Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Aristocritus: On Miletus (Fragments)

Library › Greek: History › On Miletus (Fragments)

On Miletus (Fragments) gathers the remains of a work on the history and legends of Miletus by Aristocritus, a writer about whom little is known. The work is lost and survives only in citations by the scholia to Apollonius of Rhodes and Aristophanes, Parthenius, Pliny and Clement of Alexandria. The fragments concern the parentage of Miletus, the love of Byblis for her brother Caunus, the early names of Samos, and a myth about Hestia.

Aristocritus' account of Byblis and Caunus is cited as a source in Parthenius' Love Stories, a collection made for the Roman poet Cornelius Gallus. Clement also cites a separate controversial work against one Heracleodorus, which quoted a letter from a Scythian king to the Byzantines. The fragments illustrate the local mythography of Ionia.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FHG IV p. 334; FGrHist 493). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
On Miletus (Fragments)
Aristocritus · every word parsed
t1-3
ΠΕΡΙ ΜΙΛΗΤΟΥ. Schol.
1
Apollon. Rh. I, 186: Ὁ δὲ Μίλητος, ἀφʼ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος ἦν. Οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου … Καὶ Ἀριστόκριτος φησὶν ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα. Τὸν δὲ Κλέοχον ἀνελέσθαι, καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον. Τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος, ἀναχωρῆσαι εἰς τὴν Σάμον· ἀφʼ οὗ καὶ τόπος ἐστὶ Μίλητος· καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν, ἔκτισε πόλιν, Μίλητον ἀφʼ ἑαυτοῦ καλέσας. Parthenius Erot.
c. 11: Περὶ Βυβλίδο ς . Ἱστορεῖ Ἀριστόκριτος περὶ Μιλήτου καὶ Ἀπολλώνιος ὁ Ῥόδιος Καύνου κτίσει. —Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας, πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· Αὐτὰρ ὅγε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδὶ, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος· βῆ δὲ πέρην Δίας, φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθʼ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. Αὐτὴ δὲ γνωτὴ, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. Οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν, ἐρασθεῖσαν τοῦ Καύνου, λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακὸν προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηῒς, πόλιν τε κτίσαι τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα, ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν, ἐνθεῖναι τὸν τράχηλον. Λέγεται δὲ καὶ παρʼ ἡμῖν οὕτως· Ἡ δʼ ὅτι δὴ ὀλλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτʼ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη, δειρὴν ἐνεθήκατο· ταὶ δʼ ἐπʼ ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. Φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα. Parthenius c.
2a
26: Περὶ Ἀπριάτη ς . Ἱστορεῖ Εὐφορίων Θρᾳκί. —Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δʼ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχήσας εἷλεν. Ὡς δὲ ἐκείνη πολὺ μᾶλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανε δὲ ἀγχιβαθὴς οὖσα. Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει. Τινὲς μέν τοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν. Ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος ἐπαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθὸν συνίσταται αὐτῷ· ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν, ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυρόμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε· τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται. Plinius H.
N. V, 37: Ioniae ora habet … Samon: Partheniam primum appellatam Aristoteles tradit, postea Dryusam, deinde Anthemusam, Aristocritus adjicit Melamphyllum, dein Cyparissiam: alii Parthenoarusam, Stephanen. ΤΑ ΠΡΟΣ ΗΡΑΚΛΕΟΔΩΡΟΝ ΑΝΤΙΔΟΞΟΥΜΕΝΑ.
4 (1t)
Clemens Alex. Strom. V: Ἀριστόκριτος δʼ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· «Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. Μὴ βλάπτετε προσόδους ἐμὰς, ἵνα μὴ ἐμοὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι.» Συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. Schol.
5
Aristoph. Vesp. 846: Ἔστι δὲ παροιμία, ἀ φ ’ Ἑστίας ἄρχο υ . Μῦθον δὲ συνέθηκεν Ἀριστόκριτος οὕτως ἔχοντα· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχὴν, τὸν Δία δεξάμενον τὴν βασιλείαν ἐπιτρέπειν Ἑστίᾳ λαβεῖν ὅ τι βούλοιτο. Τὴν δὲ πρῶτον μὲν παρθενίαν αἰτῆσαι, μετὰ δὲ τὴν παρθενίαν ἀπαρχὰς θυομένων αὑτῇ νέμεσθαι πρώτῃ παρὰ τῶν ἀνθρώπων.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top