Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: On Tropes

Library › Greek: Oratory & Rhetoric › On Tropes

On Tropes is a short anonymous Byzantine treatise on figurative language, printed by Leonhard Spengel in Rhetores Graeci (III, pp. 227–229). It defines a trope as a word or phrase turned from its proper meaning to another for more elegant expression. It distinguishes six senses of the word tropos, among them a person's character, a form of argument in logic, a musical mode and a figure of speech, and lists fifteen principal tropes, beginning with metaphor, catachresis, synecdoche and metonymy. It then discusses metaphor with Homeric examples.

This is one of several related Byzantine handbooks that passed on the ancient grammarians' classification of tropes. Its opening survey of the meanings of tropos, including Homer's epithet polytropos for Odysseus, shows how the schools linked grammar, rhetoric and the reading of poetry. It is a useful companion to the longer anonymous treatise On Poetic Tropes.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Spengel, Rhetores Graeci III pp. 227–229 (probable)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
On Tropes
Anonymous · every word parsed
3.227.(1t)
ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ. Τρόπος ἐστὶ λέξις ἢ φράσις πεποιημένη ἢ τετραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατά τινα λόγον εἰς δήλωσιν εὐπρεπεστέραν. τὸ δὲ ὄνομα ῥηματικὸν ὡς παρὰ τὸ λέγω λόγος, καὶ παρὰ τὸ τρέπω τρόπος. λέγεται δὲ τρόπος ἑξαχῶς, τὸ ἑκάστου ἦθος, καθὸ εὔτροπόν τινα καὶ κακότροπόν φαμεν, καὶ σχῆμα λόγου τὸ ἐν διαλεκτικῇ, εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἐστιν ἄρα· καὶ ὁ ἐν μουσικῇ Λύδιος, Φρύγιος, καὶ ἡ ἐπὶ πολλῆς τῆς διανοίας τροπή, καθʼ ὃ σημαινόμενον καὶ ὁ ποιητὴς τὸν Ὀδυσσέα πολύτροπον εἴρηκεν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον· καὶ ἡ αἰτία, ὅτε φαμέν, τίνα τρόπον ἀναπνοή, καὶ ὁ ἐν τῇ φράσει, εἰς ὃν ἐμπίπτει ἡ μεταφορὰ καὶ τὰ λοιπὰ τῶν τροπικῶν ὀνομάτων. τρόποι δέ εἰσι πλείονες, γενικώτατοι μέντοι τάξιν ἔχοντες ιεʹ· μεταφορά, κατάχρησις, συνεκδοχή, μετωνυμία, ἀλληγορία, ὑπερβολή, εἰρωνεία, αἴνιγμα, ὑπερβατόν, ἀντονομασία, ἀντίφρασις, μετάληψις, πεποιημένον, ὀνοματοποιΐα, σύλληψις. Εἰσὶ δʼ οὗτοι κοινοὶ μὲν καὶ τῆς ἡμετέρας συνηθείας, ἐπιπολάζουσι δὲ ἐν ποιητικῇ, διὸ καὶ ποιητικοὶ κέκληνται· παρελήφθησαν δʼ αὐτῶν οἱ μὲν κόσμου χάριν, ὡς ἡ μεταφορά, οἱ δὲ τοῦ ἀναγκαίου, ὡς ἡ κατάχρησις.
3.228
Μεταφορά ἐστι λέξις ἀπὸ τοῦ κυρίως ὠνομασμένου ἐφʼ ἕτερον ὠνομασμένον μετενηνεγμένη [ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον] ἢ ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα· ὁμοιώσεως μὲν πάντες δʼ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· ὃν γὰρ ἔχουσιν οἱ πόδες ἐπὶ τοῦ σώματος λόγον, τοῦτον ἐπὶ τοῦ ὄρους ἡ ὑπώρεια. ἐμφάσεως δὲ τὴν δὲ γυναῖκα εὗρον ὅσην τʼ ὄρεος κορυφήν. μεταφορικῶς γὰρ ὄρους ἐξοχὴν εἶπε βουλόμενος ἐμφῆναι τὸ μέγεθος τῆς γυναικός. Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ πράξεως εἰς πράξιν μεταφέρονται, αἱ δὲ ἀπὸ σώματος ἐπὶ σῶμα· ἀπὸ μὲν οὖν σώματος ἐπὶ σῶμα, ὡς τὸ Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν· ἀπὸ δὲ πράξεως εἰς πρᾶξιν, ὡς τὸ ὑφαίνειν τὸ βουλεύεσθαι. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δὲ οὔ· καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται, φθέγξατο δʼ ἡνίοχος νηὸς κυανοπρώροιο, καὶ ἵππων κυβερνητῆρες· ἔχουσι γάρ τι μέσον πρὸς ἀλλήλους· ὁ μὲν γὰρ τὴν τῶν ἵππων ἐξιθύνει πορείαν, ὁ δὲ τὴν τῶν νεῶν. οὐκ ἀντιστρέφουσι δὲ αἱ τοιαῦται, νῆσος τὴν περὶ πόντος ἀπείριτος ἐστεφάνωται· ἐστεφανῶσθαι γὰρ εἴρηκε τὴν νῆσον ἀντὶ τοῦ κύκλωθεν περιρρεῖσθαι, ὅπερ οὐκ ἀντιστρέψας εἴποι, ὅτι στέφανος ἡμῶν κύκλῳ τὴν κεφαλὴν περιρρεῖ· τὸ γὰρ τοιοῦτον γελοῖον.
3.229
ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ γένους ἐπὶ γένη μεταφέρονται, νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵθʼ ἁλὸς ἵπποι ἀνδράσι γίνονται· περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν. ἵππους μὲν εἴρηκε κατὰ μεταφορὰν τὰς ναῦς· ὥσπερ γὰρ ἐπὶ τῆς γῆς διὰ τῶν ἵππων ὀχούμεθα, οὕτως ἐπὶ τῆς θαλάσσης διὰ τῶν νεῶν κουφιζόμεθα.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top