Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Moschus: Eros Drapeta

Library › Greek: Lyric & Elegy › Eros Drapeta

Love is on the loose in Eros Drapeta (The Runaway Love), a playful short poem by Moschus, the Ancient Greek bucolic poet of Syracuse who wrote in the second century BC. Aphrodite cries her missing son like a runaway slave, describing his fiery eyes, honeyed voice, and treacherous archery, and warning that whoever catches him will get no safe reward.

The little poem is a gem of Hellenistic wit, turning divine mythology into a mock proclamation, and its portrait of dangerous Cupid echoed through later Greek, Latin, and Renaissance love poetry. It shows the lighter register of the bucolic tradition founded by Theocritus.

About this edition. The Greek text is that of the Perseus Digital Library. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Eros Drapeta
Moschus · every word parsed
1
Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·
‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
5
οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.
χρῶτα μὲν οὐ λεύκος, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ
δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
10
ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς,
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
βάλλει κ εἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
15
γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
20
καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ·
βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει.
ἤν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.
25
κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ.
κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,
φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.’
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top