Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Arrian: Testimonia

Library › Greek: Biography › Testimonia

These Testimonia gather what ancient writers recorded about Arrian of Nicomedia, the Greek historian and philosopher of the second century AD. Numbered as in Jacoby's Fragmente der griechischen Historiker, they include notices from the Suda and Photius, Stephanus of Byzantium on his Bithynian birthplace, Cassius Dio on his stand against the Alans as governor of Cappadocia, Arrian's own words comparing himself with Xenophon, and Athenian inscriptions naming Flavius Arrianus of the deme Paiania.

Together these witnesses sketch a remarkable career: a pupil of Epictetus who recorded his teacher's discourses, a Roman senator who reached the consulship, and a writer admired as a 'new Xenophon' for his plain, lucid style. Photius also describes works now lost, such as the Parthica, Bithyniaca and Alanica, so the testimonia serve as a guide to the full range of Arrian's output.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FGrHist 156 T 1–8). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Biography
Testimonia
Arrian · every word parsed
T 1
SUID. s. Ἀρριανός· Νικομηδεύς· φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικληθεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμηι ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ.
T 2
PHOT. Bibl. 58 p. 17 a 25: ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζ . οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βυβλίον Βιθυνιακά (F 14—28). συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν (F 12—13). διέρχεται δὲ ἐν ταύτηι τῆι πραγματείαι …. (s. F 30). οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστήμην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρόνους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνίνου ἐγνωρίζετο. ἐπωνόμαζον δὲ αὐτὸν Ξενοφῶντα νέον. διὰ δὲ τὸ τῆς παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. ἔγραψε δὲ βιβλία καὶ ἕτερα· τῶν μὲν διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώδεκα. ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶν καὶ μιμητὴς ὡς ἀληθῶς Ξενοφῶντος. (φασὶ δὲ αὐτὸν καὶ ἕτερα γράψαι, ἃ οὔπω εἰς ἡμετέραν ἀφίκετο γνῶσιν). δῆλον δὲ ὡς οὐδὲ ῥητορικῆς σοφίας τε καὶ δυνάμεως ἀπελείπετο.
T 3
EUSEB. Chron. ol. 232, 1; (HIERON. p. 203, 3 Helm; SYNKELL, p. 662, 18 Bonn): Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο.
T 4a
PHOT. Bibl. 93 p. 73 a 35: (F 14 p. 855, 7) Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτηι τῆι συγγραφῆι διορίζει, ἐν αὐτῆι τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι, καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησιν, χρηματίσαι. μέμνηται δὲ ἐν ταύτηι τῆι συγγραφῆι καὶ ἑτέρων πραγματειῶν, ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῶι Κορινθίωι κατὰ Σικελίαν ἐπράχθη διαλαμβάνει (p. 851), ἡ δὲ τὰ Δίωνι τῶι Συρακουσίωι ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο. φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν· μετὰ γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας, ἥδε αὐτῶι ἡ συγγραφὴ ἐξεπονήθη …. (F 14 p. 855, 11).
T 4b
STEPH. BYZ. s. Νικομήδεια· πόλις Βιθυνίας … ἐξ ἧς Ἀρριανός.
T 5
CASS. DIO LXIX 15: ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν—εἰσὶ δὲ Μασσαγέται—ἐκινήθη ὑπὸ Φαρασμάνου· καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δʼ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσατο.
T 6a
ARRIAN. Kyneg. 1, 4: ὁμώνυμός τε ὢν αὐτῶι (sc. Ξενοφῶντι) καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν.
T 6b
IG III 1116: [ἄρχοντος] Φλ(αουίου) Ἀρριανοῦ Παιανιέος.
T 6c
IG III 1029; 1032: οἱ πρυτάνεις τῆς Πανδιονίδος φυλῆς …. Παιανιεῖς· Φλ . Ἀρριανός.
T 7
PHOT. Bibl. 92 p. 72 b 40: ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶν ἄριστα συνταξαμένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαι τε γὰρ καὶ μετὰ συντομίας κράτιστος καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸ συνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαινόμενος, καινοπρεπὴς δὲ συνθήκηι λόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερον μήτε ἐναργέστερον τὸ διήγημα δηλωθῆναι. εὐσήμωι δὲ καὶ εὐήχωι καὶ τῶι τῶν λέξεων ἀποκεχρημένος στρογγύλωι καὶ τὸ λεῖον ἔχει τῶι μεγέθει συγκιρνάμενον. καὶ ἡ καινότης τῶν λέξεων οὐχὶ εἰς τὸ πόρρω νεωτερίζεται, ἀλλʼ ἔγγιστά τε καὶ εἰς τὸ ἐμφαντικώτατον, ὡς σχηματισμὸν εἶναι λέξεως ἀλλʼ οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. διὸ καὶ τὸ σαφὲς συνεφέλκεται οὐκ ἐν τούτωι μόνον, ἀλλὰ κἀν τῆι διασκευῆι καὶ τάξει καὶ καταστάσει μάλιστα τοῦ διηγήματος, ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔντεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖς ἰδιώταις πρόσεστι μάλιστα καὶ εἰς ὑπτιότητα καὶ ταπεινότητα λίαν καταβιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη, ὅπερ οὗτος, εἰ καὶ τοῦ σαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. καὶ τῶι ἐλλείποντι δὲ τῶν τρόπων οὕτω κέχρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, ἀλλὰ κατά γε τὰς τῶν λέξεων, ὥστε μηδʼ ἐλλείπειν διδόναι συναίσθησιν· καὶ εἴ τις τὸ λεῖπον ἐπιχειροίη προσθεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι, ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν. ἄριστα δὲ αὐτοῦ καὶ τὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλόμενον ἀπὸ τῆς αὐτοσχηματίστου χρήσεως, ἀλλʼ ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῶι προσκορεῖ ἀνιᾶν μήτε τῶι ἀθρόωι ποιεῖν ἐκταράσσεσθαι. καὶ ἁπλῶς εἴ τις κατʼ αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολλοὺς καὶ τῶν ἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους ταπεινότερον.
T 8
SUID. s. Δίων ὁ Κάσσιος· … ἔγραψε … Βίον Ἀρριανοῦ τοῦ φιλοσόφου.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top