπεν «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν». Οὕτω περὶ τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων. Περὶ δὲ τοὺς τὰ ἐγκλήματα ἔχοντας ἢ χρησταὶ ὑπολήψεις συνίστανται ἢ πονηραί. ἐὰν μὲν οὖν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας βεβαιώσομεν, οἷον «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· τὰς δὲ χρηστὰς προσούσας ὑπολήψεις διαλύσομεν, οἷον «οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὸν Χαρίδημόν τινες εὐεργέτην οἴονται· ἐγὼ δὲ ἐάνπερ ἃ βούλομαί τε καὶ οἶδα τούτῳ πεπραγμένα δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον καὶ πολὺ τἀναντία ἢ προσῆκεν ὑπειλημμένον». [145]
1.(150)
—Ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες, οἷον δέκα νέοι τὴν τάξιν λιπόντες ἔφυγον, τῷ ἑνὶ ἀπαντήσασα ἡ μήτηρ ἀπέκτεινεν αὐτόν, οἱ ἐννέα στραφέντες ἠρίστευσαν, καὶ κρίνεται ἡ γυνὴ φόνου· ἐνταῦθα γὰρ μία μὲν ὑπόληψις περὶ τὴν γυναῖκα χρηστή, ὅτι τῆς νίκης αἰτία, ἣν χρὴ βεβαιῶσαι κατὰ τὰ προοίμια λέγοντα οὕτως ʼὅτι μὲν οὐκ ἄλλος τις ἡμῖν τῆς νίκης αἴτιος μᾶλλον τῆς γυναικὸς ἐγένετο, πάντας ὑμᾶς ἐλπίζομεν ἐγνωκέναιʼ· μία δὲ φαύλη, ἡ τοῦ δοκεῖν παιδοκτόνον αὐτὴν εἶναι, ἣν χρὴ θεραπεῦσαι λέγοντα οὕτως ʼεἰ μὲν οὖν τοῖς κατηγόροις πειθόμενοι τὴν γυναῖκα ταύτην παιδοκτόνον ὑπολήψεσθε, οὐκ ὀρθῶς ποιήσετε· εἰ δὲ τὰ πεπραγμένα σκοπήσετε καὶ τὰ τοῦ τετελευτηκότος δίκαια ἐγκλήματα, φανεῖται ἡ γυνὴ οὐκ ἀγαθὸν υἱὸν ἀλλὰ προδότην πονηρὸν ἀποκτείνασαʼ. Ἐμφαίνεται δὲ καὶ ἔξωθεν πρόσωπα, ὡς ἔφαμεν, πολεμίων μάλιστα πολλάκις, ἀφʼ ὧν οὕτω ληψόμεθα τὰ προοίμια ζητοῦντες ἐπὶ τῇ παρούσῃ κρίσει, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι γενέσθαι, λέγοντες οὕτως ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· φυγάδες πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ʼτοῖς μὲν οὖν πολεμίοις διʼ εὐχῆς ἐστι μὴ καταδέξασθαι τοὺς πολίτας ἡμᾶς ἐνθάδε, ἵνα ὦμεν αὐτοῖς ληφθῆναι ῥᾴδιοι· ἡμᾶς δὲ οὐκ ἄξιον ποιεῖν, ἃ δοκεῖ τοῖς πολεμίοισʼ. Ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται, τοῦτον εὑρισκόμενα τὸν τρόπον ἁπανταχῇ. Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων. [180]
2.(t)
Ἑξῆς λεκτέον περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων πάνυ παγκάλην καὶ ποικίλην ἐχόντων τὴν τέχνην. εὑρίσκεται δὲ καὶ ταῦτα ἀπὸ τῶν ἑξῆς μαθημάτων, οὐκ ἐν πᾶσι δὲ προβλήμασιν οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα, πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή, διότι πανταχῇ φαίνεται. Ἔστι δὲ τῶν ἐξ ὑποδιαιρέσεως εἴδη τρία, ὧν καὶ τὰ παραδείγματα θήσομεν. καὶ πρῶτον ἔστιν ὅτε δύο πεπραγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, ὑποδιαιροῦντες ποιήσομεν προοίμιον οὕτως· οἷον κατέσκαψάν τινες πόλιν ἐν πολέμῳ καὶ ἐγεώργησαν αὐτήν, οὐκ ἀνῆκεν ἡ γῆ καρπούς, καὶ κρίνονται ἀσεβείας· ἐνταῦθα δύο ὄντων ἀδικημάτων ἰσοστασίων, τοῦ τε κατασκάψαι τὴν πόλιν καὶ τοῦ γεωργῆσαι, ποιήσομεν ἐξ ὑποδιαιρέσεως προοίμιον οὕτως ʼεἰ μὲν οὖν καὶ διὰ τὸ κατασκάψαι τὴν πόλιν ἔδοσαν αὐτοὶ δίκην, ὀρθῶς ἂν ἐγένετο· νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ γεωργῆσαι διέγνωσαν ἣν κατέσκαψαν πόλινʼ. οὐ μέντοι ἡ ἑνὸς πράγματος εἰς λεπτὸν τομὴ προοίμιόν ἐστιν ἐξ ὑποδιαιρέσεως, ἀλλὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐξ ὑποδιαιρέσεως κατασκευή· οἷον ἔπεισεν ἐν λιμῷ καὶ πολιορκίᾳ ῥήτωρ τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι, γέρων λαθὼν ἠρίστευσεν, αἰτεῖ εἰς τὸ γέρας τὸν ῥήτορα· ἐνταῦθα τὸ ἀδίκημα ἕν, τὸ τὰ γένη διαφθαρῆναι, ἐξ ὑποδιαιρέσεως δὲ εἰ λέγοι ʼεἰ γὰρ μόνους τοὺς πατέρας ἔπεισεν ἀποκτεῖναι ἢ μόνας τὰς γυναῖκας, ἄξιος ἦν θανάτουʼ, οὐ προοίμιον λέγει, ἀλλὰ κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. Δεύτερον ἐξ ὑποδιαιρέσεως μάθημα οὕτως εὑρίσκεται, ἐν ᾧ ποιοῦμεν προοίμιον. ἐνίοτε τοῖς προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις, οἷον Αἰσχίνῃ, Δημοσθένει, δεύτεραι δὲ αἱ ἐπισυμβαίνουσαι ἀπὸ τῶν πραγμάτων. ὅταν οὖν εὕρωμεν ἐν προβλήματι τὰς ὑπολήψεις ἑκατέρας περὶ τὸ ἓν πρόσωπον, τήν τε φύσει προσοῦσαν καὶ τὴν ἐπιγενομένην, ὑποδιαιροῦντες λέγομεν ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἷον ʼκαὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλειʼ. γίνεται δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν τοῦτο πολλάκις, ἂν ἔχωμεν ἢ μάγον ἢ τελώνην ἢ πορνοβοσκόν· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόματα ταῖς ἑταίραις τίθεται καὶ κρίνεται ἀσεβείας· λέγομεν γὰρ οὕτως ʼἄξιον μὲν ἦν τὸν πορνοβοσκὸν καὶ διὰ τὸν ἄλλον μισεῖσθαι βίον πονηρὸν ὄντα καὶ δὴ καὶ τιμωρίας ἄξιον, οὐχ ἥκιστα δὲ νῦν, ὅτε καὶ ἠσέβησεν εἰς τὰς θεάσʼ. [45]
2.(50)
Τρίτον ἐξ ὑποδιαιρέσεως μάθημα εἰς προοιμίων εὕρεσιν, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον [ὑποδιαίρεσις]· γίνεται δέ, ὅταν κακοῦ τινος τολμηθέντος λέγῃς δεῖν τὸν εἰργασμένον δοῦναι τιμωρίαν καὶ διὰ τὸ τετολμημένον καὶ ἵνα μὴ πάλιν τολμηθῇ. δεῖ δὲ τὸ τοῦ ἀθρόου πρὸς τὸ μέλλον ποιεῖν τότε, ὅταν ἢ τὸ μηδεπώποτε γεγονὸς τοῦτο συμβὰν παθεῖν πάλιν φυλαττώμεθα ἢ ὅταν τὸ αὐτὸ πράττηται πολλάκις. τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην· πολλοὶ τυραννοῦσιν ἐκ τοῦ αὐτοῦ γένους, καὶ γράφει τις ἐλαύνειν τὸ γένος· ἐνταῦθα καλλίστην χώραν ἔχει τὸ προοίμιον, ἐὰν λέγωμεν οὕτω ʼκαὶ τῶν γεγενημένων μὲν εἵνεκα τυραννίδων καλῶς ἂν ἔχοι μισοῦντας τὸ γένος τῆς πόλεως ἐκβάλλειν τιμωροῦντας αὐτοὺς ὑπὲρ ὧν ἐπάθομεν, οὐχ ἥκιστα δὲ καὶ τοῦ μέλλοντος πρόνοιαν ποιουμένους, ἵνα μὴ τοῖς ὁμοίοις περιπίπτωμεν ἀείʼ. καὶ πάλιν· ἐμίχθη τις ταριχευομένῳ σώματι, καὶ γράφει τις λελύσθαι τὸν τῆς ταριχείας νόμον· καὶ γὰρ ἐκεῖ δυνάμεθα λέγειν ʼἵνα μὴ πάλιν γένηταιʼ. Περὶ τῶν ἐκ περιουσίας προοιμίων. [70]
3.(t)
Τὰ ἐκ περιουσίας καλούμενα προοίμια ἰδίαν εὕρεσιν ἔχει ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις, σαφῆ δὲ αὐτὰ ἐν ἑκατέροις ποιήσω. ἐὰν γὰρ κατηγοροῦντές τινος φόνου δυνώμεθα λέγειν ὅτι ʼἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων κρίνεινʼ, ἐκ περιουσίας ποιοῦμεν τὸ προοίμιον, κἂν δημοσίων ἀδικημάτων κρίνοντες δυνώμεθα λέγειν ὅτι ʼἠδυνάμην αὐτὸν καὶ ἀσεβείας κρίνεινʼ, ἐκ περιουσίας προοιμιαζόμεθα· οἷον ἀριστεὺς ἄχειρ προσῆλθε στρατηγῷ δεόμενος τροφῶν, ὃ δὲ εἶπεν ʼἀχρήστους ἡ πόλις οὐ τρέφειʼ, κατὰ κρημνοῦ ὦσεν ἑαυτὸν ὁ ἀριστεύς, καὶ κρίνεται ὁ στρατηγὸς αἰτίας θανάτου· λέγομεν γὰρ ἐκ περιουσίας ὅτι ʼἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων εἰσαγαγεῖν γραψάμενος, ὅτι κοινὸν εὐεργέτην τῆς πόλεως ἀπώλεσενʼ. ἢ ἐκεῖνο τὸ πρόβλημα· ἡ Φύη μετὰ τὴν κατάλυσιν τοῦ Πεισιστράτου κρίνεται δημοσίων ἀδικημάτων· λέγομεν γὰρ ʼἠδυνάμην μὲν οὖν καὶ ἀσεβείας αὐτὴν γραψάμενος εἰς ὑμᾶς ἀγαγεῖν, ὅτι τὸ σχῆμα τῆς Ἀθηνᾶς ἀσεβῶς ὑπεκρίνατοʼ. —Ἰστέον δέ, ὅτι μικροτέρου κρίνοντας δεῖ λέγειν ὅτι ʼκαὶ μείζονος ἠδυνάμηνʼ, μὴ μέντοι μείζονος κρίνοντας λέγειν ὅτι ʼκαὶ τοῦ μικροτέρου ἠδυνάμηνʼ· ἄτεχνον γὰρ τὸ τοιοῦτον. Ἐν δὲ ταῖς ἀπολογίαις εὐκαταληπτότερον τὸ ἐκ περιουσίας μάθημα· πᾶς γὰρ ὁστισοῦν μετὰ τὴν εὐεργεσίαν κρινόμενος ἄριστα ποιήσει προοίμιον ἐκ περιουσίας λέγων ʼἐγὼ μὲν καὶ γέρας ὑπελάμβανον ἐπὶ τοῖς πεπραγμένοις λήψεσθαι, μή τί γε δὴ καὶ κρίσεις ὑπομενεῖνʼ, οἷον ὁ στρατηγὸς ὁ τὰς τριήρεις νικώμενος καταφλέξας καὶ νικήσας καὶ κρινόμενος δημοσίων ἀδικημάτων, ἢ ὁ ῥίψας ἀπὸ τοῦ τείχους τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν πολέμιον. καὶ καθάπαξ ῥᾳδίου τοῦ μαθήματος ὄντος χρειώδους δὲ ἀνθεκτέον. Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων. [32]
4.(t).[t2]
Τὸ δὲ ἀπὸ καιροῦ καλούμενον προοίμιον ἄφατόν τινα τὴν ὑπερβολὴν τῆς δυνάμεως ἔχει, ἐὰν εὑρεθῇ. ἔστι δὲ τοιοῦτον τῇ δυνάμει, ἐὰν δυνώμεθα τὴν ἀξίωσιν, ἣν εἰσφέρομεν, τρόπον τινὰ ἤδη δεῖξαι καὶ γεγενημένην. ἔστι δὲ αὐτοῦ τὸ τῆς ἰσχύος τοιοῦτον· οἷον ἐφυγαδεύθησάν τινες καὶ ἔκτισαν ἐπὶ τοῖς ὁρίοις τῆς πατρίδος ἑτέραν πόλιν, ἐν ᾗ ᾤκουν, πολέμου ἐνστάντος ἐκείνοις, ὅθεν ἐξεβλήθησαν, ἐπανελθόντες ἐβοήθησαν αὐτοῖς, καὶ γράφει τις αὐτοὺς καταδέχεσθαι· λέγομεν γὰρ ʼτὸ μὲν δοκεῖν ἐγὼ γράφω τὸ ψήφισμα τήμερον τοὺς πολίτας καταδέχεσθαι, τὸ δὲ ἀληθὲς ἤδη τούτους δεδέγμεθα, ὅτε συμμάχους ὄντας αὐτοὺς κατελθεῖν εἰάσαμενʼ. ἀλλὰ καὶ Μεγαρεῖς ἐπὶ τῶν τριάκοντα τυράννων ἐκτιθέντων Ἀθηναίων τὰ γένη ἀναιρούμενοι ἔτρεφον αὐτά, καταλυθείσης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ ἀξιοῖ τις καθαιρεῖν τὸ περὶ τῶν Μεγαρέων πινάκιον. καὶ ἔτι ἐν τοῖς τὴν πόλιν κατασκάψασι καὶ σπείρασιν αὐτήν· θέλοντες γὰρ αὐτοὺς ἀσεβεῖς ἀποδεῖξαι φαμὲν ὑπὸ τῶν θεῶν ἐληλέγχθαι καὶ πρὸ τῶν ἡμετέρων λόγων, ὅτι εἰσὶν ἀσεβεῖς, ἐξ ὧν ὡς ἐναγεστάτοις οὐδὲ τοὺς καρποὺς ἀνῆκεν ἡ γῆ. καλεῖται δὲ τοῦτο καὶ ἀγχίστροφον ἐπιχείρημα. Τὸ δὲ ἐπὶ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προσθεῖναι μάθημα· ἢ γὰρ καλόν ἐστι καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται, ἢ προκατάστασις ὂν διηγηματικόν, οὐ προοίμιον εὑρίσκεται. Περὶ παντὸς προοιμίου, καὶ ἐκ πόσων μερῶν συνέστηκεν.
5.(t1)
Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, ἥτις ἐστὶν ἐκ τῶν μαθημάτων εὑρισκομένη τῶν προκειμένων, ἐξ ὧν δή τοι καὶ γίνεται, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἥτις ἐστὶν ἀξίωσις, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόδοσιν. Ἐὰν μὲν οὖν θελήσωμεν πολιτικώτερον στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ στήσομεν. ἐὰν δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως ἁπτόμενοι τοῦ πράγματος αὐτοῦ, πανηγυρικωτέρα γίνεται ἡ βάσις, καὶ μάλιστα, ἂν μὴ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἁπλῶς εἴπωμεν ἀλλʼ ἐπιφωνηματικῶς. ποιεῖ δὲ πανηγυρικὴν τὴν βάσιν καὶ ἡ εὐρυθμία, ἵνα τὸ πανηγυρικὸν ᾖ διπλοῦν, ἢ ἐν τῷ λόγῳ διὰ τὴν εὐρυθμίαν ἢ ἐν τῷ νῷ διὰ τὴν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους φιλοτιμίαν. —Δεῖ δὲ τὸ προοίμιον ἐν μὲν τοῖς πολιτικοῖς ἡρμηνεῦσθαι μακροτέροις τοῖς κώλοις καὶ σχοινοτενέσιν, ἐν δὲ τοῖς παθητικοῖς συνεστραμμένοις καὶ εὐκόλοις μᾶλλον. —Περιβολὴ δὲ αὐτάρκης προοιμίων διπλασιάσαι ὄνομα καὶ διπλασιάσαι κῶλον καὶ προτάσεως ἀπὸ αἰτίας κατασκευή. καὶ ὄνομα μέν, ἂν λέγωμεν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν» καὶ «ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ δόξης». κῶλον δὲ ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους «ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς». προτάσεως δὲ ἐξ αἰτίας κατασκευή, ἂν λέγωμεν—πολλαχῇ δὲ δυνάμεθα εἰπεῖν—‘τὰ μὲν τούτῳ τετολμημένα λέληθεν ὑμῶν οὐδέναʼ τοῦτο ἡ πρότασις, ἡ δὲ κατασκευὴ ἐξ αἰτίας ʼἐπεὶ μηδὲ οὕτως ἐστὶ μικρὰ τὰ τετολμημένα, ὡς δύνασθαι καὶ λαθεῖνʼ. λεκτέον δὲ καὶ ἐπὶ παραδείγματος· πωλοῦσι τὰ τέκνα οἱ νησιῶται, καὶ γράφει τις παρὰ Ἀθηναίοις ἐπανεῖναι τὸν φόρον· ʼοἷα μὲν οὖν, ὦ Ἀθηναῖοι, πάσχουσιν οἱ νησιῶται κακὰ προφάσει τῶν φόρων, λέληθεν οὔτε ὑμᾶς οὔτε τῶν ἄλλων Ἑλλήνων οὐδέναʼ τοῦτο ἡ πρότασις· ʼκαὶ γὰρ οὐδὲ οὕτως ἐστὶ μέτριον, ὃ τολμῶσι περὶ τὰ φίλτατα, ὥστε λαθεῖν ἐνεῖναι δύνασθαιʼ τοῦτο ἡ κατασκευὴ τῆς προτάσεως· εἶτα ἡ ἀπόδοσις ʼὑμᾶς δὲ προσήκει πρόνοιαν ποιουμένους τῆς ὑμετέρας εὐδοξίας ἐπανεῖναι τοῖς ἀθλίοις τὸν φόρον καὶ μηκέθʼ οὕτως ὀχληροὺς καθίστασθαιʼ. ἐὰν μὲν οὖν πολιτικῶς ἐθελήσῃς στῆσαι, οὕτω στήσεις τὴν ἀξίωσιν· εἰ δὲ βούλει, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, αὐτὸ λέγω τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους γυμνόν· καὶ ἐὰν θελήσωμεν εἰπεῖν τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους τολμῶντες ἐπιφωνηματικώτερον, ἔσται καὶ οὕτως πανηγυρικὴ ἡ βάσις ʼδιʼ ὃν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοιʼ. Περὶ καταστάσεως ἤγουν διηγήσεως. [48]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top