Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Prolegomena to Hermogenes’ On Invention

Library › Greek: Oratory & Rhetoric › Prolegomena to Hermogenes' On Invention

Prolegomena to Hermogenes' On Invention is a short anonymous Byzantine text printed in Walz's Rhetores Graeci under the heading 'Prolegomena to the On Invention', the treatise on finding arguments ascribed to Hermogenes. It gives practical guidance on the prooemium, the opening of a speech: it should hint at the matter without narrating it, may be omitted when the judges are already well disposed or time is short, and should be plain in style and calm in delivery.

The Hermogenean treatises formed the core of the advanced rhetorical curriculum in Byzantium, and short introductory notes like this one show how teachers prepared students to use them. It gives a concise picture of how the parts of a speech were taught and practised in the medieval Greek schools.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Walz, Rhetores Graeci VII pp. 52–53). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
Prolegomena to Hermogenes' On Invention
Anonymous · every word parsed
7.52.(1t)
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΕΥΡΕΣΕΩΝ. Ἰστέον, ὅτι ἀπὸ τοῦ πράγματος δεῖ ποιεῖν νόημα, μὴ μέντοι μηδὲ αὐτὸ τὸ πρᾶγμα διεξιέναι, μήτε τὰς εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν γὰρ διηγηματικὸν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρηματικόν· δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον καὶ σπερματικῶς ἔχειν τὰ πράγματα· παραιτησόμεθα δὲ τὸ προοίμιον, ὅταν ἢ εὐνοῶσιν οἱ δικάζοντες, ἢ ὀλίγον λάβοιμεν ὕδωρ· τότε γὰρ ἡ τῶν ἀναγκαίων διήγησις ὠφελιμωτέρα· ἑρμηνεία δὲ τοῦ προοιμίου τῇ μὲν ἐκλογῇ ἀπερίεργος ἔστω· γενέσθω δὲ τοιαύτη, ὅθεν ἐκφύγῃ τις τοὺς ἐμφανεῖς τρόπους· τοῦ δὲ προοιμίου ἡ ὑπόκρισις μετρία καὶ ἀτάραχος καὶ τοῖς ὑποκειμένοις οἰκεία. Ὅρος προοιμίου. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· κυρίως δὲ μὲν προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λεγόμενα· τέλος δὲ τοῦ προοιμίου τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν. Τὰ προοίμια γίνονται ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσι κριταί· ἀπὸ τῶν κατηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, καὶ διʼ ἐντολέων λαλοῦντες· ἀπὸ τῶν ἀπολογουμένων, οἵτινές εἰσιν οἱ ἐντολεῖς οἱ βοηθοῦντες τοῖς φεύγουσιν· ἀπὸ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα, τῶν ἀντιδίκων.
7.53
Περὶ προοιμίων. Ἰστέον, ὅτι τὸ προοίμιον κατὰ μὲν τοὺς Ἀπολλοδωρείους τὴν πρώτην τάξιν τοῦ λόγου ἐπέχει. εἰ γὰρ προσοχῆς, φασὶ, τῶν ἀκουόντων ἐστὶ ποιητικὸν πρὸς τὰ λεχθῆναι μετὰ ταῦτα ὀφείλοντα, πᾶσα ἀνάγκη αὐτὸ πρὸ τῶν ἄλλων τάττεσθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ κατʼ ἀρχήν φησι τοῦτο καὶ μετὰ τὴν διήγησιν, καὶ μετὰ τὰς πίστεις τάττεσθαι, ὃ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίηκε μεταξὺ τοῦ λόγου εἰπών· „οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ Ἀθηναῖοι, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥ τις ἦν ἡμῖν·“ οὐ μὴν διὰ τοῦτο, φησὶ, καὶ διττὸν εἶναι τὸ προοίμιον νοητέον, ἀλλὰ τὸ μὲν ἐν ἀρχῇ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν τάξιν κυριώτερον, φησὶ, νομιστέον· τὸ δὲ ἐν τῷ μεταξὺ κατὰ δύναμιν μόνον· θορύβου γὰρ πολλάκις ἐν τῷ μεταξὺ γινομένου ἀνάγκη προοιμιάσασθαι πάλιν πρὸς τὸ προσοχὴν ἐργάσασθαι. Προοίμιον δέ ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος τοὺς λόγους εἴπῃ· ἄνδρες δικασταὶ, δικαιότατοι, καὶ ὅσα ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς δικάζοντας· λέγεται δὲ προοίμιον τὸ προτιθέμενον τοῦ λόγου· οἶμος γάρ ἐστιν ἡ ὁδός· λαμβάνεται δὲ τὸ προοίμιον ἀπὸ τριῶν τρόπων, ὡς δὲ ἔνιοί φασιν, ἀπὸ τεσσάρων· ἀπὸ συστάσεως τοῦ οἰκείου προσώπου, ἀπὸ διαβολῆς τοῦ ἀντιδίκου, ἀπὸ προσοχῆς, καὶ τέταρτον ἀπὸ ἐφόδου κατά τινος· ἀπὸ συστάσεως μὲν, ὅτε εὔνοιαν περιποιῶμεν ἑαυτοῖς τῶν ἀκροατῶν τὸ οἰκεῖον συνιστῶντες πρόσωπον· ἀπὸ δὲ διαβολῆς τοῦ ἀντιδίκου, ὅτε τὸ ἐναντίον διαβάλλειν ἀρχώμεθα· ὡς τὸ, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ὦ δικασταὶ, ᾗ πρὸς ἅπαντας χρῆται Μειδίας· ἀπὸ προσοχῆς δὲ, ἡνίκα τὸ πρᾶγμα αὔξοντες προσεχέστερον διὰ τοῦ προοιμίου τὸν ἀκροατὴν ἐργαζόμεθα, ποιοῦντες αὐτὸν σκοπεῖν τὰ εἰρημένα· ἡ δὲ ἔφοδος τότε γίνεται, ἡνίκα μὴ φανερῶς τι βουλευόμεθα σημαίνειν, καὶ λαθραίως διʼ ἑτέρων λόγων εἰσάγομεν αὐτό· ἄλλοι δὲ ἀπὸ τεσσάρων μὲν καὶ αὐτοί φασιν· ἀλλʼ οὐ τῶν αὐτῶν πάντη, ἀλλὰ καὶ ἑτέρων· ἤτοι γὰρ ἀφʼ ἑαυτοῦ ὡς ἐν τῷ κατὰ Κόνωνος· ἀπὸ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· ἀπὸ τῶν ἀκουόντων, ὡς ἐν τῷ Πλαταϊκῷ Ἰσοκράτους· ἀπὸ τοῦ πράγματος, ὡς Λυκοῦργος ἐν τῷ κατὰ Αὐτολύκου.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top