Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: Commentary on Hippocrates’ Prognostic

Library › Greek: Science & Medicine › Commentary on Hippocrates' Prognostic

Commentary on Hippocrates' Prognostic is Galen's commentary on the Hippocratic Prognostic, which teaches the physician to foresee the course of an illness from the patient's appearance, posture, breathing, sleep and other signs. Galen (AD 129 to about 216) explains the text section by section, beginning with its famous opening that the best physician is the one who practises foresight, and discusses why the Hippocratic author needed such a preface.

The Prognostic was one of the most influential Hippocratic works, and prognosis was central to a physician's reputation in antiquity. Galen's commentary shows how he connected the Hippocratic signs with his own physiological theory, and it was widely read in later Greek, Arabic and Latin medicine.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn XVIII B 1–317). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · Science & Medicine
Commentary on Hippocrates' Prognostic
Galen · Part 1 · every word parsed
18b 1 (t1)
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύει ν . Ὅτι μὲν ἀντὶ τῆς προγνώσεως εἴρηκε τὴν πρόνοιαν ἄντικρυς δῆλον· ἐπιφέρων γοῦν φησι “προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν.” ἐδέησε δὲ αὐτῷ προοιμίου κατὰ τοῦτο τὸ σύγγραμμα, καίτοι γε οὐ πάνυ τι προ οιμίοις χρωμένῳ, διά τινας ὡς εἰκὸς ἰατροὺς τῶν κατʼ αὐτόν, οἷοι καὶ νῦν εἰσι, τῶν μεθοδικοὺς ἑαυτοὺς ὀνομαζόντων, ἰατροῦ μὲν ἔργον εἶναι φάσκοντας ἤτοι φυλάττειν τὴν οὖσαν ὑγείαν ὡς ἐπὶ τῶν ὑγιαινόντων ἢ ἀναλαμβάνειν τὴν διεφθαρμένην ὡς ἐπὶ τῶν νοσούντων, μάντεως δὲ τὸ προλέγειν τὸ γενησόμενον. [5]
18b 2
ἐπιδείκνυσιν οὖν ὁ Ἱπποκράτης διὰ τοῦ προοιμίου χρήσιμον ἰατρῷ τὸ προγινώσκειν ὑπάρχον, εἰς τρία κεφάλαια τὸν λόγον ἀνάγων, ἓν μὲν ὅτι τοὺς νοσοῦντας εὐπειθεστέρους ἕξει τοῖς ὑφʼ ἑαυτοῦ προσταττομένοις, δεύτερον δὲ ὅτι προειδὼς τὰ συμβησόμενα τοῖς κάμνουσιν ἐκ πολλοῦ πρὸς αὐτὰ παρασκευάσεται καὶ τρίτον ὅτι τοῦ θανάτου τῶν νοσούντων ἀναίτιος ὑποληφθήσεται αὐτός. βούλεται δʼ οὐδὲν ἧττον ὑπάρχειν αὐτῷ τοῦτο, τὸ καὶ τῆς ὑγείας αἰτίῳ νομίζεσθαι. προσσχῶμεν οὖν ἤδη ταῖς ῥήσεσι, διʼ ὧν κατασκευάζει τῶν εἰρημένων κεφαλαίων ἕκαστον. Προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος πιστεύοι τ ’ ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα · ὥστε τολμᾶν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφᾶς ἑαυτοὺς τῷ ἰητρ ῷ . [5]
18b 3
Τὸ πρῶτον τῶν κεφαλαίων ἐν τούτῳ τῷ λόγῳ κατασκευάζει τολμᾶν φάσκων τοὺς ἀνθρώπους ἐπιτρέπειν ἑαυτοὺς τῷ ἰατρῷ διὰ τὴν τῆς προρρήσεως ἐπιτυχίαν· ἕπεται γὰρ ταύτῃ τὸ πιστεύεσθαι γινώσκειν τὸν ἰατρὸν ἀκριβῶς ἅπαντα τῶν νοσούντων τὰ πράγματα, ὁποία τε τούτοις ἐστὶν ἡ κατασκευὴ τοῦ νοσήματος, ὥστε εἶναι τὸ συνεχὲς τῆς ἀποδείξεως ὧδέ πως περαινόμενον· ὁ ἰατρὸς ἐξ ὧν προλέγει πιστεύεται γινώσκειν τὴν φύσιν τοῦ νοσήματος, ὁ πιστευόμενος γινώσκειν τὴν φύσιν τοῦ νοσήματος εὐπειθεστέρους ἔχει τοὺς κάμνοντας, ὁ τοὺς κάμνοντας εὐπειθεστέρους ἔχων μᾶλλον ἰᾶται τὰς νόσους. ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενο c. παραλείπουσιν οἱ ἀσθενοῦντες οὐχ ἃ μηδʼ ὅλως ἐπίστανται, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν γράφουσι, τοὺς ἐν τῷ βάθει τοῦ σώματος τόπους πεπονθότας ἢ τὰς αἰτίας τε καὶ διαθέσεις αὐτῶν, ἀλλὰ τῶν μὲν αἰτίων τὰ προκαταρκτικὰ καλούμενα μόνα, τῶν δὲ περὶ τὸ σῶμα συμπτωμάτων τὰ φαινόμενα. [5]
18b 4
τούτων οὖν ὅσα κατὰ τὴν διήγησιν οἱ κάμνοντες οὐκ εἶπον, ἐὰν ἀκούσωσι παρὰ τῶν ἰατρῶν, εὐλόγως αὐτοὺς θαυμάζουσι. τίνι δὲ μεθόδῳ χρώμενοι τοῦτο πράξομεν, ἐπιδείξω τοῦ λόγου προϊόντος. Οὕτω δὲ καὶ τὴν θεραπείην ἄριστα ἂν ποιοῖτο προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτω ν . ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον · τοῦτο γὰρ καὶ τοῦ προγινώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρεῖσσον ἂν ἦ ν . Τὴν δευτέραν χρείαν ἐνταῦθα διεξέρχεται τῆς προγνώσεως· ἐκ γὰρ τοῦ γινώσκειν ἀκριβῶς τὴν διάθεσιν τοῦ κάμνοντος ἔνια μὲν κωλύσει τῶν εἰωθότων αὐτῇ παθημάτων ἀκολουθεῖν, ἐνίων δὲ κωλύσει τὸ μέγεθος, ἅπασι δὲ κοινῇ καλῶς ἀντιτάξεται προπαρασκευαζόμενος ὥσπερ ἀγαθὸς κυβερνήτης μέλλοντος ἔσεσθαι χειμῶνος. [5]
18b 5
Ἐπεὶ δὲ οἱ ἄνθρωποι ἀποθνῄσκουσιν οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν ὑπὸ ἰσχύος τῶν νούσω ν , οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησα ν , οἱ μὲν ἡμέρην μίην ζήσαντε c , οἱ δὲ ὀλίγῳ πλείονα χρόνον πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νόσημα ἀνταγωνίσασθα ι , γνῶναι οὖν χρὴ τῶν τοιουτέων παθέων τὰς φύσια c , ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτω ν , ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοις ι , καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνει ν . [10]
18b 6
οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴ η . καὶ γὰρ οὓς οἷόν τε περιγενέσθαι ἔτι μᾶλλον ἂν δύναιτο διαφυλάσσειν ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγινώσκων τε καὶ προαγορεύων ἀναίτιος ἂν εἴ η . Ἐν τούτῳ τῷ λόγῳ τὰ προειρημένα δύο κεφάλαια τῆς κατὰ τὴν πρόγνωσιν χρείας ἔτι κατασκευάζει, τὸ δὲ τρίτον αὐτοῖς προσέθηκεν ἀναίτιον εἶναι λέγων τὸν ἰατρόν, ἐὰν τοὺς σωθησομένους τε καὶ τεθνηξομένους προλέγῃ. νεανίσκον γοῦν τις ἰατρὸς ἔναγχος ἀρξάμενον νοτίζεσθαι συγκοπτικῶς ἀγνοήσας εἰς βαλανεῖον εἰσήγαγεν, εἶθʼ ἱδρώτων πολλῶν γενομένων ἐγεγήθει μὲν ὡς ἐστοχασμένος ἀκριβῶς τοῦ καιροῦ, μικρὸν δὲ ὕστερον ἀποθανόντος πρὸς τῶν οἰκείων ὡς αὐτὸς ἀποκτείνας ἐνεκαλεῖτο. ἄχρι μὲν οὖν τοῦδε τὴν ἐξήγησιν ἐποιησάμην τοῦ προοιμίου πλὴν τοῦ κατὰ τὸ θεῖον σημαινομένου διὰ βραχυτάτων, ὅπερ εἶδος ἐξηγήσεως λόγων ἁρμόττει τοῖς πεπαιδευμένοις μὲν τὰ πρῶτα, σπεύδουσι δὲ ἐπὶ τὸ χρήσιμον τοῦ βιβλίου. [10]
18b 7
τοῖς δʼ ἤτοι λέξεως Ἑλληνικῆς ἀήθεσιν ἢ καὶ τοῖς 〈τῆς〉 ἐν λόγοις ἀκολουθίας ἀμαθέσιν ἢ οἳ τῶν χρησιμωτάτων μὲν ἀμελοῦσι, διατρίβουσι δὲ καὶ νῦν ἑκόντες ἐν τοῖς σοφιστικωτέροις τῶν λόγων, ἕτερος ἴδιος ἐξηγήσεών ἐστι τρόπος ὁ διὰ μακροτέρου περαινόμενος, ὃν ὑπερβαίνειν ὅλον ἔξεστι τοῖς ἐπὶ τὸ χρήσιμον σπεύδουσιν ἐπειλίξασι τὸ μεταξὺ τοῦ βιβλίου, μέχριπερ ἂν ἐπʼ ἐκείνην ἀφίκωνται τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· “σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖσιν ὀξέσι νοσήμασι.” τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύει ν. οὐ κατὰ τὸ κοινὸν ἔθος τῶν Ἑλλήνων ὁ Ἱπποκράτης δοκεῖ κεχρῆσθαι τῷ τῆς προνοίας ὀνόματι. τὴν γὰρ φροντίδα καὶ τὴν ἐπιμέλειαν οὕτως ὀνομάζουσιν, ὥσπερ ἀμέλει καὶ ὁ Εὐριπίδης ἐδήλωσεν εἰπών· ἡ δὲ καὶ θνῄσκουςʼ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν. [15]
18b 8
καὶ μὲν δὴ καὶ τὸ ʼπρονοεῖσθαιʼ ῥῆμα κατὰ πάσας τὰς ἐγκλίσεις ἄπειρον τῷ πλήθει παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ τοῦ φροντίζειν τινὸς ἢ προπαρασκευάζειν ἀεὶ τὸ συμφέρον λεγόμενον, ἀλλὰ καὶ τὸ ʼπρονοίᾳʼ τὸν κόσμον διοικεῖσθαι, τοῦτο δὴ τὸ πολυθρύλητον πρόβλημα, ταὐτὸν ἐνδείκνυται σημαινόμενον. ὁ δέ γε Ἱπποκράτης οὐχ οὕτως, ἀλλά γε ἀντὶ τῆς προγνώσεως εἶπε τὴν πρόνοιαν, ἐμοὶ δοκεῖν οὐχ ἁπλῶς, ἀλλʼ ἀπό τινος κοινοῦ σημαινομένου κατʼ ἀμφοτέρας τὰς προσηγορίας· ἀπὸ γάρ τοι τοῦ νοῆσαι τὰ πράγματα πρὶν ἔσεσθαι τό τε προνοῆσαι ῥῆμα παρʼ Ὁμήρῳ καὶ τὸ τῆς προνοίας ὄνομα παρὰ τούτῳ γέγονεν, ἀπʼ αὐτοῦ δὲ τούτου καὶ τὸ προγνῶναι καὶ ἡ πρόγνωσις. ὅσα μὲν οὖν αἰσθητά ἐστι φύσει, τῷ λογισμῷ δʼ αὐτὰ θηρεύομεν πρὸ τοῦ θεάσασθαι, προνοεῖν ταῦτα δεόντως ἂν εἴποιμεν, ἐνδεικνύμενοι διὰ τοῦ ῥήματος τὸ πρὶν ἔσεσθαι νοεῖν. [10]
18b 9
διὰ τοῦτο καὶ τῶν πραχθέντων τὰ μὲν ἐξαίφνης ἀκούσια καὶ ἀπρονόητα, τὰ δὲ ἐκ τοῦ προβουλεύεσθαι ʼμετὰ προνοίαςʼ λέγουσι πεπρᾶχθαι. τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρὰ τῷ Σόλων ι· “δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φάρμακον ἐάν τις ἀποκτείνῃ δούς.” καὶ μέντοι καὶ παρὰ τοῖς ῥήτορσι τοῖς παλαιοῖς παμπόλλη χρῆσίς ἐστι τῶν τοιούτων ὀνομάτων τε καὶ ῥημάτων, ἐν οἷς τὰ κατὰ πρόνοιαν ἀντιδιαιροῦνται τοῖς ἄνευ τοῦ προβουλεύσασθαι γινομένοις, οἷον, ἄκων εἴ τις ἐπήρωσεν ἢ εἰ θυμωθεὶς ἐπάταξεν, οὐκ ἐκ προνοίας τὰ τοιαῦτα γεγονέναι φασίν, εἰ δὲ προβουλευσάμενος ἐκ πολλοῦ καὶ προδιασκεψάμενος ὅπως πραχθείη τοὖργον ἐποίησεν, ἐκ προνοίας ἤδη τοῦτο πεπρᾶχθαι λέγουσι. κοινὸν οὖν τοῦτο σημαίνεται παρὰ τοῖς Ἕλλησιν ἐκ τοῦ τῆς προνοίας ὀνόματος ἀγαθῶν τε καὶ κα κῶν ἔργων, οὐχ ὡς ἔνιοι νομίζουσιν ἐπὶ τῶν ἀγαθῶν μόνων εἴωθε λέγεσθαι. [10]
18b 10
καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρόβλημα, πότερον τύχῃ τινὶ τὰ κατὰ τὸν κόσμον διοικεῖται ἢ προνοίᾳ, κατὰ τὸ κοινὸν εἴρηται σημαινόμενον, ὡς δῆλον ἐκ τῆς πρὸς τὴν τύχην ἀντιθέσεως· ἔνιοι δὲ οὐ τὴν τύχην, ἀλλὰ τὸ αὐτόματον ἀντιδιαιροῦνται τῇ προνοίᾳ ταὐτὸν σημαίνοντες ἑκατέρᾳ τῇ προσηγορίᾳ· καὶ μέντοι καὶ λέγεται πολλάκις ὑπὸ τῶν φιλοσόφων ὁ κόσμος διοικεῖσθαι τῇ τοῦ βελτίονος προνοίᾳ προστιθέντων αὐτῶν καὶ ʼτῇ τοῦ βελτίστουʼ, διότι τὸ τῆς προνοίας ὄνομα κοινὸν ἐπίστανται χείρονός τε καὶ βελτίονος. καί μοι δοκεῖ ἡ ἀντιθέτως λεγομένη τῇ τύχῃ πρόνοια μὴ εἰρῆ σθαι κατὰ τὸ κοινὸν σημαινόμενον· ἡ γὰρ οὕτως λεγομένη πρόνοια τῶν ἀγαθῶν λέγεται μόνων, ἡ δὲ τῶν πάντων πρόνοια οὐκ ἔστι κακῶν ἔργων. [5]
18b 11
εἴπερ οὖν ἡ πρόνοια κατὰ τοῦτο τὸ κοινὸν εἴρηται, δῆλον ὡς ἀπὸ τοῦ πρὶν ἔσεσθαι νοεῖν ὠνόμασται. τὴν αὐτὴν δὲ καὶ τὸ τῆς προγνώσεως ὄνομα γένεσιν ἔσχηκεν· ὅσα γὰρ αἰσθητὰ κατὰ τὴν ἑαυτῶν ὑπάρχοντα φύσιν ἔκ τινων σημείων ἀνευρίσκομεν, εἰκότως διὰ τούτων προνοεῖν αὐτὰ φαμέν, ὡς εἰ καὶ πρὸ τοῦ θεάσασθαι νοεῖν ἔφαμεν. καὶ διὰ τοῦτο τῶν κατὰ τοὺς τρεῖς χρόνους ἡ πρόγνωσίς ἐστιν, οὐ μόνων τῶν κατὰ τὸν μέλλοντα. μάντις δὲ οὐδὲν ἧττόν ἐστι θαυμαστὸς ὃς ὡς ὄντα τὰ προγεγονότα λέγει μὴ θεασάμενος τοῦ τὰ μέλλοντα γενήσεσθαι λέγοντος. οὕτω δὲ καὶ ὁ τὰ νῦν πραττόμενα πρὶν θεάσασθαι λέγων οὐδὲν ἧττον ἐκείνων ἀγαθός ἐστι μάντις. τοῦτο οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο λέγων· “προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι.” τῆς αὐτῆς μὲν οὖν τέχνης ἐστὶ καὶ τὸ τὰ προγεγονότα μὴ θεασάμενον εἰπεῖν ὡς ἐγένετο καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα ἔσεσθαι, τῇ χρείᾳ δʼ ἀλλήλων πάμπολυ διαφέρει· τῶν μὲν γὰρ ἔσεσθαι μελλόντων ἡ πρόγνωσις χρησιμωτάτη, τῶν δʼ ἤδη γεγονότων ἄχρηστος μὲν εἰς τὰ ἄλλα, μόνῳ δὲ τῷ δεῖξαι βουλομένῳ τὴν ἑαυτοῦ τέχνην ἰατρῷ χρησίμη τετύχηκεν οὖσα. ταῦτα μὲν οὖν εἰ καὶ μὴ τῆς ἰα τρικῆς ἐστι τέχνης ἴδια, τῆς γοῦν ἐξηγήσεώς ἐστιν οἰκεῖα τὰ σημαινόμενα τῶν ἐν τοῖς συγγράμμασιν ὀνομάτων ἐξαπλούσης. [20]
18b 12
ἐκ περιττοῦ δὲ ὡς πρὸς τὴν ἐξήγησιν καὶ πρὸς ἄλλο τι χρήσιμά ἐστιν, ὅσα λέγουσιν ἔνιοι τῶν ἐξηγητῶν εἰς τὸ τοῦ συγγραφέως ἦθος, ὥσπερ κἀνταῦθα τὸ μέτριον ἐπαινοῦντες ἐν τῷ φάναι· “δοκέει μοι ἄριστον εἶναι”. δυνατὸν γὰρ αὐτῷ φασιν εἰρηκέναι· ʼτὸν ἰητρὸν ἄριστόν ἐστι πρόνοιαν ἐπιτηδεύεινʼ· ὁ δὲ κἀνταῦθα τὸ “δοκέει μοι” προσέθηκε καίτοι μέλλων ἀποδείξεις γράφειν τῆς ἀποφάσεως. ἃ δʼ οἱ περὶ τὸν Ἡρόφιλον εἰρήκασιν διορίζοντες τὴν πρόγνωσιν τῆς προρρήσεως οὐ μόνον ἄχρηστά ἐστιν ἢ ἀνοίκεια τὰ σημαινόμενα, ἀλλὰ καὶ σοφιστικὰ καὶ ψευδῆ. καίτοι δοκοῦσί γε διαφορὰς πραγμάτων διδάσκειν, οὐ σημαινόμενα νομοθετεῖν, ἁμαρτάνοντες ἐν αὐτῷ τούτῳ πρῶτον, ὅτι ἀγνοοῦσι περὶ σημαινομένων ποιούμενοι τὸν λόγον, οὐ περὶ πραγμάτων φύσεως ἰατρικῇ χρησίμων. ἡ γάρ τοι γνῶσις ἡ κατὰ τὸ τῆς προγνώσεως ὄνομα περιεχομένη λέγεται μὲν ὡς τὰ πολλὰ κατὰ τὸ βέβαιον, ἔστι δʼ ὅτε μήν, εἰ καὶ λείπει τι πρὸς τὸ βεβαιότατον αὐτῇ, καὶ τόθʼ ὡσαύτως ὀνομάζεται. [15]
18b 13
διόπερ ἐνίοτε καὶ μετὰ προσθήκης λέγουσιν οἱ διηγούμενοι τὰ κατʼ αὐτήν, ἔστιν ὅτε μὲν ἀκριβῆ γνῶσιν, ἐνίοτε δὲ ἀσφαλῆ καί ποτε βεβαίαν ἢ καὶ διηνεκῆ προσαγορεύοντες, ἐξ αὐτῆς τῆς προσθήκης ἐνδεικνύμενοι τὸ μὴ σημαίνεσθαι τὸ βέβαιον ἀεὶ πρὸς τοῦ τῆς γνώσεως ὀνόματος. οὕτως οὖν καὶ ἡ πρόγνωσίς ἐστιν διττή, βεβαία μέν, ὅτι μετὰ τὸν χειμῶνα γενήσεται τὸ ἔαρ, εἶθʼ ἑξῆς θέρος, εἶτα φθινόπωρον, οὐ βεβαία δέ, ἐν οἷς ὁ Ἄρατος ἔγραψεν ἐπὶ τῆς σελήνης· εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, δεῖ δέχθαι βορέω, ὅτε δʼ ὑπτιάῃσι, νότοιο· ὡς τὸ πολὺ μὲν γὰρ οὕτως ἀποβαίνειν τετήρηται, γίνεταί γε μὴν ἔστιν ὅτε καὶ οὐχ οὕτως. οἱ δὲ περὶ τὸν Ἡρόφιλον ἡγοῦνται τὴν μὲν πρόγνωσιν τὸ βέβαιον ἔχειν, τὴν πρόρρησιν δὲ οὐκέτι· πολλὰ γὰρ τῶν προρρηθέντων οὐ γίνεσθαί φασιν, ὥσπερ δυναμένου τινὸς προειπεῖν ἄνευ τοῦ προγνῶ ναι. [15]
18b 14
ἢ ἄλλο τι τὸ διὰ τῆς φωνῆς ἑρμηνευόμενον, ὅτι μὴ τὸ κατὰ τὴν ψυχὴν γινωσκόμενον; εἰ δʼ οὐ γινωσκόμενον ἐθέλοιεν ὀνομάζειν αὐτό, πάντως γε δοξαζόμενον ἐροῦσιν, ὡς προηγήσασθαι κατὰ τὴν ψυχὴν τοῦ προλέγοντος εἰ καὶ μὴ πρόγνωσιν, ἀλλὰ προδόξασιν. οὐ μὴν ὀνομάζουσί γε προδόξασιν οἱ Ἕλληνε c, ὥσπερ οὐδʼ οἱ περὶ τὸν Ἡρόφιλον αὐτοί, καίτοι πλεῖστα βαρβαρίζοντες. ἢ γοῦν νομοθετείτωσαν λέγεσθαι προδόξασιν ἕτερόν τι τῆς προγνώσεως ἅμα τῷ καὶ τοὺς ἀνθρώπους πεῖσαι παραδέξασθαι τὴν νομοθεσίαν αὐτῶν ἢ τοῦτο πρᾶξαι μὴ δυνάμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὡς εἴθισται νοείτωσαν. εἴθισται δὲ καὶ τὴν ὡς τὸ πολὺ περὶ τῶν μελλόντων ἔσεσθαι ἐλπίδα καὶ τὴν ἀσφαλῆ καλεῖσθαι πρόγνωσιν. ἀγαθῶν δὲ ἰατρῶν ἐστιν ἔργον οὐ τὰ τοιαῦτα ζητεῖν, ἀλλʼ ὅπως ἂν ὁ προλέγων τὰ συμβησόμενα τοῖς κάμνουσι πλειστάκις μὲν ἐπιτυγχάνῃ, ὀλιγάκις δὲ ἀποτυγχάνῃ. φωνὴ μὲν γὰρ μία ἐστὶν ἡ ὡς ἐπὶ τὸ πολύ, παμπόλλη δὲ τοῖς πράγμασιν ὑπάρχει διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. [10]
18b 15
εἰ γοῦν τις ἐν εἴκοσι προρρήσεσιν ἅπαξ ἀποτύχοι, τοῦ μὲν διηνεκοῦς ἀφήμαρτεν, ἀμείνων δέ ἐστι τοῦ δὶς ἀποτυχόντος κἀκεῖνος τοῦ τρὶς ὥσπερ γε πάλιν ἐκεῖνος τοῦ τετράκις· καίτοι γε πάντες κοινὸν ἐσχήκασι τὸ τυχεῖν ὡς τὸ πολύ. τὰς μὲν δὴ τοιαύτας διδασκαλίας ἐξ ὧν ἄν τις ὁρμώμενος ἑτέρου μᾶλλον ἐπιτυγχάνοι προσίεσθαι δεῖ, τὰς δʼ ἐν τοῖς σημαινομένοις περιεργείας ἀποτρέπεσθαί τε καὶ φεύγειν, ἃς Πρόδικος ὁ τηλικοῦτος σοφιστὴς ἀσπαζόμενος ἐπαχθὴς τοῖς πεπαιδευμένοις ἐγίνετο καὶ ἐσκώπτετο συνεχῶς ὑπὸ τοῦ παρὰ τῷ Πλάτωνι Σωκράτους, καίτοι γε τἄλλα ἐπαινούμενος. ἴσως δὲ κακῶς ἐποίησα τὴν ἀρχὴν μνημονεύσας τῶν περὶ τὸν Ἡρόφιλο ν· ἄμεινον γάρ ἐστιν δηλοῦν τἀληθῆ ὅτι τάχιστα τοῖς σπεύδουσιν ἐπὶ τὰ τῆς τέχνης ἔργα καὶ μὴ κατατρίβειν αὐτοὺς διττῶς, ἑνὶ μὲν χρόνῳ διδάσκοντα τοὺς λήρους τῶν σοφιστῶν, ἑτέρῳ δʼ ἐξελέγχοντα. κάλλιον οὖν μοι δοκεῖ διὰ τῶνδε τῶν ὑπομνημάτων αὐτὰ τὰ χρήσιμα μόνα διεξελθεῖν, ἐξετάσαι δὲ αὖθις ἐπὶ σχολῆς πλείονος ἐν ἑτέρᾳ πραγματείᾳ καὶ διασκέψασθαι περὶ τῶν ὑπὸ Ἡροφίλου πρὸς τὸ Προγνωστικὸν Ἱπποκράτους ἀντειρημένων. [10]
18b 16
ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος πιστεύοι τ ’ ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματ α. ἔδει τοὺς ἐξηγεῖσθαί τι τῶν τοιούτων ἐπιχειροῦντας ἔργῳ πρότερον ἐπιδειξαμένους αὑτοὺς τολμᾶν οὕτως γράφειν. ἕτοιμον μὲν γὰρ ὃ βούλεταί τις γράψαι, δύσκολον δὲ δεῖξαι τοιαύτην θεωρίαν, ἐξ ἧς ἐπιτεύξεται πολλὰ παρὰ τοῖς κάμνουσι λέγων οὐ τῶν μελλόντων ἔσεσθαι μόνον, ἀλλὰ καὶ τῶν προγεγονότων, οἷς αὐτὸς οὐ παρεγένετο, καὶ τῶν νῦν ὄντων περὶ τοὺς κάμνοντας, ἃ μήτε ἤκουσε παρʼ αὐτῶν μηδέπω μήτʼ εἶδεν αὐτός, ὥσπερ καὶ ἡμεῖς, ἐν οἷς ἐροῦμεν, εἰκότως ἂν εἴημεν πιστοὶ τοῖς ἔργοις αὐτοῖς προεπιδεδειγμένοι τὸ τῆς θεωρίας ἀληθές. ὅπως δὲ μὴ δὶς ἀναγκαζοίμην περὶ τῶν αὐτῶν γράφειν ἔν τε τῇ τοῦ προοιμίου νῦν ἐξηγήσει καὶ μετὰ ταῦτα ἐν τῇ τῶν κατὰ μέρος, ἄμεινον εἶναί μοι δοκεῖ φυλάττειν ἅπαντα τὰ τοιαῦτα ταῖς μελλούσαις ἡμῖν γενήσεσθαι τῶν κατὰ τόδε τὸ βιβλίον ἰατρικῶν ῥήσεων ἐξηγήσεσι, καὶ μάλισθʼ ὅτι μηδʼ ἐποίησέ τις αὐτὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναγκαιότατον ὑπάρχον. [5]
18b 17
ὃ γὰρ ἀξιοῖ τὸν ἰατρὸν ἀσκεῖν ὁ Ἱπποκράτη c, ὅσον ἐπὶ τούτοις, παραλέλοιπε μὴ δείξας ὅπως ἐχρῆν τῶν προγεγονότων μὲν ἢ παρόντων, οὐκ ἐγνωσμένων δὲ διʼ αἰσθήσεως ἡμῖν τὴν πρόγνωσιν ποιεῖσθαι. ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοις ι , καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνει ν. τί ποτέ ἐστι τὸ θεῖον, οὗ κελεύει τὴν πρόγνωσιν ποιεῖσθαι, διαπεφώνηται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἔνιοι μὲν γὰρ οἴονται καὶ διὰ θεῶν τινα ὀργὴν γίνεσθαι τοῖς ἀνθρώποις νοσήματα καὶ λέγουσί γε μαρτυρίαν τῆς δόξης ταύτης παρὰ τῶν γραψάντων τὰς καλουμένας ἱστορίας ἄνευ λόγου, μηδὲν ἐπιδεικνύντες, εἰ τῆς δόξης ταύτης μετεῖχεν ὁ Ἱπποκράτη c, ὅπερ ἦν ἔργον ἀγαθῶν ἐξηγητῶν· οὐ γὰρ ἁπλῶς πρόκειται λέγειν ἐν ταῖς ἐξηγήσεσιν, ὅτιπερ ἂν ἡμῖν ἀλη θὲς εἶναι δοκῇ, ἀλλὰ τὸ κατὰ τὴν τοῦ συγγραφέως γνώμην, κἂν ψευδὲς ᾖ. [15]
18b 18
φαίνεται γοῦν ὁ Ἱπποκράτης οὐδὲ καθʼ ἓν τῶν ἑαυτοῦ συγγραμμάτων εἰς θεούς ποτε ἀναφέρων αἰτίαν νοσήματος, ὅς γε καὶ τοὺς βλητοὺς καλουμένους, οὓς ἀπό τινος 〈ὁμοιότητος〉 ὁρμηθέντες οὕτως ὠνόμασαν οἱ παλαιοί, διῆλθεν ἐν τῷ Περὶ διαίτης ὀξέων. τοῦτο μὲν οὖν τὸ σύγγραμμα τῶν ὁμολογουμένων γνησίων ἐστίν. ἐν δὲ τῷ Περὶ ἱερῆς νόσου καὶ πλείω γέγραπται πρὸς ἔλεγχον τῶν οἰομένων ὑπὸ θεῶν γίνεσθαι νοσήματα. μήτε οὖν τὴν ἐπιληψίαν οἰώμεθα θεῖον εἶναι νόσημα μήτε τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν, ὡς Ἐρασίστρατος ἐφώρασε διʼ ἔρωτα τὸν τοῦ βασιλέως ἀρρωστοῦντα υἱόν, θεῖον δὲ οὐκ ἐδίδαξαν οὔθʼ ὑπὸ Ἐρασιστράτου καλούμενον οὔθʼ ὑπὸ Ἱπποκράτους οὔθʼ ὑπὸ ἄλλου τινὸς ἰατροῦ τὸν ἔρωτα. τοὺς δʼ ἤτοι καταλεπτυνομένους ἢ ἀχροοῦντας ἢ ἀγρυπνοῦντας ἢ καὶ πυρέξαντας ἐπὶ προφάσεσιν ἐρωτικαῖς ἐν ἐκείνῳ τοῦ λόγου τῷ κεφαλαίῳ περιλαμβάνουσιν οἱ παλαιοί, καθὸ περὶ τῶν προκαταρχόντων αἰτίων διεξέρχονται. [15]
18b 19
πλειόνων γὰρ ὄντων ἐν τούτοις γενῶν ἓν ἐξ αὐτῶν ἐστιν καὶ ἡ λύπη. λυποῦνται δὲ οἱ μὲν ἀποθανόντων τέκνων ἢ οἰκείων ἢ συγγενῶν ἢ φίλων, οἱ δὲ προσδοκῶντες ἑαυτοὺς ἢ μόνους παθεῖν ἢ καὶ τὴν πατρίδα πᾶσαν ἀνάστατον ἔσεσθαι· λυποῦνται δὲ καὶ οἱ φιλοχρήματοι χρημάτων στερούμενοι καὶ οἱ φιλότιμοι τιμῆς καὶ τῶν ἄλλων ὡς ἕκαστος. ἐκ τούτων οὖν εἰσι καὶ οἱ διʼ ἔρωτα λυπούμενοι θεῖον οὐδὲν πεπονθότες, ἀλλʼ ἀνθρώπινον πάθος, εἰ μὴ ἄρα τις οὕτως πείθεται τοῖς μυθολογουμένοις, ὡς νομίζειν ὑπὸ δαίμονός τινος μικροῦ καὶ νεογενοῦς λαμπάδας ἔχοντος καιομένας εἰς τοῦτο ἄγεσθαι τὸ πάθος ἐνίους τῶν ἀνθρώπων. ὁ δὲ τὸ τῶν κρισίμων γένος ἡμερῶν εἰπὼν εἶναι θεῖον ἑαυτοῦ τι πάθος ὡμολόγησεν, οὐ μὴν Ἱπποκράτους γε τὴν γνώμην ἔδειξεν· οὔτε γὰρ ἁπλῶς ὅσα τὰς αἰτίας ἀγνώστους ἢ παραλόγους ἔχει, θεῖα προσαγορεύομεν, ἀλλʼ εἴπερ ἄρα, θαυμαστὰ μόνον, οὔθʼ Ἱπποκράτης ἠγνόει τὰς αἰτίας τῶν κρινουσῶν ἡμερῶν, ὡς ἐν τοῖς Περὶ κρισίμων ἡμερῶν ὑφʼ ἡμῶν ἐπιδέδεικται. [10]
18b 20
ὅπερ οὖν εἶπον ἔμπροσθεν, ὡς οὐ χρὴ μνημονεύειν ἐν τοῖσδε τοῖς ὑπομνήμασι τῶν μοχθηρῶς εἰρημένων ἁπάντων, ἀλλʼ ὅσα πιθανοῦ τινος ἔχεται (διὸ καὶ τὰ κακῶς ὑπὸ Ἡροφίλου γεγραμμένα πρὸς τὰς Ἱπποκράτους προγνώσεις ἀνεβαλλόμην ἐπισκέψασθαι), τοῦτο καὶ νῦν καὶ καθʼ ὅλον τὸν ἐφεξῆς λόγον αὐτός τε ποιήσω καὶ τοὺς ἐντυγχάνοντας ἀξιώσω πράττειν, ὡς μὴ μέμφεσθαί μοι παραλείποντι πολλὰ τῶν τοῖς ἐξηγηταῖς εἰρημένων μοχθηρῶς. εἰ δὲ ἐπιμελῶς ἀναγνώσονται τὰ πρὸς ἡμῶν εἰρημένα, δυνήσονται καὶ καθʼ ἑαυτοὺς ἐκεῖνα δοκιμάζειν. ἐάσαντες οὖν ἤδη τοὺς ληρήσαντας ὑπὲρ τοῦ θείου πειραθῶμεν αὐτοὶ κατὰ τὴν Ἱπποκράτους γνώμην εὑρεῖν τὸ λεγόμενον. ὅτι μὲν οὖν ἕν τι τῶν κατὰ τὴν ἰατρικὴν τέχνην εἶναι χρὴ τὸ θεῖον τοῦτο καὶ μὴ μόνον ἐπῃνῆσθαι τὴν γνῶσιν αὐτοῦ πρὸς Ἱπποκράτου c, ἀλλὰ καὶ δεδεῖχθαι, πρόδηλον παντί. ληρώδης γὰρ ἂν εἴη συγγραφεὺς ἐπαινῶν πράγματος γνῶσιν, οὗ μηδʼ ὅλως ἐδίδαξεν· ὥστε τῶν ὑφʼ Ἱπποκράτους γεγραμμένων ἕν τι καὶ τὴν τοῦ θείου πρόγνωσιν εἶναι χρή. [15]
18b 21
λέγωμεν οὖν ἤδη θαρροῦντες οὐκ ἄλλο τι τοῦτʼ εἶναι παρὰ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κατάστασιν, ὑπὲρ ἧς ἐν Ἀφορισμοῖς οὕτως ἔγραψεν· “ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ καὶ τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.” ταῦτα καὶ τὰ τούτοις ἐφεξῆς γεγραμμένα προγνώσεις εἰσὶ τῶν ἐκ τῆς τοῦ περιέχοντος αἰτίας ἐν ἡμῖν γινομένων, ὑπὲρ ὧν ἐν μὲν τοῖς Ἀφορισμοῖς ἐν κεφαλαίοις βραχέσιν ἐδίδαξεν, ἐν δὲ τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις ἐπὶ πλεῖστον διῆλθεν, ἐν μέντοι τῷ Προγνωστικῷ τῷδε παρέλιπε καίτοι ταύτης τῆς θεωρίας ὄντα. βέλτιον οὖν ἦν ἐζητηκέναι τὴν αἰτίαν τοῦ παραλιπεῖν τὸ θεῖον λέγειν τοῦ ψευδῶς ἐξηγεῖσθαι. δοκεῖ δέ μοι διὰ τὸ μέγεθος τῆς πραγματείας μὴ προσθεῖναι τῷδε τῷ βιβλίῳ τὴν περὶ τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν. συντελέσας γοῦν αὐτὸ κατὰ τὴν τελευτὴν ἔγραψε ταυτί· “χρὴ δὲ καὶ τὰς φορὰς τῶν νοσημάτων ἀεὶ τῶν ἐπιδημεόν των ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρης τὴν κατάστασιν. [15]
18b 22
” ὅτι μὲν οὖν χρὴ γινώσκειν τὸν ἰατρόν, εἴπερ τι καὶ ἄλλο τῶν εἰς τὰς προγνώσεις διαφερόντων, οὕτως καὶ τὸ περὶ τῆς τῶν ἐπιδημίων νοσημάτων γενέσεως ἐδήλωσεν, ἰδίαν δὲ αὐτοῖς ἀνέθηκε διδασκαλίαν, ἐν Ἀφορισμοῖς μέν, ὡς εἴρηται, διὰ βραχέων κεφαλαίων διδάξας, ἐν δὲ τοῖς τῶν Ἐπιδημιῶν ἐπὶ πλέον ἐξεργασάμενος· ὅθεν εἰκότως ἔνιοι τῶν ἐξηγητῶν ἐφεξῆς τῷδε τῷ βιβλίῳ τὰ τῶν Ἐπιδημιῶν ἐξηγήσαντο· καὶ ἡμεῖς οὕτως ποιήσομεν. Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμας ι · πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντο c , εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντω ν , μάλιστα δὲ εἰ αὐτὸ ἑωυτέῳ · οὕτως γὰρ ἂν εἴη ἄριστο ν . τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατο ν . Ὅτι μὲν οὖν ὁ λόγος αὐτῷ περὶ τῶν ὀξέων νοσημάτων ἐν τούτῳ τῷ βιβλίῳ γεγένηται, σαφῶς ἐδήλωσεν. [14]
18b 23
ἄρχεται δὲ τῆς διδασκαλίας ἀπὸ τῶν κατὰ τὸ πρόσωπον σημείων ὡς ἂν πρώτων τε φαινομένων καὶ μεγάλην ἐχόντων δύναμιν. ὅτι μὲν οὖν πρῶτα φαίνεται ταῦτα, πρόδηλον παντί· ὅτι δὲ καὶ μεγάλην ἔχει δύναμιν εἰς πρόγνωσιν, ἐφεξῆς μαθήσῃ. πρῶτον δʼ ἀναμνήσθητί μοι τοῦ κοινοῦ τῆς τέχνης ὅλης αὐτοῦ προοιμίου γραφέντος ἐν τῷ Κατʼ ἰητρεῖον· “ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων.” οὐ γὰρ αἱ προγνώσεις μόνον, ἀλλὰ καὶ αἱ τῶν ποιητέων ἐνδείξεις ἀπὸ τούτων ἄρχονται. περὶ μὲν οὖν τῶν ποιητέων ἐν τοῖς τῆς Θεραπευτικῆς μεθόδου εἴρηται γράμμασι, περὶ δὲ τῶν προγνώσεων ἐνταυθοῖ σκόπει πάλιν ἀναμνησθείς, ὡς οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ νῦν ὄντα κατὰ τὸ σῶμα διά τινων σημείων εὑρίσκειν ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἔστιν. [10]
18b 24
ἀλλὰ τήν γε τῶν ἐνεστώτων γνῶσιν ἰδίᾳ προσηγορίᾳ καλεῖν εἰθίσμεθα διάγνωσιν. ἐπισκέπτεσθαι δὲ κελεύει τὸ πρόσωπον τοῦ νοσοῦντος ἐξ ἀρχῆς, εἰ ὅμοιον ἢ ἀνόμοιόν ἐστι τῷ τῶν ὑγιαινόντων, ἔτι δὲ μᾶλλον, εἰ αὐτὸ ἑαυτῷ. καὶ γὰρ καὶ τοῦτο τὸ σημεῖον τῶν Ἱπποκράτους δογμάτων ἐστίν, ὡς μὴ μόνον ἀπὸ τῆς κοινῆς φύσεως ἁπάντων, ἀλλὰ καὶ τῆς ἰδίας ἑκάστου σκέπτεσθαι πάντα τὰ κατὰ τὴν τέχνην. καὶ γὰρ ὁπότε παραβάλλειν ἠξίου τὰ πεπονθότα μόρια τοῖς ὑγιαίνουσι, συνεβούλευε ʼμὴ τὰ ἀλλότρια καθορᾶν, ἀλλὰ τὰ τοῦ πεπονθότος αὐτοῦʼ. ἄριστον μὲν οὖν ἐστι πρόσωπον ἀνθρώπου κάμνοντος, ὅταν ὁμοιότατον ἑαυτῷ διαμένῃ, χαλεπώτατον δέ, ὅταν ἐναντιώτατον γένηται. τὰ δὲ ἐν τῷ μεταξὺ τοῦ ἀρίστου τε καὶ χειρίστου οἷα, σὸν ἔργον ἤδη σκοπεῖσθαι, τῶν ἄκρων ἀφωρισμένων· τὰ μὲν γὰρ ἐγγυτέρω τοῦ ἀρίστου βελτίω, τὰ δὲ ἐγγυτέρω τοῦ χειρίστου χείρω, μέσα δὲ ἀμφοῖν ἐστι τὰ μηδετέρου πλέον ἀφιστάμενα. τὸ μὲν οὖν ἄριστον πρόσωπον ἑνὶ κεφαλαίῳ περιλαβὼν ἐδήλωσε (τὸ γὰρ ὁμοιότατον τῷ κατὰ φύσιν ἄριστον), τὸ δὲ ἐναντιώτατον ὡς ἂν οὐδὲ σύντροφον ἡμῖν ὑπάρχον οὐδὲ προγινωσκόμενον αὐτὸς ἐκ τῶν κατὰ μέρος ἐδίδαξε γνωρισμάτων, ὧν ἕκαστον ἰδίᾳ προχειριοῦμαι διὰ τῶν ἐφεξῆς γεγραμμένων. [15]
18b 25
Ῥὶς ὀξεῖ α . Τῶν κακῶν σημείων ἕν τι τοῦτο πρῶτον ἔγραψε, τὴν ὀξεῖαν ῥῖν α· χρὴ δὲ ὡς πρὸς τὴν κατὰ φύσιν ἑκάστου παραβάλλοντα, καθότι προείρηται, σκοπεῖσθαι· τοῦ τε γὰρ σιμοῦ φύσει φανεῖται πάντως ἡ ῥὶς ἑαυτῆς ὀξυτέρα, καθάπερ καὶ τοῦ γρυποῦ καὶ δηλονότι καὶ τοῦ τὴν εὐθεῖαν ἔχοντος. ἀλλὰ χρή σε μεμνημένον, εἰς ὅσον ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἰδέας, εἰς τοσοῦτον μοχθηρὰν αὐτὴν εἶναι νομίζειν. ὀξυνομένη δὲ ἡ ῥὶς ἐναργῶς ὁρᾶται καὶ τοῖς ἐν χρονίᾳ νόσῳ καταλεπτυνθεῖσι καὶ τοῖς ὑπὸ καμάτου τεταλαιπωρημέ νοις ἢ ὁπωσοῦν ἐκλυομένοις ἢ λειποψυχοῦσι καὶ δὴ καὶ τοῖς τεθνεῶσιν ἅπασιν, ὥστε εἰκότως ἄν τις ἐπιλογίσαιτο τῷ κοινῷ πάντων ἀνθρώπων χρώμενος λόγῳ, μοχθηρὸν εἶναι τὸ σημεῖον ἐν κακῇ διαθέσει γινόμενον. [10]
18b 26
ἥτις δέ ἐστιν ἡ διάθεσις αὕτη, καθʼ ἣν ἡ ῥὶς ὀξύνεται, δογματικῆς ἤδη θεωρίας ἔργον ἀναλογισμῷ μόνῳ φωραθῆναι δυναμένης. ἀλλὰ πρῶτον ἐπιλογιστικῶς ὑπὲρ ἑκάστου τῶν εἰρημένων σημείων σκεψώμεθα· πολὺ γὰρ ἄμεινόν ἐστι διὰ συμφωνουμένου καὶ κοινοῦ πάντων ἀνθρώπων λόγου ποιήσασθαι τὴν πρώτην διδασκαλίαν ἤπερ εὐθέως ἐπὶ τὸν ἀναλογισμὸν ἔρχεσθαι. Ὀφθαλμοὶ κοῖλο ι , κρόταφοι συμπεπτωκότε c , ὦτα ψυχρὰ καὶ συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτετα μένον καὶ καρφαλέον ἐὸν καὶ τὸ χρῶμα τοῦ σύμπαντος προσώπου χλωρὸν ἢ καὶ μέλαν ἐό ν . [10]
18b 27
Καὶ ταῦτα πάντα τὰ σημεῖα περὶ τὸ πρόσωπον γίνεται κατά τε τὰς χρονίας νόσους καὶ τοὺς καμάτους καὶ τὰς λειποψυχίας καὶ πολὺ μᾶλλον ἔτι κατὰ τοὺς θανάτους. εὐεπιλόγιστον οὖν ἐστι τὰ ἀνόμοια τοῖς κατὰ φύσιν κακοῦ τινος εἶναι δηλωτικά, κειμένου γε τοῦ κατʼ ἀρχὰς εὐθέως ὁμολογουμένου, ὡς τὰ μὲν ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλέθρια, τὰ δὲ ὅμοια σωτηρίας ἐστὶ σημεῖα. ταῦτα μὲν οὖν ἐπιλογιστικῶς ἡμῖν ὑπὲρ αὐτῶν εἰρήσθω. σκεψώμεθα δʼ ἀκριβῶς ὑπὲρ ὅλης αὐτῶν τῆς φύσεως. γίνονται τοίνυν αἱ τοιαῦται διαθέσεις ἤτοι διά τινα αἰτίαν συντήκουσάν τε καὶ διαφθείρουσαν τὰ σαρκώδη μόρια τῶν ζῴων ἢ διʼ ἀρρωστίαν τῆς ἐμφύτου θερμασίας, μηκέτʼ ἀποτείνεσθαι δυναμένης αὐτῆς ἐπὶ τὰ πέρατα τοῦ σώματος, ἀλλʼ ἐν τοῖς σπλάγχνοις μόνοις ὀλίγης διασῳζομένης. [10]
18b 28
ἀκολουθεῖ δὲ τούτῳ δηλονότι καὶ τὸ μήθʼ αἵματος ἔτι μήτε πνεύματος ἐπιρρεῖν τοῖς ἄκροις τοῦ σώματος, ὅσον ἔμπροσθεν ἐπέρρει κατὰ φύσιν ἐχόντων. διὰ τοῦτο οὖν ἐν τῷ προσώπῳ φαίνεται μεγίστη σαφῶς ἡ τοῦ κατὰ φύσιν ἐξαλλαγή. παρακειμένων γὰρ ἀλλήλοις τῶν τε ὀστεΐνων μορίων καὶ τῶν ὑγροτέρων τε καὶ σαρκωδῶν, εἶτα τῶν μὲν ὀστεΐνων διὰ τὸ γεῶδες τῆς οὐσίας ὁμοίων διαμενόντων, τῶν δὲ ὑγροτέρων καὶ σαρκωδῶν συντήκεσθαί τε ῥᾳδίως δυναμένων καὶ συμπίπτειν εἰς ἑαυτὰ διά τε τὴν ἔνδειαν τοῦ πνεύματος καὶ τοῦ αἵματος εὐφωρατοτάτη ἡ διάθεσις γίνεται· τῆς μὲν γὰρ ῥινὸς περὶ τὰ καλούμενα πτερύγια μόνα σαρκοειδής ἐστιν ἡ οὐσία, τὸ δʼ ἄλλο πᾶν ὀστῶδες. εἰκότως οὖν, ὅταν ἤτοι τετηκὸς τὸ σαρκῶδες ἢ κενωθὲν συνιζήσῃ, τὸ πέρας αὐτῆς φαίνεται λεπτόν· οὕτω δὲ κἂν ψυχθῇ σφοδρῶς, ὃ δὴ τοῖς ἀποθνῄσκουσιν ἤδη συμβαίνει. πιλουμένης γὰρ ἐν τῇ ψύξει τῆς οὐσίας τῶν σαρκωδῶν μορίων ἰσχνὴ κατʼ ἄκραν ἑαυτῆς εἰκότως γίνεται. καὶ μὴν οὐκ ἄλλην τινὰ ὀξεῖαν ὀνομάζομεν ῥῖνα πλὴν τῆς κατὰ τὸ πέρας ἰσχνῆς. [15]
18b 29
οὕτως μὲν οὖν ἡ “ῥὶς ὀξεῖα” φαίνεται, κοῖλοι δὲ οἱ ὀφθαλμοὶ διὰ τὰς αὐτὰς αἰτίας, ἀλλʼ ὅσῳ τῆς ἄκρας ῥινός εἰσιν ὑγρότεροί τε καὶ μαλακώτεροι, τοσούτῳ θᾶττον κοιλαίνονται. ἀλλὰ καὶ πνεύματος ψυχικοῦ παμπόλλου μετέχουσι καὶ θερμασίας οὐκ ὀλίγης, ὧν ἀπολειπόντων αὐτοὺς εἰκότως συστέλλονται· τοῦτο δʼ ἐστὶν ὀφθαλμῶν κοιλότης. οὕτω δὲ καὶ οἱ κρόταφοι συμπίπτουσιν, ὅτι μόνοι τῆς ἄλλης κεφαλῆς ἔχουσι μῦς, οὓς ὀνομάζουσι κροταφίτας, ἡ δʼ ἄλλη πᾶσα κεφαλὴ παντάπασιν ἄσαρκός ἐστιν. ὦτα δὲ ψυχρὰ καὶ συνεσταλμένα, διότι χονδρώδη καὶ ἄσαρκα καὶ ὀλίγαιμά ἐστι· τάχιστα οὖν καταψύχεται παρεσκευασμένα πρὸς τὸ πάθος ὑπὸ τῆς οἰκείας φύσεως. διὰ τίνα δὲ αἰτίαν ἀποστρέφεσθαι συμβαίνει τοὺς λοβοὺς αὐτῶν; [ἢ] ὅτι μαλακωτέραν ἔχουσι τὴν οὐσίαν, οὐχ ὥσπερ τὸ ἄλλο σύμπαν, ὅπερ ἀκριβῶς λεπτὸς χόνδρος ἐστὶ λεπτῷ δέρματι σκεπόμενος· ὥστε ὑπὸ τῶν εἰρημένων ἔμπροσθεν αἰτιῶν οἱ λοβοὶ λεπτύνονταί τε καὶ συστέλλονται καὶ ξηραίνονται καὶ πήγνυνται. [10]
18b 30
ταῦτα δὲ πάσχοντες ὀπίσω τείνονται μᾶλλον ἐπὶ τὰς ἀρχὰς τῶν τὴν αἴσθησιν αὐτοῖς παρεχόντων νεύρων· τὸ μὲν γὰρ σπᾶσθαι τοῖς ἱμαντώδεσιν ἅπασι ξηραινομένοις κοινόν, ἴδιον δʼ ἑκάστῳ τῶν ἐν τῷ σώματι μορίων ἐπʼ ἐκεῖνο τὸ μέρος διαστρέφεσθαί τε καὶ παρασπᾶσθαι μᾶλλον, ἔνθα τῶν ἐμφυομένων αὐτῷ νεύρων ἐστὶν ἡ ἀρχή. θεάσασθαι γοῦν ἐστι τοῦτο καὶ κατὰ τοὺς δακτύλους ἐναργῶς, ἐὰν μὲν ὁ ἔνδον τένων ὑπό τινος αἰτίας ταθῇ, καμπτομένους τοὺς δακτύλους σαφῶς, ἐὰν δὲ ὁ ἔξωθεν, ἐκτεινομένους. διὰ δὲ τὴν αὐτὴν ξηρότητά τε καὶ πῆξιν ὅλον τὸ δέρμα τὸ περὶ τὸ πρόσωπον πᾶν σκληρόν τε φαίνεται καὶ περιτεταμένο ν. ἐναργέστερον δὲ ὁρᾶται τὸ πάθος αὐτοῦ κατὰ τὸ μέτωπον, ὅτι σαρκοειδὴς οὐσία λεπτὴ κατὰ τοῦτο τὸ μέρος ὑποβέβληται τῷ δέρματι. πάσχει δὲ ὑπὸ τῶν εἰρημένων αἰτιῶν ἡ σαρκώδης φύσις μᾶλλον τῆς δερματώδους. ἡ δὲ τῆς χροιᾶς μεταβολὴ μοχθηροτάτη μέν ἐστιν ἡ ἐπὶ τὸ μέλαν ὡς ἂν ἀποψυχομένου τοῦ αἵματος, ὥσπερ ὅταν ἐκτὸς ἐκχυθὲν θρομβωθῇ, μετριωτέρα δὲ ἡ ἐπὶ τὸ χλωρό ν. [15]
18b 31
εἰώ θασι δὲ οὕτως ὀνομάζειν οἱ παλαιοί ποτε μὲν τὸ ὠχρόν, ἐνίοτε δὲ ὡς οἱ πολλοὶ κράμβας τε καὶ θριδακίνας καλοῦσι χλωράς, ὅπερ χρῶμα μελάντερόν ἐστιν ἐρυθροῦ καὶ οἷον ἀρχή τις τοῦ μελαίνεσθαί τε καὶ πελιδνοῦσθαι ψύξεως ἐργαζομένης αὐτό, καθάπερ καὶ τὸ μέλαν. ὥστε εἰκότως καὶ τὸ πρόσωπον, ἐν ᾧ πάντʼ ἐστὶ τὰ προειρημένα, προσαγορεύεται νεκρῶδες εἶναι. καὶ τοῦτο ἐν μὲν τοῖς κεχρονισμένοις νοσήμασι πολλάκις ὁρᾶται γινόμενον, ὀλιγάκις δὲ ἐν ἀρχῇ. διὸ καὶ κινδυνωδέστατόν ἐστιν, ὡς ἂν μηδὲ τὴν ἀπὸ τοῦ χρόνου πρόφασιν ἔχον. ἐπὶ μακρῷ μὲν γὰρ χρόνῳ συντακῆναί τε τὸ σῶμα καὶ ψύχεσθαι τῶν ἀκρωτηρίων τινὰ θαυμαστὸν οὐδέν, ἐν ἀρχῇ δὲ καὶ μάλιστα ἐν ὀξεῖ νοσήματι πάντως ὀλέθριον, εἰ μὴ διά τινα αἰτίαν ἑτέραν εἴη τοιοῦτον γεγονός· ὁποῖαι δέ εἰσιν αἱ τοῦτο ποιεῖν δυνάμεναι, κατὰ τὴν ἑξῆς ῥῆσιν αὐτὸς ἐδίδαξε. νυνὶ δὲ ὃ χρὴ προσθεῖναί με παραλελεῖφθαι δοκοῦν ὑπʼ αὐτοῦ, πρότερον ἄκουσον. ὥσπερ γὰρ ἐν τοῖς χρονίοις νοσήμασι τοιοῦτον γίνεσθαι πρόσωπον οὐκ ἂν εἴη μεγάλως ὀλέθριον, οὕτως οὐδʼ ἐν ψυχρῷ χωρίῳ καὶ χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ γεροντικῇ, καθάπερ ἐμάθομεν ἐν Ἀφορισμοῖς ὡς “ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ”. [5]
18b 32
Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθα ι , ἐπανερέσθαι χρ ή , μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ἰσχυρῶς ᾖ ἢ λιμῶδές τι ἔχῃ αὐτό ν . καὶ ἢν μέν τι τουτέων ὁμολογέ ῃ , ἧσσον νομίζειν δεινὸν εἶναι ( κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτ ί , ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ) , ἢν δὲ μηδὲν τουτέων φῇ 〈εἶναι〉 μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστ ῇ , εἰδέναι χρὴ τοῦτο τὸ σημεῖον θανατῶδες ἐό ν . Ὀλέθριον μὲν ἐσχάτως ἐστὶ καὶ ἀνίατον νόσημα, καθʼ ὃ νεκρῶδες εὐθὺς ἐν ἀρχῇ τὸ πρόσωπον ἐγένετο χωρὶς τῆς ἔξωθεν αἰτίας. [15]
18b 33
τούτου δʼ ἧττόν ἐστι κινδυνῶδες, εἰ διά τινα αἰτίαν προφανῆ, καθάπερ εἰ τύχοι διὰ σφοδρὰν ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ ῥεῦμα γαστρός· ἄμεινον μὲν γὰρ μηδʼ ὑπὸ τῶν τοιούτων αἰτίων ἐσχάτως καταλύεσθαι τὴν δύναμιν ἐν ἀρχῇ τοῦ νοσήματος, ἧττον δέ ἐστι κινδυνῶδες, εἰ διά τι τούτων εἴη γεγονός, ἀλλὰ μὴ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν. ἥτις δέ ἐστιν ἡ διάθεσις τοῦ σώματος, ἐν ᾗ τοιοῦτον ἀποτελεῖται τὸ πρόσωπον εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις, ἤδη σαφῶς σοι φράσω διὰ βραχέων. ὁπόταν ἀρρωστία τῆς καθεκτικῆς τοῦ ζῴου δυνάμεως εἰς ταὐτὸν ἀφίκηται λεπτότητι χυμῶν ἅμα θερμῷ πυρετῷ, διʼ ἀρρωστίαν ἀποκρίνεταί τι συνεχῶς ἀόρατον ὑπὸ σμικρότητος ἔξω τοῦ δέρματος ὡσανεὶ λεπτομερῶν ἀπορρεόντων χυμῶν. ὁ δὲ πυρετὸς ἔτι δὴ καὶ μᾶλλον ἐκδαπανᾷ μὲν τοὺς λεπτοτάτους χυμούς, ἐπιλεπτύνει δὲ τοὺς ἧττον τοιούτους, ὡς μὴ διαλιπεῖν τὴν κένωσιν, ἀλλʼ ἐοικέναι συνεχέσιν ἐμέτοις ἢ διαρροίαις γαστρὸς ἢ τῇ διʼ οὔρων ἀμέτρῳ κενώσει. [10]
18b 34
πλὴν ἐκεῖναι μὲν αἱ κενώσεις αἰσθηταὶ καὶ ταύτῃ διαφέρουσιν, ἣν δὲ νῦν ἐγὼ διηγησάμην, διὰ λεπτότητα τῶν κενουμένων ἀόρατός ἐστιν. οὔκουν οὐδὲ συνέστη ποτὲ τὸ τοιοῦτον πρόσωπον ἐπὶ φλεγματώδει νοσήματι, καθάπερ οὐδʼ ἐπὶ πληθωρικῷ διὰ πλεονεξίαν αἵματος, ἀλλʼ ἔνδειάν τε μᾶλλον εἶναι κατὰ τὸ σῶμα δεῖ καὶ κόπους τινὰς προηγεῖσθαι καὶ φροντίδας· ἐπὶ τούτων γὰρ ἀθροίζεται πικρόχολος χυμός. εἰ δὲ καὶ τὸ χωρίον εἴη θερμὸν καὶ ἡ ὥρα τοῦ ἔτους θερινὴ καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρά, τότε δὴ καὶ μᾶλλον ἕτοιμον ἁλῶναι τοιαύτῃ διαθέσει, καὶ πολὺ μᾶλλον, εἰ χολωδέστερος ὁ ἄνθρωπος εἴη φύσει. καὶ μὴν καὶ ῥᾳδίως ἔνιοι διαφοροῦνταί τε καὶ διαπνέονται καὶ τὸ στόμα τῆς γαστρὸς ἔχουσιν ἀσθενές. ἅπερ εἰ καὶ αὐτὰ συνέλθοι τοῖς προειρημένοις, ἑτοιμότατον ἁλῶναι τὸ τοιοῦτον σῶμα τῇ τὸ νεκρῶδες πρόσωπον ἐργαζομένῃ διαθέσει. ταῦτʼ οὖν γινώσκων τις οὐκ εἰς πρόγνωσιν μόνον, ἀλλὰ καὶ εἰς θεραπείας εὕρεσιν ποδηγηθήσεται σκοπὸν ἔχων στηρίζειν τὴν δύναμιν εὐστομάχοις τροφαῖς. [15]
18b 35
ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον οὐ σμικρὸν εἰρήσθω. περὶ δὲ τῶν ἔξωθεν αἰτίων ἐπισκεπτέον ἀκριβέστερον. ἔστι δὲ ὧν μὲν αὐτὸς ἐμνημόνευσεν ὀνομαστὶ λιμὸς καὶ ἀγρυπνία καὶ διάρροια. προσθεῖναι δʼ ἔξεστί σοι καὶ τὰ τούτοις ὅμοια, κένωσιν ἄμετρον αἵματος ἐκ ῥινῶν ἢ μήτρας ἢ αἱμορροΐδος ἢ τραύματος ἢ ὁπωσοῦν ἑτέρως, ἔτι τε λύπην σφοδράν, ἐφʼ αἷς τισιν 〈ἂν〉 αἰτίαις συστῇ. τάχα δʼ εὔλογον ταύτην ὑπολαμβάνειν εἰρῆσθαι δυνάμει πρὸς Ἱπποκράτους ἐν τῷ τῆς ἀγρυπνίας λόγῳ. γίνεται μὲν γὰρ καὶ διʼ ἄλλας αἰτίας ἀγρυπνία, γίνεται δὲ καὶ διὰ λύπην, ὡς ἐπὶ πλέον ἥκειν λύπης ἀγρυπνίαν καὶ διὰ τοῦτο περιέχειν αὐτὴν εἰκότως λεχθήσεται. οὕτω δὲ καὶ ἡ γαστὴρ ἰσχυρῶς ὑπελθοῦσα παράδειγμά σοι πάσης ἀμέτρου κενώσεως ἔστω. τῷ γε μὴν ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης ὡμιληκότι καὶ τρίβωνι τῆς ἑκάστου τῶν πραγμάτων ἰδέας ἐμφαίνεται πολλάκις ἡ ποιήσασα τὸ τοιοῦτον πρόσωπον αἰτία. δύσρητα δʼ αὐτῶν ἐστι τὰ γνωρίσματα, καὶ διὰ τοῦτο διδάσκειν αὐτὰ λόγῳ, κἂν εἰδῶσιν, οἱ πολλοὶ τῶν ἰατρῶν ἀφίστανται. [15]
18b 36
πρὸς ἡμῶν δὲ εἴρηται πάντα κατὰ τὰς οἰκείας πραγματείας, ὥστε καὶ σὺ μαθὼν αὐτὰ δυνήσῃ ποτὲ καὶ αὐτὸς εἰσελθὼν πρὸς τὸν ἄρρωστον ἀποφήνασθαι περὶ τῆς τὸ τοιοῦτον πρόσωπον ἐργασαμένης αἰτίας, καὶ μᾶλλον εἰ τὴν προηγησαμένην ἅπασαν δίαιταν εἰδείης τοῦ κάμνοντος ἐπεσκεμμένος τέ τι περὶ τῆς κράσεως εἴης αὐτοῦ καὶ πολὺ μᾶλλον, εἰ καὶ τῆς τῶν ἀρτηριῶν κινήσεως ἐμπειρίαν ἔχοις, ἔτι τε τῆς τοῦ πυρετοῦ ποιότητος. ὑποκείσθω γάρ τις ἕνεκα παραδείγματος ὥρᾳ θέρους ἐν καταστάσει θερμῇ καὶ ξηρᾷ χολώδης φύσει νεανίσκος ἐκ ταλαιπωρίας τε καὶ ἐνδείας καὶ λύπης ἠργμένος νοσεῖν, ἔστω δὲ αὐτοῦ καὶ ἡ θερμασία δάκνουσα σφοδρῶς τὴν ἁφὴν ἡμῶν, τὸ δὲ οὖρον χολῶδες ὅ τε σφυγμὸς ἀρρωστίαν δυνάμεως ἐνδεικνύμενος· ὑπόπτευσον τὸν τοιοῦτον ἐν τῇ προκειμένῃ κατὰ τὸν λόγον τόνδε γενήσεσθαι καταστάσει, διʼ ἣν τὸ πρόσωπον ἐν τάχει νεκρῶδες ἕξει, μὴ φθάνων γε προσηκόντως τρέφεσθαι. μὴ τοίνυν ἔστω ταῦτα περὶ τὸν κάμνοντα μήτε προγεγονότα μήτε κατὰ τὴν πρώ την καὶ δευτέραν ἡμέραν πεφηνότα, τῇ τρίτῃ δὲ ἀφικομένῳ σοι φαινέσθω τὸ πρόσωπον οἷον εἴρηται νῦν ὑφʼ Ἱπποκράτου c. [15]
18b 37
ἴσθι τοῦτον ἐπί τινι τῶν ἔξωθεν αἰτίων οὕτω πεπονθότα διάσκεψαί τε παρὰ σαυτῷ τί ποτε μᾶλλον αὐτῷ ἐνδέχεται γεγονέναι, πότερον ἔκκρισίν τινα πολλὴν ἢ ἀγρυπνίαν. ἐπʼ ἐνδείᾳ μὲν γὰρ οὐδʼ ἂν ἐγένετο τοιοῦτος ὁ ἄνθρωπος ἄνευ τοῦ τά τε προηγησάμενα τῆς νόσου τοιαῦτα ὑπάρχειν, οἷα λέλεκται, καὶ τὴν φύσιν εἶναι τοιοῦτον, οἷος εἴρηται. εἰ μὲν οὖν κατὰ τὴν προτέραν αὐτὸς ἑωρακὼς εἴης αὐτόν, οὐδʼ ἂν ἔλαθέ σε μέλλουσα γενήσεσθαι πολλή τις ἔκκρισις αὐτομάτη. βεβαιότατα γὰρ αὐτῆς ἐστι τὰ γνωρίσματα καὶ λέλεκται πρὸς ἡμῶν ἔν τε τοῖς Περὶ κρίσεων ὑπομνήμασι καὶ τοῖς 〈Περὶ〉 τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ὥστε ἐξέσται σοι παραχρῆμα θεασαμένῳ τὸν ἄνθρωπον ἀποφήνασθαι σφοδρὰν ἀγρυπνίαν γεγονέναι. καὶ γὰρ δὴ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ θεάσῃ ξηροὺς ἱκανῶς ἐπὶ ταῖς ἀμέτροις αἰσθηταῖς κενώσεσιν οὐ γινομένους τοιούτους ὥσπερ ἐπὶ ἀγρυπνίαις. ὄψει δὲ καὶ τὰ βλέφαρα δυσχερῶς ἀνατεινόμενα καὶ τοιαύτην ἔχοντα τὴν ἰδέαν ἐν τῷ καταφέρεσθαι καὶ ἀστήρικτα ὑπάρχειν, οἷα τοῖς κωματώδεσι γίνεται. [15]
18b 38
καὶ μὲν δὴ καὶ πρῶτόν σοι τότε φαινομένου τοῦ κάμνοντος, ἔμπροσθεν δὲ οὐδʼ ὅλως ἑωραμένου, τά τε τοιαῦτα γνωρίσματα καὶ τὰ τῶν σφυγμῶν ἐνδείξεταί τινα διάκρισιν, ἐπὶ μὲν ἀμέτροις ἐκκρίσεσι σῴζοντός τι κἂν ὀλίγον ἔτι γνώρισμα τῆς ἰδέας τοῦ δηλοῦντος αὐτάς, ἐπὶ δὲ ταῖς ἀγρυπνίαις χορδῆς τεταμένης ἔμφασιν ἔχοντος. τῷ δʼ ἐξ ἐνδείας μόνης εἰς τὴν εἰρημένην τοῦ προσώπου διάθεσιν ἀφικομένῳ τῶν εἰρημένων γνωρισμάτων οὐδέτερα πάρεστιν, οὔτε τὰ τῆς ἐκκρίσεως οὔτε τὰ τῆς ἀγρυπνίας, ὥστε ἐκ συμβεβηκότων μᾶλλον ἤπερ ἐξ οἰκείων σημείων ἐπʼ ἐκείνων ἡ πρόγνωσις ἔσται σοι τοῦ διʼ ἔνδειαν τροφῆς εἰς τοιαύτην αὐτὸν ἦχθαι διάθεσιν. ἔτι δὲ μᾶλλον, ἐὰν ὁ πυρετὸς τὴν ἰδιότητα τῆς διαφορητικῆς θερμασίας ἀκριβῶς ἐπισκεπτομένῳ σοι μὴ προσβάλῃ, ὡς, ἐάν γε φαίνηται τοιαύτη, διʼ ἐκείνην μᾶλλον ἤ τι τῶν ἔξωθεν ὑποπτεύειν ἰσχνὸν οὕτως γεγονέναι τὸ πρόσωπον. [10]
18b 39
χρονίζειν δὲ προσῆκεν ἁπτόμενον ὅλην τὴν χεῖρα περιβάλλοντα μὴ τῷ καρπῷ μόνον τοῦ κάμνοντος, ἀλλὰ καὶ τοῖς ἀνωτέρω μορίοις ἀκριβῶς προσέχοντα τὸν νοῦν, εἰ μὴ δριμεῖα μόνον ἐστίν, ἀλλὰ καὶ συναναφέρει πολλὴν οὐσίαν ἅμα ἑαυτῇ σωματοειδῆ, καθάπερ τινὰ φλόγα, διεξερχομένην τό τε δέρμα τῆς σῆς χειρός, ᾗ ψαύεις τοῦ τοῦ κάμνοντος δέρματος, ἐγκαταβαίνουσάν τε σαφῶς τῷ βάθει. τοιοῦτοι γάρ εἰσιν οἱ τὸ προειρημένον πρόσωπον ἐργαζόμενοι πυρετοί. ταῦτα δέ, ὡς ἔφην, δύσρητα μέν ἐστιν, οὐ μὴν ἄρρητά γε παντάπασιν οὐδὲ δυσδιάγνωστα τοῖς γυμνασθεῖσιν ἀμφʼ αὐτὰ καὶ πολλάκις ὑπʼ ἐμοῦ τεθεαμένοις τὰ τοιαῦτα προλεγόμενα πάντα καὶ πολὺ μᾶλλον ἀσκοῦσι γνωρίζειν, ὅσα ἐπὶ τῶν ἔργων διὰ τῶν προγνωστικῶν ἐδιδάχθησαν πραγματειῶν, ἐκ μὲν τοῦ θεάσασθαι τὰ προλεγόμενα τὸ δυνατὸν αὐτῶν ἔργῳ μεμαθηκότες, οὐ προαπογινώσκοντες δέ, ἃ ἐν ἀρχῇ φαίνεται δυσδιάγνωστα· διδύμους γὰρ ἀδελφοὺς ὁμοιοτάτους μὲν ἅπαξ ἢ δὶς θεασάμενός τις οὐ διαγινώσκει, τῶν δʼ οἰκείων οὐδεὶς ἀγνοεῖ. ταῦτα μὲν οὖν εἰ ρήσθω μοι προτροπῆς ἕνεκα τῶν νέων καὶ μᾶλλον ὅσοι μὴ τεθέανται προλεγόμενα τὰ τοιαῦτα πάνθʼ ὑφʼ ἡμῶν. [15]
18b 40
οὐ γὰρ μόνον διʼ ἀγρυπνίαν ἔχουσιν εἰπεῖν, ἀλλὰ καὶ διὰ λύπην ἐπὶ τῷδέ τινι γεγενημένην. οὐδὲ γὰρ Ἐρασίστρατος ἰδὼν κόρακας ἢ κορώνας πετομένας ἐφώρασε τὸν ἔρωτα τοῦ νεανίσκου, οὐ μὴν οὐδʼ, ὥς τινες ἔγραψαν, ἐρωτικὸν σφυζουσῶν ἤσθετο τῶν ἀρτηριῶν τοῦ νεανίσκου (οὐδεὶς γάρ ἐστι σφυγμὸς ἴδιος ἔρωτος ἐξαίρετος), ἀλλʼ ὥσπερ κἀμοί ποτε ἐφάνη τῷ καρπῷ μὲν ἐπιβεβληκότι τοῦ νοσοῦντος τὴν χεῖρα, γυναικὸς δέ τινος ὀφθείσης τῶν κατὰ τὴν οἰκίαν, αὐτίκα μὲν ἀνώμαλός τε καὶ ἄτακτος γενόμενος, ὀλίγῳ δὲ ὕστερον εἰς τὸ κατὰ φύσιν ἐπανελθὼν ἅμα τῷ ἀναχωρῆσαι τὴν ὀφθεῖσαν. ὁ γὰρ οὕτω τρεπόμενος σφυγμὸς κοινὸν ἐνδείκνυται ταραχῶδές τι πάθος ἐν τῇ τοῦ κάμνοντος γεγονέναι ψυχῇ. τὸ δὲ ταραχῶδες τοῦτο διακρίνειν προσήκει διὰ τῶν ἅμα αὐτῷ λεγομένων ἢ ὁρωμένων. καὶ γὰρ αὖ καὶ λεγομένων τινῶν εἰς ἀνωμαλίαν οἱ σφυγμοὶ τρέπονται, τῶν ἀρρώστων ταραττομένων ἐφʼ οἷς ἤκουσαν. [10]
18b 41
ἀλλὰ περὶ μὲν τούτων ἰδίᾳ μοι γέγραπται κατὰ μίαν πραγματείαν, ἣ Περὶ τοῦ προγινώσκειν ἐπιγέγραπται. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἦν δὲ προκείμενον, ὅτι πολλὰ τῶν προγεγονότων τε καὶ παρόντων ἰατρὸς δύναται παρὰ τοῖς κάμνουσι λέγων θαυμάζεσθαι, καθάπερ καὶ τὰ [νῦν] προκείμενα κατὰ τὸν νῦν λόγον, ἀγρυπνίαν, διάρροιαν, λιμόν. ἐνίοτε δὲ τὸ μὲν ἓν ἐξ αὐτῶν ἀφωρισμένως εἰπεῖν δύσκολον γίνεται, ποτὲ δʼ ἐκ τῶν δυοῖν θάτερον ἢ ἐκ τῶν τριῶν γε πάντως ἕν τι δυνατὸν ἔσται βεβαίως προγνῶναι. φέρει δὲ καὶ τοῦτο παρὰ τοῖς ἀκούσασιν ἔπαινον, ἐν ἐπερωτήσει τῆς προγνώσεως γινομένης ὡδί πως· ἆρά γε διʼ ἀγρυπνίαν σφοδρὰν ἢ ἔνδειαν τροφῆς οὕτω λελέπτυνται; πολλάκις γὰρ ὁμολογοῦσιν ἀμφότερα καὶ θαυμάζουσι διττῶς τὸν ἰατρόν, ἐνίοτε δὲ τὸ ἕτερον αὐτῶν ἀποκρίνονται θαυμάζοντες ἔτι καὶ οὕτως. τοῦτʼ οὖν ἐστι τὸ πρὸς Ἱπποκράτους εἰρημένον· ἐπανερέσθαι δὲ χρ ή , μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ πολλὰ διεχώρησεν ἢ λιμώττει. [15]
18b 42
εἶτα τί φησιν; καὶ ἢν μέν τι τουτέων ὁμολογέ ῃ , ἧσσον νομίζειν δεινὸν εἶνα ι· δεόντως· βέλτιον μὲν γὰρ ἦν οὕτως ἰσχυρὰν εἶναι τὴν δύναμιν, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν αἰτίων νικᾶσθαι, ἧττον μέντοι δεινόν, εἰ διά τι τούτων καὶ μὴ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν ἡ τοσαύτη γίνεται σύντηξις. ἀλλʼ ἐπειδὴ δυνατόν ἐστιν ἄμφω συνελθεῖν, αἰτίαν τέ τινα τῶν ἔξωθεν, ὡς εἴρηται, λυποῦσαν τὸ σῶμα καὶ πυρετὸν συντηκτικόν, ὁ διορισμός σοι γινέσθω διὰ τῆς ἐπιούσης ἡμέρας τε καὶ νυκτός. εἰ μὲν γὰρ ἀπὸ μόνης τῆς ἔξωθεν αἰτίας εἴη γεγονὸς οἷον εἴρηται τὸ πρόσωπον, ἐπανορθώσεως ἐν ἡμέρᾳ καὶ νυκτὶ τεύξεται, εἰ δὲ ἀπὸ τῆς ἐν τῷ σώματι διαθέσεως, ἤτοι μενεῖ τοιοῦτον ἢ καὶ χεῖρον ἔσται. ταυτὶ μὲν οὖν ἅπαντα φαίνεται δεόντως εἰρῆσθαι τῷ Ἱπποκράτε ι. διὰ τί δὲ εἶπεν ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθα ι, ἐφεξῆς σκεψώμεθα. δυοῖν γὰρ θάτερον, ἢ ὡς οὐ γινομένων αὐτῶν ἐν ἀρχαῖς ἢ ὡς οὐδὲν βέβαιον δηλούντων, οὐχ οἷόν τέ ἐστι χρῆσθαι τοῖς τοιούτοις σημείοις εἰς τοὺς τῶν ἀμφιβόλων διορισμούς. [15]
18b 43
ἐγὼ τοίνυν φημὶ μήτε γίνεσθαι διὰ παντὸς ταῦτα μήτε, εἰ γίνοιτο, βέβαιον δηλοῦν. ὅτι δὲ οὕτως τοῦτʼ ἔχει, κατὰ τὴν ἐξήγησιν αὐτῶν διδάξω διὰ τῆς ἐχομένης ῥήσεως. Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ πρόσωπον τοιοῦτον ᾖ , περὶ τουτέων ἐπανερέσθα ι , περὶ ὧν καὶ τὸ πρόσθεν ἐκέλευς α , καὶ τἄλλα σημεῖα σκέπτεσθαι τά τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσι ν . Τὸ τῆς “ἀρχῆς” ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰσβολὴν τοῦ νοσήματος οὐδὲν οὔπω πλάτος ἔχουσαν, δηλοῖ δὲ καὶ τὴν εἴς τινα χρόνον ἐκτεταμένην οὐ πολὺν τοῦτον, ἔτι τε πρὸς τούτοις τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ἐφʼ ᾧ καὶ δεύτερον ἀριθμοῦσι τὸν τῆς ἀναβάσεως καὶ τρίτον τὸν τῆς ἀκμῆς καὶ τέταρτον τὸν τῆς παρακμῆς. εἰπὼν οὖν ὁ Ἱπποκράτης ὀλίγον ἔμπροσθεν “ἢν μὲν οὖν ἐν ἀρχῇ. [10]
18b 44
τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ”, κατʼ ἐκείνην μὲν αὐτὴν τὴν λέξιν οὐκ ἐδήλωσε, τίνος τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει. νυνὶ δὲ γράψας ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, δῆλος ἐγένετο περὶ τῆς κατὰ πλάτος ἀρχῆς προειρηκώς· αὕτη γὰρ ἄχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται. τηνικαῦτα οὖν οἷς εἶπεν ἔμπροσθεν ἀξιοῖ προστιθέναι τὸν ἀπὸ τῶν ἄλλων σημείων διορισμόν, ὑπὲρ ὧν εἰρήκει “καὶ μήπω οἷόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι”. καταλέγει δὲ ἐφεξῆς αὐτὰ διὰ τῶν ἐχομένων ῥήσεων. Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν ἀπροαιρέτως ἢ διαστρέφωνται ἢ θάτερος θατέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλανα φλέβια ἐν ἑωυτοῖσιν ἔχωσιν ἢ λημῶντες φαίνωνται περὶ τὰς ὄψιας ἢ ἐναιωρεύμενοι ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γι νόμενοι ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ , ταῦτα πάντα κακὰ νομίζειν εἶναι καὶ ὀλέθρι α . [10]
18b 45
Τὰ εἰρημένα συμπτώματα κοινὸν μὲν ἔχει τὸ παρὰ φύσιν εἶναι, διαφέρει δʼ ἀλλήλων τῷ τὰ μὲν ἁπλῶς ἐναντία τοῖς κατὰ φύσιν ὑπάρχειν, ἔνια δέ, ὡς αὐτὸς εἶπεν ἔμπροσθεν, ἐναντιώτατα. διὸ καὶ κατὰ τὸν κοινὸν ἐπιλογισμὸν ἅπαντα μὲν ὀλέθρια νομισθήσονται, κατὰ δὲ τὴν ποσότητα τῆς ἐναντιώσεως ἧττόν τε καὶ μᾶλλον ἕξει τοῦτο. τάς γε μὴν διαθέσεις, ἐφʼ αἷς γίνεται, κατὰ τὴν ἀκολουθίαν τῶν Ἱπποκράτους δογμάτων ἄμεινόν ἐστιν ἑξῆς ἐπισκέψασθαι. τὸ τοίνυν φεύγειν τὴν αὐγήν, ὅπερ ἔστιν ἀποστρέφεσθαι, διʼ ἀσθένειαν γίνεται τῆς ὀπτικῆς δυνάμεως, ἐνίοτε μὲν ἐπὶ τῇ τῶν ὀργάνων διαθέσει καμνούσης, ὥσπερ ἐν ταῖς ὀφθαλ μίαις, ἐνίοτε δὲ αὐτῆς καθʼ αὑτήν, ἡνίκα ὀλέθριόν ἐστι τὸ σημεῖον. [10]
18b 46
οὕτω δὲ καὶ τὸ δακρύειν, ἐὰν μὲν ἤτοι διʼ ὀφθαλμίαν ἢ διά τι ῥεῦμα καταφερόμενον ἐκ τῆς κεφαλῆς γίνηται, παρὰ φύσιν μέν ἐστιν, οὐ μὴν θάνατόν γε σημαίνει πάντως· ἐὰν δὲ διʼ ἀρρωστίαν τῆς καθεκτικῆς δυνάμεως, ὀλέθριόν τέ ἐστι καὶ θανατῶδες. αἵ γε μὴν διαστροφαὶ τῶν ὀφθαλμῶν σπωμένων γίνονται τῶν κινούντων αὐτοὺς μυῶν. ὅπερ ἐὰν μὲν αὐτῶν ᾖ μόνων ἐκείνων πάθος, οὐδὲν ἄτοπον, ἐὰν δὲ τῆς ἀρχῆς τῶν νεύρων, ᾗπέρ ἐστιν ὁ ἐγκέφαλος, ἐσχάτως ὀλέθριον. αἰσθάνονται γὰρ τῶν κατὰ τὴν ἀρχὴν παθημάτων οἱ πλησιάζοντες μύες πρότεροι τῶν ἄλλων, ἐνίοτε μὲν οἱ κατὰ τοὺς ὀφθαλμούς, ὑπὲρ ὧν νῦν λέγει, ποτὲ δὲ καὶ οἱ κροταφῖται καλούμενοι, περὶ ὧν ἐν τῷ Περὶ ἄρθρων ἐδίδαξε. καὶ μὴν καὶ τὸ γενέσθαι τινὰ τῶν ὀφθαλμῶν τοῦ κατὰ φύσιν ἐλάττω ὀλέθριον σύμπτωμα. νεκροῦσθαι γὰρ δηλοῖ τὴν διοικοῦσαν αὐτὸν δύναμιν. τὸ δὲ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐρυθρὰ γίνεσθαι, καθάπερ ἐν ὀφθαλμίαις τέ τισι καὶ τῶν μεθυσθέντων ἐνίοις, ἐνδεικτικόν ἐστι τοῦ κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγας πλήθους, ἔστιν ὅτε μὴν καὶ φλεγμονῆς ἐν αὐτοῖς γεγενημένης· ἑκατέρως γὰρ ἀποθλίβεται τὸ αἷμα πρὸς τὰς ἐν τοῖς ὀφθαλμοῖς φλέβας. [15]
18b 47
διὸ ἐρυθρὸν φαίνεται τὸ λευκὸν ἐν αὐτοῖς μέρος, ὅπερ ἐστὶ τὸ πέριξ τῆς στεφάνης ὀνομαζομένης, ἣν ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς ἁπάντων τῶν κατὰ τὸν ὀφθαλμὸν ὑμένων τε καὶ χιτώνων σύνδεσμόν τινα οὖσαν. ἐμάθομεν δὲ καὶ ὡς τὸ τοῦ περικρανίου πέρας ἐπὶ ταύτην ἐξήκει μετὰ τῶν ἐν αὐτῷ φλεβῶν. ὅτι δὲ καὶ διὰ ταῦτα ἔφησε τὸ λευκὸν ἐρυθρὸν γίνεσθαι, σαφῶς ἐδήλωσε διὰ τῶν ἐπιφερομένων εἰπὼν ἢ πελιδνὰ φλέβια ἢ μέλανα τοὺς ὀφθαλμοὺς ἔχειν ἐν ἑαυτοῖ c. ἔστι δὲ τοῦτο πάντως ὀλέθριον. ἐρυθρὰ μὲν γὰρ φαίνεται τὰ φλέβια καὶ διὰ πλῆθος, ὡς ἔφην, ἤ τινα φλεγμονὴν τῶν κατὰ τὸν ἐγκέφαλον, μελαίνεται δὲ καὶ πελιδνοῦται ψυχόμενα, ψύχεται δὲ νεκρούμενα, καὶ διὰ τοῦτο ὀλέθρια τὰ τοιαῦτα χρώματα διὰ παντός ἐστιν. αἵ γε μὴν λῆμαι γίνονται μέν, ὡς ἴσμεν, καὶ διὰ τὸ τῶν ὀργάνων πάθος ἐν ὀφθαλμίαις τε καὶ ἄλλως οὐδένα κίνδυνον δηλοῦσαι, γίνονται δὲ καὶ διʼ ἀρρωστίαν τῆς διοικούσης τὰ κατὰ τὸν ὀφθαλμὸν δυνάμεως φυσικῆς ἀδυνατούσης ἐκπέττειν τὴν τροφὴν τῶν ὀφθαλμῶν· ἐδείχθη γὰρ ἡμιπέπτου τροφῆς ἡ λήμη περίττωμα. [15]
18b 48
κατὰ μὲν οὖν τὰς ὀφθαλμίας διά τε τὸ πλῆθος τῆς παρὰ φύσιν ὑγρότητος καὶ διὰ τὸ πάθος τῶν ὀργάνων εἰκός ἐστι μὴ πέττεσθαι καλῶς τὴν τροφὴν αὐτῶν. ἔνθα δὲ ἔνδεια σαφής ἐστι δηλουμένη διὰ τῆς κοιλότητος, ἡ μὲν ἀπὸ τοῦ πλήθους αἰτία παντάπασιν οἴχεται, καταλείπεται δὲ ἡ τῆς δυνάμεως ἀσθένεια μόνη καὶ οὐδʼ ἡ τυχοῦσά τις αὕτη γε, ἀλλʼ ἰσχυρὰ πάνυ μηδὲ τὴν ὀλιγίστην τροφὴν τῶν ὀφθαλμῶν ἱκανῶς πέττειν ἰσχύουσα. οἵ γε μὴν ἐναιωρούμενοι, τοῦτʼ ἔστιν ἀστήρικτοι καὶ κινούμενοι διὰ παντὸς ὀφθαλμοὶ γνώρισμά εἰσιν ἢ παραφροσύνης ἢ τρόμου τῶν περὶ αὐτοὺς μυῶν, ὧν ἑκάτερον ἐπὶ τῆς προκειμένης διαθέσεως ὀλέθριόν ἐστιν. αἵ τε γὰρ μετʼ ἐνδείας παραφροσύναι χαλεπώταται καὶ οἱ διὰ ξηρότητα τῶν ὀργάνων τρόμοι παντάπασιν ἀνίατοι. καὶ μὴν καὶ τοὺς ἐξί σχοντας ὀφθαλμοὺς ἢ κοίλους ἰσχυρῶς γινομένους μέμφεται. [10]
18b 49
τὸ μὲν οὖν τῶν ἐξισχόντων σύμπτωμα καὶ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γίνεται καὶ μάλιστα τοῖς ἐμέσασιν ἐπὶ πολυφαγίᾳ τε καὶ πολυποσίᾳ, τὰ δὲ τῶν ἰσχυρῶς ἐγκοίλων οὐ γίνονται, διόπερ οὐδετέρου κατʼ ἀρχὰς ἐμνημόνευσεν, ἡνίκʼ ἔλεγε “ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι”, τοῦτο μὲν ὅτι μηδʼ ὅλως ἐν τῷ νεκρώδει προσώπῳ φαίνεται ἐν ἀρχῇ (πῶς γὰρ 〈ἂν〉 ἅμα κοῖλοί τε καὶ ἐξίσχοντες εἶεν ὀφθαλμοί;), τοῦτο δὲ ὅτι μηδʼ ὅλως γίνεται τηνικαῦτα. καὶ δόξει γε τὸ κατὰ τοὺς ἐξέχοντας ὀφθαλμοὺς μάχεσθαι τοῖς προειρημένοις· εἰρηκὼς γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου ʼῥῖνα ὀξεῖαν, ὀφθαλμοὺς δὲ κοίλουςʼ, εἶτʼ ἐπιδιοριζόμενος αὐτὰ τοῖς μετὰ τὴν πρώτην ἢ τρίτην ὁρωμένοις οὐκ ὀρθῶς προσέθηκε τοὺς ἐξίσχοντα c. ὃ δέ μοι δοκεῖ γεγονέναι κατὰ τόνδε τὸν λόγον ὑπʼ αὐτοῦ, καὶ δὴ φράσω μεταλαβὼν ὅλην αὐτοῦ τὴν ῥῆσιν εἰς τοιάνδε λέξιν· ʼἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, περί τε τουτέων ἐπανερέσθαι, περὶ ὧν καὶ πρόσθεν ἐκέλευσα, καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν. [15]
18b 50
ἔστι δὲ τὰ γινόμενα σημεῖα ἐν τοῖς ὀφθαλμοῖς ὀλέθρια μετὰ τὴν τρίτην ἡμέραν τοιάδε· φεύγειν τὴν αὐγήν, δακρύειν, διαστρέφεσθαι, τὸν ἕτερον ὀφθαλμὸν ἐλάττονα γίνεσθαι θατέρου, τὰ λευκὰ μόρια κατʼ αὐτοὺς ἐρυθρὰ φαίνεσθαι, φλέβας ἔχειν ἤτοι μελαίνας ἢ πελιδνὰς ἢ λήμας εἶναι ἐναιωρεῖσθαί τε ἢ ἐξέχειν ἢ κοίλους ἰσχυρῶς εἶναι, τοῦ τε προσώπου παντὸς ἠλλοιῶσθαι τὸ χρῶμα. πάντα γὰρ ταῦτά ἐστιν ὀλέθρια καὶ ὅτιπερ ἂν αὐτῶν ἐπὶ τῷ προειρημένῳ γένηται προσώπῳ, τεκμήριον οὐ σμικρόν ἐστι τοῦ μέλλοντος ἔσεσθαι θανάτου.ʼ κατὰ ταύτην οὖν τὴν διάνοιαν δοκεῖ μοι συγκαταριθμεῖσθαι τοῖς ἄλλοις σημείοις, ὅσα τῷ νεκρώδει προσώπῳ δύναται συνυπάρχειν, καὶ τοὺς ἐξέχοντας ὀφθαλμοὺς καὶ μὴ δυναμένους συνυπάρχειν, ὅτι μὴ μόνον προκείμενον ἦν αὐτῷ τὰ τῷ νεκρώδει προσώπῳ συνυπάρχοντα λέγειν, ἀλλὰ καὶ τῶν ὀλεθρίων σημείων, ὅσα κατὰ τὸ 〈σύμπαν〉 σῶμα φαίνονται, ποιήσασθαι κατάλογον. ὥστʼ εἰ μὴ μόνον ἕν, ἀλλὰ καὶ πλείω τῶν εἰρημένων δυνατὸν ἦν μὴ συνυπάρ ξαι τῷ νεκρώδει προσώπῳ, μηδεμίαν εἶναι μάχην ἐπὶ τὴν διδασκαλίαν αὐτοῦ τῶν μοχθηρῶν ἁπάντων μεταβεβηκότος. [15]
18b 51
ὅτι δέ, ὡς ἔφην, ὀρθῶς εἶπε “καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι”, σκοπεῖν ἤδη σοὶ 〈πάρεστιν〉 ἑνὶ μὲν κεφαλαίῳ κοινῷ τῷδε· ʼτῶν εἰρημένων ἕκαστον ἢ οὐ γίνεται κατʼ ἀρχὰς ἢ οὐκ ἐξ ἅπαντός ἐστιν ὀλέθριον.ʼ ἰδίᾳ δὲ καθʼ ἕκαστον ἐπισκοπουμένῳ σοι φανεῖται τοῦτʼ ἀληθέστατον. ἐκ πολυποσίας γοῦν ἐνίοτε καὶ σφοδρῶν ἐμέτων ἐν ἀρχῇ τῶν νόσων συμβαίνει τὸ τὴν αὐγὴν φεύγειν, οὕτω δὲ καὶ τὸ δακρύειν καὶ διαστρέφεσθαι ἢ ἐναιωρεῖσθαι ἢ ἐξέχειν ἢ τὸ τὰς φλέβας ἐρυθρὰς ἔχειν. ἡ δʼ ἐπὶ τὸ πελιδνὸν ἢ μέλαν χρῶμα μεταβολὴ τῶν φλεβῶν οὐκ ἂν ἐν ἀρχῇ γίνοιτό ποτε, καθάπερ οὐδʼ ἡ ὑπερβάλλουσα κοιλότης οὐδὲ τὸ λημᾶν, ἀλλὰ τοὐλάχιστον ἤτοι τριῶν ἢ τεσσάρων ἡμερῶν εἰς τὸ γενέσθαι δεῖται. Σκοπεῖν δὲ ὧδε χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισι ν . [13]
18b 52
ἢν γάρ τι ὑποφαίνηται μὴ συμβαλλομένων τῶν βλεφάρων τοῦ λευκο ῦ , μὴ ἐκ διαρροίης ἢ φαρμακείης ἐόντι ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδει ν , φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρ α . Ἀπὸ τοῦ ὑποφαίνεσθαι ῥήματος τὴν ὑπόφασιν τοὔνομα πεποίηκεν, οὗ τὸ πληθυντικὸν αἱ ὑποφάσεις γίνονται, ἀφʼ ὧν κατὰ διαίρεσιν Ἰωνικὴν αἱ ὑποφάσιες. οἱ δὲ περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοσκουρίδην οὐκ οἶδα πόθεν ὁρμηθέντες ἔγραψαν ὑποφαύσιας μετὰ τοῦ υ . τὸ μὲν οὖν εἰρημένον ὑφʼ Ἱπποκράτους δῆλόν ἐστιν· αὐτὸς γὰρ ἐξηγήσατο τί ποτε λέγει τὴν ὑπόφασιν εἰπών· ἢν γάρ τι ὑποφαίνηται μὴ συμβαλλομένων τῶν βλεφάρων τοῦ λευκο ῦ, ἀλλὰ καὶ διορισμὸν εἰς ἀκρίβειαν τοῦ λεγομένου προσέθηκεν αὐτὸς εἰπών· μὴ ἐκ διαρροίης ἢ φαρμακείης ἐόντ ι. [10]
18b 53
προσυπακούειν δέ γε καὶ ἡμᾶς ἄμεινόν ἐστι τῷδε ʼκαὶ τῶν ἄλλων τῶν ἐχόντων τοῖσδε τὴν αὐτὴν δύναμινʼ. ἑνὶ γὰρ κεφαλαίῳ περιλαβὼν ἄν τις εἴποι τὸ σύμπτωμα τοῦτο διὰ ἀρρωστίαν γίνεσθαι τῆς κινούσης τὰ βλέφαρα δυνάμεως, ὅπερ ὀλέθριόν ἐστιν, ἐπειδὰν χωρὶς τῆς ἔξωθεν αἰτίας συστῇ. ταῦτα δʼ εἶναι χρὴ δηλονότι τοιαῦτα τὴν φύσιν, ὡς καταλύειν τὴν δύναμιν, οἷον ἤτοι διάρροιαν ἢ κάθαρσιν ἐκ φαρμάκου καθαίροντος προσφορᾶς ἢ λύπην σφοδρὰν ἢ ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ αἱμορραγίαν πολλὴν ἤ τινα ἄμετρον ἁπλῶς ἑτέραν κένωσιν. ὃ δʼ ὀλίγον ἔμπροσθεν εἶπον, ὡς τῶν ὀλεθρίων σημείων ἁπάντων ποιεῖται κατάλογον, οὐ μόνον ὅσα πρὸς τῷ νεκρώδει προσώπῳ γίνεται, δῆλον ἐποίησεν ἐνταῦθα προσθεὶς μὴ ἐκ διαρροίης ἢ φαρμακείης ἐόντ ι. προειρήκει γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου τὸν διορισμὸν τοῦτον “ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ἰσχυρῶς”. τὸ γὰρ ἐξυγρασμένον τοῦτο κοινόν ἐστι διαρροίας τε καὶ φαρμακείας, ἀλλʼ ἐπειδὴ πάλιν ἀφʼ ἑτέρας ἀρχῆς ἁπάντων ποιεῖται τῶν ὀλεθρίων ση μείων ἐξαρίθμησιν, εἰκότως ἑκάστῳ τοὺς οἰκείους διορισμοὺς προστίθησι. [15]
18b 54
Ἢν δὲ καμπύλον γένηται ἢ πελιὸν βλέφαρον ἢ χεῖλος ἢ ῥὶς μετά τινος τῶν ἄλλων σημείω ν , εἰδέναι χρὴ ἐγγὺς ἐόντα τὸν θάνατο ν . Τὰ μὲν οὖν πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει τὴν ἀρχὴν τῆς ῥήσεως, ἔνια δὲ ἀντὶ τοῦ καμπύλου τὸ ῥικνόν, ἵνʼ ᾖ τὸ δηλούμενον ἐκ τῆς φωνῆς ταύτης τὸ συνεσταλμένον ὁμοίως τοῖς κατεψυγμένοις ὑπὸ κρύους. τοῦτο μὲν οὖν νεκρώσεώς ἐστι σημεῖον ὥσπερ καὶ τὸ πελιδνόν, τὸ δὲ καμπύλον τάσεώς τινος σπασμώδους ἢ παραλύσεως θατέρου τῶν κλειόντων τὸν ὀφθαλμὸν μυῶν. ἑκάτερα δʼ ἐστὶν ὀλέθρια μαρτυρούμενα πρὸς τῶν ἄλλων σημείων, ὅπερ ἐδή λωσεν εἰπὼν μετά τινος τῶν ἄλλων σημείων ὡς οὐχ ἱκανῶν ὄντων μόνων τῶνδε τὸν θάνατον δηλῶσαι. [10]
18b 55
Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον · οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται · ἄρισται δέ εἰσι τῶν κατακλίσεων αἱ ὁμοιόταται τῇσι τῶν ὑγιαινόντω ν . Καὶ τοῦτο μαρτυρεῖ τῷ κατάλογον εἶναι τῶν ὀλεθρίων σημείων ἐν τῷ χωρίῳ τοῦ βιβλίου τῷδε παντί. φαίνεται γὰρ καὶ νῦν οὐκ ἀφʼ ἑτέρας ἀρχῆς περὶ τῶν ἐν ὅλῳ τῷ σώματι σημείων ὁ ἀνὴρ διδάσκων, ἀλλὰ συνάπτων αὐτὰ τοῖς προειρημένοις· προειρηκὼς γὰρ ἔμπροσθεν ἐπὶ τοῦ νεκρώδους προσώπου “καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι τά τε ἐν τῷ ξύμπαντι σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν” ἐφεξῆς πάντα διεξέρχεται συνάπτων ἀλλήλοις. [15]
18b 56
αὐτὸ δὲ τὸ δεῖν εὑρίσκεσθαι τὸν ἄρρωστον ὑπὸ τῶν ἐπισκεπτομένων ἰατρῶν οὐχ ὕπτιον κείμενον ὥσπερ τινὰ παρειμένον, ἀλλὰ ἐπὶ θατέρου πλευροῦ, καθότι ἂν ὁ ἰατρὸς αὐτῷ προσίῃ, διὰ τοῦτό ἐστιν ἀγαθόν, ὅτι ῥώμην ἐνδείκνυται τῆς στηριζούσης διὰ τῶν μυῶν τὸ σῶμα δυνάμεως, ὥσπερ αὖ πάλιν ἀρρωστίαν, εἰ μὴ δύναιτο τὴν ἐπὶ τοῦ πλευροῦ κατάκλισιν φέρειν. αὐτὸς δὲ ὁ Ἱπποκράτης προσέθηκε τῷ λόγῳ τὸν κοινὸν ἐπιλογισμὸν εἰπὼν οὕτως γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται καὶ δηλονότι μάλιστα κατʼ ἐκεῖνον τὸν χρόνον, ὅταν ὁ ἰατρὸς αὐτοὺς ἐπισκοπῇ. προσυπακοῦσαι γὰρ ἄμεινόν γε τῷ λόγῳ τοῦτο δυνάμει λεγόμενον ὑπʼ αὐτοῦ κατὰ τὴν λέξιν, ἔνθα φησὶ κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰατρο ῦ. οὐ γὰρ ἁπλῶς εἶπεν ἐπὶ πλευρὸν χρῆναι κεκλίσθαι τὸν ἄνθρωπον, ἀλλʼ ὑπὸ τοῦ ἰατροῦ καταλαμβάνεσθαι κεκλιμένον οὕτως. προσέθηκε δὲ καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέ λεα ὀλίγον ἐπικεκαμμένα ἔχοντ α· καὶ γὰρ καὶ τοῦτο σύνηθές ἐστι τοῖς πλείστοις τῶν ὑγιαινόντων. [15]
18b 57
καὶ μέντοι καὶ κατʼ αὐτὸ τοῦτο τὸ προσθεῖναι τοῖς πλείστοις ἀνέμνησέ σε διορισμοῦ τινος ἑτέρου κεφάλαιον ἔχοντος εἰς πολλὰς προγνώσεις χρήσιμον, οὗ μεμνῆσθαί σε δεῖ, κἂν παραλείπηταί ποτε. τί δʼ ἐστὶ τοῦτο, καὶ δὴ φράσω. ὅσα τισὶ τῶν ἀρρώστων ἰδίως ὑπάρχει παρὰ τοὺς ἄλλους ἐξαίρετα, ταῦτʼ οὐ χρὴ κατὰ τὸ πάρεργον ἐπισκοπεῖσθαι. ἐὰν μὲν γὰρ εὕρῃς κατακείμενον αὐτόν, ὡς οἱ πλεῖστοι τῶν ὑγιαινόντων, ἀγάπα τὴν κατάκλισιν, ἐὰν δὲ ἐναντίως, οὐ χρὴ καταγινώσκειν εὐθέως ὡς κακοῦ τοῦ σημείου, προσαναπυθέσθαι δέ, μὴ σύνηθές ἐστι τὸ σχῆμα τοῦτο τῷ κάμνοντι. τὸ δὲ ὑγρὸν κεῖσθαι τὸ σῶμα πρὸς ἀντίθεσιν αὐτῷ λέλεκται τοῦ τεταμένου τὰ τέσσαρα κῶλα, τουτέστι τὰ σκέλη καὶ αἱ χεῖρες ὀλίγον ἐπικεκάμφθωσαν καὶ τὸ σύμπαν σῶμα τὸν αὐτὸν τρόπον κείσθω τῶν ὑπερβολικῶν σχημάτων ἔξω καθεστηκός. ὑπερβολικὰ δʼ ὀνομάζεται σχήματα τὰ μετὰ ἄκρας ἐκτάσεως ἢ κάμψεως ἤτοι τῶν κώλων ἢ τῆς ῥάχεως, ἧς μόριόν εἰσι καὶ οἱ κατὰ τὸν τράχηλον σπόνδυλοι. [15]
18b 58
τὰ μὲν οὖν ὑπερβολικὰ σχήματα τεινομένων ἰσχυρῶς γίνεται τῶν νεύρων, ὡς ἐν τῷ Περὶ μυῶν κινήσεως ἐπιδέδεικται λόγῳ. τὸ δʼ ἐν τῷ μέσῳ τῶν ὑπερβολικῶν ἄνευ τάσεώς ἐστι. διὸ καὶ προσηγόρευσεν ὑγρὸν αὐτό, τῶν ὑγρῶν σωμάτων οὐ πεφυκότων τείνεσθαι. Ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα ἧσσον ἀγαθό ν . Ἡ τοιαύτη κατάκλισις οὐκ ἔστιν ὅλως ἀγαθή, διόπερ οὐδʼ ἧσσον ἀγαθό ν. ᾗ γὰρ μηδʼ ὅλως ὑπάρχει τὸ ἀγαθὴν εἶναι, πῶς ἂν αὕτη λέγοιτο προσηκόντως ἧσσον ἀγαθὴ εἶναι; δηλοῖ δὲ καὶ αὐτός, ὡς οὐδʼ ὅλως ἐστὶν ἀγαθή, λέγων ἐφεξῆς “εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταρρέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστι τοῦτο ἐκείνου.” ὥσπερ γὰρ καὶ τῆς προειρημένης κατακλίσεως δεινῆς οὔσης, οὕτως περὶ αὐ τῆς ἔφη “δεινότερόν ἐστιν. [10]
18b 59
” ἐμοὶ δὲ δοκεῖ τὴν κατάκλισιν ταύτην ἐν τοῖς οὐδετέροις τίθεσθαι σημείοις, ἅπερ οὐδὲ πρὸς ὑγείαν ἀξιόλογον ἕξει δύναμιν οὐδὲ πρὸς θάνατον, ἀλλʼ ἤτοι μέσα τελέως ἐστὶν ἢ μικρά τις αὐτοῖς ἐστι ῥοπὴ πρὸς τὸ ἕτερον, ὥστε τοὺς ἀμελέστερον ὑπὲρ αὐτῶν ἑρμηνεύοντας ἀμφοτέροις αὐτὰ παραβάλλειν δύνασθαι, ὅπερ καὶ νῦν ἐποίησεν ὁ Ἱπποκράτη c, ʼἧττον μὲν ἀγαθὸν εἶναιʼ εἰπὼν ʼτῆς προειρημένης τὴν τοιαύτην κατάκλισιν, μοχθηροτέραν δʼ αὐτῆς τὴν ἐφεξῆς λεγομένηνʼ, ἀναμιμνῄσκων καὶ νῦν τοῦ διορίζεσθαι κατὰ πάντα τὰ τοιαῦτα, μή τι συνήθης ἐστὶν ὑπτία κατάκλισις τῷ κάμνοντι. εἰ γὰρ καὶ τοῦτʼ εἴη καὶ μὴ πάνυ τι φροντίζοι τοῦ εἰσιόντος ἰατροῦ, τότʼ ἂν οὐδʼ ἐν τῷ μέσῳ τῶν ἀγαθῶν τε καὶ κακῶν ὀρθῶς ὑπολαμβάνοιτο κατακλίσεων, ἀλλʼ ἐκ τῶν ἀγαθῶν μᾶλλον. εἰ δὲ μηδʼ ἐν τούτῳ τῷ σχήματι κατακλίνοιτο συνήθως αἰδώ τε πολλὴν ἔχοι πρὸς τὸν ἰατρόν, οὐκ ἀγαθὸν τὸ σημεῖον, ἔτι δὲ μᾶλλον, εἰ καὶ φύσει τῶν αἰδημονεστέρων εἴη. διὰ ταῦτʼ οὖν ἅπαντα τὴν τοιαύτην κατάκλισιν ἐν μὲν τῷ μέσῳ θετέον ἀγαθῶν τε καὶ κακῶν, ὅσον ἐφʼ ἑαυτῇ, μεταπίπτειν δὲ εἰς ἑτέραν ἐφʼ ἑκατέρᾳ κατὰ τὴν φύσιν τοῦ κάμνοντος. [15]
18b 60
Εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταρρέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς πόδα c , δεινότερόν ἐστι τοῦτο ἐκείνο υ . Ὥσπερ ἡ ἐπὶ τὰς πλευρὰς κατάκλισις ἔχεταί τινος ἐνεργείας, οὕτως καὶ ἡ ἀνάρροπος ὑπτία, καθʼ ὃν τρόπον ἅπαντες ἐπικλινόμεθα. διὸ κἂν ἐπὶ τῆς ἑτέρας τῶν πλευρῶν κατακλίνῃς νεκρὸν σῶμα, περιτραπήσεται πάντως ἤτοι πρὸς τὸ πρηνὲς ἢ τὸ ὕπτιον σχῆμα, καθάπερ εἰ καὶ ἀνάρροπον αὐτὸ σχηματίσαις· ἐπὶ πόδας γὰρ οὕτω κατενεχθήσεται. εἰκότως οὖν ἔφη μοχθηρὸν εἶναι τὸ σημεῖον τοῦτο, νέκρωσίν τινα τῆς διοικούσης τὸ σῶμα δυνάμεως ἐνδεικνύμενον. Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὑρίσκοιτο ἔχων μὴ θερμοὺς κάρτα ἐόντας καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἀνωμάλως διερριμμέν α , κακόν · ἀλυσμὸν γὰρ σημαίνε ι . [12]
18b 61
Ὀρθότατα διωρίσατο τὸν λόγον εἰπὼν μὴ θερμοὺς κάρτα ἐόντα c· ἐν γὰρ τοῖς θερμοτάτοις πυρετοῖς ἅμα τοῖς ἄλλοις μέρεσι καὶ τῶν ποδῶν διακαιομένων ἀναγκάζονται γυμνοῦν αὐτοὺς οἱ κάμνοντες. εἰ δὲ μὴ τοιοῦτος ὁ πυρετὸς εἴη, τὸ γυμνοῦν τοὺς πόδας ἢ μαλακίας ἐστὶ τοῦ νοσοῦντος ἢ ἄλυος σημεῖον. εἰ δὲ καὶ τὰς χεῖρας ἅμα τῷ τραχήλῳ καὶ τοῖς σκέλεσι φαίνοιτο μὴ κατὰ τρόπον ἐσχηματισμένας ἔχων, ὡς ἔμπροσθεν εἶπεν, ἀλλὰ διερριμμένα πως ἀνωμάλως εἴη τὰ τοιαῦτα μόρια, κακὸν τὸ σημεῖον· ἀλυσμὸν γὰρ ἔφη σημαίνεσθαι. τοῦτο δʼ αὐτὸ τοὔνομα δηλοῖ τὸ δυσφορεῖν ἅπαντι σχήματι καὶ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο καί, εἴγε σοῦ παρόντος, ὡς εἴρηται, κατακείμενος ὁ κάμνων αὐτίκα μεταβάλλοι τὸ πρότερον σχῆμα πρὸς ἕτερον, ἅμα τῷ καὶ τὰ κῶλα διερριμμένως τε καὶ ἀνωμάλως ἔχειν ἢ καὶ τὴν τοῦ τραχήλου θέσιν, ἴσθι τοῦτον ἤτοι διὰ στομάχου κάκωσιν ἢ διʼ ἀρρωστίαν δυνάμεως ἀλύοντα, προσεπιλογιζόμενος κἀνταῦθα τὴν προαίρεσιν αὐτοῦ, μή τις τῶν μαλακωτέρων εἴη καὶ πρὸς ἅπαν ἑτοίμως ἐνδιδόντων τε καὶ νικωμένων, εἰ καὶ μικρότατον ὑπάρχοι. [5]
18b 62
Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν ἀεί— Ἀτονίας καὶ τοῦτο σημεῖόν ἐστι τῶν κλειόντων μυῶν τὸ στόμα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν τὰ βλέφαρα συναγόντων ἐρρέθη. ἡ γραφὴ μὲν οὕτως ἔχει, καθότι γέγραπται νῦν ὑπʼ ἐμοῦ, καὶ τά γε παλαιὰ τῶν ἀντιγράφων οὐκ ἄλλην ἔχει, τινὰ δὲ ὥσπερ καὶ τὰ τῶν περὶ Διοσκουρίδην οὐ ταύτην, ἀλλὰ τήνδε· χαλεπὸν δὲ καὶ τὸ κεχηνότα ἀεὶ καθεύδειν ἀε ί, σημείων ἔχουσαν σύνοδον δυοῖν, ἑνὸς μὲν τοῦ κεχηνέναι ἀεί, δευτέρου δὲ τοῦ καθεύδειν ἀεί. [10]
18b 63
τὸ μὲν οὖν δεύτερον ὅτι μοχθηρόν ἐστι, κἂν χωρὶς τοῦ κεχηνέναι γίνηται, δεδήλωται πρὸς αὐτοῦ καὶ κατὰ τὸν ἀφορισμὸν ἐκεῖνον ἔνθα φησὶν “ὕπνος ἀγρυπνίη ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν”, τὸ δὲ κεχηνέναι πιθανώτερον μέν ἐστιν εἰρῆσθαι μετὰ τοῦ καθεύδειν (οὕτως γὰρ ὡς τὰ πολλὰ φαίνεται γινόμενον), εἰ δὲ καὶ χωρὶς τοῦ καθεύδειν τινὶ συμβαίη, πολὺ μείζονα τὴν κάκωσιν ἐνδείξεται. Καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα εἶναι ἰσχυρῶς καὶ διαπεπλεγμέν α . Γράφεται γὰρ ἑκατέρως καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ χ , σημαίνει δὲ τὰ διεστῶτα μέχρι πλείστου καὶ εἴη ἂν ἄτοπος ἡ τοιαύτη κατάκλισις, ὡς παραφροσύνην ἐμφαίνειν, οὐδενός γε οὕτως εἰθισμένου κοιμᾶσθαι, ὥσπερ οὐδʼ εἰ περιπεπλεγμένα γράφοιτο. [11]
18b 64
καὶ γὰρ καὶ οὕτως ἀλλόκοτος ἡ κατάκλισις, ἐὰν ὕπτιός τις κείμενος ἔχῃ τὰ σκέλη συγκεκαμμένα τε καὶ ἀλλήλοις περιπεπλεγμένα. Ἐπὶ γαστέρα δὲ κεῖσθαι ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι κοιμᾶσθαι οὕτω c , κακόν · παραφροσύνην γὰρ σημαίνει ἢ ὀδύνην τινὰ τῶν περὶ τὴν γαστέρα τόπω ν . Ἀναμιμνῄσκει συνεχῶς ἡμᾶς τοῦ τοῖς ἅπασι συνεζευγμένου διορισμοῦ τοῦ κατὰ τὴν συνήθειαν τοῦ νοσοῦντος γινομένου· καὶ γὰρ καὶ νῦν τὸ ἐπὶ τὴν γαστέρα κατακεῖσθαι παρὰ τὸ ἔθος ἤτοι παραφροσύνην σημαίνει, καθάπερ ἐπὶ τῆς προειρημένης κατακλίσεως, ἢ ὀδύνην τινὰ τῶν ἐνταῦθά τινος μορίων· φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ὀδυνωμένων τὴν γαστέρα τοῦθʼ αἱρούμενοι τὸ σχῆμα. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα τῆς νούσου ἀκμαζούσης πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμας ι , κάκιστον δὲ ἐν τοῖσι περιπνευμονικοῖσι ν . [13]
18b 65
Αὐτοὶ λέγουσιν οἱ περιπνευμονικοὶ στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν θώρακα καὶ πνεύμονα πολλῆς ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, εὐπνούστεροι δὲ ἀνακαθίζοντες γίνεσθαι· καταφέρεται γὰρ ὡς ἐπὶ τὴν ῥάχιν ἐπὶ ταῖς ὑπτίαις κατακλίσεσι τὰ κατὰ τὸ στέρνον μέρη τοῦ θώρακος, ὑφʼ ὧν συμβαίνει στενοχωρεῖσθαί τε τὸν πνεύμονα καὶ μὴ δέχεσθαι τὸν ἱκανὸν ἀέρα διὰ τῆς εἰσπνοῆς. ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν, ὅταν ἀκμάζῃ (τούτῳ γὰρ μάλιστα χρή σε προσέχειν τὸν νοῦν ὡς οὐκ εἰκῇ προσειλημμένῳ), χαλεπώτατόν ἐστιν ἀνακαθίζειν ἐθέλειν τὸν κάμνοντα· βούλονται γὰρ τηνικαῦτα μάλιστα κεκμηκότες ἀκίνητοι κεῖσθαι κἂν ἐπεγείρῃ τις αὐτοὺς ἄχθονται. [10]
18b 66
τεκμαίρου τοίνυν ἤτοι γε ὑπὸ δυσπνοίας σφοδρᾶς ἢ ἄλυος ἢ παραφροσύνης ἀνακαθίζειν ἐπιχειρεῖν τὸν κάμνοντα κατὰ τὴν ἀκμὴν τῆς νόσου. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσι ν , ὁκόσοισι μὴ σύνηθές ἐστιν ἀπὸ παίδω ν , μανικὸν καὶ θανατῶδε c . ἀλλὰ χρὴ προλέγειν ἐ π ’ ἀμφοτέρων τουτέων κίνδυνον ἐσόμενο ν . ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέ ῃ , ὀλέθριον κάρτα ἤδη γίνετα ι . Σπασμωδῶς κινουμένων τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν αἱ πρίσεις τῶν ὀδόντων γίνονται, τισὶ μὲν αὐτῶν μόνων πεπονθότων τῶν μυῶν ἤτοι γʼ ἐξ ἀρχῆς ἀπὸ γενέσεως ἢ κατά τινα ἑτέραν αἰτίαν ὕστερον, ἐνίοις δὲ τῆς ἀρχῆς τῶν νεύρων εἰς διάθεσιν ἀχθείσης τοιαύτην, ὑφʼ ἧς μάλιστα δύνανται γενέσθαι τῶν ἀπʼ αὐτῆς πεφυκότων σπασμοί. ἐννοῆσαι γάρ σε χρὴ τὴν ἐξ ἀρχῆς ἑκάστου κατασκευὴν τῶν μορίων ἰδίαν ἑκάστῳ γινομένην, ὑπὲρ ἧς εἴρηται μὲν ἐν ἄλλοις ἐπὶ πλέον, ἀρκέσει δὲ καὶ νῦν ἅπαξ ἐν τῷδε εἰ πεῖν κελεύσαντα μεμνῆσθαι τοῦ λοιποῦ πρὸς τὸ μὴ θαυμάζειν ὅπως τῆς κοινῆς ἁπάντων νεύρων ἀρχῆς παθούσης ἄλλοτε ἄλλος μῦς ἤτοι τρομώδης γίνεται ἢ σπασμώδης. [15]
18b 67
ὥσπερ γὰρ ἐναργῶς ὁρῶμεν ἐνίοις μὲν σώμασιν ἀρίστην κατασκευὴν σκελῶν ὑπάρχουσαν, ἐνίοις δὲ χειρίστην εὐθὺς ἐξ ἀρχῆς, ὡς τοὺς μὲν ὠκύτατα θεῖν, τοὺς δὲ μόγις ἵστασθαι καὶ κατὰ τὰ ἄλλα μόρια ὡσαύτως, οὕτω δὴ καὶ τὸ βλάπτεσθαι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσιν ἐνίους μὲν τὰ σκέλη, τινὰς δὲ ἄκρους πόδας ἢ ὀφθαλμοὺς ἢ κεφαλὴν ἤ τι τῶν ἄλλων εὐθὺς ἐξ ἀρχῆς ἕπεται ταῖς κατασκευαῖς τῶν σωμάτων. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τῶν μυῶν ἐνίοις μὲν ἀσθενεῖς οἱ τοὺς ὀφθαλμοὺς κινοῦντες, ἐνίοις δὲ οἱ τὰς γένυάς εἰσι, διʼ οὓς οὗτοι μὲν [ἢ] ἀεὶ πρίουσι τοὺς ὀδόντας [ἢ] ἐπὶ σμικραῖς προφάσεσιν, ἐκεῖνοι δὲ διὰ παντὸς κινοῦσι τοὺς ὀφθαλμούς. τὸ μὲν γὰρ φύσει πρίειν τοὺς ὀδόντας ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς πάθει συγγενομένῳ τισίν, ὃ προσαγορεύουσιν ἵππον, οὐ δυναμένων αὐτῶν ἑδραίων μεῖναι χρόνον οὐδένα, σαλευομένων δὲ ἀεὶ τρομωδῶς· τὸ δὲ ἐν ταῖς πυρετώδεσι νόσοις ἐπὶ τῷ τῆς ἀρχῆς πάθει γίνεσθαι τὸν σπασμὸν αὐτοῖς ὅμοιόν ἐστι πάλιν ἐκείνῃ τῇ κατασκευῇ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν, ἐφʼ ὧν εἶπεν “ἢ ἐναιωρούμενοι φαίνονται”. [5]
18b 68
κατά τινα μὲν γὰρ σώματα θᾶττον ὑπακούουσι τῶν τῆς ἀρχῆς παθημάτων οἱ κατὰ τοὺς ὀφθαλμοὺς μύες, κατά τινα δὲ οἱ κροταφῖται καὶ οἱ μασητῆρες. εἰκότως οὖν ἔφη τὸ σύμπτωμα τοῦτο καὶ μανικὸν εἶναι καὶ θανατῶδε c, μανικὸν μὲν ὡς εἰ καὶ παρακοπτικὸν εἶναι ἰσχυρῶς εἰρήκει, θανατῶδες δὲ διὰ τὴν τῆς ἀρχῆς βλάβην. ἀλλʼ ἐκεῖνό γε ζητήσεως ἄξιον, ὅπως εἰπὼν αὐτὸς εἶναι μανικὸν αὐτὸ μετὰ ταῦτά φησιν· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέ ῃ , ὀλέθριον κάρτα ἤδη γίνετα ι. πρόδηλον γὰρ ὡς, εἴπερ ἀγγέλλει παραφροσύνην τὸ πρίειν τοὺς ὀδόντας, οὐκέτι παύσαιτʼ ἄν, ἀλλὰ καὶ σφοδρότερον γένοιτο τῆς παραφροσύνης ἀφικομένης σὺν τῷ καὶ ἄλλους τινὰς μύας εἰς τὴν αὐτὴν ἀχθῆναι τηνικαῦτα διάθεσιν. ἔοικεν οὖν ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἶναι· τὸ πρίειν τοὺς ὀδόντας οἷς οὐκ ἦν ἔθος ἐξ ἀρχῆς παραφροσύνης ἐσομένης ἐστὶ σύμπτωμα· εἰ μέντοι ποτὲ ἐπʼ ἄρρωστον ἀφικόμενος εὕροις αὐτὸν ἀμφότερα πάσχοντα, παραφρονοῦντά τε καὶ πρίοντα τοὺς ὀδόντας, ἐγγὺς ἤδη τοῦτον ἥκειν ὀλέθρου τεκμαίρου, ὥστε κατὰ μὲν τὸν πρότερον λόγον, ὅτʼ οὔπω παραπαίων ἔπριεν ὁ κάμνων τοὺς ὀδόντας, ἁπλῶς αὐτὸ τοῦτο προδηλοῦσθαι μόνον, ὡς παρακοπτικόν τʼ ἐστὶ καὶ ὀλέθριον αὐτὸ τὸ σημεῖον, ἡνίκα δὲ ἤδη παραφρονεῖ σὺν τῷ πρίειν τοὺς ὀδόντας, ὑπόγυον ἐνδείκνυται θάνατον. [5]
18b 69
ἐδήλωσε δὲ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ προσθεῖναι τὸ ἤδ η. ὅτι μὲν γάρ ἐστι θανατῶδες τὸ σύμπτωμα, καὶ κατὰ τὸν ἔμπροσθεν εἰρήκει λόγον, ἐν δὲ τῷ δευτέρῳ τό τε κάρτα καὶ τὸ ἤδη προσέθηκεν εἰπὼν ὀλέθριον κάρτα ἤδη γίνεται, τουτέστι λίαν ὀλέθριον, ὅπερ ἔστιν οὐκ εἰς μακράν, ἀλλὰ διὰ ταχέων τεθνήξεσθαι τὸν κάμνοντα. Ἕλκος δὲ ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχω ν , ἤν τε καὶ ἐν τῇ νούσῳ γένητα ι , καταμανθάνειν χρή · ἢν γὰρ μέλλῃ ἀποθνῄσκειν ὁ ἄνθρωπο c , πρὸ τοῦ θανάτου ἢ πελιδνόν τε καὶ ξηρὸν ἔσται ἢ ὠχρόν τε καὶ ξηρό ν . [10]
18b 70
Ξηρὸν μὲν ἔσται πάντως τὸ ἕλκος ἀρρωστίᾳ τῆς τρεφούσης τὸ σῶμα δυνάμεως. χρόα δʼ οὐ μία διὰ παντὸς αὐτῷ γενήσεται, ἀλλὰ παρά τε τὸ διαφερόντως ἔχειν τὰ σώματα πρὸς ἄλληλα τοῖς χυμοῖς καὶ παρὰ τὸ ποσὸν τῆς βλάβης ὑπαλλαχθήσεται· τῶν μὲν γὰρ χολωδῶν ἐπικρατούντων ὠχρὸν ἔσται τὸ χρῶμα, τῶν δὲ μελαγχολικῶν ἤτοι πελιδνὸν ἢ κατὰ τὸ ἕτερον τῶν σημαινομένων χλωρόν. εἴπομεν δʼ ἔμπροσθεν ὡς τὸ χλωρὸν ἐνίοτε μὲν σημαίνει ταὐτὸν τῷ ὠχρῷ, ἐνίοτε δὲ τὸ οἷον ἰῶδες τῇ χροιᾷ, καθʼ ὃ σημαινόμενον εἰώθασι καὶ κράμβας χλωρὰς λέγειν οἱ ἄνθρωποι. οὕτω δὲ καὶ ἡ βλάβη πελιδνὸν μὲν ἡ μείζων ἐργάζεται (πλησίον γάρ ἐστι τοῦτο τοῦ μέλανος), ἐρυθρὸν δὲ ἢ χλωρὸν ἡ ἐλάττων. [10]
18b 71
διὸ καὶ τὴν τελευτὴν τῆς ῥήσεως ἔνιοι μὲν οὕτως γράφουσιν· ἢ ὠχρόν τε καὶ ξηρόν, ἔνιοι δὲ ἐκείνως· ἢ χλωρόν τε καὶ ξηρό ν. Περὶ δὲ χειρῶν φορῆς τάδε γινώσκειν χρή · ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσι καὶ ἐν φρενίτισι καὶ ἐν περιπνευμονίῃσι καὶ ἐν κεφαλαλγίῃσιν ἀεὶ πρὸ τοῦ προσώπου φερομένας τὰς χεῖρας καὶ θηρευούσας διὰ κενῆς καὶ ἀποκαρφολογεούσας καὶ κροκύδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσα c , πάσας εἶναι κακὰς καὶ θανατώδεα c . Αἱ τῶν χειρῶν φορα ί, τουτέστιν ἐνέργειαί τε καὶ κινήσεις, οἵας εἴρηκε νῦν, ἐπὶ φαντασίᾳ γίνονται παραπλησίᾳ τῇ τῶν ὑποχεομένων. ἐκεῖνοι γὰρ ὅσα κατὰ τὴν μεταξὺ χώραν ὁρῶσι τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ περὶ τὴν κόρην κερατοειδοῦς χιτῶνος, ἐκτὸς ὑποκεῖσθαι δοξάζου σιν, ἐπειδὴ διὰ παντὸς εἰθίσθησαν ἐν τῷ κατὰ φύσιν ἔχειν ὁρᾶν τὰ πράγματα κατὰ τὸν ἔμπροσθεν ἑαυτῶν ἀέρα. [10]
18b 72
τὸν αὐτὸν δὲ τρόπον οἱ νῦν οὗτοι, περὶ ὧν Ἱπποκράτης ἔγραψεν ἐν πυρετοῖσιν ὀξέσι καὶ περιπνευμονίῃσι καὶ φρενίτισι καὶ κεφαλαλγίῃσι ν, ὁρᾶν δοκοῦσιν ὡς ἐκτὸς ὑποκείμενα τὰ κατὰ τοὺς ὀφθαλμοὺς αὐτῶν ἔνδον ὄντα. δέδεικται γὰρ ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν αὐγοειδὲς ὂν ἑαυτῷ συνομοιοῖ τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τῆς κόρης ὑγρόν, λεπτὸν καὶ καθαρὸν ὑπάρχον, ὁμοιότατον τῷ περιεχομένῳ κατὰ τὰ ᾠά, ᾧ καὶ κατὰ τὰς ὀφθαλμίας χρώμεθα. δέδεικται δʼ ὅτι καὶ διὰ τούτου τοῦ ὑγροῦ φέρεται τὸ πνεῦμα κατὰ τὸ τῆς κόρης τρῆμα πρὸς τὸν ἐκτὸς ἀέρα συμπαγὲς αὐτῷ γινόμενον, ἀλλὰ καὶ ὅτι τούτῳ τῷ ἀέρι συμφωτισθέντι χρῆται καθάπερ ὀργάνῳ συμφύτῳ τοιούτῳ τὴν δύναμιν ὄντι, ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρόν ἐστιν. ἐπιδέδεικται δὲ καὶ τοῦτο κατὰ τοὺς ἰδίους τῆς ὄψεως λόγους, ὡς ἐν τῷ τρισκαιδεκάτῳ Περὶ ἀποδείξεως καὶ τῷ ἑβδόμῳ Περὶ τῶν Ἱπ ποκράτους καὶ Πλάτωνος δογμάτων ἔγραψα. [10]
18b 73
λέλεκται δʼ οὐκ ὀλίγα περὶ αὐτοῦ καὶ κατὰ τὸ δέκατον τῶν Περὶ χρείας μορίων. ὡς οὖν διὰ τοῦ νεύρου τῶν κατὰ τὸν δάκτυλον, εἰ τύχοι, τοῦ ποδὸς αἰσθάνεται παθημάτων ὁ ἐγκέφαλος, οὕτω καὶ διὰ τοῦ πέριξ ἀέρος τῶν ἐκτὸς ὑποκειμένων ὁρατῶν, ὅσα γε σύμμετρον ἀφέστηκεν αὐτοῦ. τὰ τοίνυν ὑποχύματα κατὰ τοῦτο γίνεται τὸ ὑγρὸν, ὃ παραπλήσιόν ἐστιν, ὡς ἔφην, ᾠοῦ τῷ λευκῷ τε καὶ λεπτῷ, ὃ μεταξὺ κεῖται τῆς τε κόρης καὶ τοῦ κρυσταλλοειδοῦς. κατὰ τοῦτο δὲ καὶ τῶν ἀπεπτούντων ἐνίοις φαντασίαι παραπλήσιαι τοῖς ὑποχεομένοις γίνονται. ὅπου γὰρ ἂν ἀντιστῇ τι μέλαν ὑγρὸν ἢ παχὺ κωλῦον ἔξω διεκπίπτειν τὴν ὀπτικὴν αὐγήν, ἐκεῖ φαντασίαι γίνονται κατὰ τὴν τοῦ συνεστῶτος ὑγροῦ φύσιν, ἐνίοτε μὲν οἷον τριχῶν τινων ἢ κρόκης ἢ στήμονος, ἐνίοτε δὲ κωνωπίων μελάνων ἢ μυιῶν παραπέτεσθαι δοκούντων, ἔστιν ὅτε δὲ καὶ φακοῖς ὁμοίων ἢ κέγχροις μέλασιν. οὕτως οὖν συμβαίνει καὶ κατὰ τοὺς ὀξεῖς πυρετοὺς καὶ κατὰ τὰς περιπνευμονίας ἀναθυμιωμένων ἐπὶ τὴν κεφαλὴν τῶν ἐν τῷ σώματι χυμῶν συναπολαύειν τῆς ἀναθυμιάσεως αὐτῶν τὸ κατὰ τὴν κόρην ὑγρὸν ἐκεῖνο τὸ καθαρόν. [15]
18b 74
ὅπῃ δʼ ἂν καὶ ὅπως θολωθῇ, τὰ προειρημένα γίνεται φαντάσματα. κατὰ δὲ τὰς ἰσχυρὰς κεφαλαλγία c, ὥσπερ οὖν καὶ κατὰ τὰς φρενίτιδα c, διὰ τὸ πεπληρῶσθαι τὴν κεφαλήν, ἀφικνούμενόν τι τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν αὐτῶν συμπτωμάτων αἴτιον γίνεται καὶ τό γε κροκυδίζειν καὶ καρφολογεῖν εἰθισμένα τοῖς ἰατροῖς ἅπασι ῥήματα μάλιστα κατὰ τῶν φρενιτιζόντων λέγεσθαι τὴν θέσιν ἐντεῦθεν ἔλαβεν. ἔνιοι γοῦν ἡρμήνευσαν ἡμῖν τήν τε τῶν κροκύδων καὶ τὴν τῶν ἀχύρων φαντασίαν, ἐν αὐτῷ τε τῷ γίνεσθαι καὶ μετὰ ταῦθʼ ὕστερον ἀπομνημονεύσαντες. ἔστι δὲ αὐτῶν ἡ διαφορὰ διττή· τινὲς μὲν γὰρ ἐν αὐταῖς ταῖς αἰσθητικαῖς φαντασίαις τὸ παραφρονεῖν ἐκτήσαντο τῆς κριτικῆς δυνάμεως ἐρρωμένης, ἔνιοι δὲ καὶ διὰ φρόνησιν ὑπερβάλλουσαν ὅμως, καίτοι πεπονθότες, ἐπὶ βραχὺ τὴν κριτικὴν δύναμιν ἀντέσχον καὶ ἀνήνεγκαν ὡς ἐκνικῆσαί τε καὶ ἀπομαχέσασθαι καὶ παρακολουθῆσαι τοῖς γινομένοις. [15]
18b 75
αὐτοὶ τοίνυν ἐδήλωσαν ἡμῖν, ἐπὶ τίσι φαντασίαις ἐκίνουν τὰς χεῖρας, ὡς Ἱπποκράτης ἔγραψεν. ἐξέχειν γὰρ αὐτοῖς ἐδόκουν αἱ τῶν ἱματίων κροκύδες πολλαχόθι καὶ τοῖς τοίχοις ἄχυρα προσκεῖσθαι, πολλάκις δὲ καὶ κάρφη πολλὰ κατὰ τὴν στρωμνὴν ἐπικεῖσθαι καὶ παραπέτεσθαι ζῷα μικρὰ πλησίον τῶν ὀφθαλμῶν. ταῦτα μὲν οὖν θηρεύειν ἐπιχειροῦσι περιφέροντες τὰς χεῖρας, ὥς τι ληψόμενοι. τὰ δʼ ἄλλα ἐξέχειν φαινόμενα, τὰ μὲν ἀπὸ τῶν ἱματίων ἀφαιρεῖν ἐπιχειροῦσι, τὰ δὲ ἀποσπᾶν τοῦ τοίχου. χαλεπαὶ δʼ εἰσὶν εἰκότως αἱ ποιοῦσαι τὰ τοιαῦτα συμπτώματα διαθέσεις, ὡς ἂν τοῦ μὲν ὀξέος πυρετοῦ καὶ τῆς περιπνευμονίας καὶ τῆς κεφαλαλγίας διὰ μέγεθος 〈χυμῶν〉 ἐργαζομένων αὐτά, τῆς δὲ φρενίτιδος διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου. ταύτης μὲν γὰρ ὅλον τὸ γένος ὀλέθριον, οἱ πυρετοὶ δὲ καὶ αἱ περιπνευμονίαι καὶ αἱ κεφαλαλγίαι κατὰ τὸ μέγεθος, ὡς εἴρηται. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοις ι . [14]
18b 76
μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλο ῖ . ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνετα ι . Ταύτην τὴν ῥῆσιν ὅλην ἐν τῷ τρίτῳ τῶν Περὶ δυσπνοίας ἐξήγημαι τελεώτατα. διὸ καὶ νῦν ἐρῶ μόνα τὰ κεφάλαια. πνεῦμα μὲν ὀνομάζει κατὰ τόνδε τὸν λόγον ὁ Ἱπποκράτης ὅλην τὴν ʼἀναπνοήνʼ· φησὶ δὲ πυκνὴν αὐτὴν γινομένην ἐνίοτε μὲν ʼἄλγημα σημαίνεινʼ, ἐνίοτε δὲ τῶν κατὰ θώρακα μορίων φλόγωσιν, ἅπερ ἐστὶ καρδία τε καὶ πνεύμων ὑπὲρ τὸ διάφραγμα τὴν θέσιν ἔχοντα. φρένας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοῦτο. ἐν μὲν οὖν τοῖς ἀλγήμασιν ἐδείχθη τούτῳ πυκνὸν καὶ μικρὸν γινόμενον τὸ πνεῦμα, κατὰ δὲ τὰς φλογώσεις πυκνὸν καὶ μέγα· ταύτας γὰρ ὀνομάζειν εἴωθε φλεγμονά c. [10]
18b 77
τὸ δʼ ἀραιὸν πνεῦμα, τουτέστι τὸ διὰ πολλο ῦ, μετὰ μὲν μεγέθους παραφροσύνην σημαίνει, μετὰ δὲ σμικρότητος σβέσιν τῆς ἐμφύτου θερμασίας. ἀλλὰ ταύτην γε τὴν διάθεσιν ἐκ τοῦ συμβεβηκότος ἐδήλωσεν εἰπών· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνετα ι. ὅτι δὲ τούτων τῶν δυσπνοιῶν ἐμνημόνευσε μόνων ἐν τῷ Προγνωστικῷ τὴν διδασκαλίαν περὶ τῶν ὀξέων νοσημάτων ποιούμενος ὅτι τε κατὰ τὰ τῶν Ἐπιδημιῶν ὡς περὶ πλειόνων δυσπνοιῶν οὐσῶν ἐποιήσατο τὸν λόγον, ἐν τῷ τρίτῳ τῶν Περὶ δυσπνοίας ἐπιδέδεικται. Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασι ν , ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνετα ι . Τὴν κατὰ φύσιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν ἐνδεικνυμένην μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε τὰς φρένας ὀδυνηρόν τι πάθος ἔχειν, ἀλλὰ μηδὲ τῶν συνημμένων αὐτοῖς μορίων τινά· κινούμενα γὰρ κατὰ τὰς ἀναπνοὰς ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωσοῦν ἔχοντά τι πάθος ὀδυνηρόν· ἔστι δὲ ταῦτα κοιλία, σπλήν, ἧπαρ. [5]
18b 78
ὅταν οὖν μήτε τούτων τι πάσχῃ μήτε θερμασίας πλῆθος ᾖ τοσοῦτον, ὡς διακαίεσθαί τε καὶ φλέγεσθαι δοκεῖν, ἀλλὰ μηδὲ τοὐναντίον, ὥστʼ ἤδη σβέννυσθαι τὴν ἔμφυτον θερμότητα, πῶς οὐκ ἄν τις φαίη τὸν κάμνοντα πολλὰς ἐλπίδας ἔχειν σωτηρίας, ἐπί γε τῶν ὀξέων νοσημάτων, ἐφʼ ὧν ἤτοι διὰ τὸ μέγεθος τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίως ὀνομαζομένην φλεγμονὴν οἱ κίνδυνοι γίνονται; τὰ μέντοι χρόνια καὶ χωρὶς τούτων τῷ καταλύειν τὴν δύναμιν οὐκ ἀκίνδυνα. διὰ τοῦτο οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων ἀπεφήνατο τῶν ὀξέων, ὄντων δὲ καὶ τούτων διττῶν. ἐπειδὴ τὰ μὲν ἁπλῶς τε καὶ πρώτως ἐστὶν ὀξέα, τὰ δὲ ἐκ μετα πτώσεως τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωσεν εἰπών· ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, τὸ μὲν σὺν πυρετοῖσι προσθείς, ἵνα χωρίσῃ ταῦτα σπασμοῦ καὶ τετάνου καὶ χολέρας ὅσα τʼ ἄλλα χωρὶς πυρετῶν ἐστιν ὀξέα, τὸ δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, χάριν τοῦ συγκαταριθμεῖσθαι τοῖς ἁπλῶς τε καὶ κυρίως λεγομένοις ὀξέσι τὰ ἐκ μεταπτώσεως ὀξέα. [5]
18b 79
γίνεται δὲ ταῦτα κατʼ ἀρχὰς μὲν ὀξέως νοσησάντων, ὕστερον δὲ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆς κριθέντων οὐ τελέως, ἀλλʼ ὥστε τι λείψανον τῆς νόσου μέχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκταθῆναι. μετάπτωσις μὲν γὰρ ἐν ταῖς ἐλλιπέσι κρίσεσι γίνεται τῶν ὀξέων νοσημάτων οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μάλιστα μαρασμὸν καὶ τεταρταῖον ἐμπυήματά τε καὶ φθόην καὶ ὕδρωπας. ἀλλʼ ὅ γε Ἱπποκράτης ἐξαιρεῖ τοῦ παρόντος λόγου κἀκεῖνα, μόνοις τοῖς ἁπλῶς ὀξέσιν, ὅσα σὺν πυρετοῖς γίνεται, καὶ τοῖς ἐκ μεταπτώσεως αὐτῶν εἰς τεσσαρακοστὴν ἡμέραν ἀφικνουμένοις ἄριστον εἶναι σημεῖον ἀποφηνάμενος τὴν εὔπνοιαν, οὔτε δὲ τοῖς ἄνευ πυρετῶν ὀξέσιν ἅπασιν οὔτε τοῖς χρονίοις, ὥστʼ εἶναι τρία τὰ πάντα γένη τῶν νοσημάτων ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων ἐν τεσσαρεσκαίδεκα κρινόμενον ἡμέραις, ἀντικειμένων αὐτῷ τῶν χρονίων, ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ τεταγμένον ἀμφοῖν ἄλλο τρίτον, οὗ πέρας ἐστὶ τῶν κρισίμων ἡμερῶν ἡ τεσσαρακοστή. [5]
18b 80
ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖς ἐναργῶς φαινομένοις ἐπὶ τῶν νοσούντων ὁμολογοῦντα, καὶ ὅστις αὐτὰ ἐπʼ ἐκείνων βασανίσει, γνώσεται τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχουσαν. ὅσοι δὲ τὸ ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεσθαι τὰ ὀξέα νοσήματα λέγουσιν εἰρῆσθαι τὸν ἀριθμὸν τῶν κρισίμων ἡμερῶν διδάσκοντος ἡμᾶς τοῦ παλαιο ῦ, πρὸς τῷ μὴ γινώσκειν, ἃ μάλιστα ἐχρῆν αὐτοὺς ἐπίστασθαι, καὶ τῶν λέξεων οὐκ ἀκούουσιν. εἰ γὰρ τὸ τεσσαρεσκαίδεκα ἡμέραις κρίνεσθαι τὰ ὀξέα νοσήματα δηλωτικόν ἐστι τοῦ πλήθους τῶν κρισίμων ἡμερῶν ὁπόσον ἐστί, καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις κρίνεσθαι τὸν ἀριθμὸν δηλώσει τῶν κρισίμων ἡμερῶν. [15]
18b 81
ζητησάτωσαν οὖν ὥσπερ ἐν ταῖς τεσσαρεσκαίδεκα ποιοῦσι τὰς ἕως τῆς τεσσαρακοστῆς, οὕτως καὶ τὰς νῦν εἰρημένας τεσσαράκοντα ποιῆσαι. Οἱ δ ’ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασι ν , ὁκόσοι ἂν ἐν ἡμέρῃσί τε κρισίμοισι γίνωνται καὶ τελέως τῶν πυρετῶν ἀπαλλάξωσι ν . ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νόσημ α . οἳ δ ’ ἂν μὴ τουτέων τι ἐξεργάσωντα ι , οὐ λυσιτελέε c . κάκιστοι δὲ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα · οὗτοι γὰρ σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνους ι , σὺν δὲ πρηυτέρῳ μῆκος νούσο υ . Ἐπὶ μὲν τῶν ἀρίστων ἱδρώτων δύο γράψας γνωρίσματα τὸ τρίτον παρέλιπεν ὡς ἐξ ἀνάγκης ἑπόμενον οἷς εἶπεν· ὅσοι γὰρ 〈ἂν〉 ἐν ἡμέραις τε κρισίμοις γένωνται καὶ τελέως ἀπαλλάξωσι τὸν κάμνοντα, οὗτοι καὶ ʼδιʼ ὅλου τοῦ σώματόςʼ εἰσιν· ἐν δὲ τοῖς ἀγαθοῖς μέν, οὐ μὴν ἀρίστοις γε τὸ ʼδιʼ ὅλου τοῦ σώματος γενέσθαιʼ καὶ τὸ καθελεῖν τι τῆς νόσου γράψας οὐδὲν ἔτι προσέθηκε περὶ τῶν κρισίμων ἡμερῶν, ὡς ἐξ ἀνάγκης αὖ πάλιν καὶ τούτου συνεπομένου τοῖς ἀγαθοῖς ἱδρῶσι. [5]
18b 82
τρίτη δʼ ἄλλη τάξις ἱδρώτων ἐστὶ μετρίως κακῶν, ὑπὲρ ὧν εἶπεν οἳ δ ’ ἂν μὴ τουτέων τι ἐξεργάσωντα ι , οὐ λυσιτελέε c, τουτέστι τό τε διʼ ὅλου τοῦ σώματος γίνεσθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιῆσαι φέρειν εὐπετέστερον τὴν νόσον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρους μέν εἰσιν οἱ μηδέτερον τούτων ἐργασάμενοι, μετριώτεροι δὲ οἱ τὸ ἕτερον. αὖθις δὲ πάλιν αὐτῶν τούτων οἱ μὲν εὐπετέστερον φέρειν τὴν νόσον ἐργασάμενοι μετριώτεροι, κἂν μὴ διʼ ὅλου τοῦ σώματος γένωνται, χείρους δὲ οἱ βαρύτερον ἀποδείξαντες τὸ νόσημα, κἂν εἰς ὅλον ἐκταθῶσι τὸ σῶμα. [10]
18b 83
τούτοις μὲν οὖν ἅπασιν ὑπάρχει τοῖς ἱδρῶσι θερμοῖς εἶναι καὶ διὰ τοῦτʼ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων ἐδήλωσεν αὐτό, παραλείπειν εἰθισμένος ὅσα τε ἐξ ἀνάγκης ἕπεταί τισι καὶ ὅσα διὰ τῆς τῶν ἐφεξῆς λεγομένων ἀντιθέσεως δηλοῦται. πᾶσι δὲ τοῖς προειρημένοις κατὰ τοῦτον τὸν λόγον ἱδρῶσιν ἀντιτίθησι τοὺς ψυχροὺς εἰπὼν ὧδε· κάκιστοι δὲ οἱ ψυχροὶ καὶ σὺν αὐτοῖς κακοὺς εἶναί φησιν, ὅσοι περὶ τὴν κεφαλήν τε καὶ τὸν αὐχένα γίνονται, κἂν μὴ ψυχροὶ τυγχάνωσιν ὄντες· ἀπειλοῦσι γὰρ οὗτοι συγκοπήν. εἰ δʼ ἅμα τε περὶ ταῦτα γίνονται τὰ μέρη καὶ ψυχροὶ φαίνονται, χείριστοι πάντων εἰσίν. οὐ γὰρ ἔτι μέλλειν, ἀλλʼ ἄρχεσθαι δηλοῦσιν ἤδη τὴν συγκοπήν. ἐπιδιορίζονται δὲ τῇ σφοδρότητι τοῦ πυρετοῦ· εἰ μὲν γὰρ ὀξεῖς ὑπάρχουσι, θάνατον οἴσουσι πάντως οἵ τε ψυχροί, κἂν διʼ ὅλου γίνωνται τοῦ σώματος, οἵ τε ʼπερὶ τὸν τράχηλον καὶ κεφαλήνʼ, εἰ καὶ θερμοὶ τύχοιεν ὄντες. [15]
18b 84
εἰ δὲ καὶ πρᾷος ὁ πυρετὸς εἴη, δυνήσεταί ποτε πέψαι καὶ τοὺς μοχθηροὺς χυμοὺς ἡ δύναμις ἐν τῷ χρόνῳ μὴ φθάσασα προαναλωθῆναι τῇ τῶν πυρετῶν ὀξύτητι. περὶ μέντοι τῶν κρισίμων ἡμερῶν οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων (καίτοι γε ἐπὶ τῶν ἀρίστων εἶπεν ἐν ἀρχῇ), διότι μέλλει δύναμίν τινα τῶν κρισίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάσκειν, ἐν αὐτῇ δὲ τῇ ῥήσει συνενεδείξατο. μία γάρ ἐστιν αὐτῶν ἡ δύναμις πιστὴν ἐργάσασθαι τὴν κρίσιν, ἐάν τε εἰς ἀγαθὸν ἐάν τε εἰς κακὸν τελευτήσῃ. γινώσκειν δὲ χρὴ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως ὑπὸ τῶν περὶ Διοσκουρίδην γεγραμμένην κατὰ τήνδε τὴν λέξιν κάκιστοι δὲ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα · οὗτοι γὰρ θάνατον προσημαίνουσιν ἢ μῆκος νόσο υ. δῆλον δὲ ὅτι καὶ ἡ τοιαύτη γραφὴ συντομωτέρα μέν ἐστι τῆς προτέρας, δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήσει προσθεῖ ναι τὸν ἐξηγητήν, ὅπερ ἐπὶ τῆς προτέρας ἤδη γέγραπται σὺν μὲν ὀξεῖ πυρετῷ θάνατο ν , σὺν δὲ πρηυτέρῳ μῆκος νόσο υ. [10]
18b 85
ἐφεξῆς δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, οὐκ ἐν πᾶσι δὲ τοῖς ἀντιγράφοις, ἃ καλῶς ἄλλοι τέ τινες ἐξεῖλον ὡς οὐχ Ἱπποκράτους καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδη ν. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐ π ’ ἀριστερ ά . φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερ ά , ταῦτα πάντα φυλάσσεσθαι χρ ή . Ἑνὶ μὲν λόγῳ βραχυτάτῳ περιλαβὼν ἄν τις εἴποι τὸ τῷ κατὰ φύσιν ὁμοιότατον ὑποχόνδριον ἄριστον εἶναι. κατὰ μέρος δὲ αὐτοῦ διδάσκων ὁ Ἱπποκράτης τὰ γνωρίσματα τὸ μὲν πρῶτον αὐτῶν ἐκ τῶν οὐχ ὑπαρχόντων εἶπεν, ἃ δὴ κα λεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἀποσυμβεβηκότα. [11]
18b 86
τὰ δὲ ἐφεξῆς δύο γνωρίσματα τῶν συμβεβηκότων ἐστὶ τοῖς ὑποχονδρίοις. ἀνώδυνον μὲν οὖν ὑποχόνδριον ἐκ τοῦ μὴ συμβεβηκότος αὐτῷ λέλεκται, μαλθακὸν δὲ καὶ ὁμαλὸν ἐξ ὑπαρχόντων τινῶν. ἀλλὰ τὸ μὲν μαλθακὸν ἐκ τοῦ συμμέτρου τῆς ἀντιβάσεως γνωρίζεται (τὸ γὰρ ἀντικείμενον αὐτῷ τὸ σφοδρῶς ἀντιβαῖνον σκληρόν ἐστι), τὸ δὲ ὁμαλὸν οὐ κατὰ μίαν μόνην τήνδε νοεῖται τὴν ποιότητα. δύναται γὰρ ὁμοίως μὲν εἶναι μαλθακὸν ἅπαν, ἤτοι δὲ κατά τι μὲν ἀνώδυνον ὑπάρχειν, κατά τι δʼ ὀδυνώμενον, ἢ τὸ μὲν αὐτοῦ θερμότερον εἶναι, τὸ δὲ ψυχρότερον, ἢ τὸ μὲν ὑψηλότερον, τὸ δὲ ταπεινότερον. ὅθεν ἀντιτιθεὶς τῷ ἀρίστῳ καὶ ὁμαλῷ τὰ τοῦ χειρίστου καὶ ἀνωμάλου γνωρίσματά φησι “φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερά”. τὸ μὲν φλεγμαῖνον εἶπε καθʼ ὅλου τοῦ ὑποχονδρίου, σημαίνει δὲ δηλονότι τὸ ῥῆμα τοῦτο τὸ φλεγμαίνειν, ὡς εἰ καὶ διακαίεσθαι καὶ φλέγεσθαι καὶ πεπυ ρῶσθαι λέγοιτο. [15]
18b 87
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ τὴν ὀδύνην παρέχον ἐφʼ ὅλου λέλεκται τοῦ ὑποχονδρίου, καθάπερ γε καὶ τὸ τεταμένον (ἐφʼ ὅλου γὰρ εἴρηται καὶ τοῦτο), τὸ δὲ ἀνωμάλως διακείμενον, ὅταν μὴ πᾶν ἔχῃ τὸ ὑποχόνδριον τὴν αὐτὴν διάθεσιν ἢ κατὰ θερμασίαν ἢ κατὰ ψύξιν ἢ κατʼ ὀδύνην τε καὶ ἀνωδυνίαν ἢ κατʼ ἰσχνότητα καὶ χαλαρότητα καὶ τάσιν. γίνεται γάρ ποτε τάσις ὑποχονδρίου χωρὶς τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς, ἤτοι διὰ ξηρότητά τινα σφοδρὰν οὐ μόνον τῶν κατʼ αὐτὸ μορίων, ἀλλὰ καὶ τῶν κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τὰς φρένας ἢ διὰ τὰς μετʼ ὄγκου φλεγμονὰς αὐτῶν τῶν κατὰ τὸ ὑποχόνδριον μυῶν ἔξω τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς καθεστώτων, ἥτις ἐστὶν ὄγκος ὀδυνηρός. Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρί ῳ , θόρυβον σημαίνει ἢ παραφροσύνη ν , ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων · ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωντα ι , μανῆναι τούτους ἐλπί c . [12]
18b 88
Εὑρίσκεται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ σφυγμό c, ἀλλὰ παλμός γεγραμμένος (ἐμάθομεν δὲ ὅτι τὸ σύμπτωμα τοῦτο διὰ πνεῦμα γίνεται φυσῶδες), ἀλλʼ ἐν τοῖς πλείστοις γέγραπται σφυγμό c, ἤτοι γε ὁ συνὼν ταῖς μεγάλαις φλεγμοναῖς ἢ καὶ τῆς κατὰ ῥάχιν ἀρτηρίας τῆς μεγάλης ἡ αἰσθητὴ τῷ κάμνοντι κίνησις, ὥς που κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἶπεν ὁ ἀνήρ· “ὅταν ἡ φλὲψ ἡ κατʼ ἀγκῶνα σφύζῃ, μανικὸς καὶ ὀξύθυμος.” εὔδηλος γάρ ἐστι κἀνταῦθα τὸ σφύζειν ἐπὶ τῆς μεγάλης οὕτω καὶ σφοδρᾶς κινήσεως τῶν ἀρτηριῶν ἐπιφέρων, ὡς καὶ πρὸ τοῦ τὴν ἁφὴν ἐπιβάλλειν αὐταῖς αἰσθητὴν εἶναι τὴν κίνησιν ἐνίοτε μὲν αὐτῷ τῷ πάσχοντι μόνῳ, ἐνίοτε δὲ καὶ τοῖς ἔξωθεν ὁρῶσιν. ὅ τι δʼ ἂν ᾖ τούτων τῶν συμπτωμάτων, οὐκ ἀγαθόν ἐστι σημεῖον. καὶ γὰρ ἡ μεγάλη ἀρτηρία τῶν κυριωτάτων μορίων ὑπάρχει καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, ὥσπερ γε καὶ τὸ διά φραγμα. [10]
18b 89
πάντως δὲ τούτων ἕν ἐστί τι τὸ πάσχον, εἴτε παλμός εἴη γεγραμμένος εἴτε σφυγμό c, ἀλλὰ τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμότατα φέρει (διόπερ καὶ προσαγορεύεσθαί φασιν αὐτὸ φρένας ὑπὸ τῶν παλαιῶ ν), οὐχ ἥκιστα δὲ καὶ τὸ στόμα τῆς γαστρός, ὅταν μεγάλως φλεγμαίνῃ. τὰ δʼ ἄλλα μόρια τὰ τῇδε πάσχοντά τι τῶν εἰρημένων παθημάτων ἐν ἐπικινδύνῳ γίνεται διαθέσει. διὸ καὶ ὁ Ἱπποκράτης εἰκότως ἤτοι θόρυβον ἔφη σημαίνεσθαι πρὸς τοῦ συμπτώματος ἢ παραφροσύνη ν , θόρυβον μὲν ἑνὶ κοινῷ συμβεβηκότι πασῶν τῶν κινδυνωδῶν διαθέσεων, ἐφʼ αἷς οὐ τοῖς κάμνουσι μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς θορυβεῖσθαι συμβαίνει, παραφροσύνην δὲ διά τε τὸ διάφραγμα καὶ τὸ τῆς γαστρὸς στόμα. περὶ μέντοι τῶν καθʼ ὑποχόνδριον μυῶν ἐπισκεπτέον ἐστίν· οὔτε γὰρ παραφροσύνην ἐξ ἀνάγκης οὔτε κίνδυνον ἐπιφέρουσιν οὗτοι σφύζοντες ἢ παλλόμενοι. μή τι οὖν ἰδιώτερον ἀκοῦσαι χρὴ τοῦ ἐνείη ῥήματος ἐν τῇ λέξει, καθʼ ἣν εἶπεν ὁ Ἱπποκράτης εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου γινόμενον παλμὸν ἢ σφυγμὸν ἐκ τῆς ἐνείη φωνῆς ἐνδείξασθαι βουληθέντος αὐτοῦ. [15]
18b 90
ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων · ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωντα ι , μανῆναι τούτους ἐλπί c. ἐπειδὴ θόρυβον ἢ παραφροσύνην ὑπὸ τοῦ συμπτώματος ἔφη δηλοῦσθαι, διορίζεται νῦν καὶ διδάσκει, πηνίκα μὲν παραφροσύνη, πηνίκα δὲ θόρυβος ἔσται μόνον. ὁ διορισμὸς δὲ ἀπὸ τῆς τῶν ὀφθαλμῶν κινήσεως, οὓς οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖς ἄλλοις ἅπασι συμπτώμασιν, ἐφʼ ὧν ὑποπτεύεις ἔσεσθαι παραφροσύνην, ἀκριβῶς ἐπισκέπτου. τὸ γὰρ ἀστήρικτον αὐτῶν ἐκείνης ἐστὶ δηλωτικόν. ἐνταῦθα δὲ οὐχ ἁπλῶς ἔφη παραφρονῆσαι τὸν ἄνθρωπον, ἀλλὰ μανήσεσθαι σφοδράν τινα παραφροσύνην ἐπὶ τῶν προειρημένων σημείων γενήσεσθαι δηλῶν. ὅτι δʼ ἡ πυκνὴ κίνησις τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆς παραφροσύνης βεβαιοῖ, δῆλον οἶμαί σοι κἀκ τῶν ἤδη λελεγμένων ἐπινοεῖν, ἡνίκα τοὺς περὶ τὸν ὀφθαλμὸν μύας ἐλέγομεν αἰσθάνεσθαι πρώτους τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν. αὐτὸς δὲ ὁ ἐγκέφαλος ἐπὶ διαφράγματι καὶ στόματι κοιλίας πάσχει, καθότι κἀπὶ τοῖς ἄλλοις ὑμέσι τοῖς νευρώδεσιν. [15]
18b 91
ἐξ ἐκείνου γὰρ ἁπάντων τῶν νεύρων πεφυκότων, ὅσα μόρια πλείστων αὐτῶν ἢ μεγίστων μετέχει, ταῦτʼ εἰκότως εἰς συμπάθειαν ἄγει τὴν ἑαυτῶν ἀρχήν. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνο ν , κάκιστον μέ ν , εἰ πα ρ ’ ἅπαν εἴη τὸ ὑποχόνδριον · εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρε ι , ἀκινδυνότερον ἐν τῷ ἐ π ’ ἀριστερ ά . Οἴδημα μὲν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων ὄγκον, ὃς 〈ἂν〉 ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλο γώσεως ἔλεγεν. [10]
18b 92
εὔδηλον δʼ ὅτι τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐστιν ἡ ἐν τοῖς δεξιοῖς διὰ τὸ ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα, χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθα ι . Τὰ προειρημένα καθʼ ὑποχόνδριον οἰδήματα σκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα φλεγμονάς, κίνδυνόν φησι ʼσημαίνειν θανάτου ταχέως ἐσομένουʼ· τοῦτο δέ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συμπεπόνθῃ, ψεῦδός ἐστι· τὰ δὲ ἔνδον, ὡς ἴσμεν, τό θʼ ἧπάρ ἐστι καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε μύες οἱ καθʼ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος ὑπερβάλλον φλεγμονῆς ἢ διʼ ἀρρωστίαν δυνάμεως ἢ καὶ τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος. [10]
18b 93
συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν ἔγραψεν. Εἰ δὲ ὑπερβάλλοι εἴκοσι ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον εἰς διαπύησιν τρέπετα ι . Ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺς χυμῶν θεραπεύονται. πρόδηλον οὖν ὡς, ἐπειδάν γε μὴ καθιστῶνται, διαμένουσιν οἱ χυμοὶ καὶ πάντως ἐν τῷ χρόνῳ μεταβολή τις ἔσται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ σηπεδονῶδες, ὅταν ὡς ἐν νεκρῷ σώματι μηδὲν εἰς τὴν πέψιν αὐτῶν ἡ φύσις ὑπʼ ἀρρωστίας ἐνεργῇ, ποτὲ δʼ ἐκείνης ἰσχυούσης εἰς πῦον ἡ μεταβολὴ γίνεται. δεόντως οὖν εἶπεν ὁ Ἱπποκράτη c, ἐὰν μήτε καθίστηται τὰ φλεγμαίνοντα καὶ ʼὁ πυρετὸς ἔχῃʼ αὐτόν, εἰς διαπύησιν τρέπετα ι. παυσαμένου γὰρ τοῦ πυρε τοῦ σκοπεῖσθαι χρή, μή τις σκιρρώδης φλεγμονὴ γίνηται. [10]
18b 94
πολλάκις γοῦν εἴωθεν οὕτως συμβαίνειν, ὅταν τῶν ἐργασαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέστερον διαπνευσθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίσχρον ἐν αὐταῖς ἐμπλασθῇ ταῖς κατὰ λεπτὸν εὐρυχωρίαις τῶν οὕτως παθόντων σωμάτων. διὰ τί δὲ τὴν εἰκοστὴν ἡμέραν ὅρον ἔθετο τῆς τῶν τοιούτων ἀποστημάτων ἐκπυήσεως, ἐν τῷ Περὶ κρισίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα. Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ ῥινῶν καὶ κάρτα ὠφελέε ι , ἀλ λ ’ ἐπανερέσθαι χρ ή , εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώσσουσιν · εἰ γὰρ εἴη τι τουτέω ν , ἐνταῦθα ἂν ῥέπο ι . Ὅτι τῶν καθʼ ὑποχόνδρια φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε, καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος αὐτός. αἱμορραγίας τε γὰρ ἐπʼ αὐτῶν γίνεσθαί φησιν ἐκ ῥινῶν ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθʼ ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν εἴωθε συμβαίνειν μάλιστα, περὶ ὧν ἀλλαχόθι καὶ τὸ “κατʼ ἴξιν” αἱμορραγεῖν ἐπαινεῖ καὶ τὸ “ἀνάπαλιν” δὲ μέμφεται διδάσκων αὐτός, τί ποτε λέγει τὸ ἀνάπαλιν, ʼοἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆρος ῥέεινʼ. [5]
18b 95
αἱμορραγίας δʼ ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθαί φησι τῶν κρισίμων ἡμερῶν δηλονότι. καὶ γέγραπται διττῶς ἡ λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς, ἑνικῶς μὲν ἐν τῇ πρώτῃ περιόδ ῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισι ν. εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ τὴν ἑβδομαδικήν (ἐνίοις γὰρ ἡ αἱμορραγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται), μᾶλλον δὲ ἀκουστέον ἐστὶ τὰς κατὰ τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν γὰρ αἱμορραγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτά, κατὰ δὲ τὴν ἐνάτην καὶ τὴν ἑνδεκάτην ὀλίγοι, σπανιώτατοι δὲ οἱ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ. τῆς δʼ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφʼ ᾗ τὰς αἱμορραγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττει ν. [15]
18b 96
ἀλλʼ ἐν τοῖς ἑξῆς τελεώτερον ὑπὲρ αὐτῆς διεξέρχεται, καθʼ ὃν τόπον καὶ ἡμεῖς ὅλον ἐξεργασόμεθα τὸν περὶ τῆς αἱμορραγίας λόγον. Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθα ι . Τὸν ἀπὸ τῆς ἡλικίας διορισμὸν εἰς τὴν τῆς αἱμορραγίας πρόγνωσιν διδάσκει. μᾶλλον γὰρ ἐλπίζειν ἔσεσθαι χρὴ τὴν αἱμορραγίαν ἐπὶ ʼτῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτῶνʼ· ἐν ταύτῃ γὰρ αἷμά τε πλεῖστόν ἐστι καὶ ἡ δύναμις ἰσχυροτάτη καὶ ἡ θερμασία δαψιλής. Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζεύμενα καὶ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται καὶ ἧσσον δεινότερα ἐκείνων ἐστ ί . [10]
18b 97
Ταῦτά ἐστιν ἃ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν οἰδήματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντες οἱ παλαιοὶ τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προστιθέασιν, ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡς συνεμφαινόμενον τοῖς μαλθακοῖς ὑπερβαίνουσιν· ἀνώδυνα γάρ ἐστι τὰ μαλθακά. νῦν δὲ ὁ Ἱπποκράτης οὐ τοῦτο προσέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περιέχεσθαι δοκοῦν ἐν τῷ μαλθακ ά, πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεσιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶς ἅπασι συμβέβηκε τοῖς εἴκουσι· γίνεται δὲ ταῦτα τοῦ δέρματος οἰδισκομένου. διότι δέ ἐστι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνους. χρονίζει μὲν οὖν, ὅτι ψυχρότερα (θερμῷ γὰρ αἱ πέψεις γίνονται), ἧττον δέ ἐστι κινδυνώδη, διότι καὶ ἀνώδυνα· καταλύουσι γὰρ αἱ ὀδύναι τὴν δύναμιν. [10]
18b 98
Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενο ν , ἔμπυον ἔσεσθαι σημαίνει καὶ τοῦτο καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ αὐτ ό . Ἔμπροσθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡς ἂν θερμοτέρων ὄντων, εἰ μήθʼ ὁ πυρετὸς παύοιτο μετὰ τὴν εἰκοστὴν ἡμέραν, ἔφη τὰς ἐκπυήσεις ἔσεσθαι, νυνὶ δὲ ἐπὶ τῶν ψυχροτέρων τὴν ἑξηκοστὴν ὅρον τίθεται τῆς ἐκπυήσεως. εἴη δʼ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεσσαρακοστὴν ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν σύμπαντα λόγον ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰς τὸν περὶ τῶν κρισίμων ἡμερῶν τόπον ἀνεβαλλόμην. οὐ μόνον δὲ τὰ καθʼ ὑποχόνδριον οἰδήματα χρονίζοντα διαπυήσειν φησίν, ἀλλὰ καὶ τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡς καὶ τῶν ὑποχονδρίων κατά τι σημαινόμενον ἐκ τῶν τῆς κοιλίας μερῶν ὄντων. [10]
18b 99
Ὅσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλ α , σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθα ι . ὅσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζεύμενα ὑπείκε ι , χρονιώτερ α . Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήσει διδάσκει τῶν προειρημένων, πλὴν ὅτι προσέθηκε τοῖς ἐπωδύνοις τε καὶ σκληροῖς οἰδήμασι τὸ μέγεθος, ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμεν, ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶδες τὰς τῶν ἐν ὑποχονδρίῳ φλεγμονὰς μυῶν, εἰ μή τι πάνυ σφόδρα μεγάλαι γενηθεῖεν. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοις ι · ἧσσον δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς διαπύησιν τρέπετα ι . [11]
18b 100
Τῶν μὴ διαφορηθέντων οἰδημάτων αἱ ἐκπυήσεις οὐ μόνον θᾶττον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δʼ ἂν ἀποχωρῇ τοῦδε πρὸς τὰ κάτω, καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὰ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται. Αἵματος δὲ ῥῆξιν καὶ μάλιστα τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρ ή . Ἐν οἷς μὲν ἀντιγράφοις ἡ ῥῆσις γέγραπται μετὰ τοῦ καί συνδέσμου, συνεπιδείκνυται τὴν ἐκ τῶν ῥινῶν αἱμορραγίαν οὐ μόνον ἐπὶ τοῖς ὑποχονδρίοις, ἀλλὰ καὶ τοῖς κατωτέρω γενέσθαι, ἐν οἷς δʼ ἄνευ τοῦ καί συνδέσμου, ἐνδείκνυται μὲν καὶ τούτοις, ἀλλʼ ἧττον· ἐν οἷς δὲ καὶ χωρὶς τοῦ μάλιστα κατὰ τοιάνδε λέξιν αἵματος δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρ ή, τὰ κάτωθεν ἐκείνων οὐ βούλεται φέρειν αἱμορραγίας. [5]
18b 101
ἔστι δὲ τὸ ἀληθὲς ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεσθαι τὰς αἱμορραγίας, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖς ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖς ἀνωτάτω μάλιστα. λεχθήσεται δὲ περὶ αἱμορραγίας αὐτῷ κἀπὶ τοῖς ἑξῆς, ἡνίκα καὶ ἡμεῖς ἀναλαβόντες ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον. Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσια c . Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν, ἃ διὰ τῶν ἔμ προσθεν ἐδήλωσε κατὰ μέρος, ὥστε οὐδὲν δεῖ νεωτέρας ἐξηγήσεως τῇ ῥήσει. [12]
18b 102
Τὰ δὲ διαπυήματα ὧδε χρὴ ὑποσκέπτεσθαι τὰ ἐντεῦθε ν . ὁκόσα μὲν ἔξω τρέπετα ι , ἄριστά ἐστι ν , μικρά τε ἐόντα καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω καὶ ἐς ὀξὺ ἀποκορυφούμεν α , τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα ἥκιστά τε ἐς ὀξὺ συνεσταλμένα κάκιστ α . Ὅτι μὲν οὖν, ὅταν ἀθρόον τὸ πῦον συστῇ πεττομένου τινὸς ὄγκου τῶν παρὰ φύσιν, ἐμπυήματά τε καὶ διαπυήματα καλεῖ τὸ τοιοῦτον σύμπτωμα, πρόδηλόν σοι γενήσεται πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθʼ ὃν περὶ τῶν ἐν ὑποχονδρίοις οἰδημάτων ἐποιήσατο τὴν διδασκαλίαν. ἀθροίζεται δὲ τὸ κατʼ αὐτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκις δʼ ἐν τῷ βάθει κατὰ διττὴν αἰτίαν, ἢ τῷ τὸ διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν θέσιν ἔχειν ἢ τῷ, κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι, μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα ἢ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα. [10]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top