Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Agatharchides: Testimonia

Library › Greek: History › Testimonia

Testimonia gathers ancient statements about Agatharchides of Cnidus, the Greek historian and geographer of the second century BC. These are not his own words but reports by others, chiefly Strabo, who calls him a Peripatetic, and Photius, who gives a sketch of his life and works. Photius names Agatharchides' histories of Asia in ten books and of Europe in forty-nine, his five books on the Red Sea, and several smaller writings.

The testimonia are the main source for Agatharchides' career, including his service as secretary and reader to Heraclides Lembos, and for the scale of his largely lost work. Photius' judgment of his style, which he found dignified and rich in maxims, gives a rare glimpse of how a Byzantine reader weighed a Hellenistic historian.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FGrHist 86 T 1–5). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
Testimonia
Agatharchides · every word parsed
T 1
STRABON. XIV 2, 15: εἶτʼ Ἀγαθαρχίδης (sc. Κνίδιος ἦν) ὁ ἐκ τῶν Περιπάτων, ἀνὴρ συγγραφεύς.
T 2
PHOT. Bibl. 213: ἀνεγνώσθη Ἀγαθαρχίδου Ἱστορικόν· ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι. τούτωι πατρὶς μὲν ἡ Κνίδος ἦν, ἡ δὲ τέχνη γραμματικὸν ἐπεδείκνυτο· ὑπογραφέα δὲ καὶ ἀναγνώστην ὁ τοῦ Λέμβου Ἡρακλείδης (IV), διʼ ὧν αὐτῶι ἐξυπηρετεῖτο, παρέσχε γνωρίζεσθαι. ἦν δὲ καὶ τρεπτὸς Κινέου. (2) γράψαι δὲ τὸν ἄνδρα τοῦτον τὰ κατὰ τὴν Ἀσίαν ἐγνωσμένα ἐν βιβλίοις ι . καὶ τῶν κατὰ τὴν Εὐρώπην δὲ εἰς θ καὶ μ παρατείνεται αὐτῶι ἡ ἱστορία· ἀλλὰ καὶ ε βιβλία τὴν Ἐρυθρὰν αὐτῶι πᾶσαν καὶ τὰ περὶ ταύτην ἐξιστοροῦσι. τὴν οὖν εἰρημένην ἅπασαν συγγραφὴν καὶ αὐτὸς ἐπὶ τέλει τοῦ ε λόγου εἰς μνήμην ἀνάγει, ἐν ὧι καὶ πεπαῦσθαι τοῦ γράφειν διὰ τινάς τε αἰτίας ἄλλας καὶ ὅτι τὰ τῆς ἡλικίας ἀποκλίνοι πρὸς τὸ ἔξωρον (T 3). (3) πλήν γε εἰσὶν οἵ φασιν αὐτὸν καὶ ἑτέρας συγγεγραφέναι πραγματείας, ὧν ἡμεῖς οὐδὲν οὐδέπω ἴσμεν. Ἐπιτομὴν δὲ αὐτόν φασι τῶν περὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναγεγραμμένων ἐν ἑνὶ συντάξαι βιβλίωι· καὶ μὴν καὶ Περὶ Τρωγλοδυτῶν βιβλίαε · ἀλλὰ καὶ Ἐπιτομὴν τῆς Ἀντιμάχου Λύδης· καὶ πάλιν ἄλλην Ἐπιτομὴν τῶν συγγεγραφότων περὶ συναγωγῆς θαυμασίων ἀνέμων· Ἐκλογάς τε ἱστοριῶν αὐτὸν συντάξαι· καὶ περὶ τῆς πρὸς φίλους ὁμιλίας. (4) ἔστι δέ, ἐξ ὧν τὸν ἄνδρα τοὺς λόγους αὐτοῦ διελθόντες ἐπέγνωμεν, μεγαλοπρεπής τε καὶ γνωμολογικός, καὶ τῶι μὲν τοῦ λόγου μεγέθει καὶ ἀξιώματι τῶν ἄλλων μᾶλλον χαίρων, λέξεσι μέντοι λογάσιν οὐ πάνυ προστεθειμένος, οὐδὲ διὰ τῶν ἐθίμων δὲ διὰ παντὸς πορευόμενος, γεννῶν δὲ αὐτὸς οὐ λέξεις, ἀλλʼ εἴ τις ἄλλος δημιουργὸς τῆς περὶ τὰς λέξεις χρήσεως, καινήν τινα μὴ καιναῖς κεχρημένος λέξεσι φαντασίαν πέμπουσαν ἀποτελεῖ τὴν φράσιν· οὕτω δὲ προσφυῶς ὑποβάλλεται τὴν πρᾶξιν, ὡς τήν τε καινοτομίαν μὴ δοκεῖν εἶναι καινοτομίαν, καὶ τὸ σαφὲς οὐκ ἔλαττον τῶν ἐξ ἔθους λέξεων παρέχειν. (5) κέχρηται δὲ καὶ γνώμαις τὸ νουνεχὲς καὶ δραστήριον ἐπιδηλούσαις. τροπὰς δὲ ὑπελθεῖν, εἴ τις ἄλλος, ἄριστα παρεσκευασμένος τὸ μὲν ἡδὺ καὶ κηλοῦν καὶ τὴν ψυχὴν διαχέον λεληθότως διʼ ὅλου διασπείρει τοῦ γράμματος, εἰς τροπὴν δὲ ὅ τι παρενήνεκται, οὐδεμίαν λύπην δηλοῦσαν ἀφίησι. ποιεῖ δὲ αὐτῶι τοῦτο μάλιστα οὐχὶ ἡ τῶν λέξεων αὐτὴ καθʼ ἑαυτὴν μεταβολή, ἀλλʼ ἡ ἀπὸ πραγμάτων ἑτέρων εἰς ἕτερα μετά τινος σοφῆς καὶ ἠρεμαίας μεταχειρήσεως μετάβασίς τε καὶ μετατροπή. ἀλλὰ γὰρ καὶ ἀντιλαβεῖν μὲν ὄνομα ῥήματος, ἀμεῖψαι δὲ τὸ ῥῆμα εἰς ὄνομα, καὶ λῦσαι μὲν λέξεις εἰς λόγους, συναγαγεῖν δὲ λόγον εἰς τύπον ὀνόματος, οὐδενὸς ἀνεπιτηδειότερος ὧν ἴσμεν. (6) καὶ ζηλωτὴς μέν ἐστι Θουκυδίδου ἔν τε τῆι τῶν δημηγοριῶν δαψιλείαι τε καὶ διασκευῆι, τῶι μεγαλείωι δὲ μὴ δευτερεύων τοῦ λόγου τῶι σαφεῖ παρελαύνει τὸν ἄνδρα. (7) ἀλλὰ γὰρ ὁ μὲν ἀνὴρ τοιοῦτος, καὶ τὸ ἀπὸ τῆς γραμματικῆς ἔχων κλέος· εἰ δὲ καὶ τὸ τῆς ῥητορικῆς ἐπώνυμον αὐτῶι ἡ μὴ νήφουσα ψῆφος οὐκ ἐπέθετο, ἀλλὰ γὰρ ἔμοιγε δοκεῖ οὐδὲν ἔλαττον τῶν γραμματικῶν οὐ δεύτερος ἢ τῶν ῥητόρων, διʼ ὧν καὶ γράφει καὶ διδάσκει, καταφαίνεσθαι. *[crux: περὶ]*
T 3
AGATHARCHID. Phot. Bibl. 250 p. 460b 3: τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφʼ ἡμῖν, ἐν ε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῶι πελάγει νήσων ὕστερον τεθεωρημένων καὶ τῶν ἑξῆς ἐθνῶν καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατʼ Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων σκέψιν.
T 4
JOSEPH. AJ XII 5: Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος …..
T 5
PLIN. NH I 7: … ex auctoribus … externis Herodoto (§ 10), Aristea (§ 10), Baetone (§ 11), Isigono (§ 12) Cratete (§ 13), Agatharchide (§29 = F 22), Calliphane (§ 15) ……
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top