Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anaxarchus: Testimonia

Library › Greek: Philosophy › Testimonia

These are ancient testimonies about Anaxarchus of Abdera, a fourth-century BC philosopher in the Democritean tradition who travelled with Alexander the Great. Collected in the Diels–Kranz edition, they include Diogenes Laertius' account of his life and teachers, anecdotes from Plutarch, Arrian and Aelian of his conduct at Alexander's court, including his consolation of the king after the killing of Cleitus, and the story of his death at the hands of Nicocreon, tyrant of Salamis in Cyprus.

Ancient writers judged Anaxarchus in sharply different ways: to some he was a flatterer of the king, to others a model of fearless endurance, defying Nicocreon as he was pounded in a mortar. The testimonia also connect him to Pyrrho and the beginnings of scepticism, making him a link between Democritus and later Hellenistic philosophy.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: DK 72 A 1–16). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Testimonia
Anaxarchus · every word parsed
1
DIOG. IX 58—60 Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδʼ αὐτὸ τοῦτʼ εἰδέναι ὅτι οὐδὲν οἶδε· Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δʼ οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρωι συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν ὀλυμπιάδα [340—337] καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καί ποτε ἐν συμποσίωι τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτόν, τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν· ʼὦ βασιλεῦ, πάντα πολυτελῶς· ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαιʼ ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα. (59) ὁ δὲ μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέων ἀκουσίως προσηνέχθη τῆι Κύπρωι ὁ Ἀνάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροις. τὸν δὲ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δὴ τὸ περιφερόμενον· ʼπτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεισʼ. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηθῆναι, λόγος ἀποτραγόντα προσπτύσαι αὐτῶι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως 〈ἔχον〉 [Anth. P. VII 133]· πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι· πτίσσετʼ· Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι. καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον (?) τάδε λέξει ῥήματα Φερσεφόνη· ʼἔρρε μυλωθρὲ κακέʼ. (60) οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο· καὶ ἦν ἐκ τοῦ ῥάιστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν Ἀλέξανδρον οἰόμενον εἶναι θεὸν ἐπέστρεψεν· ἐπειδὴ γὰρ ἔκ τινος πληγῆς εἶδεν αὐτῶι καταρρέον αἷμα, δείξας τῆι χειρὶ πρὸς αὐτόν φησι· ʼτουτὶ μὲν αἷμα καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιʼ [Ε 340]. Πλούταρχος [s. Z. 37] δʼ αὐτὸν Ἀλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε [s. II 238, 10] προπίνοντα αὐτῶι τὸν Ἀνάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν· βεβλήσεταί τις θεῶν βροτησίαι χερί [Eur. Or. 271].
DIOG. IX 61 Πύρρων Ἠλεῖος … ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς [fr. 146 FHG III 243], εἶτα Ἀναξάρχου ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Γυμνοσοφισταῖς ἐν Ἰνδίαι συμμῖξαι καὶ τοῖς Μάγοις … (63) ἐκπατεῖν τε αὐτὸν καὶ ἐρημάζειν, σπανίως ποτʼ ἐπιφαινόμενον τοῖς οἴκοι. τοῦτο δὲ ποιεῖν ἀκούσαντα Ἰνδοῦ τινος ὀνειδίζοντος Ἀναξάρχωι, ὡς οὐκ ἂν ἕτερόν τινα διδάξαι οὗτος ἀγαθόν, αὐτὸς αὐλὰς βασιλικὰς θεραπεύων. ἀεί τε εἶναι ἐν τῶι αὐτῶι καταστήματι, ὥστε εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῶι διαπεραίνειν τὸν λόγον, καίτοι κεκινημένον τε 〈 *** 〉 ὄντα ἐν νεότητι. πολλάκις, φησί [Antigonos v. Karyst. S. 35 Wilam.], καὶ ἀπεδήμει, μηδενὶ προειπών, καὶ συνερέμβετο οἷστισιν ἤθελεν. καί ποτʼ Ἀναξάρχου εἰς τέλμα ἐμπεσόντος, παρῆλθεν οὐ βοηθήσας· τινῶν δὲ αἰτιωμένων, αὐτὸς Ἀνάξαρχος ἐπήινει τὸ ἀδιάφορον καὶ ἄστοργον αὐτοῦ.
PLUT. Alex. 52 Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πράιως ὑποδυόμενος τῶι λόγωι καὶ περιιὼν ἀλύπως λαβέσθαι τοῦ πάθους, ὁ δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίαι καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων εὐθὺς εἰσελθὼν ἀνεβόησεν· ʼοὗτός ἐστιν Ἀλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει· ὁ δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὐτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον. οὐκ οἶσθα, εἶπεν, ὅτι τὴν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τὴν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ἦι καὶ δίκαιον;ʼ τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν προσδιέβαλε. λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντων τὸν Καλλισθένην μετέχοντα δόξης τοῖς λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν Ἑλληνικῶν, ἐναντιουμένου τοῦ Ἀναξάρχου καὶ φιλονικοῦντος εἰπεῖν· ʼἀλλὰ μὴν ἀνάγκη σοι ταῦτα ἐκείνων ὁμολογεῖν ψυχρότερα· σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκεισαιʼ. τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτο προσπαρώξυνε.
— —28.ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀ. ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτόν· ʼμή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;ʼ, γελάσας ἐκεῖνος· ʼοὐ βούλομαι γάρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾶις ἐπικειμένους, οὐ σατραπῶν κεφαλάσʼ. τῶι γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. Vgl. Satyros b. Athen. VI 250E [fr. 18 FHG III 164] Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῶι βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ κτλ. PLUT. Alex. virt. I 40 p. 331 E ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε.
5
ARR. Anab. IV 9, 7 εἰσὶ δὲ οἳ λέγουσιν Ἀνάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρʼ Ἀλέξανδρον κληθέντα ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον καὶ στένοντα ἐπιγελάσαντα ἀγνοεῖν, φάναι, διότι ἐπὶ τῶιδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῶι Διὶ ἐποίησαν ὡς ὅ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῆι, τοῦτο ξὺν δίκηι πεπραγμένον· καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια χρῆναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθήσασθαι μὲν Ἀλέξανδρον ἐν τῶι τότε· κακὸν δὲ μέγα, ὡς ἐγώ φημι, ἐξεργάσασθαι Ἀλεξάνδρωι καὶ μεῖζον ἔτι ἢ ὅτωι τότε ξυνείχετο· εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἔγνω τὴν δόξαν ὡς οὐ τὰ δίκαια ἄρα χρὴ σπουδῆι ἐπιλεγόμενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅ τι ἂν καὶ ὅπως οὖν ἐκ βασιλέως πραχθῆι, τοῦτο δίκαιον νομίζειν. ἐπεὶ καὶ προσκυνεῖσθαι ἐθέλειν Ἀλέξανδρον λόγος κατέχει, … οὐκ ἐνδεῆσαι δὲ οὐδὲ πρὸς τοῦτο αὐτῶι τοὺς κολακείαι ἐς αὐτὸ ἐνδιδόντας, ἄλλους τέ τινας καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἀμφʼ αὐτὸν Ἀνάξαρχόν τε καὶ Ἆγιν Ἀργεῖον ἐποποιόν.
— —IV 10, 5 ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρωι καὶ τοιόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῶι Ἀλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφʼ αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν· ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον Ἀλέξανδρον Διονύσου τε καὶ Ἡρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται Ἀλεξάνδρωι, ἀλλὰ καὶ ὅτι Διόνυσος μὲν Θηβαῖος ἦν οὐδέν τι προσήκων Μακεδόσι, καὶ Ἡρακλῆς Ἀργεῖος οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου· Ἡρακλείδην γὰρ εἶναι Ἀλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι· πόσωι δὴ δικαιότερον ζῶντα γεραίρειν ἤπερ τελευτήσαντα ἐς οὐδὲν ὄφελος τῶι τιμωμένωι. c. 11 λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως· τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῶι λόγωι σιγῆι ἔχειν. Καλλισθένην δὲ ὑπολαβόντα· ʼἈλέξανδρον μέν, εἰπεῖν, ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπωι κτλ.ʼ CURT. VIII 5, 8 Agis quidem Argivus, pessimorum carminum post Choerilum conditor, et ex Sicilia Cleo … hi tum caelum illi aperiebant Herculemque et Patrem Liberum et cum Polluce Castorem novo numini cessuros esse iactabant.
PHILODEM. de vitiis IV [Gomperz Comment. Mommsen. S. 471; Crönert Kolotes Register S. 187] c. 5. 6 οὐκ εἰκῆι δέ, ἀλλὰ συνπαρατιθεὶς ἐντέχνως τῶι δάκνοντι τὸ γλυκύ, οἷον μί〈σγ〉ων ἔπαινον 〈ἁδ〉ρότερον ἐλάττονι ψόγωι καὶ συνκατάθεσιν ἀντιλογίαι, καθάπερ τοιοῦτος, οὗ προσιεμένοις ὀξύτ〈ερα〉 διδόασί τινες 〈τῶ〉ι γλυκεῖ δαψιλεστέρωι χρώμενοι. τοιοῦτον δ〈ὲ〉 καὶ τὸν Ἀνάξαρχον λέγουσιν· 〈ἀντει〉πὼν γὰ〈ρ τῶι Ἀ〉λεξάνδρωι δ〈ιότι στέ〉ρ〈γ〉ει τοῖς κόλαξιν, ἐπήινει 〈πάλιν· ἀλλὰ μ〉ὴν πρέπει τοῦτο τοῖς ἀπὸ Διός· Διόνυσος μὲν γὰρ ἔχαιρε Σατύροις, Ἡρακλῆς δὲ Κέρκωψιν. ἔστιν δʼ ὅτε καὶ διερεθισθεὶς μὲν ἐπίκρανεν, ἑαυτοῦ δὲ μνησθεὶς ἐγλύκανεν, ὡς ὁ ῥηθεὶς 〈β〉αλόντος αὐτὸν ὑβριστικώτερον 〈ausgefallen μήλοις τοῦ βασιλέως, ὅτʼ ἀπείλησεν〉 ἐπαράμενος τὸ ποτήριον· ʼβεβλήσεταί τις θεῶν βροτησίαι χερίʼ (Eur. Or. 271). PLUT. Quaest. conv. IX 1, 2 p. 737 A καὶ Ἀ. ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπὼν ʼβεβλήσεται … χερίʼ.
AEL. V. H. IX 37 Ἀ. ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος. εἶτα προσέταξεν αὐτῶι ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀ. ʼτοῦ μέντοι θεοῦ ἡμῶνʼ εἶπεν ʼἐν τρυβλίου ῥοφήματι αἱ ἐλπίδες κεῖνταιʼ.
ATHEN. XII p. 548 B περὶ δʼ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτωι Βίων [fr. 14 FHG II 308] οὕτω γράφει· ʼτῶι Εὐδαιμονικῶι καλουμένωι Ἀναξάρχωι διὰ τὴν τῶν χορηγησάντων ἄνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ὠινοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥραι τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῆι χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῶι στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἵδρως ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοιʼ.
10
TIMON. fr. 58 Diels: ἒν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενές, ὅππη ὀρούσαι, φαίνετʼ Ἀναξάρχου κύνεον μένος· ὅς ῥα καὶ εἰδώς, ὥς φασαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.
PLUT. de tranqu. an. 4 p. 466 D Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, ʼοὐκ ἄξιονʼ, ἔφη, ʼδακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν;ʼ Vgl. Val. Max. VIII 14 ext. 2 iam Alexandri pectus insatiabile laudis, qui Anaxarcho comiti suo ex auctoritate Democriti praeceptoris innumerabiles mundos esse referenti: ‘heu me‘ inquit ‘me miserum quod ne uno quidem adhuc potitus sum‘.
STRAB. XIII p. 594 ἐκεῖνος [Alexander] γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν ἅμα καὶ φιλόμηρος ὤν· φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα, ὃν ηὗρεν ἐν τῆι Περσικῆι γάζηι πολυτελῶς κατεσκευασμένον.
Zu A 1 II 235, 18: CLEM. Strom. IV 57 (II 274, 13 St.) τὰ γὰρ Ἀναξάρχου σιωπῶ ʼπτίσσεʼ ἐπιβοῶντος ʼτὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεισʼ, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο. VAL. MAX. III extr. 4,: multorum aures illa lingua et in primis Alexandri regis admiratione sui adtonitas habuerat, dum terrae condicionem, habitum maris, siderum motus, totius denique mundi naturam prudentissime et facundissime expromit.
[ GAL.] H. ph. 4 (D. 602) 〈ἡ δὲ〉 ἐκ τέλους [καὶ δόγματος] ὥσπερ ἡ Εὐδαιμονική· ὁ γὰρ Ἀνάξαρχος τέλος τῆς κατʼ αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν.
15
— —7 (D. 604) σκεπτικοὺς δὲ Ζήνωνα τὸν Ἐλεάτην καὶ Ἀνάξαρχον τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν ἠκριβωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα Πύρρωνα.
SEXT. adv. m. VII 88 Ἀνάξαρχον δὲ καὶ Μόνιμον ὅτι σκηνογραφίαι ἀπείκασαν τὰ ὄντα τοῖς τε κατὰ ὕπνους ἢ μανίαν προσπίπτουσι ταῦτα ὡμοιῶσθαι ὑπέλαβον.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top