Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Marvels (Paradoxographus Palatinus)

Library › Greek: Science & Medicine › Marvels (Paradoxographus Palatinus)

Marvels (Paradoxographus Palatinus) is a short anonymous collection of natural wonders, named by modern scholars after the Palatine manuscript that preserves it. Its compiler is unknown and probably wrote in the Roman period. In brief, unconnected entries he reports the strange habits of animals, such as owls that keep ants from their nests with a bat's heart, alongside a spring that makes drinkers hate wine and other curiosities of distant places.

The work belongs to paradoxography, the Greek genre of collecting marvels that grew out of Hellenistic scholarship and remained popular under the Empire. Such lists reveal what ancient readers found credible and entertaining, and this one cites earlier writers such as Aristotle, Timaeus, Callimachus and Theopompus, many of whose works are lost. It closes with Cato's report of white hares and hornless cattle in the Alps.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Westermann, Paradoxographi (1839); Giannini, PGR (1965)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
Marvels (Paradoxographus Palatinus)
Anonymous · every word parsed
Αἱ γλαῦκες τῶν ἰδίων νεοττῶν τοὺς μύρμηκας κωλύειν βουλόμεναι ἐν τῇ καλιᾷ καρδίαν νυκτερίδος τιθέασιν, ὡς τῶν μυρμήκων καὶ τοὺς φωλεοὺς ἀπολιπεῖν βουλομένων εἰ νυκτερίδος καρδίαν ἐπʼ αὐτοῖς τις θείη. Ἴκτερος ζῷον λέγεται ἀπὸ τῆς χροιᾶς· ὃν εἰ τῷ πάθει τούτῳ τις ἐνεχόμενος ἴδοι, φευξεῖται εὐθὺς τὴν νόσον.
Οὐ μίγνυνται οἱ κόρακες ταῖς θηλείαις πρίν τινα ᾠδὴν αὐταῖς παρακρώξαιεν ὥσπερ γαμήλια· αἱ δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι. Τῆς ἐν Κλείτορι κρήνης ἄν τις πίῃ τοῦ ὕδατος, ἀποστρέφεται καὶ μισεῖ τὴν τοῦ οἴνου πόσιν.
Ἐν Καννίνοις πίττης ὑγρᾶς κρατῆρες ἀναδίδονται· ἐν δὲ θερείᾳ ὥρᾳ ἡ ἑωθινὴ δρόσος πίσσῃ παρείκασται. Ἐν Νάξῳ φησὶν Ἀγλαοσθένης οἶνον ἐκ τῆς γῆς ἀναβλύζειν αὐτόματον καὶ διὰ ποταμοῦ φερόμενον μὴ συμμίσγεσθαι ὕδατι.
τὸν δὲ γευσάμενον αὐτοῦ παραφρονεῖν. Ἐν Περνίκῳ λίθοι εὑρίσκονται ὀρυσσομένης τῆς γῆς, οὓς ἐπειδὰν διαθερμάνῃ ὁ ἥλιος ἐξανθρακοῦνται, ὥσ〈τε〉 καὶ κρέα ἕψειν καὶ ἄλλʼ ἅττα τοὺς ἐκεῖ χύτρας ἐπιτιθέντας. *[crux: Περνίκῳ]*
Ἐν τῇ πόλει τῇ Σελασφόρῳ πηγὴ ἀναδίδοται ψυχρὰ καὶ διειδής, ἐλαιώδη τὴν ἐπιφάνειαν ἔχουσα, λεῖα τὰ σώματα καὶ τὰς τρίχας ποιοῦσα καὶ κεφαλῆς ἀλγηδόνα παύουσα. ταύτῃ εἰ προσαγάγοι τις κηρὸν ἡμμένον, ὑφάπτεται τὸ ὕδωρ ἐκ τούτου καὶ σπινθῆρας ἀφίησι, ἄχρις ἂν πελάσῃ ἑτέρῳ ὕδατι. ἔστι δὲ τῶν ἄλλων ὑδάτων διειδέστερον τὸ ὕδωρ ἐκεῖνο ὀδμῆς τε πάσης ἐλεύθερον. Ἀριστοτέλης φησὶν ἐν τῇ Κελτικῇ δύο κόρακας ἀεὶ φαίνεσθαι, οὓς δὴ καὶ τοῖς ἀνθρώποις μαντεύεσθαι τόνδε 〈τὸν〉 τρόπον· τοὺς διαφερομένους περί τινος συμβολαίου ἔρχεσθαι ἐπὶ τὸν εἰρημένον τόπον καὶ μάζας ποιήσαντας ἐπί τινων πεταύρων τιθέναι· τοὺς δὲ κόρακας τὴν μὲν τοῦ ἀδικοπραγοῦντος μάζαν τοῖς ποσὶ συντρίβειν, τὴν δὲ τοῦ δικαιοπραγοῦντας ἐσθίειν. [5]
Ἀρτεμίδωρός φησιν ἐν Λιπαριτανοῖς ἰχθύας ὀρυκτοὺς εὑρίσκεσθαι, καὶ τῷ ὀρυκτῷ ἰχθύι ἀφθόνως τοὺς ἐκεῖ ὡς ἐπὶ τραγήματα χρῆσθαι. Ἀνδρόνικός φησιν ἐν Ἰσπανίᾳ ἔν τινι τόπῳ λιθάρια εὑρίσκεσθαι περιερριμμένα πολύγωνα αὐτοφυῆ, ἃ μὲν λευκά, ἃ δὲ κηροειδῆ, ἃ καὶ κύει ὅμοια ἑαυτοῖς λιθάρια· τούτων δὴ καὶ ἐγὼ ἒν πείρας ἕνεκα ἔσχον, ὃ δὴ ἔτεκε παρʼ ἐμοί, ὥστε τὸ ῥῆμα μὴ εἶναι ψεῦδος. [5]
εἶναι δὲ καὶ πηγήν τινα ἐν Ἱσπανίᾳ, ἣν γλυκὺ ἔχειν ὕδωρ καὶ πότιμον· εἰ δέ τις ἐμβάλοι εἰς τὸ ὕδωρ τὰς χεῖρας καὶ μικρὸν χρόνον ἐάσειε, ἅλας εὑρίσκειν λευκὸν περιπεπηγὸς ταῖς χερσί. Τίμαιός φησι τὸν κατὰ τὴν Ἰταλίαν ποταμὸν τὸν Κρᾶθιν τῶν ἐν αὐτῷ λουομένων ξανθίζειν τὰς τρίχας.
Ἐν Σελασφόρῳ βοτάνη εὑρίσκεται, ᾗ χρώμενοι οἱ ἐκεῖ ἔαρος μὲν κένωσιν ξανθῆς χολῆς ποιοῦνται, φθινοπώρου δὲ μελαίνης χολῆς, ἐν δὲ χειμῶνι φλέγματος· ἐξάγει δὲ τὸ καθὲν τούτων ἀμιγὲς παντὸς ἑτέρου. Καλλίμαχός φησιν ἐν Θρᾴκῃ δύο ποταμοὺς εἶναι Κέρωνα καὶ Νηλέα ὀνομαζομένους· τῶν δὲ προβάτων περὶ τὸ συλλαμβάνειν ὄντων τὰ μὲν ἀπὸ τοῦ Νηλέως λευκούς, τὰ δὲ ἀπʼ ἀμφοτέρων τῶν ὑδάτων ποικίλους.
Πολύκλειτός φησιν ἐν Σόλοις ποταμὸν Λίπαριν εἶναι, ὃν δὴ λιπαίνειν τοὺς λουομένους, ὥστε χρίσματος μὴ δεῖσθαι. Ὁ αὐτός φησι τὸν ἐν Παμφυλίᾳ ποταμὸν Μούαβιν ἀπολιθοῦν τὴν ἐμβληθεῖσαν στοιβήν.
Ἀθήναιός φησιν ἐν Πέρσαις εἶναι δένδρον τι θανάσιμον τὸν καρπὸν φέρον, ὃ τοὺς πέρσας, ὅτε Καμβύσης ἐπʼ Αἴγυπτον ἐστράτευσε, κομίσαι εἰς Αἴγυπτον καὶ ἐν πολλοῖς φυτεῦσαι τόποις, ὅπως οἱ Αἰγύπτιοι τὸν καρπὸν προσφερόμενοι διαφθαρῶσι· τὸ δὲ δένδρον μεταβαλὸν τὴν γῆν ἀπαθῆ τὸν καρπὸν ἐξενεγκεῖν, καὶ περσαίαν τʼ ὀνομάζεσθαι διὰ τὸ ὑπὸ Περσῶν φυτευθῆναι. Θεόπομπός φησιν ἐν τῇ τῶν Ἀγριέων Θρᾳκῶν χώρᾳ ποταμὸν εἶναι ὀνομαζόμενον Πόντον, ὃν καταφέρειν λίθους ἀνθρακώδεις· τούτους δὲ ἀναφθέντας ὑπὸ μὲν τῶν ῥιπιδίων ῥιπιζομένους 〈οὐ〉 καίεσθαι, ὑπὸ δὲ ὕδατος ῥαινομένους ἀναλάμπειν. [5]
οὐδὲν δὲ ἑρπετὸν τὴν ὀσμὴν αὐτῶν ὑπομένειν. Ἐπὶ τῶν 〈ἐντέρων τῶν〉 προβάτων φησὶν Ἀντίγονος τὰ μὲν τῶν κριῶν ἄφωνα εἶναι, τὰ δὲ τῶν θηλέων ἔμφωνα· οὐ λεληθέναι δὲ τοῦτο τὸν ποιητήν.
20
φησὶ γάρ· ἑπτὰ δὲ θηλυτέρων οἴων ἐτανύσσατο χορδάς. Κάτων φησίν, ἐν ταῖς Κτίσεσιν, ἐπὶ τῶν Ἄλπεων λευκοὺς μὲν λαγωοὺς γίνεσθαι, μῦς δʼ ἐνδεκαλίτρους, ὗς δὲ μονοχήλους καὶ κύνας δασεῖς καὶ βόας ἀκεράτους.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top