Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Life of Homer (Vita Romana)

Library › Greek: Biography › Life of Homer (Vita Romana)

Life of Homer (Vita Romana) is an anonymous ancient Life of Homer, printed as the sixth Life in T. W. Allen's Oxford text of Homer (1912). The author declares it impossible to say for certain where Homer was born, then lists the rival claims of Chios, Cyme, Ios, Colophon, Smyrna and other cities, each with its ancient authority. It ends with the story of Homer's death on Ios after failing to solve a fishermen's riddle, and his epitaph.

The ancient Lives of Homer show how little was known about the poet and how much was invented around him. This one is valuable because it names its sources, including Pindar, Ephorus, Aristotle and Antimachus, and so preserves pieces of lost scholarship on the Homeric question.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Allen, Homeri Opera V (OCT 1912), Vita VI). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Biography
Life of Homer (Vita Romana)
Anonymous · every word parsed
[45]
Βίος Ὁμήρου Τὸ μὲν ἄντικρυς εἰπεῖν διισχυρισάμενον τήνδε τινὰ σαφῶς εἶναι τὴν Ὁμήρου γένεσιν ἢ πόλιν χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι νομίζω· ἀναγκαῖον δὲ καταριθμῆσαι τὰς ἀντιποιουμένας τῆς γενέσεως αὐτοῦ πόλεις, τό τε γένος ἐξειπεῖν τὸ ἀμφισβητήσιμον τοῦ ποιητοῦ. Ἀναξιμένης 〈Scrr. rer. Alex. magn. p. 39 fr. 20〉 μὲν οὖν καὶ Δαμάστης 〈F.H.G. ii. 66 fr. 10〉 καὶ Πίνδαρος ὁ μελοποιὸς 〈fr. 264〉 Χῖον αὐτὸν ἀποφαίνονται καὶ Θεόκριτος ἐν τοῖς ἐπιγράμμασιν. ὁ δὲ Δαμάστης καὶ δέκατον αὐτὸν ἀπὸ Μουσαίου φησὶ γεγονέναι· Ἱππίας δʼ αὖ 〈F.H.G. ii. 62 fr. 8〉 καὶ Ἔφορος 〈fr. 164〉 Κυμαῖον· ὁ δʼ Ἔφορος καὶ εἰς Χαρίφημον ἀνάγει τὸ γένος αὐτοῦ, ὁ δὲ Χαρίφημος οὗτος Κύμην ᾤκησε· Τιμόμαχος 〈F.H.G. iv. 522〉 δὲ καὶ Ἀριστοτέλης 〈fr. 66 R.〉 ἐξ Ἴου τῆς νήσου. κατὰ δʼ Ἀντίμαχον 〈F.H.G. ii. 58 fr. 18〉 Κολοφώνιος, κατὰ δὲ Στησίμβροτον τὸν Θάσιον 〈F.H.G. ii. 58 fr. 18〉 Σμυρναῖος, κατὰ Φιλόχορον 〈fr. 54 C〉 δʼ Ἀργεῖος, κατὰ Καλλικλέα δὲ τῆς ἐν Κύπρῳ Σαλαμῖνος. Ἀριστόδημος δʼ ὁ Νυσαεὺς 〈F.H.G. iii. 307〉 Ῥωμαῖον αὐτὸν ἀποδείκνυσιν ἔκ τινων ἐθῶν παρὰ Ῥωμαίοις μόνον γινομένων, τοῦτο μὲν ἐκ τῆς τῶν πεσσῶν παιδιᾶς, τοῦτο δὲ ἐκ τοῦ ἐπανίστασθαι τῶν θάκων τοὺς ἥσσονας τῶν βελτίστων ἑκόντας, ἃ καὶ νῦν ἔτι φυλάσσεται παρὰ Ῥωμαίοις ἔθη. ἄλλοι δʼ Αἰγύπτιον αὐτὸν εἶπον διὰ τὸ ἠ παράγειν τοὺς ἥρωας ἐκ στόματος ἀλλήλους φιλοῦντας, ὅπερ ἐστὶν ἔθος τοῖς Αἰγυπτίοις ποιεῖν. πατρὸς δὲ κατὰ μὲν Στησίμβροτόν 〈deest F.H.G. ii. 58〉 ἐστι Μαίονος τοῦ Ἀπέλλιδος καὶ μητρὸς Ὑρνηθοῦς ἢ Κρηθηίδος, κατὰ δὲ Δείναρχον Κρήθωνος, κατὰ δὲ Δημοκρίνην Ἀλήμονος, κατὰ δὲ τοὺς πλείστους Μέλητος τοῦ κατὰ Σμύρναν ποταμοῦ, ὃς ἐπʼ ὀλίγον ῥέων εὐθέως εἰς τὴν παρακειμένην θάλασσαν ἐκδίδωσιν. Ἀριστοτέλης 〈fr. 66 R.〉 δὲ ἱστορεῖν φησιν λητὰς ἔκ τινος δαίμονος γεγενῆσθαι τὸν Ὅμηρον ταῖς Μούσαις συγχορεύσαντος. περὶ δὲ τῶν χρόνων καθʼ οὓς 〈 〉 ἤκουεν ὧδε λέγεται. Ἡρακλείδης 〈F.H.G. ii. 197〉 μὲν οὖν αὐτὸν ἀποδείκνυσι πρεσβύτερον Ἡσιόδου, Πύρανδρος 〈F.H.G. iv. 486 fr. 3〉 δὲ καὶ Ὑψικράτης 〈F.H.G. iii. 493, 4〉 ὁ Ἀμισηνὸς ἡλικιώτην. Κράτης δʼ ὁ Μαλλώτης 〈fr. ed. Wachs. p. 40〉 μεθʼ ἑξήκοντα ἔτη τοῦ Ἰλιακοῦ πολέμου φησὶν ἀκμάσαι, Ἐρατοσθένης δὲ μεθʼ ἑκατὸν τῆς Ἰώνων ἀποικίας, Ἀπολλόδωρος 〈fr. 74〉 δὲ μετʼ ὀγδοήκοντα. ἐκαλεῖτο δʼ ἐκ γενετῆς Μελησιγένης ἢ Μελησαγόρας, αὖθις δʼ Ὅμηρος ἐλέχθη κατὰ τὴν Λεσβίων διάλεκτον, ἕνεκεν τῆς περὶ τοὺς ὀφθαλμοὺς συμφορᾶς, οὗτοι γὰρ τοὺς τυφλοὺς ὁμήρους λέγουσιν, ἢ διότι παῖς ὢν ὅμηρον ἐδόθη βασιλεῖ, ὅ ἐστιν ἐνέχυρον. τυφλωθῆναι δʼ αὐτὸν οὕτω πως λέγουσιν· ἐλθόντα γὰρ ἐπὶ τὸν Ἀχιλλέως τάφον εὔξασθαι θεάσασθαι τὸν ἥρωα τοιοῦτον ὁποῖος προῆλθεν ἐπὶ τὴν μάχην τοῖς δευτέροις ὅπλοις κεκοσμημένος· ὀφθέντος δʼ αὐτῷ τοῦ Ἀχιλλέως τυφλωθῆναι τὸν Ὅμηρον ὑπὸ τῆς τῶν ὅπλων αὐγῆς, ἐλεηθέντα δʼ ὑπὸ Θέτιδος καὶ Μουσῶν τιμηθῆναι πρὸς αὐτῶν τῇ ποιητικῇ. [45] *[crux: ἠ]* *[crux: παράγειν]* *[crux: λητὰς]*
(50)
ἄλλοι δέ φασι τοῦτο αὐτὸν πεπονθέναι διὰ μῆνιν τῆς Ἑλένης ὀργισθείσης αὐτῷ διότι εἶπεν αὐτὴν καταλελοιπέναι μὲν τὸν πρότερον ἄνδρα, ἠκολουθηκέναι δʼ Ἀλεξάνδρῳ· οὕτως γοῦν ὅτι καὶ παρέστη αὐτῷ φασὶν νυκτὸς ἡ ψυχὴ τῆς ἡρωίνης παραινοῦσα καῦσαι τὰς ποιήσεις αὐτοῦ … εἰ τοῦτο ποιήσοι πρόσχοι. τὸν δὲ μὴ ἀνασχέσθαι ποιῆσαι τοῦτο. ἀποθανεῖν δʼ αὐτὸν λέγουσιν ἐν Ἴῳ τῇ νήσῳ ἀμηχανίᾳ περιπεσόντα ἐπειδήπερ τῶν παίδων τῶν ἁλιέων οὐχ οἷός τʼ ἐγένετο αἴνιγμα λῦσαι· ἔστι δὲ τοῦτο· ἅσςʼ ἔλομεν λιπόμεσθʼ ἅσςʼ οὐχ ἕλομεν φερόμεσθα. καὶ αὐτοῦ ἐπὶ τῷ τάφῳ ἐπιγέγραπται ἐπίγραμμα τοῦτο· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. [60]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top