17a 793 (t1)
〈ΓΑΛΗΝΟΥ〉 ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ 〈ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ Οὐκ οἶδʼ ὅπως καὶ τοῦτο τὸ βιβλίον, ὥσπερ καὶ ἄλλο τι τῶν τοῦ〉 Ἱπποκράτους συγγραμμάτων ἐλυμήναντο πολλοὶ τῶν ἐξηγητῶν ἄλλος ἄλλως, ὡς ἕκαστος ἤλπισε πιθανῶς ἐξηγήσασθαι, τὴν κατὰ τοῦτο λέξιν ὑπαλλάττων, ὥστε ἠναγκάσθην ἐγὼ διὰ τοῦτο τά τε παλαιότατα τῶν ἀντιγράφων ἐπιζητῆσαι τά τε ὑπομνήματα τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον, ἐν οἷς καὶ Ζεῦξίς ἐστι 〈καὶ〉 ὁ Ταραντῖνος καὶ ὁ Ἐρυθραῖος Ἡρακλείδης καὶ πρὸ αὐτῶν Βακχεῖός τε καὶ Γλαυκία c. [5]
17a 794
εἰ μὲν οὖν μετὰ τὸ δηλῶσαι τὴν παλαιὰν γραφὴν ἔλεγον ἡμαρτῆσθαι τὴν λέξιν εἰκὸς εἶναι καὶ διὰ τοῦτο ὑπονοεῖν αὐτοὶ τὴν Ἱπποκράτους γραφὴν εἶναι τήνδε τινά, κἂν ἀπεδεξάμην αὐτούς, εἴ γε μετὰ τὴν ἐπανόρθωσιν ἑώρων διδάσκοντάς τι χρήσιμόν τε ἅμα καὶ τῆς γνώμης ἐχόμενον τοῦ παλαιο ῦ. ἐπεὶ δὲ ἐνίοτε καὶ κατʼ ἄμφω σφάλλονται, πολὺ βέλτιον ἔδοξέ μοι φυλάττοντι τὴν ἀρχαίαν γραφὴν ἀεὶ μὲν σπουδάζειν ἐκείνην ἐξηγεῖσθαι, μὴ δυνηθέντι δέ ποτε τοῦτο πρᾶξαι πιθανὴν τὴν ἐπανόρθωσιν αὐτῆς ποιεῖσθαι, καθάπερ ὁ Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐποιήσατο κατὰ τὴν λέξιν ἐκείνην ἐν ᾗ γέγραπται· “πρὸς δὲ τὸ Ἀφροδίσιον αἱ οὐραὶ ἔβλεπον.” ἐπειδήπερ τοῖς ἐξηγησαμένοις τὴν “οὐραὶ” γραφὴν ἀπιθάνως εἴρηται, “τάχα”, φησί, ”ʼθύραιʼ μὲν ἦν γεγραμμένον διὰ τοῦ θ, τῆς μέσης δὲ γραμμῆς ἐν αὐτῷ διαφθαρείσης ἔδοξεν ὁ βιβλιογράφος ʼοὐραὶʼ γεγράφθαι”. [10]
17a 795
δυ νατὸν γὰρ δὴ οὕτως καὶ λεπτῆς ἰνὸς ἀπολωλυίας συναπολέσθαι τὴν γραμμὴν ταύτην, καὶ μυίας 〈γʼ〉 αὐτὴν ἐκφαγούσης, καὶ κατʼ ἀρχὰς εὐθὺς αὐτὴν ἀμυδρῶς γραφεῖσαν ἐξίτηλον [αὐτὴν] ὑπὸ τοῦ χρόνου γενέσθαι. πάντων δὲ τῶν ὑπαλλαξάντων τὰς παλαιὰς γραφὰς τολμηρότατα τοὺς περὶ Καπίτωνα καὶ Διοσκουρίδην εὑρίσκω πράξαντας τοῦτο. πότερον μὲν οὖν ἄμεινόν ἐστιν ἁπάντων αὐτῶν ἢ μόνων τῶν εὐλόγως μεταγραψάντων ἢ μηδενὸς ὅλως μεμνῆσθαι, σκοπούμενος εὗρον, εἰ μὲν τῷ μήκει τῶν ὑπομνημάτων οὐδεὶς ἔμελλε 〈τῶν〉 ἀναγνωσομένων αὐτὰ δυσχεραίνειν, ἁπάντων μεμνῆσθαι κάλλιον εἶναι, μεμφομένων δὲ πολλῶν οὐ τούτοις μόνον, ἀλλὰ καὶ τοῖς συμμέτρως ἔχουσι καὶ μόνα σπουδαζόντων τὰ χρήσιμα, μέσην τινὰ τούτων ἀμφοτέρων ποιήσασθαι τὴν ἐξήγησιν καὶ τοῦτο εὐθέως ἐν ἀρχῇ προειπεῖν, ὅπως ἀπαλλάττωνται τῶνδε τῶν ὑπομνημάτων οἱ μὴ χαίροντες τούτοις. ἐγὼ μὲν γάρ, ὥσπερ καὶ τἄλλα πάντα πολλοῖς τῶν δεηθέντων ἑταίρων χαριζόμενος ἐποίησα, καὶ τὰς ἐξηγήσεις ταύτας ἐκείνων ἕνεκα συνέθηκα. [10]
17a 796
θεωρῶν δʼ εἰς πολλοὺς ἐκπίπτοντα τὰ γραφόμενα προοιμίων τοιούτων ἐδεήθην. ὥσπερ οὖν τοῦτο προεῖπον, οὕτω καὶ τόδε προειπεῖν ἀναγκαῖόν ἐστιν, ὡς τὸ τῆς ἑρμηνείας εἶδος ἐν τῷδε τῷ βιβλίῳ πάμπολυ διαλλάττει τοῦ κατὰ τὸ πρῶτον καὶ τρίτον τῶν Ἐπιδημιῶν, ἃ σχεδὸν ἅπαντες ἡγοῦνται γεγράφθαι πρὸς ἔκδοσιν ὑφʼ Ἱπποκράτους μόνα, τῶν δʼ ἄλλων πέντε τὸ μὲν πέμπτον τε καὶ ἕβδομον ἐναργῶς εἶναι νόθα, τὸ δʼ ἕκτον τοῦτο καὶ πρὸ αὐτοῦ τὸ δεύτερον, ἐξ ὧν αὐτὸς 〈ὁ〉 Ἱπποκράτης ἑαυτῷ παρεσκευάσατο, φασὶν ὑπὸ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ συντεθῆναι. καὶ τινὲς μὲν ἡγοῦνται καὶ αὐτόν τι παρεγγράψαι τὸν Θεσσαλό ν, τινὲς δὲ ἄλλους τῶν μετʼ αὐτόν. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καταστάσεις γέ τινας γράφει τοῦ περιέχοντος, ἐφʼ αἷς τὰ ἐπιδημήσαντα νοσήματα γίγνεται (ταύτῃ γὰρ ἐπʼ αὐτῶν αὐτὸς φαίνεται τῇ λέξει χρώμενος καὶ διὰ τοῦτο καὶ τὸ ἐπίγραμμα τοῖς βιβλίοις τοῦτο ἐποιήσατο, τῶν ἐπι δημίων νοσημάτων διδασκαλίας 〈ἐν〉 αὐτοῖς γινομένης, οὐ τῶν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιδημιῶν, ἃς ἐποιεῖτο κατὰ τὰς πόλεις), ἐνταυθοῖ δὲ τοῦτο μὲν ὀλίγον ἐστίν. [15]
17a 797
τὸ δὲ πλεῖστον εἶδος τῆς διδασκαλίας ἀφορισμοί τινες εἶναι φαίνονται, κατὰ περιγραφὴν ἕκαστος ἰδίαν γεγονότες. ὥστε διʼ ἀπορίαν οἰκείας ἐπιγραφῆς καὶ ταῦτα τὰ δύο βιβλία συγχρήσασθαί φασι τῇ τῶν “Ἐπιδημιῶν”, ὀλίγιστον ἔχοντα τὸ τῆς ἐπιγραφῆς οἰκεῖον. ἐοικὸς δὲ αὐτοῖς ὅσον ἐπὶ τῷ χαρακτῆρι τῆς λέξεως τὸ τέταρτον ἀπολείπεται πάμπολυ τοῦ χρησίμου τῆς θεωρίας. ὅσοι δὲ ‘ Θεσσαλοῦ καταστάσειςʼ ἐπέγραψαν τὸ προκείμενον βιβλίον τοῦτο, προδήλως ἥμαρτον. 〈ἀλλʼ〉 ἀρκεῖ νῦν μοι ταῦτα προειρῆσθαι, γεγραμμένων ἐνίοις τῶν ἐξηγητῶν καὶ ἄλλων οὐκ ὀλίγων, ἃ διὰ τὸ μὴ βούλεσθαι μηκύνειν ἀκόλουθον ἦν παραλιπεῖν. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπετα ι . [13]
17a 798
Ἅπαξ εἰπεῖν τινα κοινὸν λόγον ἐπὶ κοινῷ πράγματι διέγνωκα· τῶν δὴ ἀναγνωσομένων ἑκάστῳ κατὰ τὴν οἰκείαν διάλεκτον, ὅπως ἂν ἑαυτὸν πείσῃ, 〈λέγειν καὶ〉 γράφειν ἐξέστω. τινὲς μὲν γὰρ ὅσῃσι διὰ τριῶν συλλαβῶν, ἔνιοι δʼ ὁκόσῃσι διὰ τεσσάρων ἔγραψαν, ἔνιοι δʼ οὐ διὰ τοῦ κ γράφουσιν ὁκόσῃσι ν, ἀλλὰ διὰ τοῦ π τὴν δευτέραν συλλαβήν, καθάπερ ὁ Καπίτων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τοιαῦτα. διαφέρει δʼ οὐδὲν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα γράφειν οὕτως ἢ ἐκείνως, ὥστʼ ἄμεινον ἔδοξέ μοι μόνας ἐκείνας τῶν γραφῶν προχειρίζεσθαι κατὰ τὸν λόγον, ὅσαι τὸ δηλούμενον ὑπαλλάττουσι, τὰς δὲ ἐν αὐτῇ μόνῃ τῇ λέξει διαφερομένας ἄνευ τοῦ καὶ τὰ πράγματα μετακινεῖν ἐπιτρέπειν, ὡς ἂν ἐθέλῃ γράφειν καὶ λέγειν, ἑκάστῳ. αὖθις οὖν ἀφʼ ἑτέρας ἀρχῆς ἀναλαβὼν τὴν προγεγραμμένην ῥῆσιν ἐπὶ τὴν ἐξήγησιν αὐτῆς τρέψομαι. [10]
17a 799
Ὁκόσῃσι ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέω ν , ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτ ᾷ . Ὃ καλοῦσιν “ἄμβλωσιν” οἱ Ἀττικο ί, τοῦτο συνήθως Ἱπποκράτης ἀποφθορὰν ὀνομάζει, καὶ τὰ ῥήματα δὲ τὰ παρακείμενα τῇ προσηγορίᾳ τῇδε καὶ τὰς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένας μετοχὰς ἀνὰ λόγον αὐτῇ γράφει. τὸ δʼ “ἀμβλώσκειν” (ἴσως γάρ τις ἀγνοεῖ καὶ τοῦτʼ αὐτό) κατὰ τῆς ἀτελοῦς τῶν ἐμβρύων ἐκτρώσεως ἐπιφέρουσιν, ὅπως ἂν ᾖ γεγονυῖα, καὶ τὰ φάρμακα δὲ τὰ τοῦτʼ ἐργαζόμενα καλοῦσιν “ἀμβλωτικά”. [10]
17a 800
τὸ μὲν οὖν σημαινόμενον ὑπὸ τῆς λέξεως ἅπαξ εἰρῆσθαι νῦν ἀρκέσει. τῶν δὲ χρησίμων ἀρκτέον ἤδη, τοσοῦτον ἐπισημηναμένους, ὡς ταύτην τὴν ῥῆσιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἐν τῇδε τῇ λέξει γράφουσιν· “ὁκόσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρας καὶ οἰδημάτων εἰς καρηβαρίας τρέπεται”, φθοράν, οὐκ ἀποφθορὰν βουλόμενοι δηλονότι τὴν ἄμβλωσιν ὀνομάζειν. οἱ δὲ προστιθέντες τὴν ἐξ πρόθεσιν ἀποφθορὰν δηλονότι αὐτὴν ἐβουλήθησαν καλεῖσθαι. φαίνεται μὲν οὖν καὶ οὕτω πολλάκις ὀνομάζων Ἱπποκράτη c, εἰ μέντοι καὶ νῦν, ἄδηλον. ὥσπερ δʼ ἐν τούτῳ, κἂν διαφερόντως γράφωσι, τὴν αὐτὴν τοῦ λόγου φυλάττουσι διάνοιαν, οὕτω κἀν τῷ περὶ ὑστέρας πληθυντικῶς ἢ ὑστέρην ἑνικῶς ἢ καρηβαρίην 〈ἑνικῶς〉 ἢ καρηβαρίας πληθυντικῶς οὐχ ὑπαλλάττουσι τὴν τοῦ λόγου διάνοιαν. ὅθεν ἐγὼ [ Γαληνὸ c] παρῃτησάμην καὶ τοιαύτας ἐν τῇ λέξει διαφωνίας κρίνειν, ὅσαι τῶν δηλουμένων πραγμάτων οὐδὲν ὑπαλλάττουσι. τὸ γοῦν λεγόμενον ὑφʼ Ἱπποκράτους τοιοῦτόν ἐστιν· αἷς ἂν γυναιξὶν ἐπὶ διαφθορᾷ τῶν ἀμβρύων οἰδήματα ἐχούσαις ἐν τῇ μήτρᾳ κατὰ συμπάθειαν ἀκολουθήσῃ καρηβαρία, ταύταις κατὰ τὸ βρέγμα γίγνεσθαι τὴν ὀδύνην. [15]
17a 801
ὡσαύτως δὲ καὶ τὰς ἄλλας καρηβαρίας, ὅσαι διὰ τὰ τῆς μήτρας πάθη γίνονται, κατὰ τὸν αὐτὸν λόγον ἐρειδούσας ἔχειν τὰς ὀδύνας εἰς τὸ βρέγμα.ʼ πρῶτον μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι, τί ποτε σημαίνει τὸ τοῦ οἰδήματος ὄνομα. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἀεί, καθότι δέδεικται πολλάκις, ἅπαντας τοὺς παρὰ φύσιν ὄγκους οὕτως ὀνομάζων, ἐάν τε ἀνώδυνοι καὶ σκληροὶ τυγχάνωσιν ὄντες, οὓς ὀνομάζουσιν ἰδίως σκίρρους, ἐάν τε ὀδύνην ἔχωσιν, οὓς ὀνομάζουσιν ἰδίως φλεγμονάς, ἐάν τε ἀνώδυνοί 〈τʼ〉 ὦσι καὶ χαῦνοι, καλοῦσι δὲ μόνους τούτους οἰδήματ α. νυνὶ μέντοι φαίνεται τοιούτων οἰδημάτων μνημονεύων, ὅσα γε χρονίσαι δύναται καὶ καρηβαρίαν ἐργάσασθαι, τουτέστι τῆς κεφαλῆς 〈βάρος〉. ὅτι μὲν οὖν ἐπὶ ταῖς διαφθοραῖς τῶν ἐμβρύων εἴωθε γίνεσθαι τοῦτο, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίς δʼ ἐστὶν ἡ αἰτία τοῦ μᾶλλον τῶν ἄλλων τῆς κεφαλῆς μερῶν ὀδυνᾶσθαι τὸ βρέγμα πειρα θέντες εὑρεῖν ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀλλήλοις διηνέχθησαν, τινὲς μὲν τὸ κατʼ ἴξιν, ὅπερ ἐστὶ τὸ κατʼ εὐθυωρίαν, αἰτιασάμενοι· τοῖς μὲν γὰρ κατʼ ὀσφύν τε καὶ ὅλως τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοις μορίοις ἐπὶ τὸν ὀπίσθιον ἐγκέφαλον ἀνήκειν φασὶ τὴν εὐθυωρίαν, 〈τοῖς δὲ κατὰ τὰ, ἔμπροσθεν τοῦ σώματος ἐπὶ τὸ βρέγμα 〉· τινὲς δὲ καὶ τῆς μήτρας αὐτῆς τοῖς μὲν τὰ ὄπισθεν πάσχουσι τὰ κατὰ τὸ ἰνίον φασὶ συμπάσχειν, τοῖς δὲ τὰ πρόσω τὰ κατὰ τὸ βρέγμ α· τινὲς δὲ ἀποχωρήσαντες ἀπὸ τοῦ κατʼ εὐθυωρίαν, ὃ δὴ καὶ κατʼ ἴξιν ὁ Ἱπποκράτης ὀνομάζει συμπάσχειν φασὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡς ἂν νευρώδει μορίῳ νεύρων ἀρχῆς ὄντος αὐτοῦ, καὶ διὰ τοῦτο γίνεσθαι τὰς καρηβαρία c, ἅτε δὲ πλείστου κατὰ τὸ βρέγμα κειμένου τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διασημαίνειν μάλιστα τὴν ὀδύνην. [10]
17a 802
ἔνιοι δὲ ἀσθενέστατον εἶναι τοῦτο τὸ μέρος τῆς 〈ὅλης〉 κεφαλῆς εἰπόντες εἰκότως φασὶ μειζόνως τῶν ἄλλων αὐτὸ πάσχειν. ὅσοι μὲν γὰρ ἀπὸ τῶν μέσων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ βρέγμα ἐπὶ τὰς μήτρας νεῦρα πεφυκέναι λέγουσι, τούτων οὐδὲ μεμνῆσθαι καλόν, ὥσπερ ἴσως οὐδὲ τῶν φασκόντων, 〈ὡς,〉 διότι νευρώδης ἡ μήτρα, διὰ τοῦτο αὐτῇ συμπάσχει 〈παθούσῃ καὶ〉 τῶν νεύρων ἡ ἀρχή. [15]
17a 803
πῶς γὰρ οὐκ ἂν ἐγγὺς μᾶλλον ὂν τὸ περιτόναιον καὶ τὰ ἔντερα καὶ ἡ γαστὴρ καὶ τὸ διάφραγμα συνεπάθησεν αὐτῇ, νευρώδη γε ὄντα καὶ αὐτά; τούτων δʼ ἔτι χείρους οἱ λέγοντες τοῖς ὄρχεσι τὸν ἐγκέφαλον συμπάσχειν, ἐπειδὴ καὶ αὐτοὶ τὴν αὐτὴν ἔχουσιν οὐσίαν ἐγκεφάλῳ, καὶ διὰ τοῦτο καὶ τῇ μήτρᾳ, καὶ γὰρ καὶ ταύτην ὄρχεις ἔχειν. ἐὰν δὲ καὶ τῶν ἔτι φαυλοτέρων ἢ κατὰ τούτους μνημονεύω, τάχʼ ἄν τις ἐγκαλέσει μοι καὶ φήσει μηδʼ ὧν ὀλίγον ἔμπροσθεν ἔγραψα μεμνῆσθαί με. κάλλιον οὖν ἦν παρῃτημένον τὰς φλυαρίας αὐτῶν ἅπαξ μηδʼ ὅλως ἔτι μνημονεύειν ὧν εἰρήκασι. τῶν δὲ λεγόντων νευρώδη τὴν μήτραν εἶναι κατὰ μέν τι σημαινόμενον ἀληθῆ τὸν λόγον ἡγητέον εἶναι, καθʼ ἕτερον δὲ ψευδῆ. τρία γάρ ἐστι γένη σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζῴοις ἄναιμά τε καὶ ἀκοίλια φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δʼ ἐξ ἐγκεφάλου καὶ νω τιαίου, τὰ δὲ ἐκ μυῶν φυόμενα. [10]
17a 804
ὀνομάζεται δὲ ὑπὸ μὲν Ἱπποκράτους τοὐπίπαν τὸ μὲν πρῶτον αὐτῶν εἰρημένον σύνδεσμος, τὸ δὲ δεύτερον νεῦρόν τε καὶ τόνος, τὸ δὲ τρίτον τένων. ἔνιοι δὲ νεῦρα πάντα καλέσαντες διʼ ἣν εἶπον ὁμοιότητα τὸ μὲν πρῶτον αὐτῶν γένος συνδετικὸν εἶναί φασι, τὸ δὲ δεύτερον αἰσθητικόν τε καὶ προαιρετικόν, τὸ δὲ τρίτον ἀπονεύρωσιν ὀνομάζουσιν. ἀλλʼ οὐδʼ ἐξ ἑνὸς τῶν τριῶν τούτων γενῶν ἡ μήτρα μετέχει νεύρων πολλῶν. ἐπεὶ δʼ ἔκτασίν τε καὶ συστολὴν ἄχρι πλείστου τὸ σῶμα αὐτῆς φαίνεται ποιούμενον, ὃ μήτε τοῖς σαρκώδεσι· μήτε τοῖς πιμελώδεσι μορίοις ὑπάρχει, κατὰ τοσοῦτον νευρώδη προσαγορεύομεν αὐτὴν ἀπό τινος ὁμοιότητος, κἀντεῦθεν παράγωγον ὄνομα τῶν νεύρων ποιησάμενοι, καθάπερ ἀμέλει καὶ τὴν κύστιν οὕτω προσαγορεύειν εἰώθασι καὶ τἄλλα πάντα τὰ λευκὰ καὶ ἄναιμα κατὰ τὴν οὐσίαν, ὅταν ἐκτείνεσθαί τε μέχρι πλείστου καὶ πάλιν εἰς ἑαυτὰ συνιζάνειν φαίνηται. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὴν τοῦ καλουμένου καυλοῦ φύ σιν ἐν τοῖς τῶν ἀρρένων αἰδοίοις νευρώδη φασὶν εἶναι καὶ τῆς μήτρας τὸν τράχηλον. [15]
17a 805
εἰσὶ δʼ οἳ καὶ σηραγγῶδές τε νεῦρον ὀνομάζουσι τὸν καυλὸν τοῦ αἰδοίου καὶ διʼ ἐκεῖνον καὶ ὅλον αὐτὸ νευρῶδες καλοῦσι. κἄπειτʼ ἐπιλαβόμενοι τῆς ὁμοιότητος, οὐ κατὰ τὴν δύναμιν τῶν ὄντως νεύρων, ἀλλὰ κατὰ τὴν σωματικὴν οὐσίαν αὐτῆς οὔσης, ζητοῦσι διὰ τί συμπαθείας οὐ φέρει μεγάλας ταῖς τῶν νεύρων ἀρχαῖς ὁ καυλός· ἀρχὰς δὲ δηλονότι νεύρων ἐγκέφαλόν τε καὶ νωτιαῖον λέγω. καὶ κατὰ τὴν μήτραν τοίνυν ἐμφύεται μέν τινα νεῦρα πάντως, ἢ οὐκ ἂν ᾐσθάνετο. μικρὰ δʼ ἐστὶ πάνυ ταῦτα παραβαλλόμενα τῷ μεγέθει τοῦ μορίου καὶ διὰ τοῦτο ζητήσεως οὐ μικρᾶς ἐστιν ἄξιον, ἐάν τις θέλῃ φυσιολογεῖν τὰ τοιαῦτα, τί δή ποτε ἔνιαι τῶν ὑστερικῶν ὀνομαζομένων γυναικῶν συνολκαῖς καὶ τάσεσι σπασμῷ παραπλησίαις ἁλίσκονται. ἀλλʼ ἐπί γε φλεγμαινούσης μήτρας οὐ πάνυ τι φαίνεται τοῦτο γινόμενον, ὥσπερ οἱ πυρετοὶ πάνυ σφοδροὶ καὶ θερμοί, διʼ οὓς καὶ ἡ γλῶσσα γίνεται λιγνυώδης, ὡς αὐτὸς ἑξῆς ἐρεῖ κατὰ τοῦτο τὸ βιβλίον. [10]
17a 806
ἐχρῆν οὖν καὶ ταῦτα ζητῆσαι πρῶτον, ὅσοι περὶ συμπαθείας τι τῆς κεφαλῆς, ἣν πρὸς τὴν μήτραν ἴσχει, λέγειν ἐπιχειροῦσιν· ὅτι μὲν γὰρ θερμοὺς καὶ σφοδροὺς ἐπιφέρει πυρετούς, οἱ τοῖς ἔργοις 〈τῆς τέχνης〉 ὁμιλήσαντες ἴσασιν. 〈ἀλλʼ〉 οἵ γʼ ἐν Ἀλεξανδρείᾳ σοφιστεύσαντες, ὑφʼ ὧν ἐπληρώθη μάλιστα μακρῶν καὶ ψευδῶν λόγων τὰ βιβλία, τοῖς ἐξ ἀγέλης ἥκουσι τοὐπίπαν ὁμιλοῦσι μειρακίοις μήθʼ ἑωρακόσιν ἀρρώστους μήτʼ αὐτοὶ τετριμμένοι περὶ τοῦτο. πάνυ γὰρ ἠμέληται τοῖς ἐκεῖ πᾶσιν ἀνθρώποις τὰ κατὰ δίαιταν. ὅσοι τοίνυν ἑωράκασιν ἐπὶ μήτρᾳ φλεγμαινούσῃ νοσούσας γυναῖκας, ἴσασιν ὅπως θερμοὶ καὶ σφοδροὶ πυρετοὶ καταλαμβάνοντες ὅλον τὸ σῶμα διακαίουσι τὴν κεφαλὴν ὁμοίως τοῖς καὶ χωρὶς τοῦ παθεῖν τι τὴν μήτραν τοιούτοις γινομένοις. ἀλλὰ κἂν μὴ πυρέττωσιν ἐπιδήλως, αἷς ἐπέσχηται τὰ καταμήνια, κίνδυνός ἐστιν ἐν τάχει πυρέξαι, καὶ ταύταις ἡ κεφαλὴ βαρεῖα καὶ πλήρης ἀτμῶν τε καὶ θερμῶν χυμῶν γίνεται καὶ διὰ τοῦτʼ αὐτῶν ἔνιαι κωματώδεις εἰσίν, εἴτε πυρέξουσιν εἴτε μή. [15]
17a 807
ταῦτα μὲν οὕτω φαίνεται γινόμενα. τίς δʼ ἐστὶν αἰτία, διʼ ἣν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι τῆς ὑστέρας ἡ κεφαλὴ πληροῦται, μετὰ ταῦτα ἐχρῆν ζητεῖν, εὐχόμενον μὲν εὑρεῖν, εἰ δὲ μή, ἀλλὰ τό γε φαινόμενον ἐκ τῆς ἐμπειρίας φυλάττοντά τε καὶ μεμνημένον. ἐπιχειρήσωμεν οὖν ἡμεῖς εἰπεῖν τινας περὶ τῶν οὕτως φαινομένων αἰτίας, ἐντεῦθεν ἀρξάμενοι· τῶν κατὰ τὸ σῶμα μορίων ἁπάντων πλείστας τε καὶ μεγίστας φλέβας ἔχουσιν αἱ μῆτραι, καὶ ὅταν γε κακοπραγῶσιν ἐξ ἐπισχέσεως καταμηνίων ἢ λοχείων [ἢ] διά τινα φλεγμονὴν ὁπωσοῦν γινομένης, ἀναγκαῖον αὐτὰς αἵματος ἐμπίπλασθαι, κἂν ἐπʼ αὐτῷ σηπομένῳ πυρετὸς ἀνάπτηται, ἀπὸ τῆς ἰδέας τῶν συνόχων ἀναγκαῖον αὐτὸν γίνεσθαι. δέδεικται γὰρ ἐφʼ αἵματι σηπομένῳ τοὺς τοιούτους ἀνάπτεσθαι πυρετούς, ἀτμῶν θερμῶν πλῆθος οὐκ ὀλίγον ἀναπέμποντας ἐπὶ τὴν κεφαλήν. [10]
17a 808
ὅτι δὲ ὑφʼ ἧς ἂν αἰτίας ἡ κεφαλὴ πληρωθῇ τοιούτων ἀτμῶν αἱ καρηβαρίαι μάλιστα κατὰ τὸ βρέγμα φαίνονται λυποῦσαι τὸν ἄνθρωπον, οἷς τῶν ἔργων τῆς τέχνης φροντὶς ἐγένετο, φθάνουσι γινώσκοντες πρὶν παρʼ ἡμῶν ἀκοῦσαι. ἀλλὰ τίς ἡ αἰτία τοῦ συμβαίνοντος ἴσως ἀκοῦσαι ποθήσεις· ἐρῶ τοίνυν [γέ] σοι τήν γέ μοι δοκοῦσαν εἶναι πιθανωτάτην καὶ ταύτην οὐ μίαν, ἀλλὰ πλείους. πρῶτον μὲν γάρ, ὅτι τοὺς εἰρημένους θερμοὺς ἀτμοὺς εὔλογόν ἐστι διὰ τῶν ἀρτηριῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεσθαι, καὶ ταύτας ἔστιν ἰδεῖν κατʼ εὐθὺ τοῦ βρέγματος ἀνερχομένας ἐκ τοῦ τραχήλου τῆς καλουμένης χοάνης ἑκατέρωθεν. ἔπειτα δʼ ὅτι καὶ διαπνεῖσθαι καθʼ ὅλον τὸν τῆς ὑγείας χρόνον εἴθισται τὰ λεπτὰ καὶ ἀτμώδη τῶν τοῦ ἐγκεφάλου περιττωμάτων κατὰ τὸ βρέγμα μάλιστα· καὶ γὰρ κατὰ τοῦτο ἀραιόταταί εἰσιν αἱ ῥαφαὶ καὶ τὸ κράνιον αὐτὸ λεπτότατόν τε καὶ σηραγγωδέστατον· ἔτι τε πρὸς τούτοις αἰσθητικὰ σώματα κατὰ τὰς ῥαφάς ἐστι πλείω· καὶ γὰρ ὑμένες τινὲς συνάπτουσι τὴν παχεῖαν μήνιγγα τῷ περικρανίῳ καὶ πλῆθος ἀγγείων λεπτῶν διεξέρχεται. [15]
17a 809
τῶν δʼ ἴσων κατὰ τὸ μέγεθος παθημάτων μᾶλλον αἰσθάνεται τὰ αἰσθητικώτερα φύσει, τὰ δὲ μᾶλλον αἰσθανόμενα μᾶλλον ὑπὸ τῶν ὀδυνηρῶν αἰτίων ἀνιᾶται. διὰ ταῦτα μὲν δὴ κατὰ τὸ βρέγμα εἰσὶν αἱ ὀδύνα ι. καταλείπεται δὲ τὴν αἰτίαν εὑρεῖν, διʼ ἣν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτ ᾷ, τουτέστι κατασκήπτει τὸ νόσημα ταῖς οὕτως ἐχούσαις. ἐπεὶ δὲ ἀξιοῦσιν ἔνιοι γράφειν οὐκ ἐν ὀκτὼ ἢ δέκα μησί ν, ἀλλʼ “ἐν ὀγδόῳ ἢ δεκάτῳ” καί φασιν ἐν πολλοῖς τῶν ἀντιγράφων εὑρίσκεσθαι καὶ μάλιστα τῶν παλαιοτάτων τὸ στοιχεῖον [τὸ] ηʹ καὶ πάλιν τὸ ιʹ στοιχεῖον, ἦτα μὲν ἀντὶ τῶν ὀκτὼ γεγραμμένον, ἰῶτα δὲ ἀντὶ τῶν δέκα, προσεπισκέψωμεν καὶ τὴν ἐν τούτοις διαφοράν. ἐὰν μὲν γὰρ ἐν ὀκτὼ ἢ δέκα μησὶ λέγωμεν ἐς ἰσχίον τελευτᾶν, ἀπὸ τῆς ἀμβλώσεως, οὐκ ἀπὸ τῆς συλλήψεως ἀριθμήσομεν· ἐὰν δὲ ἐν ὀγδόῳ ἢ δεκάτῳ μηνί, τὸν ἀπὸ τῆς συλλήψεως χρόνον οὕτω δηλοῦσθαι φήσομεν. ἐμοὶ δʼ οὐκ ἀδύνατον τοῦτο φαίνεται καθʼ ἑκατέραν τῶν λέξεων ἑκατέρως ἀκούειν καὶ χρὴ τοῦ λεγομένου τὴν κρίσιν ἐπὶ τῇ πείρᾳ τίθεσθαι, καθάπερ ἐγὼ διὰ παντὸς ἐπὶ πάντων τε τῶν τοιούτων ἐποίησα καὶ τοῦδε τοῦ νῦν εἰρημένου. [15]
17a 810
καί μοι παραφυλάττοντι ποτὲ 〈μὲν〉 ἐν μʹ ἡμέραις, ἐνίοτε δʼ ἐν δύο μησὶν ἢ τέτταρσιν ἐφάνη τελευτῆσαν τὸ νόσημα, τισὶ δὲ καὶ μέχρι πλειόνων ἐξετάθη, καί τινες ὄντως εἰς ὄγδοον ἦλθον μῆνα καὶ ἄλλαι τινὲς εἰς δέκατον. ἐθεασάμην δὲ καὶ τὴν εἰς ἰσχίον ἐκ μήτρας ἀπόστασιν, ἀλλʼ οὐκ ἐπὶ πολλῶν, καίτοι πολλὰς ἐφʼ ὑστέρᾳ κακοπραγούσῃ χρονίως πασχούσας εἶδον. ὀκνηρῶς οὖν εἶχον ζητεῖν τὴν αἰτίαν οὗ μήπω τὴν ὕπαρξιν εὗρον ἀληθευομένην. ὁ γὰρ Ἀριστοτέλης ἀξιοῖ προεγνωσμένου βεβαίως τοῦ ὅτι ζητεῖσθαι χρῆναι τὸ διότι. πρὶν δʼ ὅτι γίνεται βεβαίως μαθεῖν, εἴ τις ζητοίη τὸ διότι, φανερός ἐστιν ἀδολεσχεῖν τε καὶ ληρεῖν προῃρημένος, οὐ τἀληθὲς εὑρεῖν ὀρεγόμενος. οἱ γοῦν ἐπιχειρήσαντες εἰπεῖν καὶ τοῦδε τὴν αἰτίαν τοιαῦτα λέγουσιν· ὅσοι μὲν γὰρ ἀπὸ τοῦ τῆς ἀμβλώσεως χρόνου [ἓξ] ὀκτὼ ἢ δέκα μῆνας ἀριθμεῖν ἀξιοῦσι, τὴν ὑστέραν φασὶν εἰθίσθαι κακοπαθεῖν ἐν δυσὶ τούτοις χρόνοις, ὀγδόῳ καὶ δεκάτῳ μηνί· κατὰ μὲν γὰρ τὸν ὄγδοον μῆνα στρέφεσθαι τὸ ἔμβρυον, ἀποκυίσκεσθαι δʼ ἐν τῷ δεκάτῳ· καὶ νῦν οὖν ἐν ταῖς αὐταῖς προθεσμίαις τὴν τῶν λυπούντων ἀπόκρισιν ποιεῖσθαι διʼ ἀποσκήμματος εἰς χωρίον πλησίον τε κείμενον καὶ δέξασθαι τὰ πεμπόμενα δυνάμενον. [5]
17a 811
ὅσοι δʼ ἀπὸ τοῦ τῆς συλλήψεως χρόνου κελεύουσιν ἀριθμεῖν, εὐλογώτερον εἶναί φασιν, ὡς, εἰ καὶ μηδεμία μεταξὺ φθορὰ περὶ τὸ ἔμβρυον ἐγεγόνει, νεωτέραν ἄν τινα κίνησιν ἡ μήτρα περὶ αὐτὸ κατὰ τοὺς χρόνους τούτους ἔσχεν ἢ στρεφόμενον ἢ ἐκκρινόμενον, οὕτω καὶ νῦν ἴσχειν. ἑκάτεροι δʼ ἁμαρτάνουσι τὰς κινήσεις τοῦ ἐμβρύου ταῖς ὑστέραις ἀνατιθέντες. εἴ τε γὰρ στρέφεται κατὰ τὸν ὄγδοον μῆνα, πάντως δήπου τὴν κίνησιν ταύτην ἐξ ἑαυτοῦ ποιεῖται, τήν τʼ ἀποκύησιν, ὅταν κινούμενον ἰσχυρότερον ἀπορρήξῃ τινὰ τῶν περιεχόντων ὑμένων, λαμβάνει. τοῦτο γὰρ κἀν τῷ Περὶ παιδίου φύσεως εἴρηται κατὰ τήνδε τὴν λέξιν· “Ὅταν δὲ τῇ γυναικὶ ὁ τόκος παραγίνηται, συμβαίνει τότε τῷ παιδίῳ κινουμένῳ καὶ ἀσκαρίζοντι καὶ χερσὶ καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἐσωτάτω. [15]
17a 812
ῥαγέντος 〈δὲ〉 ἑνὸς οἱ λοιποὶ ἀκιδνοτέρην δύναμιν ἔχουσι καὶ ῥήγνυται πρῶτος μὲν ὁ ἐκείνου ἐχόμενος, ἔπειτα ὁ ὕστατος.” ὅταν οὖν μηκέτι ἐν τῇ μήτρᾳ περιέχηται τὸ παιδίον ἀμβλωθέν, οὐδὲ τὰς κινήσεις αὐτοῦ σῴζεσθαι δυνατόν ἐστιν. ὁμοίως δὲ τούτοις εἰσὶν ἀπίθανοι καὶ ὅσοι φασὶ τὸν ἕβδομον μῆνα καὶ τὸν ἔνατον τὰς ἀποκυήσεις τῶν ἐμβρύων ἔχειν, τὸν δὲ ὄγδοον καὶ δέκατον τὰς παρὰ φύσιν ἀποστάσεις ὑστεριζούσας ἑνὶ μηνὶ τῶν κατὰ φύσιν, ὅπερ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν εἰρῆσθαί φασι κατʼ ἐκείνην τὴν λέξιν, ἐν ᾗ φησι· “τῇ ὑστεραίῃ *** ”, ὡσανεὶ τῷ ὑστέρῳ χρόνῳ ἢ μηνί. προεξηγησάμεθα δὲ τοῦτο κατʼ ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ εἰ τὸ λεγόμενον αὐτὸ πρότερον ἑωράκειν οὕτως ἔχον, ἐζήτουν ἂν αὐτοῦ φιλοπονώτερον τὴν αἰτίαν. ἐπεὶ δʼ ἐν πολλαῖς χρόνων προθεσμίαις ἐθεασάμην τὰ τῆς ὑστέρας πάθη κρινόμενα καὶ συμφωνοῦντά γε ταῖς τῶν κρισίμων ἡμερῶν περιόδοις, ἃς αὐτὸς ἐδίδαξεν ἐν Προ γνωστικῷ, καταλείπω τὴν ζήτησιν τῆς αἰτίας, οὔτε διὰ παντὸς ὁρῶν τὸ εἰρημένον οὕτως ἔχον οὔθʼ ὡς 〈τὸ〉 πολύ. [15]
17a 813
τεθεαμένον δʼ ἴσως κατὰ τύχην ἐπὶ δυοῖν ἢ τριῶν γυναικῶν τὸν ταῦτα γράψαντα συμβὰν οὕτως, εἴθʼ ὁ Ἱπποκράτης αὐτός ἐστιν εἴτε Θεσσαλὸς εἴτʼ ἄλλος τις, ἀποφήνασθαι προπετέστερον ἡγοῦμαι καθολικὴν ἀπόφασιν ἐπὶ πράγματι μήτε διὰ παντός, ὡς ἔφην, μήτε πολλάκις γιγνομένῳ. ταῦτα μὲν οὖν ἡμῖν τέλος ἐχέτω. μνημονεύσωμεν δὲ τῶν προσθέντων ἐν τῇ γραφῇ τὸν καὶ σύνδεσμον ἐν τῷ μεταξὺ τοῦ τʼ ἐς καρηβαρίην τρέπεται καὶ τοῦ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ποιήσωμεν ὅλην τὴν γραφὴν τοιάνδε· “ὅσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.” ἰατρικὸν γάρ τινα διορισμὸν εἰς πρόγνωσιν χρήσιμον, οὐκ αἰτιολογικὸν ἐπεισάγουσι, τῷ πρόσθεν λόγῳ τοιαύτην ἀξιοῦντες εἶναι τὴν διάνοιαν· “ὅσαις γυναιξὶν οἰδημάτων ἐν ταῖς μήτραις ἐπʼ ἀμβλώσει γινομένων εἰς καρηβαρίαν τρέπεται καὶ κατὰ τὸ βρέγμα αὐταῖς ὀδύναι γίγνονται, ταύταις ἐν ὀκτὼ ἢ δέκα μησὶν εἰς ἰσχίον μετάστασίς ἐστι τῶν τὰς μήτρας λυπούντων”, ὡς οὔτε πάντων τῶν κατὰ τὰς ὑστέρας οἰδημάτων κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐργαζομένων οὔτε πάντων εἰς ἰσχίον κατασκηπτόντων, ἀλλʼ ἐκείνων μόνον, ὅσα κατὰ τὸ βρέγμα ποιεῖται τὰς ὀδύνας. [5]
17a 814
ἀλλʼ οὐδὲ τοῦτο παραφυλάξας εὗρον οὕτω γινόμενον, οὐ μὴν οὐδʼ αὐτοί τινα λόγον αὐτοῦ λέγουσι. διὰ τί γὰρ ἐκεῖνα μόνα τῶν κατὰ τὰς μήτρας οἰδημάτων εἰς ἰσχίον ἀποσκήπτειν ἀξιοῦσιν, ὅσα κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐποιήσατο, λέγειν οὐκ ἔχουσιν. οὐδʼ ἡμεῖς οὖν αὐτοῖς πιστεύσομεν, ὡς ἂν μήτε διʼ ἐμπειρίας εἰληφότες τοῦ λόγου τὴν πίστιν μήτʼ ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς. εὔδηλον δʼ ὅτι καὶ τὴν λέξιν ἐκείνην, καθʼ ἣν καὶ 〈ὅσαι〉 ἄλλαι ἀπὸ ὑστερέων ὁ Ἱπποκράτης ἔγραψεν, ἐξηγοῦνται διττῶς, ἔνιοι μὲν ἐπὶ τὰς ἐν τῇ μήτρᾳ διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς οὐδὲν ἧττον ἁπα σῶν αὐτῶν τῆς προειρημένης τὰς καρηβαρίας τε καὶ 〈τὰς〉 κατὰ τὸ βρέγμα μάλιστα γινομένας ὀδύνας [ἑπομένας] ἐχουσῶν, ἔνιοι δʼ ἐπὶ τὰς τῆς κεφαλῆς διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς εἰ καὶ οὕτως ἔγραψεν· “ὅσαις ἀπὸ φθορῆς καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα εἰσὶν ὀδύναι, καὶ ἄλλαι δὲ τῆς κεφαλῆς διαθέσεις αἱ ἀπὸ ὑστερῶν γινόμεναι κατὰ τὸ βρέγμα μάλιστα διασημαίνουσιν. [5]
17a 815
” ἄλλας 〈δʼ οὖν〉 διαθέσεις ἀκούσωμεν τὰς ἀναλόγους τῇ καρηβαρί ᾳ, καλοῦσι δὲ τὰς μέν τινας αὐτῶν κεφαλαίας, τὰς δὲ ἡμικρανίας, τὰς δὲ κεφαλαλγίας ἁπλῶς. Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενες ἰσχυροὶ καὶ τἄλλα καὶ τοῖσιν ὀστέοισι ν , οἳ δὲ κεφαλαλγέες καὶ ὠτόρρυτο ι , τουτέοισιν ὑπερῷαι κοῖλαι καὶ ὀδόντες παρηλλαγμένο ι . Κἀνταῦθα πάλιν οὐδὲν διαφέρει, πότερον κρατεραύχενες ἐν πέντε συλλαβαῖς ἢ κραταύχενες ἐν τέτταρσί τις γράψει. [13]
17a 816
τοὺς γὰρ κρατεροὺς ἔχοντας τοὺς αὐχένας, ὅπερ ἐστὶν ἰσχυρούς, ἑκατέρα τῶν φωνῶν σημαίνει. τὸ μέντοι μακραύχενες, ὅπερ ἔνιοι γράφουσι τὴν παλαιὰν ὑπαλλάττοντες γραφήν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸς μὲν γὰρ αὐχὴν ὁ ἰσχυρὸς ὀνομάζεται, διὰ σκληρότητα καὶ μέγεθος ὀστῶν τοιοῦτος γινόμενος τοὐπίπαν. οὕτως δʼ ἔχουσι καὶ οἱ περικείμενοι τοῖς ὀστοῖς μύες τε καὶ τένοντες καὶ σύνδεσμοι. μακροὶ δʼ αὐχένες οὐχ ὅπως ἐν ἀρετῆς μέρει γίνονται, ἀλλὰ καὶ μοχθηροὶ τοὐπίπαν εἰσί, παραπλησίως τῷ στενῷ καὶ μακρῷ θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προσῆκον, οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺς δʼ ἐν τῇ κατὰ βάθος τε καὶ πλάτος διαστάσει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνὰ λόγον ἀλλήλοις αὐξηθῇ ταῦτα. πάντως δʼ ἐπʼ αὐτῶν ἐστι καὶ τὸ μῆκος ἤτοι μεῖζον ἢ ἴσον γε τοῖς συμμέτρως ἔχουσιν. ὁ μὲν οὖν θώραξ τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ φαίνεται, πρὶν γυ μνωθῆναι τὸ σῶμα. [15]
17a 817
τὴν δὲ κεφαλὴν εὐθέως ὁρῶμέν τε καὶ γνωρίζομεν, ὅτιπερ ἂν ἔχῃ κατά τε τὴν διάπλασιν καὶ τὸ μέγεθος σφάλμα· κατὰ μὲν τὸ μέγεθος, εἴτε σμικροτέρα τοῦ προσήκοντος ἢ μείζων γεγονυῖα, κατὰ δὲ τὴν διάπλασιν εἴτʼ ἀκριβῶς στρογγύλη τήν τε κατὰ μέτωπον ἐξοχὴν καὶ τὴν κατʼ ἰνίον ἀπολωλεκυῖα τελέως, ἢ φοξὴ προμηκεστέρας τοῦ δέοντος ἔχουσα τὰς ἐξοχάς, ἤτοι γʼ ἀμφοτέρας ἢ τὴν ἑτέραν, ἢ μίαν ἔχουσα μόνην, ἀπολωλεκυῖα δὲ τὴν ἑτέραν. ἐπὶ μὲν οὖν τῆς μείζονός τε καὶ φοξῆς ἐπισκέπτεσθαι προσήκει τό τε ποσὸν τῆς ὑπεροχῆς καὶ τὴν τοῦ αὐχένος φύσιν εἰς τὸ διαγνῶναι, πότερον ἄμεινον αὐτοῖς ἢ χεῖρον ἡ κεφαλὴ κατεσκεύασται. δέδεικται γὰρ ἐν τοῖς Ὑγιεινοῖς ὑπομνήμασιν οὐ μικρὰ χρεία γινομένη τοῖς ἰατροῖς ἐκ τῆς τοιαύτης γνώσεως εἰς φυλακὴν τῆς τοῦ μέρους ὑγείας καὶ τὴν ἐσομένην ἐπανόρθωσιν, εἰ φθάσειέ 〈τις αὐτήν〉 ποτε μαθεῖν. ἐπὶ δὲ τῆς ἐναργῶς μικρᾶς ἐγνωκέναι μὲν χρὴ τὴν μοχ〈θη〉ρότητα, προσεπισκέπτεσθαι δὲ ἐκ περιουσίας καὶ τὰ κατὰ τὸν τράχηλον, ἐπειδὴ στελέχει παραπλησίως ἡ ῥάχις ὡς ἐκ ῥιζώσεως πέφυκε τῆς κεφαλῆς. [15]
17a 818
ἔμαθες γὰρ ἐξ ἐγκεφάλου τῷ νωτιαίῳ μυελῷ τήν τε τῆς γενέσεως ἀρχὴν εἶναι καὶ τὴν τῶν δυνάμεων χορηγίαν. περιέχουσι δὲ τοῦτον οἱ σπόνδυλοι λεπτὸν μὲν ὄντα μικροί, παχὺν δὲ γενόμενον εὐρεῖς. ὥσπερ οὖν ὁ μέγας μὲν θώραξ εὐρυχωρίαν [τε] μεγάλην ἔνδοθεν ἔχει, καθʼ ἣν ἄθλιπτα καὶ μεγάλα δύο σπλάγχνα περιέχεται, πνεύμων καὶ καρδία, ὁ δὲ σμικρὸς ἀνὰ λόγον αὑτῷ καὶ ταῦτʼ ἔχει σμικρά τε ἅμα καὶ στενοχωρούμενα, κατὰ τὸν αὐτὸν τρόπον ἡ κεφαλὴ καὶ ἡ ῥάχις ἀνὰ λόγον ἑαυταῖς ἔχουσιν ἐγκέφαλόν τε καὶ νωτιαῖον. ὅταν μὲν εἰς μέγεθος ἐπι〈δι〉δῶσιν, αὐτούς τε μεγάλους εὐρείας τε τὰς τοῦ πνεύματος χώρας ἐν αὐτοῖς ποιοῦσιν, οἱ δὲ σμικροὶ τἀναντία. φαίνεται δὲ καὶ τὰ τῆς διανοίας βεβλαμμένα τοῖς ἐναργῶς ἔχουσιν ἤτοι πάνυ μεγάλας ἢ πάνυ σμικρὰς τὰς κεφαλάς. ἀλλʼ αἱ μὲν σμικραὶ μοχθηραὶ διὰ παντός, αἱ δὲ μεγάλαι γένοιντʼ ἄν ποτε 〈κἀγαθαὶ〉 κατὰ τὸ σπάνιον ἐπὶ ῥώμῃ τε τῆς κατὰ ταῦτα δυνάμεως καὶ πλήθει τῆς ὕλης, ἐξ ἧς διεπλάσθησαν, ὅπερ ὑπάρξαι φασὶ καὶ Περικλεῖ τῷ Ἀθηναίῳ συνετωτάτῳ γενομένῳ. [10]
17a 819
σκώπτεται γοῦν ὑπὸ τῶν κωμικῶν ἐπὶ μεγέθει κεφαλῆς. ἔτι δὲ μᾶλλον, ἐὰν καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττῃ καὶ τὸν αὐχένα κρατερὸν ἔχῃ καὶ τοὺς ὀφθαλμοὺς δεδορκότας δριμύ, γνωστέον ἄριστα διακεῖσθαι τὴν τοιαύτην κεφαλήν. αἱ δὲ φοξαὶ (καὶ γὰρ καὶ τούτων ἔφην τινὰς οὐκ εἶναι μεμπτάς) γίνονται μὲν ὑπαλλαττομένης κατά τι τῆς ἀρίστης διαπλάσεως, ἥτις ἔοικε προμήκει σφαίρᾳ τεθλιμμένῃ καθʼ ἑκάτερον οὖς· ἤτοι δὲ λείπουσαν ἔχουσι τὴν κατʼ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν [ἔφην], ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσεις μεμπτάς. ἐν δὲ τῷ σπανίῳ γίνονται καὶ τούτων τινὲς ἀγαθαί, τῆς διαπλαττούσης δυνάμεως τὴν ὕλην, ἐξ ἧς ἐγεννήθη κυούμενος ὁ ἄνθρωπος, ἰσχυρᾶς ὑπαρχούσης, ὡς μὴ νικηθῆναι τῷ πλήθει τοῦ ῥυέντος ἐπὶ τὸ χωρίον αἵμα τος, ἀλλʼ ἐξαρκέσαι τε καὶ ἀντισχεῖν αὐτὸ καὶ διαπλάσαι καλῶς. [15]
17a 820
ἐπεὶ τοίνυν ἤτοι διὰ τὴν ἔνδειαν ἑκατέρας τῶν ἐξοχῶν ἢ διὰ τὴν ἐπαύξησιν αἱ φοξαὶ γίνονται κεφαλαί, πρῶτον μέν σε χρὴ προσέχειν τὸν νοῦν, πότερον αὐξηθείσης ἢ μειωθείσης τῆς ἐξοχῆς ἡ φοξότης ἐγένετο. μεμπτὸν μὲν γὰρ ἀεὶ τὸ μειωθείσης, οὐ μεμπτὸν δʼ ἀεὶ τὸ προσαυξηθείσης. ἀλλὰ συνεπισκέπτεσθαι χρὴ τηνικαῦτα πρῶτον μὲν τὴν εὐσχημοσύνην τῆς ἐπαυξήσεως· αἱ γὰρ ἀπρεπεῖς ἐπαυξήσεις εἰσὶ μοχθηραί· δεύτερον δέ, πότερον ἡ κατʼ ἰνίον ἐξοχὴ τῆς κεφαλῆς αὑτῆς γέγονε μείζων ἢ τὸ πρόσω μέρος ηὔξηται, βέλτιον εἶναι νομίζοντα αὐξηθῆναι τὴν κατʼ ἰνίον. ἐνταῦθα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν ἐστι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωσις. εἶτα ἑξῆς σκόπει τὸν αὐχένα, πότερον ἀσθενὴς ἢ κρατερός ἐστιν. ἐὰν γὰρ ἥ τʼ ἐξοχὴ μήτʼ ἀσχήμων ᾖ μήθʼ ὑπερβαλλόντως μεγάλη γενναῖός τε αὐτὴν ἐκδέχηται τράχηλος, ἀποδέχου τὴν φοξότητα τῆς τοιαύτης κεφαλῆς. ἰσχυροὺς γὰρ εὑρήσεις τούτους τά τε ἄλλα καὶ τοῖς ὀστοῖ c. [15]
17a 821
ἐπίσκεψαι δʼ ἐνταῦθα, τίνα λέγει τὰ ἄλλ α, πότερον τὰ κατὰ θώρακα καὶ ἧπαρ, ὡς εἶναι τὰς τρεῖς ἀρχὰς τοῖς τοιούτοις γενναίας, οὐ μόνον τὴν κατὰ τὸν ἐγκέφαλον, ἢ τἄλλα μόνα λέγει [διὰ] τὰ τὴν πρώτην ἀρχήν τε καὶ γένεσιν ἐκ τῆς κεφαλῆς ἔχοντα. ταῦτα δʼ ἐστὶ νωτιαῖος καὶ νεῦρα καὶ σὺν αὐτοῖς ἡ τῶν ὀστῶν οὐσία καὶ ἡ τῶν μυῶν, ἅπερ ἐξ ἀνάγκης συναυξάνεται καὶ συγκρατύνεται τῇ κεφαλῇ. καὶ ταῦτα δὲ εὑρήσεις ὡς τὸ πολὺ συναυξανόμενα· τοῦ γὰρ αἵματος, ἐξ οὗ διεπλάσθησαν τὰ κατὰ τὴν κεφαλήν, ὄντος πολλοῦ τε καὶ εὐχρήστου, καὶ τὴν ζωτικὴν δύναμιν, ἣν ἐκ καρδίας ἐδείξαμεν ὁρμᾶσθαι, καὶ τὴν φυσικήν τε καὶ θρεπτικὴν ὀνομαζομένην, ἣν ἐξ ἥπατος ἔμαθες ἐπιρρεῖν ταῖς φλεψίν, εὔλογον ὑπάρχειν εὐθὺς ἐξ ἀρχῆς ἰσχυράς. καὶ δὴ τῷ τοιούτῳ ζῴῳ τὰ οἷον θεμέλια τοῦ παντὸς σώματος ἀναγκαῖον εἶναι γενναῖα. τῆς δʼ ἐναντίως ἐχούσης κεφαλῆς κατά τε τὸ μοχθηρὸν σχῆμα καὶ τὴν μικρότητα προσεπίσκεψαι τά γε καθʼ ὑπερῴαν ἐν τῷ στόματι χωρία. καλεῖται δʼ οὕτως τὸ μέρος ἐκεῖνο τῆς ὑψηλῆς χώρας αὐτοῦ, ὅσον ὑπὲρ τὰς ἐκ τῆς ῥινὸς εἰς αὐτὸ συντρήσεις ἐστὶ μετέωρον. [15]
17a 822
εὑρήσεις γὰρ [οὖν] καὶ τοῦτο κοῖλον, ἐφʼ ὧν ἡ φοξότης ὀξεῖά τε καὶ ἀσχήμων ἐγένετο. καὶ γὰρ οὖν καὶ καλοῦσιν οἱ ἄνθρωποι τούτους μάλιστα φοξού c. ἐπὶ πολλῶν δὲ καὶ οἱ ὀδόντες παρηλλαγμένοι φαίνονται, τουτέστιν οὐ κατʼ εὐθὺ τοῖς ἄνωθεν οἱ κάτωθεν οὔθʼ οἱ τομεῖς τοῖς τομεῦσιν οὔθʼ οἱ κυνόδοντες τοῖς κυνόδουσιν οὔθʼ αἱ μύλαι ταῖς μύλαις, ἀλλʼ οἷον ἀνεσπασμένον τε ἅμα καὶ διεστραμμένον αὐτοῖς φαίνεται τὸ στόμα. τούτους οὖν εὑρήσεις κεφαλήν τε συνεχῶς ἀλγοῦντας καὶ ῥευματιζομένους τὰ ὦτα ποτὲ μὲν ἰχῶρι λεπτῷ καὶ ὑγρῷ, ποτὲ δὲ οἷον πυώδει τε καὶ δυσώδει, τῶν ἀσθενῶν μορίων εἰωθότων καὶ πολὺ καὶ μοχθηρὸν περίττωμα γεννᾶν. ὁπότʼ οὖν σαφὴς ἐγένετο ἡ ῥῆσις, μικρόν τι προσθεὶς ἐπʼ ἄλλην μεταβήσομαι. τὸ δὲ μικρὸν τοῦτʼ ἐστὶν ἀνάμνησις ἑνὸς τῶν εἰρημένων μοι κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου. φαίνεται γὰρ ἤδη σαφῶς ὑπομνήματι μᾶλλον ἢ συγγράμματι τὸ προκείμενον ἐοικέναι βιβλίον, ἑαυτῷ τινα γράφοντος εἰς ἀνάμνησιν τοῦ Ἱπποκράτου c, ὡς ἕκαστον ἔτυχεν ἤτοι θεασάμενος ἢ διὰ λογικῆς σκέψεως ἐξευρών. [10]
17a 823
οὐδὲν γὰρ οὐδʼ ἐγγὺς ὅμοιόν ἐστι τῇ πρώτῃ ῥήσει πρὸς τὴν δευτέραν, καθάπερ οὐδὲ τῇ τρίτῃ πάλιν πρὸς ταύτας. Ὅσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθ ε , τούτοισι μέση ἵζει ἡ ῥί c . ὅσοισι δ έ , ὅθεν οἱ ὀδόντε c , ἄκρη σιμοῦτα ι . Τὸ διαφράττον ὀστοῦν τοὺς δύο πόρους τῆς ῥινὸς ἐστήρικται κατʼ ἄλλου τινὸς ὀστοῦ λεπτοῦ τὴν μὲν ἀρχὴν ἔχοντος ἄνωθεν ἐκ τοῦ μεσοφρύου, τελευτῶντος δʼ ἐπὶ τὸ πέρας τῆς ῥινός, ἔνθα τὰ πτερύγια. κατὰ τοῦτο μὲν οὖν τὸ μέρος ἐπίκειται τὸ διάφραγμα τῆς ῥινὸς ἐκείνοις τοῖς χωρίοις, εἰς ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει. τὸ δʼ ἀνωτέρω τούτων ὑπερῴα μὲν ὀνομάζεται, στηρίζεται δʼ ἐπʼ αὐτῆς τὸ μέσον τοῦ διαφράγματος τῆς ῥινός. [10]
17a 824
ἔνθα ἂν οὖν ἀπόληταί τι τῶν στηριζόντων ὀστῶν, καταπῖπτον ἐνταῦθα τὸ διάφραγμα κοίλην ἐργάζεται κατʼ ἐκεῖνο τὸ μέρος τὴν ῥῖνα, καὶ καλεῖται ταύτης τὸ σύμπτωμα σιμότη c. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖ α , ὅταν πληρῶνται σίτο υ . Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων, ἁπάντων δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι τῶν νεωτέρων μεταγράφειν ἐπεχείρησαν ἄλλος ἄλλως, οἱ μὲν “ἐπιλήψιες” γράφοντες, οἱ δὲ “καταλήψιες”[, οἱ δὲ ἐπιλάμψιες]. ἡ δʼ ἐξήγησις αὐτῶν ἐπιληψίαν αὐτῷ βούλεται δηλοῦσθαι, παυομένην ὡς τὰ πολλὰ τοῖς ἐκ νηπίων ἔχουσιν αὐτὴν ἐν τῇ τῆς παιδικῆς ἡλικίας εἰς τὴν ἡβικὴν μεταβολῇ. [10]
17a 825
καὶ γὰρ φαίνεται γινόμενον οὕτως, ἐὰν μή τις ἐν τῷ χρόνῳ τούτῳ πλημμελῶς διαιτώμενος αἴτιος αὑτῷ γένηται τοῦ διαμεῖναι τὸ νόσημα. γίνεται μὲν οὖν ὡς τὸ πολὺ διὰ ψυχρὰν ἐγκεφάλου κρᾶσιν, συνεζευγμένης ὑγρότητος αὐτῇ τὰ πολλά (σπάνιοι γὰρ 〈ἐπιληψίαι〉 αἱ ἐκ μορίου τινὸς ὁρμώμεναι), θεραπεύεται δʼ, ὅταν ἡβάσκωσιν, ἐὰν καὶ τἄλλα τις ὡς προσήκει πράττῃ, διὰ τὴν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον μεταβολὴν τῆς κράσεως ὅλου τοῦ σώματος. ὅπως γὰρ ὁ ἀκμάζων θερμότερός ἐστι τοῦ παιδός, ἔμαθες ἐν τοῖς Περὶ κράσεων, ἔνθα καὶ ὅπως ὁ παῖς τοῦ ἀκμάζοντός ἐστι θερμότερος· ὁ μὲν ἀκμάζων ἁπλῶς θερμότερος, ὁ δὲ παῖς οὐχ ἁπλῶς, ἀλλʼ ὅτι πλέον ἔχει τὸ ἔμφυτον θερμόν. ἐκλάμψεις οὖν τοῦ θερμοῦ βούλονται λέγειν αὐτὸν οἱ καλέσαντες ἑαυτοὺς Ἱπποκρατείους ἐκ μεταφορᾶς ἀπὸ τῆς ἐκτὸς φλογός, ἥτις, ὅταν ἐπικρατήσῃ τῆς ὕλης, ὥστε 〈αὐτὴν〉 ἑαυτῇ συνεξομοιῶσαι πᾶσαν, ἐξέλαμψέ τε καὶ φανερὰ πᾶσιν ἐγέ νετο, κατακεκρυμμένη πρόσθεν, ἡνίκα τὴν ὕλην ὑγρὰν οὖσαν ἐξήραινεν. [10]
17a 826
ὁ δέ γε Ζεῦξι c, ὡσαύτως δʼ αὐτῷ καὶ τῶν Ἐμπειρικῶν τινες, οὐχ οὕτως ἀκούουσι τὴν ἔκλαμψιν, ἀλλʼ ἑτέρῳ τινὶ τρόπῳ· μαθήσῃ δὲ τῆς τοῦ Ζεύξιδος ῥήσεως παραγραφείσης ὧδε· ” νήπια λέγει ὁ Ἱπποκράτης τὰ μέχρι ἥβης, ταῦτα δὲ κατὰ τὸν τοῦ ἡβάσκειν χρόνον ἐκλάμπειν, ἐμφατικῶς ἄγαν τῇ μεταφορᾷ χρησάμενος· καὶ γὰρ σαρκοῦται τὰ τηνικαῦτα μᾶλλον καὶ εὐερνέστερα γίνεται καὶ τῷ χρώματι καὶ τῷ εἴδει χαριέστερα καὶ τῇ δυνάμει καὶ 〈τῷ〉 λογισμῷ βελτίονα. ἁθρόως δὲ γίνεται τοιαῦτα, ὥστε καὶ τῶν εὐειδῶν φύσει τότε μᾶλλον ἐκλάμπει τὸ κάλλος.” ὁ δʼ αὐτὸς οὗτος Ζεῦξις ” νήπι α, φησίν, εἴρηται πάντα τὰ παιδία, καθότι καὶ Ἡρόφιλος ὠνόμασεν αὐτὰ οὕτως. καὶ γὰρ περὶ τούτου γράφει τόνδε τὸν τρόπον διὰ ταύτης τῆς λέξεως· ʼφαίνεται νήπια λέγων ὁ Ἱπποκράτης τὰ ἕως ἥβης καὶ οὐχὶ τὰ νεογνὰ μέχρι τῶν πέντε ἢ ἓξ ἐτῶν, ὡς νῦν οἱ πλεῖστοι λέγουσινʼ. ἤρκει δὲ καὶ ὁ Ἡρόφιλος τὰ τηλικαῦτα λέγων νήπι α, διʼ ὧν φησι· ʼτοῖς νηπίοις οὐ γίνεται σπέρ μα, [με]γάλα, καταμήνια, κύημα, φαλακρότης. [15]
17a 827
‘ οὐ γὰρ τοῖς μέχρι τῆς προειρημένης ἡλικίας παραγινομένοις λέγει μὴ γίνεσθαι ταῦτα, τουτέστιν ἀπὸ τῆς πρώτης εὐθέως γενέσεως, ὅπερ τινὲς δεχόμενοι καταγελῶσιν αὐτοῦ, ὡς τὰ πᾶσι γινωσκόμενα διδάσκοντος, ὧν ἐστι καὶ ὁ Καλλίμαχο c, ἀλλὰ τοῖς μέχρις ἥβης, ἐπειδή τινες ὑπέλαβον καὶ ἐν τούτοις ταῦτα γίνεσθαι.” ταῦτα μέν σοι καὶ τὰ τοῦ Ζεύξιδο c· ἐμοὶ δʼ ὅπως εἰρῆσθαι δοκεῖ τὰ νήπι α, καὶ πρόσθεν μὲν εἶπον, ἀναλήψομαι δὲ καὶ νῦν ἔτι σαφέστερον τὸν λόγον. τὸ τῆς ἐπιληψίας πάθος ἤτοι κατὰ φυσικὴν γίνεται δυσκρασίαν, ὅταν ὑγρὸς ὁ ἐγκέφαλος ἱκανῶς ᾖ, καὶ τηνικαῦτά γε καὶ παίδειον ὀνομάζεται τὸ νόσημα, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὧδέ πως γράψας· “τοῖς παιδίοις συμπίπτειν σπασμούς τε καὶ ἄσθματα, ἃ νομίζουσι τὸ παίδειον ποιέειν καὶ 〈ἱερὴν〉 νοῦσον εἶναι.” κατὰ ταύτην τὴν ῥῆσιν εὔδηλον ὅτι προσυπακοῦσαι δεῖ τῷ “παίδειον” 〈τὸ〉 “πάθος”, ὡς [εἶναι τὴν λέξιν ταύτην· ἃ νομίζουσι τὸ παίδειον πάθος ποιέειν] καὶ ἱερὴν νοῦσον εἶναι. γίνεται δὲ καὶ δι〈ὰ διαίτης〉 ἁμαρ τήματα τοῖς παιδίοις ταὐτὸ τοῦτο πάθος, ἰατρικῆς θεραπείας δεόμενον. [15]
17a 828
ὅταν δὲ διʼ ὑγρότητα γίνηται, νηπίοις οὖσιν εὐθὺς ἄρχεται καὶ παύεται, μηδὲν ἡμῶν πραγματευομένων, ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, ὥσθʼ, οἷς ἂν ἄρξηται παιδίοις μὴ κατὰ τὴν πρώτην εὐθὺς ἡλικίαν ἔτι βρέφεσιν οὖσιν, ἀλλʼ ἐν τῷ προϊέναι, δῆλόν ἐστιν ἐξ ἁμαρτημάτων τούτοις τῶν κατὰ τὴν δίαιταν ἤ τινος ἔξωθεν αἰτίας ἑτέρας ἐσχηκὸς τὴν γένεσιν, ἐφʼ ὧν οὐ χρὴ τὴν μεταβολὴν τῆς ἡλικίας ἀναμένειν, ἀλλὰ τὴν γεγονυῖαν διάθεσιν ἐν αὐτοῖς νοσώδη θεραπεύειν. ἐκεῖνό γε μὴν ἄξιον οὐ μικρᾶς ζητήσεώς ἐστιν, ἐὰν κατὰ τὴν παλαιὰν γραφὴν ἐκλάμψιας ἀκούσωμεν, ὡς οἱ Ἱπποκράτειοι καὶ ὁ Ζεῦξις ἤκουσαν. ὁ γὰρ λόγος ἐστὶ τοιοῦτος· “αἱ τῶν νηπίων, ὅταν ἡβάσκωσιν, ἐκλάμψεις τοῦ θερμοῦ καὶ ἄλλας μέν τινας ἐν αὐτοῖς ἴσχουσι μεταβολὰς καὶ μέντοι καὶ τὴν τῶν νεφρῶν πεῖσιν,” ἣν αὐτὸς ἐφεξῆς διηγεῖται. παραλειφθήσεται γὰρ ἐν τῷ τοιούτῳ λόγῳ τὸ τῆς ἐπιληψίας ὄνομα καὶ κατὰ τοῦτο φαίνονταί τινες οὐκ ἀλόγως “ἐπιλήψεις” γράψαντες, ὥσπερ ἔνιοι “καταλήψεις”. [10]
17a 829
ἐχρῆν δʼ αὐτοὺς ὡς οὐχ εὑρόντας οὕτω γεγραμμένον, ἀλλʼ ὡς ἄμεινον οὕτως γράφειν εἰπόντας ἐπὶ τὴν εἰρημένην ἐξήγησιν ἀφικνεῖσθαι. προκειμένου δὲ τοῦ καὶ συνδέσμου τοῦτον πάλιν ἀφαιροῦσιν ἔνιοι, δύο βουλόμενοι λόγους εἶναι κατʼ οὐδὲν ἀλλήλοις κοινωνοῦντας, ἕνα μὲν ἐκ τῆσδε τῆς ῥήσεως αὐτάρκως δηλούμενον· “αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷς μεταβολὰς ἴσχουσι καὶ ἄλλας”, ἕτερον δὲ τοιόνδε· “ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου” καὶ τὰ τούτοις συνεχῆ περὶ νεφρίτιδος αὐτοῦ διδάσκοντος ἀφʼ ἑτέρας ἀρχῆς, οὐχ ὡς τοῖς παιδίοις, ὅταν ἡβάσκῃ, εἰς τοῦτο τὸ νόσημα τῆς ἐπιληψίας μεθισταμένης. οὐ γὰρ φαίνεται κατὰ τὴν ἡλικίαν ταύτην νεφρῖτις γινομένη, καθάπερ ὁ κατὰ τὴν κύστιν λίθος· οὗτος μὲν γὰρ παιδίοις μᾶλλον, νεφρῖτις δὲ τοῖς παρακμάζουσι γίνεται. παραγράψωμεν οὖν ἐφεξῆς τὰ περὶ νεφρίτιδος οὕτω λεγόμενα· Ἐς νεφρὸν ὀδύνη βαρεῖ α , ὅταν πληρῶνται σίτο υ , ἐμέουσί τε φλέγμ α . [15]
17a 830
ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύνα ι , ἰώδε α , καὶ ῥᾴους μὲν γίνοντα ι , λύονται δὲ ὅταν σίτων κενωθῶσι ν , ψαμμία τε πυρρὰ ὑφίστατα ι , αἱματῶδές τε οὐρέους ι · νάρκη μηροῦ τοῦ κα τ ’ ἴξι ν . ἐλινύειν οὐ ξυμφέρε ι , ἀλλὰ γυμνάσι α , μὴ ἐμπίπλασθα ι , τοὺς νέους ἐλλεβορίζει ν , ἰγνύην τάμνει ν , οὐρητικοῖσι καθαίρει ν , λεπτῦναι καὶ ἁπαλῦνα ι . Ὀδύνην βαρεῖαν ἤτοι τὴν ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν φέρουσαν ἢ τὴν χαλεπὴν ἀκούειν οἷόν τʼ ἐστίν. ἀληθὲς γὰρ ἑκάτερόν ἐστι, κατὰ διαφέροντας χρόνους ἐν τοῖς νεφροῖς γινόμενον, ἐπειδὴ σφοδρότατα μὲν ὀδυνῶνται κατά τε τὰς γενέσεις καὶ διεξόδους τῶν λίθων, ἐν δὲ τῷ λοιπῷ χρόνῳ τὰς ὀδύνας ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸν τόπον ἔχουσιν. ὅσοι μὲν οὖν ἡγοῦνται κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαί φασι τοὺς πάσχοντας. [10]
17a 831
ὅσοι δὲ ἐν αὐτῇ τῇ σαρκὶ τῶν νεφρῶν, οὐκ ἐν μόναις ταῖς διεξόδοις, ἀλλὰ καὶ καθʼ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ καθʼ ὃν εἰς τὴν κοιλίαν τῶν νεφρῶν διεξέρχονται. τοῦ δʼ ἐν ταῖς σαρξὶν αὐτῶν συνίστασθαι τοὺς λίθους ἀνὰ λόγον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις ἐπάγονται μάρτυρα τὴν ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου καὶ διαίτης λέξιν ἔχουσαν οὕτως· “ὁκόσοισι ψαμμοειδὲς ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι τούτοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν, ἔπειτα δὲ 〈αὐτέων〉 οὐ ταχέως ῥαγέντων τῶν φυμάτων πῶροι συνεστάθησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῶν φλεβῶν σὺν τῷ οὔρῳ εἰς τὴν κύστιν.” αὕτη μὲν οὖν ἡ Ἱπποκράτειός ἐστι ῥῆσις. οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι τοὺς ἐν τοῖς νεφροῖς λίθους κατά τε τὸν ἀρτί〈ως〉 εἰρημένον τρόπον καὶ τὸν ὀλίγον ἔμπροσθεν, καθʼ ὃν ἐν ταῖς κοιλίαις αὐτῶν ἔφαμεν ἐξοπτώμενον ἐν τῷ χρόνῳ καὶ ξηραινόμενον παχὺν καὶ γλίσχρον χυμὸν εἰς πωρώδη σύστασιν ἀφικνεῖσθαι. [15]
17a 832
κατὰ 〈δὲ〉 τὸν αὐτὸν χρόνον, ἐάν τʼ ἔμφραξις ᾖ κατʼ αὐτοὺς ἐάν τε μετρία φλεγμονή, βάρους μᾶλλον, οὐκ ὀδύνης αἴσθησις γίνεται, καθάπερ κἀν τῷ ἥπατι διὰ τὸ βραχυτάτων νεύρων, ὥσπερ τοὺς νεφρούς, οὕτω καὶ τὸ ἧπαρ μετέχειν. τὰς δʼ ὀδύνας ἐν τοῖς νεφροῖς μάλιστα γίνεσθαί φησι, καθʼ ὃν χρόνον πληροῦνται σίτο υ. δύο δὲ σημαινούσης τῆς σῖτος φωνῆς παρʼ αὐτῷ, καθʼ ἑκάτερον τῶν σημαινομένων ἀληθὴς ὁ λόγος ἐστίν, ἐάν τε ἐπὶ τῶν ἐσθιομένων ἀκούηται σιτίων, ἐξ ὧν αἵματος ἀθροίζεται πλῆθος, ἐάν τʼ ἐπὶ τῶν ἐν τοῖς ἐντέροις περιττωμάτων τῆς τροφῆς. ὀνομάζει γάρ ποτε καὶ ταῦτα σῖτο ν, ὡς ἐν τοῖς Περὶ διαίτης ὀξέων· “οἷσι γάρ”, φησίν, “ἐγκατακέκλεισται σῖτος [τοῖς ἐντέροις], εἰ μή τις ὑποκενώσας τὴν γαστέρα τὸ ῥόφημα δοίη,” βλάψει μεγάλως. ἡ μὲν οὖν διὰ τὸν οὕτω λεγόμενον σῖτον ὀδύνη γινομένη κατὰ τοὺς νεφροὺς ἐπὶ τῷ θλίβεσθαί τε καὶ βαρύνεσθαι πρὸς τοῦ πλήθους τε καὶ βάρους τῶν πε ριττωμάτων εὐθέως ἅμα τῷ διαχωρῆσαι κάτω ταῦτα καθίσταταί τε καὶ παύεται τελέως. [15]
17a 833
ἡ δʼ ἐκ τοῦ κατὰ τὰς φλέβας ἀθροισθέντος πλήθους, ὅταν εἰς τοὺς νεφροὺς κατασκήψῃ, κἂν φλεβοτομηθῶσιν, οὐκ εὐθέως λύεται διά τε τὸ πυκνὸν τῆς τῶν νεφρῶν οὐσίας καὶ ὅτι διὰ πολλῶν αὐτοῖς ἐπικειμένων σωμάτων ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων βοηθημάτων 〈μὴ πρὸς αὐτοὺς〉 ἀφικνουμένη δύναμις ἐκλύεται. λύει δὲ αὐτοῖς τὰς ὀδύνας οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ διὰ τῆς ἄνω γαστρὸς ἔκκρισις, ἣ γίνεται κοινόν τι σύμπτωμα τοῖς κῶλον πάσχουσι καὶ νεφρού c. καὶ γάρ τοι καὶ συνεχῶς οἱ νεφροὶ τῷ κώλῳ καὶ τὸ κῶλον τοῖς νεφροῖς συνάπτονται διὰ τοῦ περιτοναίου. κατʼ ἀρχὰς μὲν οὖν οἱ ἔμετοι φλεγματώδεις γίνονται. τοιοῦτος γὰρ ἐν τῇ γαστρὶ γεννᾶται χυμὸς ὡς τὸ πολὺ διὰ πλῆθος σίτω ν, καὶ μᾶλλον ἐὰν παχέα ταῦτα καὶ φύσει φλεγματωδέστερα τύχῃ· ἐὰν δὲ αὐξάνηταί τε καὶ παραμένῃ τὰ πάθη, προσγίνεται τοῖς οὕτω πάσχουσιν ἰώδης ἔμετος ἐπί τε ταῖς ὀδύναις καὶ ταῖς ἀγρυπνίαις διαφθειρομένου τοῦ αἵματος, καὶ μάλισθʼ ὅταν ἅμα τούτοις πυρέξωσι καὶ ἀσιτήσωσιν. [15]
17a 834
καὶ ῥᾴους μέ ν, φησίν, ἐπὶ τοῖς ἐμέτοις γίνονται, παύονται δὲ τῶν παροξυσμῶν, οὐ μέντοι τῆς γε διαθέσεως, ὅταν σίτων κενωθῶσι ν. ἑκατέρως δὲ καὶ νῦν ἔνεστι δέξασθαι τὸ τῶν σίτων ὄνομα καὶ μᾶλλον ἐπὶ τῶν κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα. ψαμμία δὲ πυρρ ά, φησίν, ὑφίσταται δηλονότι τοῖς οὔροις. καὶ γὰρ καὶ φαίνεται τοῦτο γινόμενον, ἐὰν τὸ πυρρὸν ἀκούσῃς τοιοῦτον εἶναι τὴν χρόαν, ὁποία καὶ ἡ σανδαράχη καλουμένη· διὸ καί τινες μὲν τῶν ὁμιλησάντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης ὀροβοειδεῖς ὑποστάσεις γίνεσθαί φασιν αὐτοῖς, ἔνιοι δὲ σανδαραχώδεις, ἔστι δʼ ὅτε καὶ ὄντως πυρρά c. αἱ μὲν οὖν πρότεραι δύο καὶ τοῖς ἡπατικοῖς συνεδρεύουσι πάθεσιν, ἡ τρίτη δὲ τοῖς κατὰ τοὺς νεφρού c, ὥσπερ κἀπειδὰν οἵαιπερ αἱ ψάμμοι κατὰ τὴν χρόαν ὑποστάσεις γίνωνται. ἀλλήλων μὲν γὰρ διαφέρει τὰ χρώματα τῶν ὑφισταμένων τοῖς οὔροις τῷ μᾶλλον καὶ ἧττον. γίνονται δʼ ἐξ ὕλης παχείας μὲν καὶ γλίσχρας πάντως, ἤτοι δὲ τὸ παχὺ πλέον ἢ τὸ γλίσχρον ἐχούσης 〈ἢ καὶ ἑκάτερον αὐτῶν〉 ἰσάζον πάντως ἀλλήλοις. [15]
17a 835
ἐὰν μὲν οὖν ἐκ φλέγματος γλίσχρου μόνου καὶ παχέος ἡ σύστασις γένηται, τεφρώδης ἐστὶ χρόα, παραπλησία τῇ τοῖς ἄλλοις ὑπαρχούσῃ πώροις, ὅσοι κατά τε τὰ θερμὰ φύσει τῶν ὑδάτων ἐν πολλοῖς χωρίοις ὁρῶνται τοῖς λίθοις ἐπιτρεφόμενοι καὶ ἄλλως ἐν ἀγγείοις, ἔνθα θερμαίνεται τὸ ὕδωρ. γένοιτο δʼ ἄν ποτε κἀκ τῆς πυώδους ὑγρότητος ἢ μικτῆς ἐκ πυώδους καὶ φλεγματώδους ἐν σώματι ζῴου τοιοῦτος πῶρος, ὥσπερ καὶ τοῖς ἀρθριτικοῖς. ὁ γὰρ αὐτὸς τρόπος τῆς γενέσεως πάντως ἐστὶ τούτοις καὶ τοῖς ἐν νεφροῖς συνισταμένοις λίθοις. ἐὰν μέντοι μιχθῇ τισιν ὀλίγον αἵματος φλέγματι παχεῖ τε καὶ γλίσχρῳ, κατὰ τὴν ἐπικράτειαν ἡ χρόα γίνεται τῶν ὑφισταμένων τοῖς οὔροις ἐνίοτε μὲν οἷον ὠχρόλευκος ἢ ἐρυθρόλευκος ἢ ξανθόλευκος, ἔστι δʼ ὅτε καὶ πυρρ ά, συντελοῦντος εἰς τὰς τῶν χρωμάτων διαφορὰς καὶ αὐτοῦ τοῦ κατὰ τὸ αἷμα χρώματος. οὐ γὰρ ἀκριβῶς ἐρυθρόν ἐστιν ἀεὶ τοῖς ἀνθρώποις, ἀλλʼ ἐνίοτε μὲν ἐπὶ τὸ μελάντερον, ἐνίοτε δʼ ἐπὶ τὸ ξανθότερόν τε καὶ πυρρότερον ῥέπον. ἢ τοίνυν ἁπάσας ἃς εἶπον ἄρτι διαφορὰς τῶν χρωμάτων πλὴν τῆς τεφρώδους ἡγητέον ὑπὸ τῆς [τοῦ] πυρρὰ δηλοῦσθαι φωνῆς, εἰπόντος αὐτοῦ ψαμμία πυρρὰ ὑφίστασθα ι, ἢ τὸ προσκείμενον τὸ αἱματῶδες ἀπὸ κοινοῦ δεκτέον εἰρῆσθαι. [15]
17a 836
λέγω δὴ τό ποτε. ὥσπερ γὰρ αἱματῶδες αὐτοῖς φαίνεταί ποτε γινόμενον τὸ οὖρον, οὔτε διὰ παντὸς οὔτʼ ἐπὶ πάντων τῶν νεφριτικῶν ὑπάρχον τοιοῦτον, παραπλησίως καὶ ψαμμία ποτὲ φαίνεται πυρρὰ τοῖς οὔροις ὑφιστάμεν α. δέδεικται μὲν γὰρ ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕλκων εἰς ἑαυτὸν ὁ νεφρὸς, ὅσον ἐν ταῖς φλεψὶν ὀρρῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν δὲ εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τὸ τοιοῦτον πόρων ἐπὶ πλέον ἀναστομωθέντων, συνδιηθεῖταί τι καὶ τῶν παχυτέρων. ὅταν οὖν τοῦτο θερμαινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ πωροειδῆ λάβῃ σύστασιν, ἐὰν μὲν ἡ τῶν νεφρῶν ἀποκριτικὴ δύναμις διώσηται πᾶν αὐτὸ σὺν τοῖς οὔροις, αἱ ψαμμώδεις ἐν αὐτοῖς ὑποστάσεις γίνονται. ἐὰν δὲ ἐμπεπλασμένον τε καὶ δυσαπόλυτον ᾖ τῇ κοιλίᾳ τοῦ νεφροῦ, δε χόμενον ἑαυτῷ τι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς ἐπὶ πλέον αὐξάνεται. [15]
17a 837
περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιρρέον τῷ προϋπάρχοντι, καὶ οὕτως ὁ πῶρος ἀξιόλογος τῷ μεγέθει συνίσταται. [τινὲς δὲ εἰρήκασι, διά τι αἷμα οὐροῦσιν; ὅτι ἐπειδὴ ὁ λίθος ἐξιών, ὅταν γωνοειδής ἐστι, πλήττει τὰ παρακείμενα μόρια καὶ αἷμα ποιεῖ ἐκκρίνεσθαι.] ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δʼ ᾖ τὸ αἷμα καὶ μήτε πολὺ μήτε γλίσχρον, αἱματῶδες οὕτω τὸ οὖρον γίνεται. τὴν δʼ εἰς τὸ σκέλος διήκουσαν ὀδύνην ναρκώδη διὰ τὴν τῶν ἐπικειμένων ἀγγείων τῇ ῥάχει τῆς κοίλης φλεβὸς καὶ τῆς μεγάλης ἀρτηρίας πρός τε τοὺς νεφροὺς καὶ τὰ σκέλη κοινωνίαν ἡγητέον γίνεσθαι. μέγισται γὰρ ἐπʼ αὐτοὺς τοὺς νεφροὺς ἀποπεφύκασιν 〈ἀποφύσεις〉, μεθʼ ἃς οὐ μεγάλαι τινὲς εἰς ὀσφύν, κἄπειθʼ ἑκάτερον τῶν ἀγγείων διχῇ σχισθὲν εἰς ἑκάτερον ἀφικνεῖται τῶν σκελῶν, εἰς ὅλον αὐτὸ διανεμόμενον. ὅσοι δὲ διὰ τῶν οὐρητήρων ἤ τινων ὑμένων ἢ νεύρων ἢ καὶ τοῦ περιτοναίου λέγουσι κοινωνίαν εἶναι τοῖς νεφροῖς πρὸς τὰ σκέλη, παντάπασιν ἀπείρως ἔχουσιν ἀνατομῆς. [15]
17a 838
τὰ μὲν οὖν συμβαίνοντα τοῖς νεφριτικοῖς ἄχρι δεῦρο τοῦ λόγου διῆλθεν ὁ Ἱπποκράτη c. ἐφεξῆς δὲ περὶ τῆς ἰάσεως αὐτῶν γράφει κατὰ τὴν ἐχομένην ῥῆσιν· ἐλινύειν οὐ συμφέρε ι , ἀλλὰ γυμνάσι α , μὴ ἐμπίπλασθα ι , τοὺς νέους ἑλλεβορίζει ν , ἰγνύην τάμνει ν , οὐρητικοῖσι καθαίρει ν , λεπτῦναι καὶ ἁπαλῦνα ι. ὑποτύπωσιν ἑαυτῷ διὰ κεφαλαίων ἐν τῇδε τῇ ῥήσει πεποίηται τῆς τῶν νεφρῶν ἰάσεως, τὰ μὲν κοινὰ πάσης ἡλικίας τε καὶ σώματος ἕξεως γράψας, τὰ δὲ ἴδια νέων τε καὶ ἰσχυρῶν. ἔστι δὲ κοινὰ τὰ μὲν πρῶτα γεγραμμένα, τό τʼ ἐλινύειν, ὅπερ ἡσυχίαν ἄγειν δηλοῖ καί φησιν αὐτοῖς ἀσύμφορον εἶναι, καὶ τὰ γυμνάσι α. ταῦτα γὰρ ἡγεῖται συμφέρειν, ὡς ἂν δηλονότι καὶ τὸ πλῆθος κενοῦντα καὶ τὸ φλεγματῶδές τε καὶ παχὺ καὶ ἄπεπτον ἅπαν εἰς πέψιν τε ἄγοντα καὶ λεπτύνοντα καὶ ῥωννύντα τὰ μόρια τοῦ σώματος ἅπαντα. νοῆσαι δέ σε χρὴ νῦν αὐτὸν λέγειν οὐ πάντως τὰ μεγάλα γυμνάσι α, ὡς ἱππασίας ἢ ὁπλομαχίας ἢ τὸ πα λαίειν ἢ παγκρατιάζειν ἢ σκάπτειν ἤ τι τοιοῦτον πράττειν ἕτερον, ἀλλʼ ἅπασαν ἁπλῶς κίνησιν, ἥτις ἂν 〈ᾖ〉 ἱκανὴ διαπονῆσαι τὸ σῶμα κατὰ ἀναλογίαν τῆς θʼ ἡλικίας καὶ τῆς ἕξεως καὶ τῆς ῥώμης τοῦ νεφριτικοῦ. [15]
17a 839
ἀλλὰ καὶ τὸ μὴ ἐμπίπλασθαι κοινὸν ἁπάσης ἡλικίας καὶ σώματος ἕξεώς ἐστι παράγγελμα. τὰ δʼ ἐφεξῆς τοῦδε τοῖς νέοι c, ὡς αὐτὸς εἶπεν, ἁρμόττοντα γράφει λέγων ὧδε· τοὺς νέους ἐλλεβορίζει ν , ἰγνύην τάμνει ν , ἐλλεβορίζειν μέν, ἐὰν πάνυ χρόνιον ᾖ τὸ πάθος καὶ ὡς ἂν εἴποι τις μοχλείας δεόμενον (εἰς ταῦτα γὰρ ἐλλεβόρῳ χρώμεθα), φλεβοτομίαν δὲ ἐπὶ τῶν αἷμα πλέον ἢ παχὺ κατὰ τὰς φλέβας ἠθροικότων. εἰ δὲ ἀμφοῖν αὑτὸς ἄνθρωπος δέοιτο τῶν βοηθημάτων, εὔδηλόν ἐστιν ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστίν. ἔμαθες δʼ, ὅτι τὰ μὲν ἄνω τοῦ ἥπατος μόρια τῆς ἀπʼ ἀγκῶνος δεῖται φλεβοτομίας, τὰ δὲ κάτω 〈τῆς〉 ἀπὸ τῶν σκελῶν, ἐν ταῖς ἰγνύαις τεμνόντων ἡμῶν τὰς φλέβας ἢ πάντως γε παρὰ τὰ σφυρά. τὸ δʼ ἐφεξῆς εἰρημένον οὐρητικοῖσι καθαίρειν ἐπὶ πάντων ἐστὶ χρήσι μον, οὐχ ἁπλῶς δὲ εἶπεν οὐρητικοῖς χρῆσθαι δεῖν, ἀλλὰ προσθεὶς τὸ καθαίρειν ἐνεδείξατο τὸν τρόπον τῆς ἀπʼ αὐτῶν γινομένης ὠφελείας, ἐκκαθαιρόντων οὐ μόνον τὰ κατὰ τοὺς νεφροὺς ἐμπεπλασμένα γλίσχρα καὶ παχέα, σὺν αὐτοῖς δὲ καὶ τὰ κατὰ τὰς φλέβας ἐμφερόμενα τῷ αἵματι παρὰ φύσιν. [5]
17a 840
τὸ δʼ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον λεπτῦναι χρήσιμόν ἐστιν ἅπασι τοῖς νεφριτικοῖς, ὅσους τε παρασκευάζομεν εἰς ἐλλεβόρου λῆψιν, ὅσους τε χωρὶς τούτου καὶ διὰ φλεβοτομίας θεραπεύομεν ἢ καὶ μετὰ τὴν τούτου προσαγωγήν. εἴρηται δὲ τὸ μὲν λεπτῦναι περὶ τῶν χυμῶν (τούτους γὰρ προσήκει λεπτῦνα ι), τὸ δὲ ἁπαλῦναι περὶ τῶν στερεῶν. ἑκάτερον γὰρ χρήσιμον ἐπὶ τῶν τὸν ἐλλέβορον ληψομένων εἰς τὸ τῆς καθάρσεως ἀκίνδυνον. ἐὰν γοῦν ἄνευ τοῦ προλεπτῦναι τοὺς χυμοὺς ἢ τὰ σώματα μαλακῦναι, διʼ ὧν ὁ ἔμετος, καὶ πρὸς τὰς ἐντάσεις καὶ τοὺς σπαραγμοὺς εὐάγωγα παρασκευάσαι δῶμεν ἐλλέβορον, εἰς κίνδυνον ἄξομεν πνιγμοῦ διὰ τὸ πάχος τῶν χυμῶν, ἤτοι δὲ σπασθήσεται διὰ τὸ σκληρὸν ἐν τοῖς σπαραγμοῖς ὁ κα θαιρόμενος ἢ ἀγγεῖόν τι ῥήξει. [15]
17a 841
καὶ χωρὶς δὲ τοῦ διδόναι τὸν ἐλλέβορον ἄριστόν ἐστι τοὺς μὲν χυμοὺς λεπτοὺς εἶναι, μαλακὰ δὲ 〈καὶ〉 πρὸς τὴν διέξοδον αὐτῶν ἐπιτήδεια τὰ τῶν νεφρῶν σώματα. τὴν ἀρχὴν γὰρ οὐδὲ γεννηθήσεταί ποτε λίθος ἐν αὐτοῖς, ἐὰν ἀμφότερά τις ταῦτα διαφυλάττῃ. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένε ι . ὅταν δὲ μὴ ταχὺ ἴ ῃ , ἐποιδέε ι . Ὑδαταινούσας ἔνιοι μὲν ἤκουσαν τὰς ἐχούσας ἐπιτηδείως ἁλῶναι τῷ κατὰ τὸν ὕδερον πάθει, τινὲς δὲ τὰς φύσει λεπτὸν καὶ ὑδατῶδες ἐχούσας αἷμα. δυνατὸν δʼ ἐστὶν ἐπʼ ἀμφοτέρων ἀκοῦσαι τοῦ λελεγμένου καὶ μᾶλλόν γε ἐφʼ ὧν φύσει τὸ αἷμα λεπτόν ἐστι, μηδεμιᾶς νοσώδους διαθέσεως ἑτέρας ὑποτρεφομένης ἐν τῷ σώματι. ταύταις γὰρ ἡ ἔμμηνος κάθαρσις, ἣν γυναικεῖα κέκληκεν, ἐπὶ πολὺ παραμένε ι. [10]
17a 842
διττὸν γάρ ἐστι καὶ αὐτὸ τοῦτο τὸ ἐπὶ πολ ύ, δυνάμενον ἀκούεσθαι τὸ μὲν ἕτερον ἐπὶ τῶν ἡμερῶν, ἐν αἷς αἱ τοιαῦται γυναῖκες καθαίρονται, τὸ δὲ ἕτερον ἐπὶ τῆς ἡλικίας αὐτῶν. ἐπὶ μὲν οὖν τῶν ἡμερῶν ἀκουόμενον δηλώσει πλείοσιν ἐφεξῆς ἡμέραις καθαίρεσθαι ταύτας τῶν ἄλλων γυναικῶν, ἐπὶ δὲ τῆς ἡλικίας ἄχρι πλειόνων ἐτῶν. ὄντως γὰρ ἀθροίζεται ταύταις πολὺ καὶ λεπτὸν αἷμα, καθάπερ ταῖς ἐναντίως διακειμέναις ὀλίγον τε καὶ παχύ. λευκαὶ μὲν οὖν εἰσιν αἱ πρότεραι καὶ μαλακαί, μέλαιναι δὲ καὶ σκληραὶ καὶ λεπταὶ τοὐπίπαν αἱ τὸ μελαγχολικώτερον αἷμα γεννῶσαι, καὶ πρόδηλον ὅτι ταῖς ἐξ ἀρχῆς κράσεσιν ἐναντίως ἔχουσιν. αἱ μὲν γὰρ ὑδαταίνουσαι νῦν ὑπʼ αὐτοῦ λεγόμεναι τῆς ὑγροτέρας τε καὶ ψυχροτέρας, αἱ δʼ ἐναντίαι τῆς ξηροτέρας τʼ εἰσὶ καὶ θερμοτέρας κράσεως. ἐὰν δὲ κατὰ πάθος ὑδαταίνωσι ν, οὐ πάσαις καταμήνια πλείοσιν ἡμέραις φαίνεται. ἐνίοτε γὰρ αὐτὸ τὸ ἐπέχεσθαι τοῦ πάθους αὐταῖς αἴτιον γίνεται. πάλιν δὲ τὸ ἐπέχεθαι διʼ ἔμφραξίν τε τῶν κατὰ τὴν μήτραν στομάτων γίνεται καὶ διὰ πά χος τοῦ αἵματος. [15]
17a 843
ὅθεν ἔνιοι τῶν ἀξιούντων ἐπὶ τῶν κατὰ πάθος ὑδαταινουσῶν τὸν λόγον εἶναι τῷ παραμένει ῥήματι κατὰ τὴν τελευταίαν συλλαβὴν προσθέντες τὸ ν γράφουσι· “γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένειν”, ὑπακοῦσαι κελεύοντες ἡμᾶς τὸ προσῆκον, ὡς εἰ καὶ οὕτως εἰρήκει· “γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ χρὴ παραμένειν”, ἵνα συμβουλευτικός τε καὶ θεραπευτικὸς ὁ λόγος ᾖ, τοῦ γινομένου μόνον ἐπʼ αὐτῶν περιέχων διήγησιν. ὁμολογεῖν δὲ τούτῳ φασὶ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον· ὅταν δὲ μὴ ταχὺ ἴ ῃ , ἐποιδέε ι· βούλεσθαι γὰρ αὐτὸν ὥσπερ ἐν πλείοσιν ἡμέραις, οὕτως καὶ διʼ ὀλίγου χρόνου καθαίρεσθαι τὰς τοιαύτας γυναῖκας, ἐπειδὴ βραδυνόντων τῶν καταμηνίων οἰδήματα γίνεται· καίτοι ταὐτὸ κἀπὶ τῶν ὑδατῶδες ἐχουσῶν αἷμά φησι συμβαίνειν. καὶ γὰρ καὶ ταύταις αἱ σάρκες ὑδατωδέστεραι γίνονται, μὴ κατὰ προθεσμίαν ἀπαντώσης τῆς καθάρσεως. Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχρα ί , αἱ δὲ νεαραὶ θερμα ί . [14]
17a 844
αἵματι δὲ αἱ πλεῖσται καὶ τὰ ἀπὸ ἰσχίου ψυχρ ά . Καὶ ταῦθʼ ἑαυτῷ φαίνεται γεγραφὼς ὁ Ἱπποκράτης ἀναμνήσεως ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀσαφέστερος ὁ λόγος ἐστίν. ἄδηλον γάρ, εἴτε ὀδύνας μόνον ἐν Κρανῶνι γεγονέναι φησὶ καὶ ταύτας ἤτοι κατὰ τὴν κοιλίαν ἢ κατʼ ἄλλο τι μέρος, εἴτε ὀδυνώδη πάθη. τὸ δʼ οὖν τὰς μὲν παλαιὰς ὀδύνας ψυχρὰς γενέσθαι, τὰς δὲ νεαρὰς θερμά c, καίτοι δοκοῦν σαφῶς εἰρῆσθαι, περιέχει καὶ αὐτό τινα ἀσάφειαν· ἤτοι γὰρ παλαιὰς λέγει τὰς πάλαι γεγονυίας ἢ τὰς χρονιζούσας, ὥσπερ γε καὶ τὰς νεαρὰς ἤτοι τὰς νῦν συνισταμένας ἢ τὰς ταχέως παυομένας, καὶ ψυχρὰς ἤτοι τὰς ψύξεως αἴσθησιν φερούσας ἢ τὰς ἀπὸ τῶν θερμαινόντων παρηγορουμένας, ὡσαύτως δὲ καὶ θερμὰς ἤτοι τὰς θερμότητος αἴσθησιν ἐχούσας ἢ παρηγορουμένας ὑπὸ τῶν ψυχόντων. [10]
17a 845
ἔνιοι δὲ ψυχρὰς μὲν εἰρῆσθαί φασι τὰς βραχείας, θερμὰς δὲ τὰς μεγάλας, οὐ συνήθως τοῖς Ἕλλησιν ἀκούοντες τῶν σημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτους ὥρᾳ ὁ Ἱπποκράτης ταῦτα ἔγραψεν ἀγνοοῦντες ἡμεῖς οὐδὲ περὶ τοῦ πότε συνέστησαν ἢ πῶς ἢ μέχρι πόσου παρέμειναν αἱ ὀδύναι δυνάμεθα σαφῶς εὑρεῖν. τὸ δʼ οὖν 〈 αἵματι δ ’ αἱ πλεῖσται δείκνυται〉 τὰς νεαρὰς μὲν αὐτῶν αἵματι γενέσθαι τοὐπίπαν ἐν ἴσῳ τῷ ὑφʼ αἵματος θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν 〈τὸ αὐτὸν〉 μὴ προσθεῖναι τὸν χυμὸν ἐνδεικτικόν ἐστι τοῦ τὰς παλαιὰς ὑφʼ ἑτέρου τινὸς χυμοῦ γενέσθα ι, ψυχροῦ. καὶ τὰ ἀπὸ ἰσχίου δὲ ψυχρὰ γεγονέναι φησὶν αὐτοῖς, ἤτοι πάθη λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ 〈τοῦ〉 ταῦτα ἐργαζομένου χυμοῦ. θαυμάσαι δʼ ἔστι πολλοὺς τῶν ἐξηγητῶν εἰς μὲν τὰς τοιαύτας ῥήσεις, ἐν αἷς οὐδὲν ἔστι βεβαίως εὑρεῖν, ἀναπόδεικτα γράφοντας πολλά, καθʼ ἃς δʼ ἀποδεῖξαί τι δυνατόν ἐστι καὶ χρησίμως εὑρεῖν, ἤτοι μηδὲν ὅλως γράφοντας ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ προστάγματα. [10]
17a 846
Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνετα ι , ἀλ λ ’ ἐγγὺς ἀκμῆ c . Οὕτως ἴσασι γεγραμμένην τὴν ῥῆσιν οἱ παλαιότεροι τῶν ἐξηγητῶν. οἱ δὲ νεώτεροι πρὸς τὸ σαφέστερον ὑπαλλάξαντες αὐτὴν ὧδέ πως γράφουσι· “τὰ ῥίγεα ἰσχυρὰ ἐόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλʼ ἐγγὺς ἀκμῆς” καὶ βούλονται τὴν λέξιν τήνδε διδάσκειν ἡμᾶς, ὅσα τοῖς νοσοῦσιν ἰσχυρὰ γίνεται ῥίγ η , μὴ πάνυ τι ταῦτα πραΰνεσθαι κατʼ ἄλλον τινὰ καιρὸν τῆς νόσου, ἀλλὰ μόνον ὅταν ἐγγὺς ᾖ τῆς ἀκμῆ c· κατὰ δὲ τὴν προτέραν γραφὴν τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντ α, τουτέστιν ἀφικνούμενα πάθη (προσυπακοῦσαι γὰρ δεῖ τὸ “πάθη”), προσήκειν [αὐτὸν] ἀκοῦσαι μὴ πραΰνεσθαι ταῦτα πρὸ τῆς ἀκμῆς. [10]
17a 847
ἔνιοι μὲν οὖν ἀκμῆς αὐτὸν μεμνῆσθαί φασι τοῦ ὅλου καιροῦ τοῦ νοσήματος, ἔνιοι δὲ τῆς τῶν κατὰ μέρος παροξυσμῶν, ὡς τοῦ ῥίγους, ὅταν ἰσχυρὸν ᾖ, μὴ παυομένου πρὸ τοῦ πλησιάσαι τὸν τῆς ἀκμῆς καιρόν. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοις καὶ καλοῦμεν αὐτὸ “ῥῖγος ἀνεκθέρμαντον”, οὐκ ἰσχυρό ν. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν δύναμιν ἰσχυρὸν αὐτὸ φάναι, κακοηθέστερον γάρ ἐστι πολὺ τοῦ σφοδροῦ μὲν ὑπερβαλλόντως, ἐν τάχει δὲ παυομένου. τὴν δʼ ὅλου τοῦ νοσήματος ἀκμὴν ἀκούοντί σοι μάλιστα ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγος ἐστὶ χρήσιμος. ἐὰν μὲν γὰρ ἅμα ῥίγεσιν ἰσχυροῖς ἐμβάλλωσιν οἱ παροξυσμοί, μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα καὶ δηλονότι πολὺ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήσεσθαι, πρὶν λωφῆσαι τὸ ῥῖγος, ὥσθʼ ὁ λόγος ἐστὶ προγνωστικὸς ἐπὶ τῶν εἰς ῥίγη σφοδρὰ πυρετῶν ἰόντων, ὧν οὐχ οἷόν τε 〈εἶναί φησι〉 λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγο c, καὶ τοῦτο γίνεσθαι πλησίον τῆς ἀκμῆ c. συμβαίνει δὲ τὰ τοιαῦτα ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδες ὀνομαζόμενον ἢ τὸν μελαγχολικὸν χυμόν. [15]
17a 848
ἀλλʼ ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι τὸ δυσεκθέρμαντον, οὐ τὸ σφοδρὸν γίνεται ῥῖγος, ἐπὶ δὲ τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ 〈δὲ〉 θάτερον. ἀλλʼ ὁ μὲν τοιοῦτος χυμὸς διὰ τετάρτης φέρει τὸν παροξυσμόν, ὁ δʼ ὑαλώδης τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν τοιούτων διαιροῦσιν, ἀλλʼ ἐν οἷς οὐδὲν ὠφελοῦσι τοὺς μαθητάς, ἐπὶ πλεῖστον ἐκεῖνα διέρχονται. καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἑξῆς ῥῆσιν ἰατρικωτάτην οὖσαν ἐλέγχονται τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιστάμενοι. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων ἢν ἐκ χρηστῶν ἴωσι καὶ 〈ἢν μὴ〉 κοιλίη διέλθῃ καὶ ὕπνοι 〈ἐν〉εῶσι ν , ἴσως μὲν καὶ ὁ τρόπος τοῦ πυρετο ῦ , ἴσως δὲ καὶ τὰ ἐκ κόπω ν . Οὐκ οἶδʼ ὅ τι εἴπω, μὰ τοὺς θεούς, ὅταν ὠφελιμώτατον θεώρημα μυριάκις ἐπὶ τῶν νοσούντων φαινόμενον ἀγνοῶσιν οἱ τὸ βιβλίον ἐξηγησάμενοι. [13]
17a 849
τὸ μὲν οὖν τῶν ἄλλων ἧττον ἄν τις θαυμάσειε, τὸ δὲ Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου, τοῖς Ἱπποκράτους συγγράμμασιν ὡμιληκότων ἀνδρῶν οὐ παρέργως, ἄξιον ὄντως ἐστὶ θαύματος, εἰ μὴ πολλάκις ἐθεάσαντο ῥίγους κρισίμου προηγησαμένην ἐπίσχεσιν οὔρο υ, περὶ ἧς νῦν ὁ Ἱπποκράτης γράφει, προγινώσκειν ἡμᾶς διδάσκων ἐσόμενον ἐν νόσῳ κρίσιμον ῥῖγο c. ἐὰν 〈μὲν γὰρ〉 ἐν ὀξεῖ πυρετῷ τἄλλα σοι σημεῖα σωτήρια φαίνηται καὶ κρίσιν ἐλπίζῃς ὑπόγυον ἔσεσθαι, γινώσκειν σε χρὴ τῶν οὔρων ἐπισχεθέντων ἐξ ἀνάγκης ἔσεσθαι 〈τὸ〉 κρίσιμον ῥῖγο c. ἐὰν δὲ καὶ ἡ νὺξ προηγήσηται δύσφορος ἥ τε ἡμέρα κρίσιμος ᾖ, βεβαιότερον ἔτι προερεῖν ἔσεσθαι τὸ ῥῖγο c. ἐὰν δὲ τὸ διὰ σφυγμοῦ σημεῖον, ὡς 〈ἐν τοῖς Περὶ σφυγμῶν〉 ἔμαθες, ἐνδείξηταί σοι ταὐτόν, μὴ μόνον ἔσεσθαι τὸ ῥῖγο c, ἀλλὰ καὶ σφοδρὸν ἔσεσθαι βεβαίως ἔλπιζε. τὸ τοίνυν ἐκ χρηστῶν ἤτοι τῶν οὔρων μόνων ἢ καὶ τῶν ἄλλων ἅμα αὐτοῖς τῶν ἀγαθῶν σημείων ἀκούειν σε χρή. [15]
17a 850
τηλικαύτη μὲν ἡ δύναμίς ἐστι τῶν ἐν τοῖς οὔροις σημείων ἐν τοῖς ὀξέσι πυρετοῖς, ὥστε καὶ μόνῃ πιστεύειν αὐτῇ. προσερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωσις ἔσται σοι βεβαιοτάτη καὶ ἀμετάπτωτος, ὡς τὸ διηνεκὲς ἔχειν. αἱ μέντοι τῶν οὔρων ἐπισχέσεις γίγνονται καὶ τῆς κοιλίας ἐκκρινούσης πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀρρώδης ὑγρότης, ἧς ἔμαθες, ὅταν πλεονάζῃ, τρεῖς εἶναι κενώσεις, τὴν διὰ γαστρός, τὴν διʼ οὔρων, τὴν διʼ ἱδρώτων. ἐὰν μὲν οὖν ἡ κοιλία πλείω διαχωρήσῃ, τῇ τῶν οὔρων ἐπισχέσει θαρρεῖν οὐ προσῆκον εἰς τὴν τοῦ ῥίγους πρόγνωσιν. ἐὰν δὲ καὶ αὕτη μηδὲν ὅλως προ〈δια〉χωρήσῃ, προεγνωκότι σοι τὸ νόσημα πλησίον εἶναι κρίσεως ἀναγκαῖόν ἐστι ῥιγῶσαί τε καὶ ἱδρῶσαι τὸν κάμνοντα. τί ποτε οὖν σημαίνει τὸ καὶ ὕπνοι ἐνεῶσι ν; εἰ μὲν γὰρ ὡς ἕν τι τῶν ἀγαθῶν σημείων εἴρηται, τὸ μέγιστον εἰς τὰ παρόντα συμφωνήσει τῷ ἢν ἐκ χρηστῶν ἴωσι ν, ὥσπερ τι παράδειγμα λελεγμένον. εἰ δʼ ὡς καὶ τοῦτο τοῦ γενησομένου ῥίγους ὂν σημεῖον, οὐχ ἁπλῶς σε χρὴ γινώσκειν περὶ τοῦδε. [15]
17a 851
πολλάκις μὲν γὰρ ἡ προη γησαμένη [τῆς κρίσεως] νὺξ τοῦ τε ῥίγους καὶ τῆς ἐπʼ αὐτῷ κρίσεως γίνεται δύσφορος, ὁπότε βεβαιοτάτην ἕξεις σὺν τοῖς εἰρημένοις τὴν τοῦ γενησομένου ῥίγους πρόγνωσιν. ἐνίοτε δὲ ἐν τῷ σπανίῳ μεθʼ ὕπνων χρηστῶν εὔφορος γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοις οὐχ ὁ τοῦ ῥίγους δηλωτικὸς σφυγμός, ἀλλʼ ὁ τῆς ἐκκρίσεως. ἔμαθες δὲ περὶ τούτων ἱκανῶς ἐν Τῇ τῶν σφυγμῶν πραγματείᾳ. προσεπισκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει σε, τουτέστιν εἰ θερμὸς καὶ χολώδης καὶ καυσώδης ἢ τῶν ἄλλων τις. ὅσα γὰρ ἐν τοῖς ὀξέσι πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι γίνεται ῥίγη κριτικά, ταῦτα ἔμαθες ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ πρὸς τὸ ἐκτὸς ἀποτελεῖσθαι. διὰ 〈δὲ〉 τοῦτο καὶ οἱ ἐκ κόπων πυρετο ί, χολωδέστατοι τὴν κρᾶσιν ὄντες, εἰς τὴν πρόγνωσίν σοι καὶ αὐτοὶ συντελοῦσιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων εἰς τὴν πρόγνωσιν ὠφέλεια, λελεγμένη μὲν ὡς ἐπὶ παραδείγματος ἑνός, ἐσομένη δέ σοι χρήσιμος κἀπὶ τῶν ἄλλων αἰτίων τῶν προκαταρκτικῶν, ὅσα χολωδέστερον ἐργά ζεται τὸ σῶμα. [15]
17a 852
ταῦτα δʼ ἐστὶν ἐγκαύσεις τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆς ἔνδεια καὶ τῶν χολωδῶν ἐδεσμάτων πλεονεξία. πρώτη μὲν γάρ σοι καὶ ἀσφαλεστάτη διάγνωσις [εἰς] τοῦ τρόπου τῶν πυρετῶν ἀπὸ τῶν φαινομένων κατὰ τὸ σῶμα γενήσεται, καθάπερ ἔμαθες ἐν τοῖς Περὶ διαφορᾶς τῶν πυρετῶν. ἐφεξῆς δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰς ἀσφαλεστέραν πίστιν ὧν εὗρες οὐ σμικρὰ συντελέσει. θαυμαστὸν οὖν, ὅπως τοῦτο τὸ θεώρημα χρησιμώτατον ὂν ἔλαθε τοὺς ἐξηγητάς. Ἀποστάσιες οὐ μάλα οἷσι ῥίγε α . Σπανίως ἀποστάσεις γίνονται τοῖς μετὰ ῥίγους πυρέττουσιν, ὥσπερ ἐν τεταρταίοις πυρετοῖς καὶ τριταίοις. αἱ γὰρ ἐν ταῖς παρακμαῖς τῶν τοιούτων παροξυσμῶν ἐκκρίσεις κενοῦσι τὸ πλῆθος, ὥστε πάνυ χρὴ πολλὴν εἶναι τὴν περιουσίαν τῶν λυπούντων χυμῶν, ἵνʼ ἡ φύσις ἀποστάσεως δεηθῇ. [10]
17a 853
Αἱ τῶν σκελέων ἐκθηλύνσιε c , οἷον ἢ πρὸ νόσου ὁδοιπορήσαντι ἢ ἐκ νόσου αὐτίκ α , διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστ η , δ ι ’ ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιε c . Οὐκ ἔστι γνῶναι σαφῶς, πότερον τὰς ἀσθενείας μόνας ἐκθηλύνσεις εἴρηκεν ἢ τὰς σὺν ἀτροφίᾳ τῶν σκελῶν ὅλων γινομένας. ὅσον μὲν γὰρ ἐπὶ 〈τῷ〉 προτέρῳ τῶν προειρημένων παραδειγμάτων, ἐγχωρεῖ καὶ τὰς σὺν ἀτροφίᾳ νοεῖν. ὅσον δʼ ἐπὶ τῷ δευτέρῳ, καθʼ ὅ φησι διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστ η, τὰς ἰσχνότητας οὐκ ἄν τις εὐλόγως ἀκούσειεν, ἀλλʼ ἁπλῶς τὰς ἀσθενείας, αἵτινες δύνανται καὶ χωρὶς ἰσχνότητος ἤτοι γʼ ἐκλύτους τὰς ἐνεργείας ἐρ γάσασθαι τῶν σκελῶν ἢ καὶ τὰς ἀποστάσεις ὑποδέχεσθαι. [10]
17a 854
τὸ δὲ ἐπὶ τῷ τέλει προσκείμενον δ ι ’ ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιες εἴρηται καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως. ὅθεν ἔνιοι τῶν ἐφεξῆς γεγραμμένων ἡγούμενον αὐτὸ ποιοῦσι, πρῶτον μὲν ἀφαιροῦντες τὸ διότ ι, συμμετακοσμοῦντες δὲ αὐτῷ τινὰ καὶ τῶν ἐκ τῆς ἑπομένης ῥήσεως. ὅπερ δὲ καὶ 〈κατὰ〉 τὴν ἀρχὴν εἶπον, ἀναμνήσω καὶ νῦν, ἔστι δὲ τοῦτο τὸ πολυειδῶς γεγράφθαι τὰς ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὥσπερ καὶ τήνδε, μετὰ τοῦ διεσπάσθαι τινὰς οὐκ ὀρθῶς ἢ συνῆφθαι πάλιν οὐ προσηκόντως. ὧν εἰ μνημονεύσοιμι πάντων ἅμα τῷ διελέγχειν τοὺς ἁμαρτάνοντας, εἰς ἄπειρον ἐκταθήσεται μῆκος ὁ λόγος. Φύματα ἔξω ἐξοιδέοντα καὶ τὰ ἀπόξεα καὶ τὰ κορυφώδεα καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καί κατάρροπα καὶ τὰ μὴ δίκραια ἀμείν ω . [10]
17a 855
τὰ δ ’ ἐναντία κακὰ καὶ ὅσα πλείστως ἐναντία κάκιστ α . Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα κεκλήκασι τοὺς παρὰ φύσιν ὄγκους, ὅσοι τοὐπίπαν ἄνευ τῆς ἔξωθεν αἰτίας γίνονται. μάλιστα οὖν ὀνομάζουσιν οὕτω τὰ πρὸς τὸν ἐκτὸς τόπον ἐπειγόμενα. τῷ δʼ οὐκ ἔχειν ἕτερον ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύσιν ὑψηλότερα καὶ ταῦθʼ ὡσαύτως ἐνίοτε προσαγορεύουσιν, ὅπερ καὶ Ἱπποκράτης ἐποίησεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοιδοῦντα, τουτέστιν ἐφʼ ὧν ἀξιόλογος ἡ ἐξόγκωσις ἢ ὅσα τὴν αὔξησιν οὐκ εἰς τὴν ἔσω χώραν, ἀλλʼ εἰς τὴν ἔξω ποιεῖται, καθάπερ ἐν Προγνωστικῷ γράφων εἶπεν· “Ὅσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστιν ὡς μάλιστα ἐκκλίνοντα καὶ ἐς ὀξὺ ἀποκορυφοῦντα.” “ὅσα δέ”, φησίν, “ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ τῷ ἔξω χωρίῳ μηδὲν ἐπικοινωνεῖ”. κάλλιον μὲν γὰρ ἔξω ῥέπειν, εἰ δὲ ἔσω ῥέπει, βέλτιον πάλιν ἐν τούτοις ἐστὶν ἅπασιν αὐτῶν τὴν ῥοπὴν εἰς τὴν ἔσω χώραν [πε]ποιεῖσθαι. [15]
17a 856
τῶν μὲν οὖν φυμάτων ἡ γένεσις ἐν ἐπιγαστρίῳ τέ ἐστιν [ἢ] καὶ κατὰ θώρακα. τούτοις γὰρ ὑπόκεινται χῶραι κεναί, τὸν παρὰ φύσιν ὄγκον ἐκδεχόμεναι τῶν ἔσω ῥεψάντων φυμάτω ν. αὐτῶν δὲ τῶν ἐξογκουμένων ἔξω τὰ ἀπόξεα καὶ κορυφώδη κρείττονα τῶν πλατέων ἐστίν, ὡς ἂν ὑπὸ θερμοτέρων τε καὶ λεπτοτέρων τῇ συστάσει γινόμενα χυμῶν καὶ διὰ τοῦτο ταχέως ἐκπυϊσκόμενα. τὰ γὰρ ὑπὸ παχέων καὶ γλίσχρων γινόμενα ὡς ἂν ψυχρῶν ὄντων πλατέα τέ ἐστι καὶ δύσπεπτα καὶ σήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ πλείονι. σὺν τούτοις δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα. τὰ γὰρ ἐκ μέρους μέν τινος ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα πρῶτον μὲν αὐτῷ τῷ χρονιώτερα τῶν ἄλλων ἐκπυησάντων εὐθέως εἶναι μοχθηρά, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα [τῶν] ἰαμάτων, ἄλλων δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων ἐστίν, ὀνομάζει δὲ περίσκληρα τὰ τὸ μέσον 〈μὲν〉 ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίσκον, ὅσον δὲ ἐν κύκλῳ τούτου, σκληρὸν καὶ δυσεκπύητον ἢ ὅλως ἀνεκπύητον. [15]
17a 857
ἐπαινεῖ δὲ καὶ τὰ κατάρροπα φύματ α. ταῦτα δʼ ἐστὶν ὅσα κατὰ τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴσχει τῆς ἐκπυήσεως. ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀπορρύσεις εὐπετεῖς λαμβάνει, εἰ μὴ λάθοι γέ [δὲ] σε τῶν ἀνωμάλων ὄντα. καὶ τούτοις γὰρ τὸ μέν τι χρηστὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν. ὅσα δὲ τὴν ἐκπύησιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν ἐν τοῖς κάτω μέρεσι ποιεῖται, ταῦτα ἄριστα. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φησιν. εὑρίσκεται γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μέν, ἀνεκπύητον δὲ καὶ σκληρόν. εὔδηλον δʼ ὅτι τῶν ἐναντίως ἀλλήλοις διακειμένων φυμάτων ὧν διῆλθεν, ὅσα πλεῖστον ἀλλήλων διαφέρει ταῖς ἰδέαις, ταῦτα καὶ ταῖς δυνάμεσι καὶ τοῖς ἤθεσι διαφέρει πάμπολυ. πλάτος γὰρ ἱκανὸν ἐχουσῶν τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι μέσον τῶν ἐναντίων, ἀποκεχωρηκέναι δὲ τοῦ μέσου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν σκληρῶν καὶ μαλακῶν. [15]
17a 858
ἐπὶ μιᾶς γὰρ ἀντιθέσεως ὡς ἐπὶ παραδείγματος ἀρκέσει τὸν λόγον ποιήσασθαι· τὸ μὲν σκληρὸν τοῦ μαλακοῦ φαυλότερόν ἐστιν, αὐτοῦ δὲ τοῦ σκληροῦ τὸ μᾶλλον σκληρόν, ὅ τι δʼ ἐστὶ σκληρότατον, 〈τοῦτʼ ἂν〉 εἴη χαλεπώτατον. οὕτω δὲ καὶ τὸ μὲν μετρίως μαλακὸν ἀγαθὸν μετρίως ἐστί, τὸ δὲ τελέως μαλακὸν ἀγαθὸν καὶ τοῦτο τελέως. ἅπερ οὖν ἐπὶ ταύτης τῆς ἀντιθέσεως ἤκουσας, ἐπὶ τὰς εἰρημένας ἁπάσας δεῖ μεταφορᾶς. Τὸ θηριῶδες φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικό ν . Εἴτε τὰς ἀσκαρίδας, εἴτε τὰς ἕλμινθας λέγει τὸ θηριῶδε c, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίσιν, ὥς τινες ἤκουσαν, εἴτε πᾶν τὸ κακόηθες, εἰκότως ἐν φθινοπώρῳ τὰ τοιαῦτα γίνεται πάντα διά τε τὴν κακοχυμίαν τῆς ὥρας καὶ τὴν τοῦ περιέχοντος ἀνώμαλον κρᾶσιν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. [10]
17a 859
ἅπαντα γὰρ ἕπεται ταῦτα τοῖς προειρημένοις αἰτίοις. εἴρηται δὲ ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγήσει περὶ τῶν κατὰ τὸ φθινόπωρον ἁπάντων. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς ἐπισκέπτεσθαι καὶ ἐν ἁπάσῃ τῇ νούς ῳ , οἷον τὸ δείλης παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς εἰς δείλην καὶ αἱ ἀσκαρίδε c . Κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὕτως ἐγέγραπτο· “πρὸς τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ”. χρῆται γὰρ ἐνίοτε τῇ πρὸς τὰς ἀρχὰς φωνῇ ὁ Ἱπποκράτη c, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· “πρὸς τὰς ἀρχὰς τῶν νούσων διαφέρει τὸ σκοπεῖσθαι, εἰ αὐτίκα ἀνθεῖ,” καθάπερ κἀν τῷ φάναι, “ὅτι καὶ πρὸς τὸ ὑγραίνειν καὶ ξηραίνειν καὶ θερμαίνειν καὶ ψύχειν πολλὰ ἄν τις εὕροι τοιαῦτα. [10]
17a 860
” οὐ γὰρ ὡς ἐναντιούμενος οὐδʼ ὡς ἀντιλέγων, ἀλλʼ ὡς συνεργῶν τῷ “πρὸς” 〈ἐν τῷ “πρὸς〉 τὸ θερμαίνειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ ὑγραίνειν” χρῆται [πολλά, φησίν, ἄν τις εὕροι τοιαῦτα]. δέδεικται δὲ καὶ τοῦθʼ ἡμῖν ἐν οἷς ἐξηγούμεθα τὸ δεύτερον τῶν Ἐπιδημιῶν. 〈εἰ δʼ〉 οὐχ οὕτως ἐθέλοι τις ἀκούειν τῆς λέξεως, ἀναγκαῖόν ἐστι τὸ πρὸς τὰς ἀρχὰς ἀντὶ τοῦ “κατὰ τὰς ἀρχὰς” ἢ “περὶ τὰς ἀρχὰς” ἀκούειν. οὐ μὴν ἐν ταῖς ἀρχαῖς γε μόναις τοῦτο παραινεῖ σκοπεῖν, ἀλλʼ ἐν ὅλαις ταῖς νόσοις, εἶτα παράδειγμα προσέθηκεν, ὃ δυνατόν ἐστιν ἀναγνῶναι διττῶς, καθʼ ἕνα μέντοι τρόπον 〈οἷον〉 τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτό c, εἶτʼ ἀφʼ ἑτέρας ἀρχῆς ἐς δείλην καὶ αἱ ἀσκαρίδε c· καθʼ ἕτερον δὲ τρόπον οἷον τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς ἐς δείλην, εἶτα ἀπʼ ἄλλης ἀρχῆς αἱ ἀσκαρίδε c. ἀναλογίαν γάρ τινα ἔχειν ἡγεῖται τὴν ἡμέραν πρὸς ὅλον τὸν ἐνιαυτόν, ὡς τῷ μὲν ἑωθινῷ καιρῷ τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεσημβρίᾳ τὸ θέρος, τῇ δὲ ἑσπέρᾳ τὸ φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. [15]
17a 861
λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν οἷς ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ῥῆσιν, ἧς ἀρχὴ ʼαἱ ἀσκαρίδες δείληςʼ. Νηπίοισι βηχίον σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ σημαίνει μετὰ κρίσιν διμηνιαίῳ τὸ σύμπαν εἰκοσταίῳ καὶ οἰδήματα ἐς ἄρθρ α . Ἅπαντες ὁμοίως πιστεύουσι τοῖς γεγραμμένοις οἱ ἐξηγησάμενοι μετὰ τοῦ μηδὲ νοεῖν ὧν ἐπαινοῦσιν ἔνια. καίτοι τινὰ μέν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα τῆς τέχνης ἐστίν, τινὰ δὲ πάνυ σμικρὰν ἔχει τὴν ὠφέλειαν, ἔνια δὲ οὐδὲ σμικράν, ὥσπερ καὶ τὸ κατὰ τὴν προκειμένην ῥῆσιν. ἐγὼ γὰρ ὅσα μὲν ἀεὶ φαίνεται γιγνόμενα κατὰ τοὺς ἀρρώστους ὡσαύτως ἀξιομνημόνευτα νομίζω, καὶ τούτων αὐτῶν μάλιστα τὰ μεγάλην ἔχοντα τὴν χρείαν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγον ἐπὶ τῆς κατὰ τὸ ῥῖγος προγνώσεως. [10]
17a 862
ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετʼ ἀγρυπνίας καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθʼ ὅτε δὲ καὶ παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος Ἀσκληπιὸν εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου πρῶτον μὲν οὐ σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κἂν ἁπάσας αὐτοῦ τὰς πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος γνώμης, οὐδὲν ἐξ αὐτῶν ἔστι προειπεῖν. ὑποκείσθω γάρ τι νήπιον βῆττον ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ κἄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βουληθῇς, εἴτʼ οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθʼ ἑξηκοστῇ (διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ τὸ σύμπαν εἰκοσταί ῳ, τινὲς μὲν ἀπὸ γενετῆς διμηνιαῖον εἶναι βουλόμενοι, καθʼ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον δʼ ἀφʼ ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθʼ ἡμέρας εἴκοσι) καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς 〈δεῖ〉 προλέγειν, ὅτι τούτῳ τῷ παιδίῳ καὶ ἀπόστασίς τις εἰς ἄρθρα γενήσεται μετὰ τὴν κρίσι ν. [15]
17a 863
καὶ μὴν οὔτε διὰ παντὸς οὔθʼ ὡς τὸ πολὺ συμβήσεται τοῦτο. χρὴ δὲ τὰς προρρήσεις ἢ ἀμεταπταίστους εἶναι διὰ παντὸς ἢ σπανιάκις σφάλλεσθαι. τὸ δʼ ὀλιγάκις μὲν ἐπιτυγχάνειν, πλεονάκις δʼ ἀποτυγχάνειν οὐ τεχνικόν. Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισι ν , ἀγαθό ν . ἢν δὲ ἄν ω , οὐχ ὁμοίως λύει τὴν νοῦσο ν , ἢν μὴ ἐκπυής ῃ . Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐστι διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὲν λόγος οὗτος οὐ τῶν ἐπὶ μέρους ἐστίν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν καὶ κατὰ τοὺς Ἀφορισμοὺς καὶ κατὰ τὸ Προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθʼ ἅ〈παντα〉. βούλεται γὰρ τὰς μὲν ἐκ τῶν ἄνω χωρίων εἰς τὰ κάτω τοῦ ὀμφα λοῦ γινομένας ἀποστάσεις ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας οὐκ ἀγαθάς. [10]
17a 864
ἐκλύει δʼ αὐτῶν τι τῆς κακίας, ἐὰν ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κἀνταῦθα τῇ προσηγορίᾳ τοῦ οἰδήματος ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται. Τὰ δ ’ ἐν ὤμοισιν ἐκπυέοντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέε ι . Ὅτι περὶ τῶν νηπίων ἔτι διαλέγεται, σαφὲς αὐτὸς ἐποίησεν εἰπὼν τοῖσι τηλικούτοισι ν, ἀξιῶν ἡμᾶς ἐπὶ τὴν ἀρχὴν ἀναφέρειν τοῦ λόγου καὶ τὰ νῦν εἰρημένα. κατὰ τίνα δὲ τρόπον γαλιάγκωνες οἱ τοιοῦτοι γίνονται, μεμάθηκας ἔν τε τῷ Περὶ ἄρθρων αὐτοῦ συγγράμματι καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν εἰς αὐτό. Λύσειε δ ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσι c , ἢν μὴ στρογγύλα καὶ βαθέαᾖ · τὰ 〈δὲ〉 τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισι ν . [12]
17a 865
Παρὰ τὸ “ἐκθύειν”, ὅπερ ἐστὶν ἐξορμᾶν, τὴν ἔκθυσιν εἴρηκεν, ἐκτεινομένης τῆς μέσης συλλαβῆς, ὡς εἰ καὶ ἐξόρμησιν εἰρήκει. λύειν δʼ αὐτά φησι τὰς ἀποσκήμματος δεομένας διαθέσεις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τουτέστιν εἰ μὴ κακοήθη μάλιστα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖς βρέφεσιν, οὐ δυναμένοις φέρειν οὔτε τὰς ὀδύνας οὔτε τὴν θεραπείαν, καὶ ἄλλως δυσίατα τὰ τοιαῦτα. Λύσειε δ ’ ἂν καὶ αἷμα ῥυέ ν , μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνετα ι . Ὅτι μὲν αἷμα ῥυὲν πᾶσι τοῖς τοιούτοις ὠφέλιμόν ἐστι, πολλάκις ἤδη μεμαθήκαμεν. [11]
17a 866
ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν διαλέγεται, τὴν ἀρχὴν οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ που σπανίως. διὸ καὶ προσέθηκεν αὐτὸς μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται, τουτέστι τοῖς ἐπὶ πλέον ηὐξημένοις. τίνα δʼ ἐστὶ πάθη τὰ διʼ ὧν εἶπεν ἀποστάσεών τε καὶ αἱμορραγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖς νηπίοι c, οὐ πάνυ σαφῶς ἐδήλωσεν. ἡ γὰρ ἀρχὴ τῆς ῥήσεως ἦν· “νηπίοισι βηχίον σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ.” δύναται δὲ καὶ τῶν κατὰ [τὸ] πλευρόν τι καὶ πνεύμονα καὶ τῶν καθʼ ἧπάρ τε καὶ γαστέρα διʼ ὧν εἶπε συμπτωμάτων δηλοῦσθαι. Δάκρυα ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστό ν , ἀκόντων δὲ παραρρέοντα κακό ν . Περὶ τῶν τοιούτων δακρύων εἴρηται μὲν κἀν τῷ Προγνωστικῷ καὶ ἐν τοῖς Ἀφορισμοῖς. [13]
17a 867
ἀλλὰ τελεώτερον ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν, ἔνθα φησίν· “ὁκόσοισιν ἐν πυρετοῖς ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν ἀέκουσι δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν μὴ τἄλλα ὀλεθρίως ἔχωσιν. ἐπὶ τοῖσι δὲ φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει.” καὶ ἡμεῖς ἐξηγησάμεθα τὴν ῥῆσιν ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν. 〈Καὶ〉 οἷσι περιτείνεται βλέφαρο ν , κακό ν . Ἡ αὐτὴ διάθεσις ἐργάζεται τὸ τοιοῦτον βλέφαρον τῇ κατὰ τὸ Προγνωστικὸν εἰρημένῃ· “δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον.” ὅτι δὲ ἐπὶ τῶν ὀξέων νοσημάτων λέλεκται καὶ τοῦτο καὶ τἄλλα τὰ ἐφεξῆς αὐτοῦ, κατὰ τὸ Προγνωστικὸν ὑπʼ αὐτοῦ δεδήλωται καὶ κατὰ τήνδε τὴν ῥῆσιν εἰπόντος “δάκρυα ἐν τοῖς ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστόν, ἀκόντων δὲ παραρρέον〈τα〉 κακόν. [10]
17a 868
” Κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον οἷον ἄχν η . Φαίνεται γιγνόμενον καὶ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν, ὅταν ἐσχάτως ᾖ ξηρ ά, σὺν ἀρρωστίᾳ δυνάμεως μικρῶν πάνυ λημυδρίων ἐκπιπτόντων κατὰ τοὺς ὀφθαλμούς, εἶτʼ αὖθις ἐπιξηραινομένω ν. Καὶ τὸ ἀμαυρὸν κακό ν . Ἐν τοῖς ὀξέσι νοσήμασι τὸ ἀμαυροῦσθαι τὰς ὄψεις ἀρρωστίαν καὶ νέκρωσιν σημαίνει τῆς ὀπτικῆς δυνάμεως. Καὶ τὸ αὐχμηρὸν κακό ν . [11]
17a 869
Ἦν μὲν καὶ τὸ οἷον ἄχνην ἔχον αὐχμηρόν, ἀλλὰ νῦν ὅτι, κἂν χωρὶς ἄχνης ᾖ, μοχθηρόν ἐστιν ἐδήλωσε. Καὶ οἱ ῥυτιδούμενοι ἔνδοθε ν . Ὅταν ὁ ἐπιπεφυκὼς ὑμὴν τοῖς κινοῦσι τὸν ὀφθαλμὸν μυσὶν ὁ μέχρι τῆς στεφάνης ἐκτεινόμενος ἔκλυτος καὶ χαλαρὸς γένηται, ῥυτιδοῦσθαι συμβαίνει τοὺς ὀφθαλμοὺς ἔσωθεν. εἰ γὰρ ἔξωθεν ῥυτιδωθεῖεν, εἴη ἂν οὕτω γε τοῦ δέρματος τὸ πάθος. ὅτι δὲ ἀσθενείας καὶ καταψύξεώς ἐστι σημεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ τὸ συμβαῖνον ἐπὶ τῶν πάνυ γερόντων· ὁρῶνται γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ῥυτιδούμενο ι. Οἱ πεπηγότες καὶ οἱ μόγις στρεφόμενοι καὶ οἱ ἐνδεδινημένο ι . [11]
17a 870
Περὶ τῶν ὀφθαλμῶν καὶ ταῦτα διῆλθεν. οἱ μὲν γὰρ πεπηγότε c, ὅπερ ἐστὶν ἀκίνητοι, τελειοτάτην ἐνδείκνυνται νέκρωσιν τῆς κατὰ τοὺς μῦς δυνάμεως, ὑφʼ ἧς ἐκινοῦντο πρόσθεν, ὅτʼ εἶχον κατὰ φύσιν. οἱ δὲ μόγις στρεφόμενοι πλησίον ἥκουσι τῆς τοιαύτης διαθέσεως. οἱ δὲ ἐνδεδινημένοι παραφροσύνην ἢ τρόμον ἐνδείκνυνται τῶν τὸν ὀφθαλμὸν κινούντων μυῶν. γίνεται δὲ τὰ τοιαῦτα πάντα ἐν ὀξέσι νοσήμασι κινδυνώδεσι διὰ τὴν τῆς ἀρχῆς, 〈τουτέστι τοῦ ἐγκεφάλου〉, κάκωσιν. Καὶ τἄλλα ὅσα παρεῖτα ι . Τίνα ταῦτʼ ἐστίν, ἃ λέγει παρεῖσθαι τῶν συμβαινόντων τοῖς ὀφθαλμοῖς; ἦ δηλονότι τὰ κατὰ τὸ Προγνωστικὸν εἰρη μένα κατὰ τήνδε τὴν ῥῆσιν· “ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν 〈ἀπροαιρέτως〉 ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλανα φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι. [5]
17a 871
” προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς ἄλλοις ἅπασι καὶ ταῦτα. Πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρ ί , οἱ δὲ πρῃέε c , οἱ δὲ οὐ δακνώδεες μέ ν , ἐπαναδιδόντες δ έ , οἱ δὲ ὀξέες μέ ν , ἡσσώμενοι δὲ τῆς χειρό c , οἱ δὲ περικαέες μὲν εὐθέω c , οἱ δὲ διὰ παντὸς βληχρο ί , ξηρο ί , οἱ δὲ ἁλμυρώδεε c , οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινο ί , οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεε c , οἱ δὲ ἐξέρυθρο ι , οἱ δὲ ἔξωχρο ι , οἱ δὲ πελιοὶ καὶ τὰ ἄλλα [ τ ὰ ] τοιαῦτ α . Κἀνταῦθα πάλιν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκε καὶ τὰ ἄλλα τοιαῦτα διὰ τὸ μόνας ἑαυτῷ τὰς ἀξιολόγους διαφορὰς τῶν πυρετῶν ὑποτετυπῶσθαι. [15]
17a 872
πρώτας μὲν οὖν ἔγραψε τὰς κατʼ αὐτὴν τὴν οἰκείαν τῶν πυρετῶν οὐσίαν, οὐσία δὲ αὐτῶν ἐστιν οὐ καθʼ Ἱπποκράτην μόνον καὶ τοὺς ἀρίστους ἰατρούς, ἀλλὰ καὶ κατὰ τὴν κοινὴν πάντων ἀνθρώπων ἔννοιαν ἡ παρὰ φύσιν θερμασία, μάλιστα μὲν εἰς ὅλον ἐκτεταμένη τὸ ζῷον, εἰ δὲ μή, ἀλλὰ πάντως ἤτοι γε ἐν τοῖς πλείστοις μορίοις ἢ ἐν τοῖς κυριωτάτοις ὑπάρχουσα. καὶ πολλάκις γε τὸ μὲν ἅπαν δέρμα θερμασίαν οὐδεμίαν σαφῆ ἔχειν φαίνεται παρὰ φύσιν οὔθʼ ἡμῖν τοῖς ἔξωθεν ἁπτομένοις οὔτε τοῖς κάμνουσιν, αἰσθάνονται δὲ αὐτῆς οἱ νοσοῦντες ἐν τῷ βάθει καί φασι διακαίεσθαι τὰ σπλάγχνα καὶ πρὸς τούτῳ γε ἔνιοι καὶ ἀσώδεις εἰσὶ καὶ διψώδεις καὶ ἄγρυπνοι. νῦν οὖν ὁ Ἱπποκράτης τὰς διαφορὰς τῶν πυρετῶν γράφει, ὅσαι διαγινώσκονται τοῖς ἰατροῖς οὐκ ἐξ ὧν οἱ κάμνοντες λέγουσιν, ἀλλʼ ἐξ ὧν αὐτοὶ διά τε τῆς ἁφῆς καὶ τῆς ὄψεως ἐναργῶς αἰσθάνονται. πρῶται δʼ εἰσὶ καὶ κυριώταται αἱ κατὰ τὴν οἰκείαν οὐσίαν, ὡς ἔφην, τῶν πυρετῶν, αἱ διὰ τῆς θερμασίας. [15]
17a 873
οὐ γὰρ ἐν τῇ τῶν ἀρτηριῶν κινήσει ἡ τῶν πυρετῶν ἐστιν οὐσία. τοῦτο δὲ ὅπως ἡμάρτηται τοῖς περὶ τὸν Ἐρασίστρατόν τε καὶ Χρύσιππον, ἤδη μεμάθηκας. ἡ τοίνυν πυρεκτικὴ θερμασία τοῖς ἁπτομένοις τῶν πυρεττόντων σωμάτων ἤτοι δριμεῖα καὶ δακνώδης ἐστὶν ἢ μετρίως ἀνιαρά. τὸ γὰρ ἡδὺ καὶ οἰκεῖον, ὁποῖον ὑπάρχει τῇ κατὰ φύσιν, οὐδέποτʼ ἔχει. καθάπερ οὖν καὶ ἄλλα πολλὰ κατὰ 〈τὸ〉 μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέροντα τοῖς πέλας ἑρμηνεύομεν εὐφημότερον, οὐκ ἀληθέστερον, οὕτω καὶ περὶ τῆς βραχέως ἀνιαρᾶς θερμασίας ἐνίοτέ φαμεν ὡς οὐδὲν ὅλως ἀνιαρὸν ἔχει, παραβάλλοντες αὐτὴν τῇ σφοδρὸν ἐχούσῃ τὸ λυπηρόν. ἐνίοτε μὲν οὖν ἡ θερμασία φαίνεται πλείστη τε ἅμα καὶ δριμυτάτη, πολλάκις δὲ ὀλίγη μέν, οὐκ ἀπολειπομένη δὲ τῆς δριμυτάτης, ἢ πάλιν δριμυτάτη μέν, οὐ μὴν πολλή γε. καὶ τούτων ἕκαστον ὧν εἶπον ἐνίοτε φαίνεται μετʼ ὀλίγον χρόνον, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρός, ὥσπερ γε καὶ μειοῦσθαι τὰ κατὰ τὴν πρώτην ἐπιβολὴν φανέντα κατὰ μέγεθός τε καὶ δριμύτητα δόξει σοί ποτε μέχρι χρόνου πλείονος ἐπιβεβλημένης τῷ κάμνοντι τῆς χειρός. [15]
17a 874
καὶ τοίνυν ἐνίοτε μὲν αὐχμηρὰ καὶ κατάξηρος φαίνεται ἡ θερμασία, καθάπερ εἰ λίθου τινὸς ἡψάμεθα θερμοῦ. πολλάκις δὲ φαντασία γίνεται πάλιν νοτιώδης καὶ ὑγρά, πολλά〈κις δὲ〉 ἀτμώδης, ὥστʼ αἰσθάνεσθαι σαφῶς ἀναφερομένου τινὸς ἐκ τοῦ τῶν καμνόντων σώματος ἀτμοῦ παμπόλλου. καὶ τούτων πάλιν αὐτῶν ὥσπερ καὶ τῶν προειρημένων ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς φανέντα διαμένει, τινὰ δʼ ἤτοι προσαυξανομένην ἢ διαλυομένην ἔχει τὴν ἐξ ἀρχῆς φανεῖσαν διαφοράν, ἔνια δὲ καὶ γενομένην ἑτέραν οὐδʼ ὅλως ἐξ ἀρχῆς πεφηνυῖαν καὶ διαφερομένην τελέως τῶν ἐξ ἀρχῆς ἑωραμένων. αἱ μὲν οὖν κατʼ αὐτὴν τῶν πυρετῶν τὴν οὐσίαν διαφοραὶ τοιαῦταί τινές εἰσι. περὶ δὲ τῶν ἄλλων ἐφεξῆς ὀψόμεθα, πρότερον γὰρ ὀρθῶς ἔχει τὰς εἰρημένας ἐφαρμόσαι τῇ λέξει τοῦ Ἱπποκράτου c. ἐν τῷ [μὲν] τοίνυν φάναι πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρ ί , οἱ δὲ πρῃέες ἐνδείκνυταί σοι τὸν λόγον αὐτῷ γίνεσθαι περὶ τῶν διὰ παντὸς ἤτοι δακνωδῶν ἢ πρῃέων φαινομένων. [15]
17a 875
ἐπιφέρων γοῦν λέγει οἱ δὲ οὐ δακνώδεες μέ ν , ἐπαναδιδόντες δ έ, δηλῶν ἐνταῦθα τοὺς ἐξ ἀρχῆς μὲν οὐ φανέντας δακνώδει c, ἐπικειμένῃ δὲ τῇ χειρὶ μέχρι πλείονος αἴσθησιν ἐργαζομένους δακνώδ η. τούτοις δʼ ἔμπαλιν ἔχουσιν, ἐφʼ ὧν φησιν· οἱ δὲ ὀξέες μέ ν , ἡσσώμενοι δὲ τῆς χειρό c. ἐν ἀρχῇ γὰρ φανέντες ὀξεῖς ἐκλύονται κατὰ βραχύ. τὸ δὲ ὀξέες ἐπὶ τῆς ταχέως ἀπαντώσης τῇ χειρὶ θερμασίας ἐνδεικνυμένης τε τὴν ἑαυτῆς κίνησιν ὠκεῖαν ἀκούειν σε χρή, καθάπερ ὀξεῖς τινὰς ὀνομάζομεν δριμεῖς ἐν ἴσῳ τῷ ταχεῖς, ὀξέα τε νοσήματα λέγομεν, ὅσα ταχέως διεξέρχεται τοὺς ἰδίους καιροὺς ἄχρι τῆς τελευτῆς. εἴτε 〈δὲ〉 “χερσὶν” εἴτε χειρὶ λέγοις, πρὸς τὸ τὰς εἰρημένας διαφορὰς γινώσκειν οὐδὲν διοίσει. δῆλον μὲν γὰρ ἦν τῷ γε νοῦν ἔχοντι τὰς τοιαύτας διαφορὰς οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ ταῖς χερσὶν αἰσθητὰς εἶναι. προστιθέασι δὲ ἅπαντες ἄνθρωποι καὶ τὰς τοιαύτας προσθήκας ἐνίοτε φύσει πρὸς τοῦτʼ ἀγό μενοι συναυξανούσας τὴν ἐνάργειαν τῶν λεγομένων, καὶ μάλιστʼ ἐπʼ ἐκείνων τῶν πραγμάτων, ἐφʼ ὧν ἔστι διὰ τεκμηρίων τινῶν καὶ σημείων εὑρεῖν τὸ ζητούμενον, οὐκ αἰσθητὴν ποιήσασθαι τὴν διάγνωσιν. [10]
17a 876
οὕτως οὖν καὶ ὁ Ἱπποκράτης οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου τῶν χειρῶν ἐμνημόνευσεν, ἀλλὰ κἀν τῷ φάναι οἱ δὲ ὀξέες μέ ν , ἡσσώμενοι δὲ τῆς χειρό c. ἐφεξῆς δὲ τὴν κατὰ μέγεθος αὐτῶν διαφορὰν ἐνδεικνύμενος ἔφη· οἱ δὲ περικαέες εὐθέω c , οἱ δὲ διὰ παντὸς βληχρο ί. κατὰ τί μὲν οὖν ἡ τοιαύτη φαντασία γίνεται τοῖς ἁπτομένοις, ὡς ἤτοι πολλὴν εἶναι δοκεῖν ἢ ὀλίγην τὴν θερμασίαν, αὖθις ὀψόμεθα, νυνὶ δʼ ὅτι φαίνεται μόνον εἰπεῖν ἀρκέσει. καθάπερ γὰρ ἐκτός, εἰ καὶ τοὺς ὀφθαλμούς τις ἐγκαλύψας ἅψαιτο φλογός, ἤτοι πολλῆς αἰσθάνεται τῆς κατʼ αὐτὴν οὐσίας ἢ ὀλίγης, οὐδεμιᾶς ἐν τῇ ποιότητι τῆς θερμασίας αἰσθανόμενος διαφορᾶς, οὕτως ἔχει κἀπὶ τῶν πυρετῶν. ἐνίοτε γὰρ ἡ μὲν κατὰ τὴν ποιότητα διάγνωσις τῆς θερμασίας ἡ αὐτὴ φαίνεται τῇ καθʼ ἕτερόν τι σῶμα, διαφέρειν δʼ ἀλλήλων δοκοῦσι 〈τῇ〉 ποσότητι. τῶν δʼ ἐφεξῆς εἰρημένων τὸ μὲν ξηροὶ σαφὲς ἱκανῶς ἐστι, τὸ δʼ ἁλμυρώδεες ἀσαφές· οὐ γὰρ ἁφαῖς αἰσθητόν, ἀλλὰ τῇ γεύσει μόνῃ τὸ ἁλμυρόν. [15]
17a 877
ἔτι δὲ μᾶλλον ἀσαφές ἐστι τὸ ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινο ί. εὑρίσκομεν δὲ ἐνταῦθα διάφορον τὴν γραφήν, ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων προσκειμένου τοῦ ἰδεῖν τῷ πεμφιγώδεε c, ἐν ὀλίγοις δὲ μετὰ τὸ ἰδεῖν καὶ τοῦ δεινοὶ προσγεγραμμένου. μόνον δὲ τῶν ἐξηγητῶν εὗρον οὕτως γεγραμμένον εἰδότα Σαβῖνον, ᾧ καὶ Μητρόδωρος ἠκολούθησεν ὅσοι τʼ ἀπʼ αὐτῶν εἰσι μέχρι 〈τοῦ νῦν〉. καὶ μὴν κατʼ ὀλίγιστα τῶν ἀντιγράφων εὗρον ἁπλῶς γεγραμμένον οἱ δὲ πεμφιγώδεε c, οὔτε τοῦ ἰδεῖν οὔτε τοῦ δεινοὶ προσγεγραμμένου. τοὺς μὲν οὖν ἁλμυρώδεις ἐπὶ τὴν ἁφὴν ἄγων τις ἐρεῖ τοὺς ὀδαξησμόν τινα ποιοῦντας εἶναι τοῖς ἁπτομένοις, ὥσπερ ὑφʼ ἅλμης τε καὶ πάντων τῶν ἁλμυρῶν γίνεται σωμάτων, τοὺς δὲ πεμφιγώδεις τοὺς πνευματώδεις. αἰσθανόμεθα γὰρ πολλάκις ἀναφερομένης διὰ τοῦ τῶν πυρεττόν των δέρματος ἀερώδους τινὸς ἀπορροῆς. [15]
17a 878
ὡς, εἴ γε μὴ τούτους, ἀλλὰ τοὺς μετὰ φλυκταινῶν λέγει, παραλελοιπὼς ἂν εἴη τῶν ἀναγκαίων τινὰ διαφορὰν ἐκ τοῦ γένους τῶν προειρημένων, ὅσας ἔφην εἶναι κατʼ αὐτὴν μάλιστα τὴν οὐσίαν τῶν πυρετῶν. ὡς γὰρ δακνῶδες ἰσχυρῶς ἢ σφοδρὸν ἢ ξηρὸν ἢ αὐχμηρὸν εἶναι φαίνεται τὸ τῆς θερμασίας εἶδος ἐπὶ πολλῶν πυρετῶν, οὕτω καὶ πνευματῶδες, αἰσθανομένης τῆς χειρὸς ἀναφερομένου τινὸς ἐπʼ αὐτὴν πνεύματος, ἐνίοτε μὲν ἀτμώδους, ἐνίοτε δὲ ξηροῦ. πλείω δὲ σημαίνοντος τοῦ “τῆς πέμφιγος” ὀνόματος ἄλλος ἄλλο τῶν ἐξηγητῶν προχειρισάμενος, ὡς ἓν μόνον ἐκεῖνο σημαῖνον, ὅπερ αὐτὸς βούλεται, πιθανὸς εἶναι δοκεῖ τοῖς ἀκούουσιν. ἤρκει μὲν οὖν ἴσως εἰρῆσθαι πεμφιγώδεις πυρετοὺς τοὺς πνευματώδεις, ὅτι τε τοῦ γένους ἐστὶ τῶν ἄχρι δεῦρο γεγραμμένων διαφορῶν, ὅτι τε παραλελοιπέναι δόξει ταύτην, εἰ μή τις ἀκούσειεν οὕτως. ἀλλὰ διὰ τὸ προσκεῖσθαι κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων τὸ ἰδεῖν τῷ πεμφιγώδεες ἀναγκαῖον ἡμῖν γίνεται καὶ γραμματικῆς ἀδολεσχίας ἐφάψασθαι χρησίμης ἐνίοτε καὶ αὐτῆς εἰς τὰ τοιαῦτα γινομένης. [15]
17a 879
ἀκριβέστερον μὲν οὖν περὶ τῶν ζητουμένων παρʼ Ἱπποκράτει λέξεων ἑτέρωθι πεπραγματεύμεθα, νυνὶ δʼ ἀρκέσει τοῖς γραμματικοῖς ἀκολουθήσαντα κατὰ τὴν ἐκείνων διάταξιν εἰπεῖν τι περὶ τῶν κατὰ τὴν πέμφιγα σημαινομένων. δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ [μὲν] τῆς πνοῆς Σοφοκλῆς ἐν Κόλχοις λέγειν· ἀπῇξε πέμφιξ Ἰονίου πέλας πόρου, καὶ αὑτὸς ἐν Σαλμωνεῖ σατύροις· καὶ τάχʼ ἂν κεραύνια πέμφιξι βροντῆς καὶ δυσοσμίας λάβοι. Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ· εὐθεῖαν ἕρπε τήνδε· καὶ πρώτιστα μὲν βορεάδας ἥξεις πρὸς πνοάς, ἵνʼ εὐλαβοῦ βρόμον καταιγίζοντα, μή c’ ἀναρπάσῃ δυσχειμέρῳ πέμφιγι 〈συ〉στρέψας ἄφνω. [10]
17a 880
ἐπὶ δὲ τῶν ἀκτίνων ἡλίου δοκεῖ χρῆσθαι τῷ τῆς πέμφιγος ὀνόματι Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη· κἂν ἐθαύμασας τηλέσκοπον πέμφιγα χρυσείαν ἰδών. οὕτω 〈δὲ〉 καὶ Αἰσχύλος ἐν Ξαντρίαις· ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται οὔτʼ ἀστερωπὸν ὄμμα Λητῴας κόρης. ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ· ἐξευλαβοῦ δὲ μή σε προσβάλῃ στόμα πέμφι ξ· πικρὰ γὰρ κοὐλία ζωῆς ἀτμοί. καὶ ἐν Πενθεῖ· μηδʼ αἵματος πέμφιγα πρὸς πέδῳ βάλῃς. ἐπὶ δὲ τοῦ νέφους δοκεῖ τετάχθαι κατὰ τόδε τὸ ἔπος ἐν Σαλμωνεῖ σατύροις παρὰ Σοφοκλε ῖ· πέμφιγι πᾶσιν ὄψιν ἀγγελέω πυρός. [10]
17a 881
καὶ παρʼ Ἰβύκ ῳ· πυκινὰς πέμφιγας πιόμενοι. λέλεκται δʼ οὗτος ὁ λόγος αὐτῷ κατά τινα παραβολὴν ἐπὶ χειμαζομένων εἰρημένην. διὸ καὶ τῶν γραμματικῶν οἱ πλεῖστοι ἐπὶ τῶν κατὰ τοὺς ὄμβρους σταγόνων εἰρῆσθαί φασι τὰς πέμφιγας. *** ὁ μὲν 〈γὰρ〉 Καλλίμαχος ὧδε· μὴ διὰ πεμφίγων ἐνάγουσιν ἔα. ὁ δὲ Εὐφορίων οὕτως εἶπεν· 〈ἠπε〉δανὸν πέμφιγες ἐπιτρίζουσι θανόντων. τὰ μὲν οὖν ἐκ τοῦ 〈τῆς〉 πέμφιγος ὀνόματος σημαινόμενα καὶ δὴ λέλεκται, προείρηται δὲ καὶ περὶ τῶν δύο σημαινομένων ἐξ αὐτῶν, ἐπειδὴ πάντες τῶν ἐξηγητῶν οἱ ἄριστοι καὶ κατὰ ταῦτα ἐδέξαντο τῇ λέξει κεχρῆσθαι τὸν Ἱπποκράτη ν. νυνὶ δὲ ἐκ τῶν εἰρημένων 〈τούτοιν τοῖν〉 σημαινομένοιν ἐγχωρεῖ προσθεῖναι καὶ ἄλλο τρίτον, ἵνα πεμφιγώδεις ἀκούσωμεν εἰρῆσθαι τοὺς οἷον σπινθήρων ἐξαλλομένων καὶ ἀπαντώντων τῇ χειρὶ φαντασίαν ἀποστέλλοντας· καὶ εἶεν ἂν οἱ τοιοῦτοι πυρετοὶ συνθετοί τινες ἐκ δυοῖν ἁπλῶν τῶν ἤδη προειρημένων, τοῦ τε πνευματώδους καὶ πυρώδους. [15]
17a 882
ἐναντιωθήσεται δὲ τῇ ἐξηγήσει ταύτῃ μόνον ἕν, εἴ γε προσκέοιτο 〈κατά τινα τῶν ἀντιγράφων〉 τῷ πεμφιγώδεες τὸ ἰδεῖ ν. εἰκότως οὖν ἀφῃρήκασιν αὐτό τινες. οἱ δὲ οὐκ ἀφελόντες ἤτοι τοὺς μετὰ φλυκταινῶν ἤκουσαν ἢ τοὺς τῆς ψυχῆς ἁπτομένους. ἐπεὶ δὲ οἱ μετὰ φλυκταινῶν ἀπὸ συμπτώματος ὀνομάζονται, πιθανῶς ἂν ἀκούοιμεν ἀπὸ συμβεβηκότος οὕτως αὐτὸν ὀνομάζειν τοὺς λοιμώδεις πυρετούς· ἔστι γὰρ ἀμέλει καὶ τοῦθʼ ἕν τι πυρετῶν εἶδος. ὅτι δʼ ἐν αὐτῷ φλύκταιναι γίνονται, καὶ ὁ Θουκυδίδης μαρτυρεῖ γράφων οὕτως· “καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτε ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλʼ ὑπέρυθρον, πελιδνόν, φλυκταίναις μικραῖς 〈καὶ〉 ἕλκεσιν ἐξηνθηκός.” ὅσοι δὲ τοὺς τῆς ψυχῆς ἁπτομένους πυρετοὺς εἰρῆσθαί φασι πεμφιγώδει c, πόρρω τῆς προκειμένης τῶν πυρετῶν διαφορᾶς ἀπεχώρησαν. [15]
17a 883
ὠνόμαζον γὰρ ἔνιοι τῶν παλαιῶν καὶ φρενιτικόν τινα πυρετόν, ὥσπερ ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν καὶ περιπνευμονικόν. ἀλλʼ ὁ νῦν προκείμενος 〈ἐν〉 τῇ ῥήσει κατάλογος τῶν πυρετῶν ἀπὸ τῆς κατὰ τὴν θερμασίαν διαφορᾶς ἐστιν, ἐν ᾗ δύναται καὶ ὁ λοιμώδης περιέχεσθαι, σηπεδονῶδες ἔχων τὸ θερμόν, ὁ φρενιτικὸς δὲ οὐ δύναται διά τε τὸ μὴ σύνηθες εἶναι, καθάπερ ἄλλοις, οὕτω καὶ τῷ Ἱπποκράτει πυρετῶν ἰδέαν ὀνομάζειν τὴν φρενῖτιν οὔτε ἀπὸ συμπτώματος, ὥσπερ ὁ τὰς φλυκταίνας γεννῶν, εἴη λελεγμένος, ἐν ταῖς εἰρημέναις διαφοραῖς αὐτὸν περιέχεσθαι, καθάπερ καὶ τοὺς ἄλλους, ὧν ἀρτίως ἐμνημόνευσεν. εὑρίσκεται γὰρ ὁ τῶν φρενιτικῶν πυρετὸς τὴν θερμασίαν ἔχων δακνώδη διὰ παντὸς ὁμοτόνως ἐν παντὶ χρόνῳ τῆς ἐπιβαλλομένης ἁφῆς, ὥστʼ εἰρῆσθαι πρῶτον ἁπάντων αὐτῶν. οὐκοῦν οὐδʼ ὅσοι τοὺς ἁλμυρώδεις πυρετοὺς εἰρῆσθαί φασιν ἀπὸ τῆς αὐτῆς τοῖς κάμνουσιν ἐν τῷ στόματι γινομένης αἰσθήσεως, ἀποδεξόμεθα τὴν ἐξήγησιν αὐτῶν. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἁπάσας ἐφεξῆς τὰς πρὸς χεῖρα διαγνώσεις εἰρηκέναι κατὰ τὴν τῆς θερμασίας διαφοράν, ἐν ᾗ τὸ γένος ὅλον ἐστὶ καὶ ἡ οὐσία τῶν πυρετῶν. [15]
17a 884
εἰ γὰρ καὶ τὸν λοιμώδη δεξαίμεθα λελέχθαι πεμφιγώδη, τὴν μὲν προσηγορίαν ἀπὸ συμβεβηκότος ἕξει, τὸ δʼ εἶδος αὐτὸ κατὰ τὴν οἰκείαν οὐσίαν τῶν πυρετῶν. κατὰ τὸν αὐτὸν δὲ λόγον οὐδʼ οἱ τοὺς ἁλμυρώδεις εἰρῆσθαι φάντες, ὅσοι πάνθʼ ὅσων ἂν ὁ κάμνων γεύηται φαίνεσθαι ποιοῦσιν ἁλμυρά, τῶν προκειμένων ἐν τῇ νῦν διδασκαλίᾳ διαφορῶν τοῦ πυρετοῦ μνημονεύουσι. καὶ εἴπερ ἐν τῇ τῶν πυρετῶν διαφορᾷ καὶ τούτους ὁ Ἱπποκράτης ἐτίθετο, πάντως ἂν κἀκείνους ἅμʼ αὐτοῖς εἶπεν, ἐφʼ ὧν καὶ τὸ σίαλον αὐτὸ καὶ πάνθʼ ὅσων ἂν 〈ὁ νοσῶν〉 γεύηται πικρὰ φαίνεται. ταύτας μὲν οὖν τὰς διαφορὰς οὐκ ἐν ταῖς τῶν πυρετῶν, ἀλλʼ ἐν ταῖς τῶν χυμῶν διαγνώσεσιν ἄμεινον τίθεσθαι, τοὺς δὲ πυρετοὺς ἐν ταῖς τῆς θερμασίας. ὥσπερ γὰρ οἱ χυμοὶ ταῖς γεύσεσίν εἰσιν αἰσθητοί, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ τῇ ἁφῇ. ὅτι δὲ οὐδὲ τὸ δεινοὶ καλῶς προσέθηκαν οἱ περὶ τὸν Σαβῖνον οὕτως γράψαντες τὴν λέξιν· “οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί”, καὶ πρόσθεν μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀνα μνήσω· δεινοὺς γὰρ ἰδεῖν αὐτοὺς εἰρῆσθαι 〈λέγουσι〉 πρὸς ἡμῶν μέν, ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώσεων γίνωνται, κατʼ αὐτοὺς δέ, ὅταν παρακόπτωσι καὶ φοβερὸν ἐμβλέπωσιν. [15]
17a 885
περὶ δὲ τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν. ὁμοίως δὲ ἥμαρτον καὶ οἱ πνευματώδεις μὲν αὐτοὺς εἰρῆσθαι λέγοντες, οὐ πρὸς τὴν ἁφὴν τὴν διάγνωσιν ἀναφέροντες, ἀλλʼ ἐπὶ δυσπνοίας εἶδος, ἐν ᾧ μέγα καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. πιθανώτατον οὖν ἐστιν ἢ πρὸς τὴν ἁφὴν πνευματώδη νομίζειν ἢ τὸν λοιμώδη λελέχθαι πεμφιγώδ η. προστεθέντος δὲ κατὰ 〈τὴν〉 ῥῆσιν τῷ πεμφιγώδεες τοῦ δεινο ί, ὁ λοιμώδης μόνος ἐστὶ δηλούμενος, οὗ τὸ πρὸς ἄλλους διαφέρον ἐστὶ τὸ σηπεδονῶδες εἶναι τὸ θερμόν, οἷόνπερ κἀν τῷ νῦν γενομένῳ πολυχρονιωτάτῳ λοιμῷ. διὰ τοῦτο οὖν οὐδὲ θερμοὶ καὶ διακαεῖς ἐφαίνοντο τοῖς ἁπτομένοις οἱ λοιμώττοντες, καίτοι τά γʼ ἔνδον ἰσχυρῶς διακαιόμενοι, καθάπερ καὶ ὁ Θουκυδίδης ἔφη· “καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτʼ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν [ἦν], ἀλλʼ ὑπέρυθρον, πελιδνόν, φλυκταίναις σμικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός. [15]
17a 886
τὰ δὲ ἐντὸς οὕτως ἐκαίετο, ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδονίων τὰς ἐπιβολάς, μηδʼ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι.” εἴρηταί γε μὴν ἡ πέμφιξ κἀν ταῖς Κνιδίαις γνώμαις, ἃς εἰς Εὐρυφῶντα τὸν [καὶ] ἰατρὸν ἀναφέρουσι, 〈κατὰ〉 τήνδε τὴν λέξιν· “οὐρέει ὀλίγον ἑκάστοτε αἰεὶ καὶ ἐφίσταται πέμφιξ οἷον ἐλαίου, χλωρὴ ὥσπερ ἀράχνιον.” ἐοίκασι γοῦν οὗτοι πέμφιγα καλεῖν οὐχ ὅλην τὴν φλύκταιναν, ἀλλὰ μόνον τὸ περιγράφον αὐτὴν ἔξωθεν ἀραχνίῳ παραπλήσιον. συντελέσας δʼ οὖν ὁ Ἱπποκράτης τὰς οἰκειοτάτας τε καὶ πρώτας διαφορὰς τῶν πυρετῶν, ἑξῆς ἐπὶ τὰς κατὰ χρόαν μεταβάς φησιν· οἱ δὲ ἐξέρυθρο ι , οἱ δὲ ἔξωχρο ι , οἱ δὲ πελιο ί. ἐξερύθρους μὲν εἶπεν οὐχ ἁπλῶς ἐρυθροὺς καὶ μετὰ τούτους ἑξῆς πάλιν ἐξώχρους οὐκ ὠχρούς, πελιοὺς δʼ ἁπλῶς οὐδὲν αὐτοῖς ἐπιτάσεως τοῦ δηλουμένου προσθείς, ὡς εἰ καὶ πελιδνοτάτους τούτους εἰρήκει· τοῦτο μὲν γὰρ ἀεὶ μοχθηρὸν τὸ χρῶμα, τὸ δὲ τῶν ἐρυθρῶν τε καὶ ὠχρῶν σύνηθες. [10]
17a 887
οἱ δὲ ἐξέρυθροι, τουτέστιν οἱ σφοδρῶς ἐρυθροί, σφοδροτάτην μὲν ἐμφαίνουσι τὴν θερμασίαν, τὴν δʼ ὕλην αἷμα, καθάπερ οἱ ἔξωχροι τὴν ὠχρὰν χολήν. ἐπισκέπτου δὲ ἐπʼ αὐτῶν τὰ διαχωρούμενα, κἂν μὲν αὐ〈τὰ χωρὶς〉 χολῆς εὑρίσκῃς, ἐξ ἀναχύσεως αὐτῆς γίνωσκε τὴν κατὰ φύσιν χροιὰν ὑπηλλάχθαι, ἐὰν δὲ αὖ μετὰ 〈πολλῆς χο〉λῆς, ἐν διαφορᾷ πυρετῶν τίθεσο τὴν χρόαν. οὗτοι μὲν οὖν οἱ πυρετοὶ μαρασμὸν ἐπιφέρουσιν, ἐὰν μὴ φθάσωσί ποτε μετὰ ῥίγους καὶ ἱδρῶτος κριθῆναι. οἱ δὲ ἐξέρυθροι τῶν συνόχων εἰσὶν ὑπὸ φλεβοτομίας ὠφελούμενοι τῆς ἄχρι λειποψυχίας ἀγούσης, ὡς ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ μεμάθηκας, ἔνθα καὶ ἡ χρεία μεγάλη φαίνεται τῆς τῶν τοιούτων διαφορῶν γνώσεως, ἰδίαν ἑκάστης αὐτῶν ἐχούσης θεραπείαν. οἱ δὲ πελιοὶ τῶν πυρετῶν, ἀπὸ τῆς χρόας καὶ αὐτοὶ δηλονότι τὴν ἐπωνυμίαν εἰληφότες, ἐλλείπειν σημαίνουσι τὸν αἱματικὸν χυμὸν καὶ δηλονότι σὺν αὐτῷ καὶ τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτʼ εἰσὶν ὀλέθριοι. ὧν ἔνιοι καὶ τὰς διὰ κενώσεως ἐπιφερομένας συγκοπὰς ἐπιφέρουσι, περὶ ὧν ἔμαθες ἐν τῇ Θεραπευτικῇ μεθόδῳ. [15]
17a 888
τοὺς 〈δὲ〉 τοιούτους πυρετοὺς Εὐρυφῶν ὀνομάζει πελιὰς γράφων ὧδε· “πελιδνὸς πυρετὸς ἴσχει καὶ βρυγμὸς ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολήν, καὶ ὅταν ὀδύνη ἔχῃ, ἐνορᾶν οὐ δύναται ὅτι βαρύνεται, καὶ ἡ γαστὴρ ξηρὴ γίνεται καὶ ὁ χρὼς πελιὸς ἅπας καὶ τὰ χείλεα οἷάπερ μόρα τρώξαντι καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιὰ καὶ ἐξορᾷ ὥσπερ ἀπαγχόμενος, ὅτε δὲ ἧσσον τοῦτο πάσχει, καὶ μεταβάλλει πολλάκις.” ἀλλὰ κἀν τῷ Περὶ νούσων Ἱπποκράτει *** γεγραμμένῳ, τῷ δοκοῦντι τοῖς περὶ τὸν Διοσκουρίδην ὑφʼ Ἱπποκράτους γεγράφθαι τοῦ Θεσσαλοῦ υἱέος, εἴρηταί τις νόσος πελιή. τοῦ βιβλίου δʼ ἐστὶν ἡ ἀρχὴ ἥδε· “οὐρέεται πολλόν, ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή.” περὶ δὲ τῆς πελιῆς νόσου κατὰ λέξιν οὕτω γράφει· “πελιὴν πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολήν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾶν, ἀλλὰ βαρύνεται· καὶ ἡ γαστὴρ ξηρὰ γίνεται καὶ ἡ χρόα πελιδνὴ καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ καὶ ἐξορᾷ ὡς ἀγχόμενος· ἐνίοτε καὶ τὴν χρόαν μεταβάλλει καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. [15]
17a 889
” τινὲς δὲ πάλιν ἐνταῦθα μοχθηρῶς ἐξηγήσαντο πελιὸν πυρετόν, ἐφʼ οὗ τὰ διαχωρήματα πελιὰ φαίνεται. τούτοις γὰρ ἀκόλουθόν ἐστι καὶ μέλανα καλεῖν πυρετόν, ἐφʼ οὗ μελάνων ἔκκρισις γίνεται. καταλείπεται 〈μὲν〉 οὖν ἔτι τὸ τέλος τῆς ῥήσεως ἐξηγήσασθαι, γεγραφότος αὐτοῦ καὶ τὰ ἄλλα [ καὶ τ ὰ ] τοιαῦτα, τουτέστι τοῖς εἰρημένοις. εἰρήκει δʼ ὑστέρας τὰς κατὰ τὴν χρόαν διαφοράς, οὐ κατὰ τὴν οὐσίαν αὐτὴν οὔσας τῶν πυρετῶν, ἐγγυτέρω γε μὴν τῶν ἄλλων τῶν ἀπό τινος συμβεβηκότος γινομένων, ὥσπερ ὅταν ἤτοι διαλείποντας ἢ συνεχεῖς λέγωμεν εἶναι τοὺς πυρετούς, καὶ τῶν διαλειπόντων τὸν μὲν τριταῖον, τὸν δὲ ἀμφημερινόν, τὸν δὲ τεταρταῖον, καὶ τῶν συνεχῶν τὸν μὲν ἡμιτριταῖον, τὸν δὲ καυσώδη, τὸν δὲ κρυμνώδη, τὸν δὲ τυφώδη, τὸν δὲ λοιμώδη, τὸν δὲ ἑλώδη, τὸν δὲ ἠπίαλον. ὁ δὲ Πραξαγόρας καὶ φρενιτικοὺς καὶ λη θαργικοὺς καὶ πρός γε τούτοις ἰκτερικούς τινας ὀνομάζει πυρετοὺς ἐν ταῖς διαφοραῖς τῶν ὀξέων. [15]