Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Carneades: Testimonia

Library › Greek: Philosophy › Testimonia

This collection of testimonia gathers ancient accounts of Carneades of Cyrene (c. 214-129 BC), head of the Academy in Athens and the leading sceptic of his age. Carneades wrote nothing, so his thought is known only through others. The passages come from Diogenes Laertius, Sextus Empiricus, Eusebius, Plutarch, Galen and Photius, and cover his life, his critique of Stoic theories of knowledge, his arguments about the gods, and his standard of the "persuasive" impression.

Carneades was among the most influential philosophers of the Hellenistic age. His arguments against dogmatism shaped later debates about knowledge and belief, and his embassy to Rome in 155 BC, where, as Plutarch reports, his eloquence alarmed Cato, made Greek philosophy a subject of Roman controversy. These testimonia are the essential evidence for his thought.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Testimonia
Carneades · every word parsed
1
*Diogenes Laertius, Lives and Opinions 4.62–4.67* οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς καὶ μάλιστα τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ. φιλόπονος δʼ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δʼ ἴσχυσεν ἐν φιλοσοφίᾳ ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρʼ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν. Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, “καὶ δὸς μέτρον φωνῆς. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.62 *[cf.: rjo-ad]*
” ὅθεν εὐστόχως ἑλόντα ἀμείψασθαι· φάναι γάρ, “μέτρον ἔχεις τοὺς ἀκούοντας.” δεινῶς τʼ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρʼ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν· πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· τοῦτον σχολῆς τῆσδʼ ἐκκεκηρῦχθαι λέγω· καὶ ὃς ἀναστάς· οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.63
Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, “ἡ συστήσασα φύσις καὶ διαλύσει.” μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, “δότε οὖν κἀμοί·” τῶν δὲ εἰπόντων, “τί;”, “οἰνόμελι,” εἶπεν. τελευτῶντος δʼ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μεθʼ ἥλιον καλλίστου τῶν ἄστρων. Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.64
φέρονται δʼ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν· αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ καὶ Ἀρχεβουλείῳ· τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτʼ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλʼ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη, “δότε τοίνυν,” ἔφησε, “τὶ κἀμὲ πιεῖν. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.65
5
” “τί μέντοι; τί;” “δότʼ οἰνόμελι.” σφόδρα τʼ εἶχε πρόχειρα ταυτί· “φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή.” ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδην. Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, “κεκόμικα,” “οὐκοῦν,” εἰπεῖν, “σὺ ἀναγίνωσκε.” Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον. Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.66
οὗτος ἐκαλεῖτο μὲν Ἀσδρούβας καὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν πατρίδα ἐφιλοσόφει. ἐλθὼν δʼ εἰς Ἀθήνας ἤδη τετταράκοντʼ ἔτη γεγονὼς ἤκουσε Καρνεάδου· κἀκεῖνος ἀποδεξάμενος αὐτοῦ τὸ φιλόπονον γράμματά τʼ ἐποίησε μαθεῖν καὶ συνήσκει τὸν ἄνδρα. ὁ δὲ ἐς τοσοῦτον ἤλασεν ἐπιμελείας, ὥστε ὑπὲρ τὰ τετρακόσια βιβλία συνέγραψε. καὶ διεδέξατο τὸν Καρνεάδην καὶ τὰ αὐτοῦ μάλιστα διὰ τῶν συγγραμμάτων ἐφώτισεν. ἀνὴρ ἐν ταῖς τρισὶν αἱρέσεσι διατρίψας, ἔν τε τῇ Ἀκαδημαϊκῇ καὶ περιπατητικῇ καὶ Στωικῇ. Καθόλου δὲ τοὺς Ἀκαδημαϊκοὺς ὁ Τίμων οὕτω διασύρει· οὐδʼ Ἀκαδημαϊκῶν πλατυρημοσύνης ἀναλίστου. Diogenes of Laertia, Lives and Opinions: Book IV (Academy), 4.67
*Sextus Empiricus, Against the Mathematicians 7.159–7.189* καὶ δὴ πρῶτος μὲν αὐτῷ καὶ κοινὸς πρὸς πάντας ἐστὶ λόγος καθʼ ὃν παρίσταται ὅτι οὐδέν ἐστιν ἁπλῶς ἀληθείας κριτήριον, οὐ λόγος, οὐκ αἴσθησις, οὐ φαντασία, οὐκ ἄλλο τι τῶν ὄντων· πάντα γὰρ ταῦτα συλλήβδην διαψεύδεται ἡμᾶς. Sextus the Empiricist, Against the Mathematicians, 7.159 *[cf.: qou-aa]*
δεύτερον δὲ καθʼ ὃ δείκνυσιν, ὅτι καὶ εἰ ἔστι τὶ κριτήριον, τοῦτο οὐ χωρὶς τοῦ ἀπὸ τῆς ἐναργείας πάθους ὑφίσταται. ἐπεὶ γὰρ αἰσθητικῇ δυνάμει διαφέρει τὸ ζῷον τῶν ἀψύχων, πάντως διὰ ταύτης ἑαυτοῦ τε καὶ τῶν ἐκτὸς ἀντιληπτικὸν γενήσεται. ἡ δέ γε αἴσθησις ἀκίνητος μὲν οὖσα καὶ ἀπαθὴς καὶ ἄτρεπτος οὔτε αἴσθησίς ἐστιν οὔτε ἀντιληπτική τινος, τραπεῖσα δὲ καί πως παθοῦσα κατὰ τὴν τῶν ἐναργῶν ὑπόπτωσιν, τότε ἐνδεικνύει τὰ πράγματα. Sextus the Empiricist, Against the Mathematicians, 7.160
ἐν ἄρα τῷ ἀπὸ τῆς ἐναργείας πάθει τῆς ψυχῆς ζητητέον ἐστὶ τὸ κριτήριον. τοῦτο δὲ τὸ πάθος αὑτοῦ 〈τε〉 ἐνδεικτικὸν ὀφείλει τυγχάνειν καὶ τοῦ ἐμποιήσαντος αὐτὸ φαινομένου, ὅπερ πάθος ἐστὶν οὐχ ἕτερον τῆς φαντασίας. Sextus the Empiricist, Against the Mathematicians, 7.161
10
ὅθεν καὶ φαντασίαν ῥητέον εἶναι πάθος τι περὶ τὸ ζῷον ἑαυτοῦ τε καὶ τοῦ ἑτέρου παραστατικόν. οἷον προσβλέψαντές τινι, φησὶν ὁ Ἀντίοχος, διατιθέμεθά πως τὴν ὄψιν, καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὡς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν· κατὰ μέντοι τὴν τοιαύτην ἀλλοίωσιν δυεῖν ἀντιλαμβανόμεθα, ἑνὸς μὲν αὐτῆς τῆς ἀλλοιώσεως, τουτέστι τῆς φαντασίας, δευτέρου δὲ τοῦ τὴν ἀλλοίωσιν ἐμποιήσαντος, τουτέστι τοῦ ὁρατοῦ. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. Sextus the Empiricist, Against the Mathematicians, 7.162
ὥσπερ οὖν τὸ φῶς ἑαυτό τε δείκνυσι καὶ πάντα τὰ ἐν αὐτῷ, οὕτω καὶ ἡ φαντασία, ἀρχηγὸς οὖσα τῆς περὶ τὸ ζῷον εἰδήσεως, φωτὸς δίκην ἑαυτήν τε ἐμφανίζειν ὀφείλει καὶ τοῦ ποιήσαντος αὐτὴν ἐναργοῦς ἐνδεικτικὴ καθεστάναι. ἀλλʼ ἐπεὶ οὐ τὸ κατʼ ἀλήθειαν ἀεί ποτε ἐνδείκνυται, πολλάκις δὲ διαψεύδεται καὶ διαφωνεῖ τοῖς ἀναπέμψασιν αὐτὴν πράγμασιν ὡς οἱ μοχθηροὶ τῶν ἀγγέλων, κατʼ ἀνάγκην ἠκολούθησε τὸ μὴ πᾶσαν φαντασίαν δύνασθαι κριτήριον ἀπολείπειν ἀληθείας, ἀλλὰ μόνην, εἰ καὶ ἄρα, τὴν ἀληθῆ. Sextus the Empiricist, Against the Mathematicians, 7.163
πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἵα οὐκ ἂν γένοιτο ψευδής, ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής, γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική, μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται. Sextus the Empiricist, Against the Mathematicians, 7.164
μηδεμιᾶς δὲ οὔσης φαντασίας κριτικῆς οὐδὲ λόγος ἂν εἴη κριτήριον· ἀπὸ φαντασίας γὰρ οὗτος ἀνάγεται. καὶ εἰκότως· πρῶτον μὲν γὰρ δεῖ φανῆναι αὐτῷ τὸ κρινόμενον, φανῆναι δὲ οὐδὲν δύναται χωρὶς τῆς ἀλόγου αἰσθήσεως. οὔτε οὖν ἡ ἄλογος αἴσθησις οὔτε ὁ λόγος ἦν κριτήριον. Ταῦτα μὲν ἀντιπαρεξάγων τοῖς ἄλλοις φιλοσόφοις ὁ Καρνεάδης εἰς τὴν ἀνυπαρξίαν τοῦ κριτηρίου διεξήρχετο· ἀπαιτούμενος δὲ καὶ αὐτός τι κριτήριον πρός τε τὴν τοῦ βίου διεξαγωγὴν καὶ πρὸς τὴν τῆς εὐδαιμονίας περίκτησιν, δυνάμει ἐπαναγκάζεται καὶ καθʼ αὑτὸν περὶ τούτου διατάττεσθαι, προσλαμβάνων τήν τε πιθανὴν φαντασίαν καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον καὶ διεξωδευμένην. Sextus the Empiricist, Against the Mathematicians, 7.165
τίς δέ ἐστιν ἡ τούτων διαφορά, συντόμως ὑποδεικτέον. ἡ τοίνυν φαντασία τινὸς φαντασία ἐστίν, οἷον τοῦ τε ἀφʼ οὗ γίνεται καὶ τοῦ ἐν ᾧ γίνεται, καὶ 〈τοῦ〉 ἀφʼ οὗ μὲν γίνεται ὡς τοῦ ἐκτὸς ὑποκειμένου αἰσθητοῦ, τοῦ ἐν ᾧ δὲ γίνεται καθάπερ ἀνθρώπου. Sextus the Empiricist, Against the Mathematicians, 7.167
15
τοιαύτη δὲ οὖσα δύο ἂν ἔχοι σχέσεις, μίαν μὲν ὡς πρὸς τὸ φανταστόν, δευτέραν δὲ ὡς πρὸς τὸν φαντασιούμενον. κατὰ μὲν οὖν τὴν πρὸς τὸ φανταστὸν σχέσιν ἢ ἀληθὴς γίνεται ἢ ψευδής, καὶ ἀληθὴς μὲν ὅταν σύμφωνος ᾖ τῷ φανταστῷ, ψευδὴς δὲ ὅταν διάφωνος. Sextus the Empiricist, Against the Mathematicians, 7.168
κατὰ δὲ τὴν πρὸς τὸν φαντασιούμενον σχέσιν ἡ μέν ἐστι φαινομένη ἀληθὴς ἡ δὲ οὐ φαινομένη ἀληθής, ὧν ἡ μὲν φαινομένη ἀληθὴς ἔμφασις καλεῖται παρὰ τοῖς Ἀκαδημαϊκοῖς καὶ πιθανότης καὶ πιθανὴ φαντασία, ἡ δʼ οὐ φαινομένη ἀληθὴς ἀπέμφασίς τε προσαγορεύεται καὶ ἀπειθὴς καὶ ἀπίθανος φαντασία· οὔτε γὰρ τὸ αὐτόθεν φαινόμενον ψευδὲς οὔτε τὸ ἀληθὲς μέν, μὴ φαινόμενον δὲ ἡμῖν πείθειν ἡμᾶς πέφυκεν. Sextus the Empiricist, Against the Mathematicians, 7.169
τούτων δὲ τῶν φαντασιῶν ἡ μὲν φανερῶς ψευδὴς καὶ μὴ φαινομένη ἀληθὴς παραγράψιμός ἐστι καὶ οὐ κριτήριον, ἐάν τε 〈….〉 ἀπὸ ὑπάρχοντος μέν, διαφώνως δὲ τῷ ὑπάρχοντι καὶ μὴ κατʼ αὐτὸ τὸ ὑπάρχον, ὁποία ἦν ἡ ἀπὸ Ἠλέκτρας προσπεσοῦσα τῷ Ὀρέστῃ, μίαν τῶν Ἐρινύων αὐτὴν δοξάζοντι καὶ κεκραγότι μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων. τῆς δὲ φαινομένης ἀληθοῦς ἡ μέν τίς ἐστιν ἀμυδρά, ὡς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως τι λαμβανόντων, ἡ δέ τις ἦν σὺν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν ἀληθῆ. Sextus the Empiricist, Against the Mathematicians, 7.170
ὧν πάλιν ἡ μὲν ἀμυδρὰ καὶ ἔκλυτος φαντασία οὐκ ἂν εἴη κριτήριον· τῷ γὰρ μήτε αὑτὴν μήτε τὸ ποιῆσαν αὐτὴν τρανῶς ἐνδείκνυσθαι οὐ πέφυκεν ἡμᾶς πείθειν οὐδʼ εἰς συγκατάθεσιν ἐπισπᾶσθαι. Sextus the Empiricist, Against the Mathematicians, 7.172
ἡ δὲ φαινομένη ἀληθὴς καὶ ἱκανῶς ἐμφαινομένη κριτήριόν ἐστι τῆς ἀληθείας κατὰ τοὺς περὶ τὸν Καρνεάδην. κριτήριον δὲ οὖσα πλάτος εἶχεν ἱκανόν, καὶ ἐπιτεινομένης αὐτῆς ἄλλη ἄλλης ἐν εἴδει πιθανωτέραν τε καὶ πληκτικωτέραν ἴσχει φαντασίαν. Sextus the Empiricist, Against the Mathematicians, 7.173
20
τὸ δὲ πιθανὸν ὡς πρὸς τὸ παρὸν λέγεται τριχῶς, καθʼ ἕνα μὲν τρόπον τὸ ἀληθές τε ὂν καὶ φαινόμενον ἀληθές, καθʼ ἕτερον δὲ τὸ ψευδὲς μὲν καθεστὼς φαινόμενον δὲ ἀληθές, κατὰ δὲ τρίτον τὸ [ἀληθὲς] κοινὸν ἀμφοτέρων. ὅθεν τὸ κριτήριον ἔσται μὲν ἡ φαινομένη ἀληθὴς φαντασία, ἣν καὶ πιθανὴν προσηγόρευον οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐμπίπτει δὲ ἔσθʼ ὅτε καὶ ψευδής, ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. Sextus the Empiricist, Against the Mathematicians, 7.174
οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν, λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές, ἀπιστητέον ἐστὶ τῇ ὡς 〈ἐπὶ〉 τὸ πολὺ ἀληθευούσῃ· τῷ γὰρ ὡς ἐπὶ τὸ πολὺ τάς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν. Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον· ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλʼ ἁλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται, δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. Sextus the Empiricist, Against the Mathematicians, 7.175
οἷον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός, τῶν μὲν περὶ αὐτὸν 〈ὡσ〉 χρόας μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως, τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων, τῶν ἄλλων ἁπάντων. Sextus the Empiricist, Against the Mathematicians, 7.176
ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμᾶς τῷ φαίνεσθαι ψευδής, ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς, μᾶλλον πιστεύομεν. Sextus the Empiricist, Against the Mathematicians, 7.177
ὅτι γὰρ οὗτός ἐστι Σωκράτης, πιστεύομεν ἐκ τοῦ πάντα αὐτῷ προσεῖναι τὰ εἰωθότα, χρῶμα μέγεθος σχῆμα διάληψιν τρίβωνα, τὸ ἐνθάδε εἶναι ὅπου οὐθείς ἐστιν αὐτῷ ἀπαράλλακτος. Sextus the Empiricist, Against the Mathematicians, 7.178
25
καὶ ὃν τρόπον τινὲς τῶν ἰατρῶν τὸν κατʼ ἀλήθειαν πυρέσσοντα οὐκ ἐξ ἑνὸς λαμβάνουσι συμπτώματος, καθάπερ σφυγμοῦ σφοδρότητος ἢ δαψιλοῦς θερμασίας, ἀλλʼ ἐκ συνδρομῆς, οἷον θερμασίας ἅμα καὶ σφυγμοῦ καὶ ἑλκώδους ἁφῆς καὶ ἐρυθήματος καὶ δίψους καὶ τῶν ἀνάλογον, οὕτω καὶ ὁ Ἀκαδημαϊκὸς τῇ συνδρομῇ τῶν φαντασιῶν ποιεῖται τὴν κρίσιν τῆς ἀληθείας, μηδεμιᾶς τε τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν περισπώσης αὐτὸν ὡς ψευδοῦς λέγει ἀληθὲς εἶναι τὸ προσπίπτον. Sextus the Empiricist, Against the Mathematicians, 7.179
καὶ ὅτι ἡ ἀπερίσπαστός ἐστι συνδρομὴ τοῦ πίστιν ἐμποιεῖν, φανερὸν ἀπὸ Μενελάου· καταλιπὼν γὰρ ἐν τῇ νηὶ τὸ εἴδωλον τῆς Ἑλένης, ὅπερ ἀπὸ Τροίας ἐπήγετο ὡς Ἑλένην, καὶ ἐπιβὰς τῆς Φάρου νήσου ὁρᾷ τὴν ἀληθῆ Ἑλένην, σπῶν τε ἀπʼ αὐτῆς ἀληθῆ φαντασίαν ὅμως οὐ πιστεύει τῇ τοιαύτῃ φαντασίᾳ διὰ τὸ ὑπʼ ἄλλης περισπᾶσθαι, καθʼ ἣν ᾔδει ἀπολελοιπὼς ἐν τῇ νηὶ τὴν Ἑλένην. Sextus the Empiricist, Against the Mathematicians, 7.180
τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία· ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι. Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν, ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν. Sextus the Empiricist, Against the Mathematicians, 7.181
τίς δέ ἐστι καὶ ὁ ταύτης χαρακτήρ, παρακειμένως ὑποδεικτέον. ἐπὶ μὲν γὰρ τῆς ἀπερισπάστου ψιλὸν ζητεῖται τὸ μηδεμίαν τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν ὡς ψευδῆ ἡμᾶς περισπᾶν, πάσας δὲ εἶναι ἀληθεῖς τε καὶ φαινομένας καὶ μὴ ἀπιθάνους· ἐπὶ δὲ τῆς κατὰ τὴν περιωδευμένην συνδρομῆς ἑκάστην τῶν ἐν τῇ συνδρομῇ ἐπιστατικῶς δοκιμάζομεν, ὁποῖόν τι γίνεται καὶ ἐν ταῖς ἐκκλησίαις, ὅταν ὁ δῆμος ἕκαστον τῶν μελλόντων ἄρχειν ἢ δικάζειν ἐξετάζῃ εἰ ἄξιός ἐστι τοῦ πιστευθῆναι τὴν ἀρχὴν 〈ἢ〉 τὴν κρίσιν. Sextus the Empiricist, Against the Mathematicians, 7.182
οἷον ὄντων κατὰ τὸν τῆς κρίσεως τόπον τοῦ τε κρίνοντος καὶ τοῦ κρινομένου καὶ τοῦ διʼ οὗ ἡ κρίσις, ἀποστήματός τε καὶ διαστήματος, τόπου χρόνου τρόπου διαθέσεως ἐνεργείας, ἕκαστον τῶν τοιούτων ὁποῖόν ἐστι φυλοκρινοῦμεν, τὸ μὲν κρῖνον, μὴ ἡ ὄψις ἤμβλυται (τοιαύτη γὰρ οὖσα ἄθετός ἐστι πρὸς τὴν κρίσιν), τὸ δὲ κρινόμενον, μὴ μικρὸν ἄγαν καθέστηκε, τὸ δὲ διʼ οὗ ἡ κρίσις, μὴ ὁ ἀὴρ ζοφερὸς ὑπάρχει, τὸ δὲ ἀπόστημα, μὴ μέγα λίαν ὑπόκειται, τὸ δὲ διάστημα, μὴ συγκέχυται, τὸν δὲ τόπον, μὴ ἀχανής ἐστι, τὸν δὲ χρόνον, μὴ ταχύς ἐστι, τὴν δὲ διάθεσιν, μὴ μανιώδης θεωρεῖται, τὴν δὲ ἐνέργειαν, μὴ ἀπρόσδεκτός ἐστιν. Sextus the Empiricist, Against the Mathematicians, 7.183
30
ταῦτα γὰρ πάντα καθʼ ἓν γίνεται κριτήριον, ἥ τε πιθανὴ φαντασία καὶ ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος, πρὸς δὲ τούτοις ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος καὶ διεξωδευμένη. παρʼ ἣν αἰτίαν ὃν τρόπον ἐν τῷ βίῳ, ὅταν μὲν περὶ μικροῦ πράγματος ζητῶμεν, ἕνα μάρτυρα ἀνακρίνομεν, ὅταν δὲ περὶ μείζονος, πλείονας, ὅταν δʼ ἔτι μᾶλλον περὶ ἀναγκαιοτέρου, καὶ ἕκαστον τῶν μαρτυρούντων ἐξετάζομεν ἐκ τῆς τῶν ἄλλων ἀνθομολογήσεως, οὕτως, φασὶν οἱ περὶ τὸν Καρνεάδην, ἐν μὲν τοῖς τυχοῦσι πράγμασι τῇ πιθανῇ μόνον φαντασίᾳ κριτηρίῳ χρώμεθα, ἐν δὲ τοῖς διαφέρουσι τῇ ἀπερισπάστῳ, ἐν δὲ τοῖς πρὸς εὐδαιμονίαν συντείνουσι τῇ περιωδευμένῃ. οὐ μὴν ἀλλʼ ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν, οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. Sextus the Empiricist, Against the Mathematicians, 7.184
τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφʼ ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις 〈πρὸσ〉 ἀκριβῆ τοῦ πράγματος ἀναθεώρησιν. Sextus the Empiricist, Against the Mathematicians, 7.185
οἷον διώκεταί τις ὑπὸ πολεμίων, καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὡς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων· εἶθʼ ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον, ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι, πρὶν ἀκριβῶς ἐπιστῆσαι, πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς. Sextus the Empiricist, Against the Mathematicians, 7.186
τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφʼ ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἷον ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο, τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές, καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν, ὅμως δὲ λογιζόμενος ὅτι καὶ ὄφεις ποτὲ ἀκινητοῦσι χειμερινῷ κρύει παγέντες, βακτηρίᾳ καθικνεῖται τοῦ σπειράματος, καὶ τότε οὕτως ἐκπεριοδεύσας τὴν προσπίπτουσαν φαντασίαν συγκατατίθεται τῷ ψεῦδος εἶναι τὸ ὄφιν ὑπάρχειν τὸ φαντασθὲν αὐτῷ σῶμα. Sextus the Empiricist, Against the Mathematicians, 7.187
καὶ πάλιν, ὡς προεῖπον, ὁρῶντές τι περιφανῶς συγκατατιθέμεθα ὅτι τοῦτο ἀληθές ἐστι, προδιεξοδεύσαντες ὅτι ἀρτίους μὲν ἔχομεν τὰς αἰσθήσεις, ὕπαρ δὲ καὶ οὐ καθʼ ὕπνους βλέπομεν, συμπάρεστι δὲ καὶ διαυγὴς ἀὴρ καὶ ἀπόστημα σύμμετρον καὶ ἀκινησία τοῦ προσπίπτοντος, ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν, χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων. Sextus the Empiricist, Against the Mathematicians, 7.188
35
ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου· προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀντιπεριέλκειν δυνάμενον, ὡς ἐπὶ Μενελάου προείρηται. Sextus the Empiricist, Against the Mathematicians, 7.189
*Sextus Empiricus, Against the Mathematicians 7.402–7.411* ἦν γὰρ καταληπτικὴ φαντασία, ἵνα τις ἀπὸ ταύτης ἄρχηται, ἡ ἀπὸ ὑπάρχοντος καὶ κατʼ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. τούτων δὲ τὰ μὲν ἄλλα λέγουσιν οἱ περὶ τὸν Καρνεάδην συγχωρήσειν τοῖς ἀπὸ τῆς Στοᾶς, τὸ δὲ “οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος” ἀσυγχώρητον εἶναι. γίνονται γὰρ καὶ ἀπὸ μὴ ὑπαρχόντων φαντασίαι ὡς ἀπὸ ὑπαρχόντων. Sextus the Empiricist, Against the Mathematicians, 7.402 *[cf.: qou-aa]*
καὶ τεκμήριον τῆς ἀπαραλλαξίας τὸ ἐπʼ ἴσης ταύτας ἐναργεῖς καὶ πληκτικὰς εὑρίσκεσθαι, τοῦ δὲ ἐπʼ ἴσης πληκτικὰς καὶ ἐναργεῖς εἶναι τὸ τὰς ἀκολούθους πράξεις ἐπιζεύγνυσθαι. ὥσπερ γὰρ ἐν τοῖς ὕπαρ ὁ μὲν διψῶν ἀρυόμενος ποτὸν ἥδεται, ὁ δὲ θηρίον ἢ ἄλλο τι τῶν δειμαλέων φεύγων βοᾷ καὶ κέκραγεν, οὕτω καὶ κατὰ τοὺς ὕπνους ἡ μὲν διάχυσίς ἐστι τοῖς διψῶσι καὶ ἀπὸ κρήνης πίνειν δοκοῦσιν, ἀνάλογον δὲ φόβος τοῖς δειματουμένοις· ταφὼν γὰρ ἀνόρουσεν Ἀχιλλεύς χερσί τε συμπλατάγησεν, ἔπος τʼ ὀλοφυδνὸν ἔειπεν. Sextus the Empiricist, Against the Mathematicians, 7.403
καὶ ὃν τρόπον ἐν 〈ὑγιεῖ〉 καταστάσει τοῖς τρανότατα φαινομένοις πιστεύομεν καὶ συγκατατιθέμεθα, οἷον Δίωνι μὲν ὡς Δίωνι, Θέωνι δὲ ὡς Θέωνι προσφερόμενοι, οὕτω καὶ ἐν μανίᾳ τὸ παραπλήσιον πάσχουσί τινες. Sextus the Empiricist, Against the Mathematicians, 7.404
ὁ γοῦν Ἡρακλῆς μανείς, καὶ λαβὼν φαντασίαν ἀπὸ τῶν ἰδίων παίδων ὡς Εὐρυσθέως, τὴν ἀκόλουθον πρᾶξιν ταύτῃ τῇ φαντασίᾳ συνῆψεν. ἀκόλουθον δὲ ἦν τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας ἀνελεῖν, ὅπερ καὶ ἐποίησεν. εἰ οὖν καταληπτικαί τινές εἰσι φαντασίαι παρόσον ἐπάγονται ἡμᾶς εἰς συγκατάθεσιν καὶ εἰς τὸ τὴν ἀκόλουθον αὐταῖς πρᾶξιν συνάπτειν, ἐπεὶ καὶ ψευδεῖς τοιαῦται πεφήνασι, λεκτέον ἀπαραλλάκτους εἶναι ταῖς καταληπτικαῖς φαντασίαις τὰς ἀκαταλήπτους. Sextus the Empiricist, Against the Mathematicians, 7.405
40
καὶ μὴν ὃν τρόπον ἀπὸ τῶν τόξων ἐλάμβανε φαντασίαν ὁ ἥρως, οὕτω καὶ ἀπὸ τῶν ἰδίων παίδων ὅτι Εὐρυσθέως εἰσὶ παῖδες. μία γὰρ καὶ ἡ αὐτὴ προϋπέκειτο καὶ ὡσαύτως ἔχοντι φαντασία. ἀλλʼ ἦν ἡ μὲν ἀπὸ τῶν τόξων ἀληθής, ἡ δὲ ἀπὸ τῶν παίδων ψευδής. Sextus the Empiricist, Against the Mathematicians, 7.406
ἐπʼ ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ· καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική, ὅτι 〈ἡ〉 ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς τόξοις αὐτοῦ ὡς τόξοις χρησαμένου, λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης, παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον, τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν. Sextus the Empiricist, Against the Mathematicians, 7.407
ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς. Sextus the Empiricist, Against the Mathematicians, 7.408
ἐπὶ γὰρ τῶν ὁμοίων μὲν κατὰ μορφήν, διαφερόντων δὲ κατὰ τὸ ὑποκείμενον, ἀμήχανόν ἐστι διορίζειν τὴν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς ψευδοῦς καὶ ἀκαταλήπτου· οἷον δυεῖν ᾠῶν ἄκρως ἀλλήλοις ὁμοίων ἐναλλὰξ τῷ Στωικῷ δίδωμι πρὸς διάκρισιν, εἰ ἐπιβαλὼν ὁ σοφὸς ἰσχύσει λέγειν ἀδιαπτώτως, πότερον ἕν ἐστι τὸ δεικνύμενον ᾠὸν ἢ ἄλλο καὶ ἄλλο. Sextus the Empiricist, Against the Mathematicians, 7.409
ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων· λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατʼ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν, ἐὰν ἀπὸ Κάστορος ὡς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος· ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι, εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα, καὶ οὐχ ἕξομεν λέγειν, πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος, πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων. Sextus the Empiricist, Against the Mathematicians, 7.410
45
οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν. Πρὸς τούτοις, εἴ τι ἄλλο καταληπτικόν τινός ἐστι, καὶ ἡ ὅρασις. οὐχὶ δέ γʼ αὕτη καταληπτική τινός ἐστιν, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος. Sextus the Empiricist, Against the Mathematicians, 7.411
*Sextus Empiricus, Against the Mathematicians 9.138–9.190* εἴπερ τοίνυν εἰσὶ θεοί, ζῷά εἰσιν· καὶ ᾧ λόγῳ οἱ ἀπὸ τῆς Στοᾶς ἐδίδασκον, ὅτι ζῷόν ἐστιν ὁ κόσμος, τῷ αὐτῷ χρησάμενος ἄν τις κατασκευάζοι, ὅτι καὶ ὁ θεός ἐστι ζῷον. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττόν ἐστιν, οὐδὲν δὲ κρεῖττόν ἐστι θεοῦ· ζῷον ἄρα ἐστὶν ὁ θεός, συμπαραλαμβανομένης τούτῳ τῷ λόγῳ καὶ τῆς κοινῆς τῶν ἀνθρώπων ἐννοίας, εἴγε καὶ ὁ βίος καὶ οἱ ποιηταὶ καὶ ἡ τῶν ἀρίστων φιλοσόφων πληθὺς μαρτυρεῖ τῷ ζῷον εἶναι τὸν θεόν. Sextus the Empiricist, Against the Mathematicians, 9.138 *[cf.: qou-aa]*
ὥστε σῴζεσθαι τὰ τῆς ἀκολουθίας. εἰ γὰρ εἰσὶ θεοί, ζῷά εἰσιν. εἰ δὲ ζῷά εἰσιν, αἰσθάνονται· πᾶν γὰρ ζῷον αἰσθήσεως μετοχῇ νοεῖται ζῷον. εἰ δὲ αἰσθάνονται, καὶ πικράζονται καὶ γλυκάζονται· οὐ γὰρ διʼ ἄλλης μέν τινος αἰσθήσεως ἀντιλαμβάνονται τῶν αἰσθητῶν, οὐχὶ δὲ καὶ διὰ τῆς γεύσεως. ὅθεν καὶ τὸ περικόπτειν ταύτην ἤ τινα αἴσθησιν ἄλλην ἁπλῶς τοῦ θεοῦ παντελῶς ἐστιν ἀπίθανον· περιττοτέρας γὰρ αἰσθήσεις ἔχων ὁ ἄνθρωπος ἀμείνων αὐτοῦ γενήσεται, δέον μᾶλλον, ὡς ἔλεγεν ὁ Καρνεάδης, σὺν ταῖς πᾶσιν ὑπαρχούσαις πέντε ταύταις αἰσθήσεσι καὶ ἄλλας αὐτῷ περισσοτέρας προσμαρτυρεῖν, ἵνʼ ἔχῃ πλειόνων ἀντιλαμβάνεσθαι πραγμάτων, ἀλλὰ μὴ τῶν πέντε ἀφαιρεῖν. Sextus the Empiricist, Against the Mathematicians, 9.139
ῥητέον οὖν γεῦσίν τινα ἔχειν τὸν θεόν, καὶ διὰ ταύτης ἀντιλαμβάνεσθαι τῶν γευστῶν. Sextus the Empiricist, Against the Mathematicians, 9.140
ἀλλʼ εἰ διὰ γεύσεως ἀντιλαμβάνεται, 〈γλυκάζεται〉 καὶ πικράζεται. γλυκαζόμενος δὲ καὶ πικραζόμενος εὐαρεστήσει τισὶ καὶ δυσαρεστήσει. δυσαρεστῶν δέ τισι καὶ ὀχλήσεως ἔσται δεκτικὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. εἰ δὲ τοῦτο, φθαρτός ἐστιν. ὥστε εἴπερ εἰσὶ θεοί, φθαρτοί εἰσιν. οὐκ ἄρα θεοὶ εἰσίν. Εἴγε μὴν ἔστι θεός, ζῷόν ἐστιν. Sextus the Empiricist, Against the Mathematicians, 9.141
50
εἰ ζῷόν ἐστι, καὶ αἰσθάνεται· τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου οὐκ ἄλλῳ τινὶ διαφέρει ἢ τῷ αἰσθάνεσθαι. εἰ δὲ αἰσθάνεται, καὶ ἀκούει καὶ ὁρᾷ καὶ ὀσφραίνεται καὶ ἅπτεται. Sextus the Empiricist, Against the Mathematicians, 9.142
εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ καθʼ ἑκάστην αἴσθησιν οἰκειοῦντα αὐτὸν καὶ ἀλλοτριοῦντα, οἷον κατὰ μὲν ὅρασιν τὰ συμμέτρως ἔχοντα καὶ οὐχ ἑτέρως, κατὰ δὲ ἀκοὴν 〈αἱ〉 ἐμμελεῖς φωναὶ καὶ οὐχ αἱ μὴ οὕτως ἔχουσαι, κατὰ τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. εἰ δὲ τοῦτο, ἔστι τινὰ θεῷ ὀχληρά· καὶ εἰ ἔστι τινὰ θεῷ ὀχληρά, γίνεται ἐν τῇ ἐπὶ τὸ χεῖρον μεταβολῇ θεός, ὥστε καὶ ἐν φθορᾷ. φθαρτὸς ἄρα ὁ θεός. τοῦτο δὲ παρὰ τὴν κοινὴν ἔννοιαν ὑπῆρχεν αὐτοῦ· τοίνυν οὐκ ἔστι τὸ θεῖον. Ἔστι δὲ καὶ ἐπὶ μιᾶς αἰσθήσεως ἐξεργαστικώτερον τιθέναι τὸν λόγον, οἷον τῆς ὁράσεως. Sextus the Empiricist, Against the Mathematicians, 9.143
εἰ γὰρ ἔστι τὸ θεῖον, ζῷόν ἐστιν. εἰ 〈δὲ〉 ζῷόν ἐστιν, ὁρᾷ [ὅλος] οὖλος γὰρ ὁρᾷ, οὖλος δὲ νοεῖ, οὖλος δέ τʼ ἀκούει. εἰ δὲ ὁρᾷ, καὶ λευκὰ ὁρᾷ καὶ μέλανα. Sextus the Empiricist, Against the Mathematicians, 9.144
ἀλλʼ ἐπεὶ λευκὸν μέν ἐστι τὸ διακριτικὸν ὄψεως, μέλαν δὲ τὸ συγχυτικὸν ὄψεως, διακρίνεται τὴν ὄψιν καὶ συγχεῖται ὁ θεός. εἰ δὲ διακρίσεως καὶ συγχύσεώς ἐστι δεκτικός, καὶ φθορᾶς ἔσται δεκτικός. τοίνυν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δέ γε φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν. Καὶ μὴν ἡ αἴσθησις ἑτεροίωσίς τις ἐστίν· ἀμήχανον γὰρ τὸ διʼ αἰσθήσεώς τινος ἀντιλαμβανόμενον μὴ ἑτεροιοῦσθαι, ἀλλὰ οὕτω διακεῖσθαι, ὡς πρὸ τῆς ἀντιλήψεως διέκειτο. Sextus the Empiricist, Against the Mathematicians, 9.145
εἰ οὖν αἰσθάνεται ὁ θεός, καὶ ἑτεροιοῦται· εἰ δὲ ἑτεροιοῦται, ἑτεροιώσεως δεκτικός ἐστι καὶ μεταβολῆς· δεκτικὸς δὲ ὢν μεταβολῆς πάντως καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικός. Sextus the Empiricist, Against the Mathematicians, 9.146
55
εἰ δὲ τοῦτο, καὶ φθαρτός ἐστιν. ἄτοπον δέ γε τὸ λέγειν τὸν θεὸν φθαρτὸν ὑπάρχειν· ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν εἶναι τοῦτον. Πρὸς τούτοις· εἰ ἔστι τι θεῖον, ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. Sextus the Empiricist, Against the Mathematicians, 9.147
καὶ ἄπειρον μὲν οὐκ ἂν εἴη, ἐπεὶ καὶ ἀκίνητον ἂν εἴη καὶ ἄψυχον. εἰ γὰρ κινεῖται τὸ ἄπειρον, τόπον ἐκ τόπου μετέρχεται· τόπον δὲ ἐκ τόπου μετερχόμενον ἐν τόπῳ ἐστίν, ἐν τόπῳ δὲ ὂν πεπέρασται. εἰ ἄρα ἐστί τι ἄπειρον, ἀκίνητόν ἐστιν· ἢ εἴπερ κινεῖται, οὐκ ἔστιν ἄπειρον. Sextus the Empiricist, Against the Mathematicians, 9.148
ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν· εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερόμενον συνέχεται. ἐν δὲ ἀπείρῳ οὐδέν ἐστι μέσον οὐδὲ πέρας· ὥστε οὐδὲ ἔμψυχόν ἐστι τὸ ἄπειρον. καὶ διὰ τοῦτο εἰ ἄπειρόν ἐστι τὸ θεῖον, οὔτε κινεῖται οὔτε ἔμψυχόν ἐστιν. κινεῖται δὲ τὸ θεῖον καὶ ἐμψυχίας ἀξιοῦται μετέχειν· οὐκ ἄρα ἄπειρόν ἐστι τὸ θεῖον. Sextus the Empiricist, Against the Mathematicians, 9.149
καὶ μὴν οὐδὲ πεπερασμένον. ἐπεὶ γὰρ τὸ πεπερασμένον τοῦ ἀπείρου μέρος ἐστί, τὸ δὲ ὅλον τοῦ μέρους κρεῖττόν ἐστι, δῆλον ὡς τὸ ἄπειρον τοῦ θείου κρεῖττον ἔσται καὶ κρατήσει τῆς θείας φύσεως. ἄτοπον δὲ τὸ λέγειν θεοῦ τι κρεῖττον καὶ κρατοῦν τῆς τοῦ θεοῦ φύσεως· τοίνυν οὐδὲ πεπερασμένον ἐστὶ τὸ θεῖον. ἀλλʼ εἰ μήτε ἄπειρόν ἐστι μήτε πεπερασμένον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον νοεῖν, οὐδὲν ἔσται τὸ θεῖον. Καὶ μὴν εἰ ἔστι τι τὸ θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· οὔτε δὲ ἀσώματόν ἐστιν, ἐπεὶ ἄψυχόν ἐστι καὶ ἀναίσθητον καὶ οὐδὲν δυνάμενον ἐνεργεῖν τὸ ἀσώματον, οὔτε σῶμα, ἐπεὶ πᾶν σῶμα μεταβλητόν τέ ἐστι καὶ φθαρτόν, ἄφθαρτον δὲ τὸ θεῖον· οὐ τοίνυν ὑπάρχει τὸ θεῖον. Sextus the Empiricist, Against the Mathematicians, 9.150
Εἴγε μὴν ἔστι τὸ θεῖον, πάντως καὶ ζῷόν ἐστιν. εἰ δὲ ζῷόν ἐστιν, πάντως καὶ πανάρετόν ἐστι καὶ εὐδαῖμον· (εὐδαιμονία γὰρ χωρὶς ἀρετῆς οὐ δύναται ὑποστῆναι). εἰ δὲ πανάρετός ἐστι, καὶ πάσας ἔχει τὰς ἀρετάς. ἀλλʼ οὐ πάσας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε καὶ ἐγκράτειαν ἔχει καὶ καρτερίαν. οὐχὶ δέ γε ταύτας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε ἔστι τινὰ δυσαπόσχετα καὶ δυσεγκαρτέρητα τῷ θεῷ. ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατʼ ὀρθὸν λόγον γιγνομένων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων· ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλʼ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος. Sextus the Empiricist, Against the Mathematicians, 9.152
60
καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων· χρῆται γὰρ καρτερίᾳ ὁ τεμνόμενος καὶ καιόμενος, εἶτα [δὲ] διακαρτερῶν, ἀλλʼ οὐχ ὁ οἰνόμελι πίνων. Sextus the Empiricist, Against the Mathematicians, 9.154
ἔσται οὖν τινα τῷ θεῷ δυσυπομένητα καὶ δυσαπόσχετα. εἰ γὰρ μὴ ἔσται, οὐχὶ ταύτας ἕξει τὰς ἀρετάς, τουτέστι τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν. Sextus the Empiricist, Against the Mathematicians, 9.155
εἰ δὲ ταύτας οὐκ ἔχει τὰς ἀρετάς, ἐπεὶ μεταξὺ ἀρετῆς καὶ κακίας οὐδὲν ἔστι, τὰς ἀντιθέτους ταῖσδε ταῖς ἀρεταῖς ἕξει κακίας ὥσπερ τὴν μαλακίαν καὶ τὴν ἀκρασίαν· καθάπερ γὰρ ὁ μὴ ἔχων τὴν ὑγείαν νόσον ἔχει, οὕτως ὁ μὴ ἔχων ἐγκράτειαν καὶ καρτερίαν ἐν ταῖς ἀντικειμέναις ἐστὶ κακίαις, ὅπερ ἄτοπον ἐπὶ θεοῦ λέγεσθαι. Sextus the Empiricist, Against the Mathematicians, 9.156
εἰ δὲ ἔστι τινὰ δυσαπόσχετα καὶ δυσυπομένητα τῷ θεῷ, ἔστι τινὰ καὶ τὰ ἐπὶ τὸ χεῖρον αὐτοῦ μεταβλητικὰ καὶ ὀχλήσεως ποιητικά. ἀλλʼ εἰ τοῦτο, δεκτικός ἐστιν ὀχλήσεως ὁ θεὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς, διὸ καὶ φθορᾶς. ὥστε εἴπερ ἔστιν ὁ θεός, φθαρτός ἐστιν· οὐχὶ δὲ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον. Ἔτι δὲ σὺν τοῖς προκειμένοις, εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ ἀνδρείαν ἔχει· εἰ δὲ ἀνδρείαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, καὶ εἰ τοῦτο, ἔστι τι θεῷ δεινόν. Sextus the Empiricist, Against the Mathematicians, 9.157
οὐ γὰρ δή γε ὁ ἀνδρεῖος διὰ ταῦτά ἐστιν ἀνδρεῖος, ὅτι ἐπιστήμην ἔχει τοῦ ποῖά ἐστι τὰ δεινὰ τῷ γείτονι, ἀλλὰ τὰ ἑαυτῷ· ἅπερ οὐκ ἀπαράλλακτά ἐστι τοῖς τοῦ πλησίον δεινοῖς. ὥστε ἐπεὶ ἀνδρεῖός ἐστιν ὁ θεός, ἔστι τι αὐτῷ δεινόν. Sextus the Empiricist, Against the Mathematicians, 9.159
65
εἰ ἔστι τι θεῷ δεινόν, ἔστι τι τῷ θεῷ ὀχλήσεως ποιητικόν. εἰ δὲ τοῦτο, ἐπιδεκτικός ἐστιν ὀχλήσεως, διὰ δὲ τοῦτο καὶ φθορᾶς. ὅθεν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δὲ φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν. Καὶ μὴν εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ τὴν μεγαλοψυχίαν ἔχει. Sextus the Empiricist, Against the Mathematicians, 9.160
εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων. εἰ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα αὐτῷ ὧν ὑπεράνω γίνεται. εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα καὶ ὀχληρὰ αὐτῷ, καὶ οὕτω φθαρτὸς ἔσται. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. Πρὸς τούτοις· εἴπερ πάσας ἔχει τὰς ἀρετὰς ὁ θεός, καὶ φρόνησιν ἔχει. Sextus the Empiricist, Against the Mathematicians, 9.161
εἰ φρόνησιν ἔχει, 〈ἔχει〉 καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων. εἰ δὲ ἐπιστήμην ἔχει τούτων, οἶδε ποῖά ἐστι τὰ ἀγαθὰ καὶ κακὰ καὶ ἀδιάφορα. Sextus the Empiricist, Against the Mathematicians, 9.162
ἐπεὶ οὖν καὶ ὁ πόνος τῶν ἀδιαφόρων ἐστίν, οἶδε καὶ τὸν πόνον καὶ ποῖός τις ὑπάρχει τὴν φύσιν. εἰ δὲ τοῦτο, καὶ περιπέπτωκεν αὐτῷ· μὴ περιπεσὼν γὰρ οὐκ ἂν ἔσχε νόησιν αὐτοῦ, ἀλλʼ ὃν τρόπον ὁ μὴ περιπεπτωκὼς λευκῷ χρώματι καὶ μέλανι διὰ τὸ ἐκ γενετῆς εἶναι πηρὸς οὐ δύναται νόησιν ἔχειν χρώματος, οὕτως οὐδὲ θεὸς μὴ περιπεπτωκὼς πόνῳ δύναται νόησιν ἔχειν τούτου. Sextus the Empiricist, Against the Mathematicians, 9.163
ὁπότε γὰρ ἡμεῖς οἱ περιπεσόντες πολλάκις τούτῳ τὴν ἰδιότητα τῆς περὶ τοὺς ποδαλγικοὺς ἀλγηδόνος οὐ δυνάμεθα τρανῶς γνωρίζειν, οὐδὲ διηγουμένων ἡμῖν τινων συμβαλεῖν, οὐδὲ παρʼ αὐτῶν τῶν πεπονθότων συμφώνως ἀκοῦσαι διὰ τὸ ἄλλους ἄλλως ταύτην ἑρμηνεύειν καὶ τοὺς μὲν στροφῇ, τοὺς δὲ κλάσει, τοὺς δὲ νύξει λέγειν ὅμοιον αὑτοῖς παρακολουθεῖν, ἦ πού γε θεὸς μηδʼ ὅλως πόνῳ περιπεπτωκὼς 〈οὐ〉 δύναται πόνου νόησιν ἔχειν. Sextus the Empiricist, Against the Mathematicians, 9.164
70
νὴ Δίʼ, ἀλλὰ πόνῳ μέν, φασίν, οὐ περιπέπτωκεν, ἡδονῇ δέ, κἀκ ταύτης ἐκεῖνον νενόηκεν. ὅπερ ἦν εὔηθες. πρῶτον μὲν γάρ ἐστιν ἀμήχανον μὴ πειραθέντα πόνου νόησιν ἡδονῆς λαβεῖν· κατὰ γὰρ τὴν παντὸς τοῦ ἀλγύνοντος ὑπεξαίρεσιν συνίστασθαι πέφυκεν. Sextus the Empiricist, Against the Mathematicians, 9.165
εἶτα καὶ τούτου συγχωρηθέντος πάλιν ἀκολουθεῖ τὸ φθαρτὸν εἶναι τὸν θεόν. εἰ γὰρ τῆς τοιαύτης διαχύσεως δεκτικός ἐστι, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικὸς ὁ θεὸς καὶ φθαρτός ἐστιν. οὐχὶ δέ γε τοῦτο, ὥστε οὐδὲ τὸ ἐξ ἀρχῆς. Εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά. Sextus the Empiricist, Against the Mathematicians, 9.166
εἰ δὲ τὴν εὐβουλίαν ἔχει, καὶ βουλεύεται. Sextus the Empiricist, Against the Mathematicians, 9.167
εἰ δὲ βουλεύεται, ἔστι τι ἄδηλον αὐτῷ· εἰ γὰρ μηδέν ἐστιν ἄδηλον αὐτῷ, οὐ βουλεύεται οὐδὲ τὴν εὐβοιλίαν ἔχει τῷ τὴν βουλὴν ἀδήλου τινὸς ἔχεσθαι, ζήτησιν οὖσαν περὶ τοῦ πῶς ἐν τοῖς παροῦσιν ὀρθῶς διεξάγομεν. ἄτοπον δέ γέ ἐστι τὸ μὴ βουλεύεσθαι μηδὲ εὐβουλίαν ἔχειν τὸν θεόν. τοίνυν ἔχει ταύτην, καὶ ἔστι τι ἄδηλον αὐτῷ. Sextus the Empiricist, Against the Mathematicians, 9.168
εἰ δὲ ἔστι τι ἄδηλον θεῷ, οὐκ ἄλλο μέν τι ἔστιν ἄδηλον θεῷ, οὐχὶ δέ γε καὶ τὸ τοιοῦτον οἷον εἰ ἔστι τινὰ αὐτοῦ ἐν τῇ ἀπειρίᾳ φθαρτικά. ἀλλʼ εἰ τοῦτό ἐστιν ἄδηλον αὐτῷ, πάντως κατὰ τὴν προσδοκίαν τῶν φθαρτικῶν αὐτοῦ τούτων, ἐξ ὧν ἐν συνθροήσει τινὶ καὶ κινήματι γενήσεται, κἂν φοβοῖτο. Sextus the Empiricist, Against the Mathematicians, 9.169
75
εἰ δὲ ἐν κινήματι τοιούτῳ γίνεται, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικός, διὰ δὲ τοῦτο καὶ φθαρτός. ᾧ ἀκολουθεῖ τὸ μηδʼ ὅλως αὐτὸν ὑπάρχειν. Καὶ ἄλλως· εἰ μηδὲν ἄδηλόν ἐστι θεῷ, ἀλλὰ αὐτόθεν ἐκ φύσεως πάντων καταληπτικὸς καθέστηκεν, οὐκ ἔχει τέχνην, ἀλλʼ ὃν τρόπον οὐκ ἂν εἴπαιμεν περὶ τὸν βάτραχον ἢ τὸν δελφῖνα, φύσει νηκτικοὺς ὄντας, τέχνην εἶναι νηκτικήν, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τὸν θεὸν ἐκ φύσεως πάντα καταλαμβανόμενον εἴπαιμεν ἂν εἶναι τέχνην τῷ ἀδήλου τινὸς καὶ [τοῦ] αὐτόθεν μὴ καταλαμβανομένου ἐφάπτεσθαι τὴν τέχνην. Sextus the Empiricist, Against the Mathematicians, 9.170
ἀλλʼ εἰ μὴ ἔστι περὶ τὸν θεὸν τέχνη, οὐδʼ ἡ περὶ τὸν βίον τέχνη ἔσται περὶ αὐτόν, εἰ δὲ τοῦτο, οὐδὲ ἡ ἀρετή. μὴ ἔχων δὲ θεὸς ἀρετὴν ἀνύπαρκτός ἐστιν. καὶ ἄλλως· λογικὸς ὢν ὁ θεός, εἰ μὴ ἔχει τὴν ἀρετήν, πάντως τὴν ἀντίθετον ἔχει κακίαν· οὐχὶ δέ γε τὴν ἀντίθετον ἔχει κακίαν· ἔχει ἄρα τέχνην ὁ θεός, καὶ ἔστι τι ἄδηλον τῷ θεῷ. Sextus the Empiricist, Against the Mathematicians, 9.172
ᾧ ἕπεται τὸ φθαρτὸν αὐτὸν εἶναι, καθὼς πρότερον ἐπελογισάμεθα. οὐχὶ δέ γε φθαρτός ἐστιν· οὐκ ἄρα ἔστιν. Εἴπερ τε μὴ ἔχει φρόνησιν, ὡς ὑπεμνήσαμεν, οὐδὲ σωφροσύνην ἔχει· ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σῴζουσα τὰ τῆς φρονήσεως κρίματα. Sextus the Empiricist, Against the Mathematicians, 9.173
καὶ ἄλλως δέ, εἰ μηδὲν ἔστιν ὃ τὰς τοῦ θεοῦ ὀρέξεις κινήσει, μηδὲ ἔστι τι ὃ ἐπισπάσεται τὸν θεόν, πῶς ἐροῦμεν αὐτὸν εἶναι σώφρονα, τῆς σωφροσύνης κατὰ τοιοῦτόν τινα λόγον ἡμῖν νενοημένης; καθὰ γὰρ οὐκ ἂν εἴπαιμεν τὸν κίονα σωφρονεῖν, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸν θεὸν δεόντως φήσομεν σώφρονα τυγχάνειν. περιαιρουμένων δὲ αὐτοῦ τούτων τῶν ἀρετῶν περιαιρεῖται καὶ ἡ δικαιοσύνη καὶ αἱ λοιπαί. ἀλλʼ εἰ μηδεμίαν ἀρετὴν ἔχει ὁ θεός, ἀνύπαρκτός ἐστιν. τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον. Πάλιν εἰ ἔστι τὸ θεῖον, ἤτοι ἔχει ἀρετὴν ἢ οὐκ ἔχει. Sextus the Empiricist, Against the Mathematicians, 9.175
καὶ εἰ μὲν οὐκ ἔχει, φαῦλόν ἐστι τὸ θεῖον καὶ κακοδαιμονικόν, ὅπερ ἄτοπον. εἰ δὲ ἔχει, ἔσται τι τοῦ θεοῦ κρεῖττον· ὃν γὰρ τρόπον ἡ τοῦ ἵππου ἀρετὴ αὐτοῦ τοῦ ἵππου ἐστὶ κρείττων καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ τοῦ ἔχοντός ἐστι κρείττων, τὸν αὐτὸν τρόπον ἡ τοῦ θεοῦ ἀρετὴ καὶ αὐτοῦ τοῦ θεοῦ ἔσται κρείττων. Sextus the Empiricist, Against the Mathematicians, 9.176
80
εἰ δέ ἐστι κρείττων τοῦ θεοῦ, δῆλον ὡς ἐλλιπῶς ἔχων φαύλως ἕξει καὶ φθαρτὸς γενήσεται. ἀλλʼ εἰ μεταξὺ μὲν τῶν ἀντικειμένων οὐδὲν ἔστιν, εἰς οὐδέτερον δὲ ὁρᾶται τῶν ἀντικειμένων ἐμπίπτων ὁ θεός, ῥητέον μὴ εἶναι θεόν. Καὶ ἔτι, εἰ ἔστιν, ἤτοι φωνᾶέν ἐστιν ἢ ἄφωνον. Sextus the Empiricist, Against the Mathematicians, 9.177
τὸ μὲν οὖν λέγειν ἄφωνον τὸν θεὸν τελέως ἄτοπον καὶ ταῖς κοιναῖς ἐννοίαις μαχόμενον. εἰ δὲ φωνᾶέν ἐστι, φωνῇ χρῆται καὶ ἔχει φωνητικὰ ὄργανα, καθάπερ πνεύμονα καὶ τραχεῖαν ἀρτηρίαν γλῶσσάν τε καὶ στόμα. τοῦτο δὲ ἄτοπον καὶ ἐγγὺς τῆς Ἐπικούρου μυθολογίας. τοίνυν ῥητέον μὴ ὑπάρχειν τὸν θεόν. Sextus the Empiricist, Against the Mathematicians, 9.178
καὶ γὰρ δὴ εἰ φωνῇ χρῆται, ὁμιλεῖ. εἰ δὲ ὁμιλεῖ, πάντως κατά τινα διάλεκτον ὁμιλεῖ. εἰ δὲ τοῦτο, τί μᾶλλον τῇ Ἑλληνίδι ἢ τῇ βαρβάρῳ χρῆται γλώσσῃ; καὶ εἰ τῇ Ἑλληνίδι, τί μᾶλλον τῇ Ἰάδι ἢ τῇ Αἰολίδι ἤ τινι τῶν ἄλλων; καὶ μὴν οὐδὲ πάσαις· οὐδεμιᾷ τοίνυν. καὶ γὰρ εἰ τῇ Ἑλληνίδι χρῆται, πῶς τῇ βαρβάρῳ χρήσεται, εἰ μὴ ἐδίδαξέ τις αὐτόν; 〈……〉 εἰ μὴ ἑρμηνεῖς ἔχει παραπλησίους τοῖς παρʼ ἡμῖν δυναμένοις ἑρμηνεύειν. ῥητέον τοίνυν μὴ χρῆσθαι φωνῇ τὸ θεῖον, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον εἶναι. Πάλιν εἰ ἔστι 〈τὸ〉 θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. Sextus the Empiricist, Against the Mathematicians, 9.179
ἀλλʼ ἀσώματον μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν ἡμῖν εἰρημένας αἰτίας. εἰ δὲ σῶμά ἐστιν, ἤτοι σύγκριμά ἐστιν ἐκ τῶν ἁπλῶν στοιχείων ἢ ἁπλοῦν ἐστι καὶ στοιχειῶδες σῶμα. καὶ εἰ μὲν σύγκριμά ἐστι, φθαρτόν ἐστιν· πᾶν γὰρ τὸ κατὰ σύνοδόν τινων ἀποτελεσθὲν ἀνάγκη διαλυόμενον φθείρεσθαι. Sextus the Empiricist, Against the Mathematicians, 9.180
εἰ δὲ ἁπλοῦν ἐστι σῶμα, ἤτοι πῦρ ἐστιν ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ. ὁποῖον δʼ ἂν ᾖ τούτων, ἄψυχόν ἐστι καὶ ἄλογον· ὅπερ ἄτοπον. εἰ οὖν μήτε σύγκριμά ἐστιν ὁ θεὸς μήτε ἁπλοῦν σῶμα, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἶναι τὸν θεόν. Τοιοῦτον μὲν δὴ καὶ τὸ τῶν λόγων τούτων εἶδός ἐστιν· ἠρώτηνται δὲ ὑπὸ τοῦ Καρνεάδου καὶ σωριτικῶς τινες, οὓς ὁ γνώριμος αὐτοῦ Κλειτόμαχος ὡς σπουδαιοτάτους καὶ ἀνυτικωτάτους ἀνέγραψεν, ἔχοντας τὸν τρόπον τοῦτον. Sextus the Empiricist, Against the Mathematicians, 9.181
85
εἰ Ζεὺς θεός ἐστι, καὶ ὁ Ποσειδῶν θεός ἐστιν· τρεῖς γάρ τʼ ἐκ Κρόνου ἦμεν ἀδελφεοί, οὓς τέκετο Ῥέα, Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀίδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς. ὥστε εἰ ὁ Ζεὺς θεός ἐστι, καὶ ὁ Ποσειδῶν ἀδελφὸς ὢν τούτου θεὸς γενήσεται. Sextus the Empiricist, Against the Mathematicians, 9.182
εἰ δὲ ὁ Ποσειδῶν θεός ἐστι, καὶ ὁ Ἀχελῷος ἔσται θεός· εἰ δὲ ὁ Ἀχελῷος, καὶ ὁ Νεῖλος· εἰ ὁ Νεῖλος, καὶ πᾶς ποταμός· εἰ πᾶς ποταμός, καὶ οἱ ῥύακες ἂν εἶεν θεοί· εἰ οἱ ῥύακες, καὶ αἱ χαράδραι. οὐχὶ δὲ οἱ ῥύακες· οὐδὲ ὁ Ζεὺς ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, καὶ ὁ Ζεὺς ἦν ἂν θεός. Sextus the Empiricist, Against the Mathematicians, 9.183
οὐκ ἄρα θεοὶ εἰσίν. καὶ μὴν εἰ ὁ ἥλιος θεός ἐστιν, καὶ ἡμέρα ἂν εἴη θεός· οὐ γὰρ ἄλλο τι ἦν ἡμέρα ἢ ἥλιος ὑπὲρ γῆς. εἰ δʼ ἡμέρα ἐστὶ θεός, καὶ ὁ μὴν ἔσται θεός· σύστημα γάρ ἐστιν ἐξ ἡμερῶν. εἰ δὲ ὁ μὴν θεός ἐστι, καὶ ὁ ἐνιαυτὸς ἂν εἴη θεός· σύστημα γάρ ἐστιν ἐκ μηνῶν ὁ ἐνιαυτός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. σὺν τῷ ἄτοπον εἶναι, φασί, τὴν μὲν ἡμέραν θεὸν εἶναι λέγειν, τὴν δὲ ἕω καὶ τὴν μεσημβρίαν καὶ τὴν δείλην μηκέτι. εἴγε μὴν ἡ Ἄρτεμις θεός ἐστιν, καὶ ἡ Ἐνοδία τις ἂν εἴη θεός· ἐπʼ ἴσης γὰρ ἐκείνῃ καὶ αὕτη δεδόξασται εἶναι θεὰ ἡ Ἐνοδία καὶ ἡ Προθυριδία καὶ Ἐπιμύλιος καὶ Ἐπικλιβάνιος. Sextus the Empiricist, Against the Mathematicians, 9.184
οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα τὸ ἐξ ἀρχῆς. Sextus the Empiricist, Against the Mathematicians, 9.185
εἴγε μὴν τὴν Ἀφροδίτην θεὰν λέγομεν εἶναι, ἔσται καὶ ὁ Ἔρως υἱὸς ὢν Ἀφροδίτης θεός. Sextus the Empiricist, Against the Mathematicians, 9.186
90
ἀλλʼ εἰ ὁ Ἔρως θεός ἐστι, καὶ ὁ Ἔλεος ἔσται θεός· ἀμφότερα γάρ ἐστι ψυχικὰ πάθη, καὶ ὁμοίως ἀφωσίωται τῷ Ἔρωτι καὶ ὁ Ἔλεος· παρὰ Ἀθηναίοις γοῦν Ἐλέου βωμοί τινες εἰσίν. Sextus the Empiricist, Against the Mathematicians, 9.187
εἰ δὲ ὁ Ἔλεος θεός ἐστι, καὶ ὁ Φόβος· ἀμορφότατος [γὰρ] τὴν ὄψιν (εἰμὶ γὰρ φόβος), πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός. εἰ δὲ ὁ φόβος, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη. οὐχὶ δέ γε ταῦτα· οὐδὲ ἡ Ἀφροδίτη ἄρα θεός ἐστιν. εἰ δέ γε ἦσαν θεοί, κἂν Ἀφροδίτη θεὸς ὑπῆρχεν· οὐκ ἄρα εἰσὶ θεοί. Sextus the Empiricist, Against the Mathematicians, 9.188
καὶ μὴν εἰ ἡ Δημήτηρ θεός ἐστι, καὶ ἡ Γῆ θεός ἐστιν· ἡ γὰρ Δημήτηρ, φασίν, οὐκ ἄλλο τί ἐστιν ἢ Γῆ μήτηρ. εἰ ἡ Γῆ θεός ἐστι, καὶ τὰ ὄρη καὶ αἱ ἀκρώρειαι καὶ πᾶς λίθος ἔσται θεός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. Sextus the Empiricist, Against the Mathematicians, 9.189
καὶ ἄλλους δὴ τοιούτους σωρίτας ἐρωτῶσιν οἱ περὶ τὸν Καρνεάδην εἰς τὸ μὴ εἶναι θεούς· ὧν τὸ γένος ἀπὸ τῶν προεκκειμένων αὐτάρκως γέγονε πρόδηλον. Ἀλλὰ τὰ μὲν ἀντεπιχειρούμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις εἰς τὸ εἶναι θεοὺς καὶ εἰς τὸ μὴ εἶναι τοιαῦτά τινα καθέστηκεν. Sextus the Empiricist, Against the Mathematicians, 9.190
*Sextus Empiricus, Outlines of Pyrrhonism 1.220–1.235* Φασὶ μέντοι τινὲς ὅτι ἡ Ἀκαδημαϊκὴ φιλοσοφία ἡ αὐτή ἐστι τῇ σκέψει· διόπερ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτου διεξελθεῖν. Ἀκαδημίαι δὲ γεγόνασιν, ὡς φασὶ〈ν οἱ〉 πλείους [ἢ], τρεῖς, μία μὲν καὶ ἀρχαιοτάτη ἡ τῶν περὶ Πλάτωνα, δευτέρα δὲ καὶ μέση ἡ τῶν περὶ Ἀρκεσίλαον τὸν ἀκουστὴν Πολέμωνος, τρίτη δὲ καὶ νέα ἡ τῶν περὶ Καρνεάδην καὶ Κλειτόμαχον· ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν περὶ Φίλωνα καὶ Χαρμίδαν, τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν περὶ [τὸν] Ἀντίοχον. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.220 *[cf.: qou-ab]*
95
ἀρξάμενοι τοίνυν ἀπὸ τῆς ἀρχαίας ἴδωμεν τὴν 〈πρὸς ἡμᾶσ〉 διαφορὰν τῶν εἰρημένων φιλοσοφιῶν. τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι, οἱ δὲ ἀπορητικόν, οἱ δὲ κατὰ μέν τι ἀπορητικόν, κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις, ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς, γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρακτῆρα, δογματικὸν δέ, ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.221
περὶ μὲν οὖν τῶν δογματικὸν αὐτὸν εἶναι λεγόντων, ἢ κατὰ μέν τι δογματικόν, κατὰ δέ τι ἀπορητικόν, περισσὸν ἂν εἴη λέγειν νῦν· αὐτοὶ γὰρ ὁμολογοῦσι τὴν πρὸς ἡμᾶς διαφοράν. περὶ δὲ τοῦ εἰ ἔστιν εἰλικρινῶς σκεπτικὸς πλατύτερον μὲν ἐν τοῖς ὑπομνήμασι διαλαμβάνομεν, νῦν δὲ ὡς ἐν ὑποτυπώσει λέγομεν κατὰ 〈τοὺσ〉 περὶ Μηνόδοτον καὶ Αἰνησίδημον (οὗτοι γὰρ μάλιστα ταύτης προέστησαν τῆς στάσεως), ὅτι ὅταν ὁ Πλάτων ἀποφαίνηται περὶ ἰδεῶν ἢ περὶ τοῦ πρόνοιαν εἶναι ἢ περὶ τοῦ τὸν ἐνάρετον βίον αἱρετώτερον εἶναι τοῦ μετὰ κακιῶν, εἴτε ὡς ὑπάρχουσι τούτοις συγκατατίθεται, δογματίζει, εἴτε ὡς πιθανωτέροις προστίθεται, ἐπεὶ προκρίνει τι κατὰ πίστιν ἢ ἀπιστίαν, ἐκπέφευγε τὸν σκεπτικὸν χαρακτῆρα· ὡς γὰρ καὶ τοῦτο ἡμῖν ἐστιν ἀλλότριον, ἐκ τῶν ἔμπροσθεν εἰρημένων πρόδηλον. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.222
εἰ δέ τινα καὶ σκεπτικῶς προφέρεται, ὅταν, ὡς φασί, γυμνάζηται, οὐ παρὰ τοῦτο ἔσται σκεπτικός· ὁ γὰρ περὶ ἑνὸς δογματίζων, ἢ προκρίνων φαντασίαν φαντασίας ὅλως κατὰ πίστιν ἢ ἀπιστίαν 〈ἢ ἀποφαινόμενοσ〉 περί τινος τῶν ἀδήλων, τοῦ δογματικοῦ γίνεται χαρακτῆρος, ὡς δηλοῖ καὶ ὁ Τίμων διὰ τῶν περὶ Ξενοφάνους αὐτῷ λεγομένων. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.223
ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέσας [τὸν Ξενοφάνην], ὡς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι, ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι ἀμφοτερόβλεπτος· δολίῃ δʼ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτʼ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι, εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δʼ ἐὸν αἰεί πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθʼ ὁμοίην. διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει, καὶ οὐ τέλειον ἄτυφον, διʼ ὧν φησι Ξεινοφάνης ὑπάτυφος, ὁμηραπάτης ἐπισκώπτης, εἰ τὸν ἀπʼ ἀνθρώπων θεὸν ἐπλάσατʼ ἶσον ἁπάντῃ, 〈ἀτρεμῆ〉 ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ὁμηραπάτης δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρʼ Ὁμήρῳ ἀπάτην διέσυρεν. ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τὰς τῶν ἄλλων ἀνθρώπων προλήψεις ἓν εἶναι τὸ πᾶν, καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν, εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν· ὅθεν καὶ ῥᾴδιον τὴν Ξενοφάνους πρὸς ἡμᾶς διαφορὰν ἐπιδεικνύναι. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.224
πλὴν ἀλλʼ ἐκ τῶν εἰρημένων πρόδηλον, ὅτι κἂν περί τινων ἐπαπορῇ ὁ Πλάτων, ἀλλʼ ἐπεὶ ἔν τισι φαίνεται ἢ περὶ ὑπάρξεως ἀποφαινόμενος πραγμάτων ἀδήλων ἢ προκρίνων ἄδηλα κατὰ πίστιν, οὐκ ἂν εἴη σκεπτικός. Οἱ δὲ ἀπὸ τῆς νέας Ἀκαδημίας, εἰ καὶ ἀκατάληπτα εἶναι πάντα φασί, διαφέρουσι τῶν σκεπτικῶν ἴσως μὲν καὶ κατʼ αὐτὸ τὸ λέγειν πάντα εἶναι ἀκατάληπτα (διαβεβαιοῦνται γὰρ περὶ τούτου, ὁ δὲ σκεπτικὸς ἐνδέχεσθαι καὶ καταληφθῆναί τινα προσδοκᾷ), διαφέρουσι δὲ ἡμῶν προδήλως ἐν τῇ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κρίσει. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.225
100
ἀγαθὸν γὰρ τί φασιν εἶναι οἱ Ἀκαδημαϊκοὶ καὶ κακὸν οὐχ ὡς ἡμεῖς, ἀλλὰ μετὰ τοῦ πεπεῖσθαι ὅτι πιθανόν ἐστι μᾶλλον ὃ λέγουσιν εἶναι ἀγαθὸν ὑπάρχειν ἢ τὸ ἐναντίον, καὶ ἐπὶ τοῦ κακοῦ ὁμοίως, ἡμῶν ἀγαθόν τι ἢ κακὸν εἶναι λεγόντων οὐδὲν μετὰ τοῦ πιθανὸν εἶναι νομίζειν ὅ φαμεν, ἀλλʼ ἀδοξάστως ἑπομένων τῷ βίῳ, ἵνα μὴ ἀνενέργητοι ὦμεν. τάς τε φαντασίας ἡμεῖς μὲν ἴσας λέγομεν εἶναι κατὰ πίστιν ἢ ἀπιστίαν ὅσον ἐπὶ τῷ λόγῳ, ἐκεῖνοι δὲ τὰς μὲν πιθανὰς εἶναί φασι τὰς δὲ ἀπιθάνους. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.226
καὶ τῶν πιθανῶν δὲ λέγουσι διαφοράς· τὰς μὲν γὰρ αὐτὸ μόνον πιθανὰς ὑπάρχειν ἡγοῦνται, τὰς δὲ πιθανὰς καὶ διεξωδευμένας, τὰς δὲ πιθανὰς καὶ περιωδευμένας καὶ ἀπερισπάστους. οἷον ἐν οἴκῳ σκοτεινῷ ποσῶς κειμένου σχοινίου ἐσπειραμένου πιθανὴ ἁπλῶς φαντασία γίνεται ἀπὸ τούτου ὡς ἀπὸ ὄφεως τῷ ἀθρόως ἐπεισελθόντι· τῷ μέντοι περισκοπήσαντι ἀκριβῶς καὶ διεξοδεύσαντι τὰ περὶ αὐτό, οἷον ὅτι οὐ κινεῖται, ὅτι τὸ χρῶμα τοῖόν ἐστι, καὶ τῶν ἄλλων ἕκαστον, φαίνεται σχοινίον κατὰ τὴν φαντασίαν τὴν πιθανὴν καὶ περιωδευμένην. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.227
ἡ δὲ καὶ ἀπερίσπαστος φαντασία τοιάδε ἐστίν. λέγεται ὁ Ἡρακλῆς ἀποθανοῦσαν τὴν Ἄλκηστιν αὖθις ἐξ Ἅιδου ἀναγαγεῖν καὶ δεῖξαι τῷ Ἀδμήτῳ, ὃς πιθανὴν 〈μὲν〉 ἐλάμβανε φαντασίαν τῆς Ἀλκήστιδος καὶ περιωδευμένην· ἐπεὶ μέντοι ᾔδει ὅτι τέθνηκεν, περιεσπᾶτο αὐτοῦ ἡ διάνοια ἀπὸ τῆς συγκαταθέσεως καὶ πρὸς ἀπιστίαν ἔκλινεν. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.228
〈….〉 προκρίνουσιν οὖν οἱ ἐκ τῆς νέας Ἀκαδημίας τῆς μὲν πιθανῆς ἁπλῶς τὴν πιθανὴν καὶ περιωδευμένην φαντασίαν, ἀμφοτέρων δὲ τούτων τὴν πιθανὴν καὶ περιωδευμένην καὶ ἀπερίσπαστον. εἰ δὲ καὶ πείθεσθαί τισιν οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τῆς σκέψεως λέγουσι, πρόδηλος καὶ ἡ κατὰ τοῦτο διαφορὰ τῶν φιλοσοφιῶν. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.229
τὸ γὰρ πείθεσθαι λέγεται διαφόρως, τό τε μὴ ἀντιτείνειν ἀλλʼ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας, ὡς ὁ παῖς πείθεσθαι λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βούλεσθαι συγκατατίθεσθαί τινι, ὡς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν, ἡμεῖς δὲ κατὰ τὸ ἁπλῶς εἴκειν ἄνευ προσπαθείας, καὶ κατὰ τοῦτο ἂν αὐτῶν διαφέροιμεν. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.230
105
ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος διαφέρομεν τῆς νέας Ἀκαδημίας· οἱ μὲν γὰρ κατʼ αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶνται κατὰ τὸν βίον, ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως. καὶ πλείω δʼ ἂν εἴπομεν πρὸς τὴν διάκρισιν, εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα. Ὁ μέντοι Ἀρκεσίλαος, ὃν τῆς μέσης Ἀκαδημίας ἐλέγομεν εἶναι προστάτην καὶ ἀρχηγόν, πάνυ μοι δοκεῖ τοῖς Πυρρωνείοις κοινωνεῖν λόγοις, ὡς μίαν εἶναι σχεδὸν τὴν κατʼ αὐτὸν ἀγωγὴν καὶ τὴν ἡμετέραν· οὔτε γὰρ περὶ ὑπάρξεως ἢ ἀνυπαρξίας τινὸς ἀποφαινόμενος εὑρίσκεται, οὔτε κατὰ πίστιν ἢ ἀπιστίαν προκρίνει τι ἕτερον ἑτέρου, ἀλλὰ περὶ πάντων ἐπέχει. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.231
καὶ τέλος μὲν εἶναι τὴν ἐποχήν, ᾗ συνεισέρχεσθαι τὴν ἀταραξίαν ἡμεῖς ἐφάσκομεν. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.232
λέγει δὲ καὶ ἀγαθὰ μὲν εἶναι τὰς κατὰ μέρος ἐποχάς, κακὰ δὲ τὰς κατὰ μέρος συγκαταθέσεις. ἐκτὸς εἰ μὴ λέγοι τις, ὅτι ἡμεῖς μὲν κατὰ τὸ φαινόμενον ἡμῖν ταῦτα λέγομεν καὶ οὐ διαβεβαιωτικῶς, ἐκεῖνος δὲ ὡς πρὸς τὴν φύσιν, ὥστε καὶ ἀγαθὸν μὲν εἶναι αὐτὸν λέγειν τὴν ἐποχήν, κακὸν δὲ τὴν συγκατάθεσιν. εἰ δὲ δεῖ καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις πιστεύειν, φασὶν ὅτι κατὰ μὲν τὸ πρόχειρον Πυρρώνειος ἐφαίνετο εἶναι, κατὰ δὲ τὴν ἀλήθειαν δογματικὸς ἦν· καὶ ἐπεὶ τῶν ἑταίρων ἀπόπειραν ἐλάμβανε διὰ τῆς ἀπορητικῆς, εἰ εὐφυῶς ἔχουσι πρὸς τὴν ἀνάληψιν τῶν Πλατωνικῶν δογμάτων, δόξαι αὐτὸν ἀπορητικὸν εἶναι, τοῖς μέντοι γε εὐφυέσι τῶν ἑταίρων τὰ Πλάτωνος παρεγχειρεῖν. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.233
ἔνθεν καὶ τὸν Ἀρίστωνα εἰπεῖν περὶ αὐτοῦ πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν. Οἱ δὲ περὶ Φίλωνά φασιν ὅσον μὲν ἐπὶ τῷ Στωικῷ κριτηρίῳ, τουτέστι τῇ καταληπτικῇ φαντασίᾳ, ἀκατάληπτα εἶναι τὰ πράγματα, ὅσον δὲ ἐπὶ τῇ φύσει τῶν πραγμάτων αὐτῶν, καταληπτά. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.234
ἀλλὰ καὶ ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν, ὡς καὶ εἰρῆσθαι ἐπʼ αὐτῷ ὅτι ἐν Ἀκαδημίᾳ φιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωικῶν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν πέμπτην καλουμένην Ἀκαδημίαν. λδʹ εἰ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει. Sextus the Empiricist, Outlines of Pyrrhonism, 1.235
110
*Eusebius of Caesarea, Preparation for the Gospel 14.7–14.8* μεθʼ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν. λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δʼ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλʼ οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δʼ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα· ηʹ. Eusebius of Caesarea, Preparation for the Gospel, 14.7.15 *[cf.: tva-aq]*
ΠΕΡΙ ΚΑΡΝΕΑΔΟΥ ΤΟΥ ΤΗΝ ΤΡΙΤΗΝ ΑΚΑΔΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ “Καρνεάδης δὲ ἐκδεξάμενος παρʼ Ἡγησίνου, χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δʼ Ἀρκεσίλαον, εἴτʼ οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε.” Καὶ ἑξῆς ἐπιλέγει· “Ἦγε δʼ οὖν καὶ οὗτος καὶ ἀπέφερεν ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν ἀντιλογικός· εἴ τε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.1
τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος μέν γε περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δʼ ἀληθῆ εἶναι, ἃ λέγει, διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.3
κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρόν, ὑφʼ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.4
τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν· ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.5
115
τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.6
παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.7
ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ᾠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ᾠόν. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.8
συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίσατο. ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.9
πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλων, ἐπεὶ καὶ οἷς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Ἀντίπατρος γοῦν ὁ κατʼ αὐτὸν γενόμενος ἔμελλε μὲν καὶ ἀγωνιᾶν τι γράφειν, πρὸς δʼ οὖν τοὺς ἀπὸ Καρνεάδου καθʼ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις οὐδὲ εἶπεν οὐδὲ ἐφθέγξατο οὐδʼ ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.10
120
ὅμως δέ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους διʼ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων.” Εἶτα ἑξῆς φησι· “Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλʼ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας οὐδʼ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ καταλαβὼν παρῃτήσατο τῆς διατριβῆς. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.12
ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν.” Καὶ πάλιν ἐπιφέρει λέγων· “Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο καὶ ὑπʼ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.13
παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.” Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.14
διάδοχος δʼ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθʼ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα· θʹ. Eusebius of Caesarea, Preparation for the Gospel, 14.8.15
*Plutarch of Chaeronea, Marcus Cato 22–23* εὐθὺς οὖν οἱ φιλολογώτατοι τῶν νεανίσκων ἐπὶ τοὺς ἄνδρας ἵεντο καὶ συνῆσαν, ἀκροώμενοι καὶ θαυμάζοντες αὐτούς. μάλιστα δʼ ἡ Καρνεάδου χάρις, ἧς δύναμίς τʼ 〈ἦν〉 πλείστη καὶ δόξα τῆς δυνάμεως οὐκ ἀποδέουσα, μεγάλων ἐπιλαμβανομένη καὶ φιλανθρώπων ἀκροατηρίων ὡς πνεῦμα τὴν πόλιν ἠχῆς ἐνέπλησε, καὶ λόγος κατεῖχεν, ὡς ἀνὴρ Ἕλλην εἰς ἔκπληξιν ὑπερφυὴς πάντα κηλῶν καὶ χειρούμενος ἔρωτα δεινὸν ἐμβέβληκε τοῖς νέοις, ὑφʼ οὗ τῶν ἄλλων ἡδονῶν καὶ διατριβῶν ἐκπεσόντες ἐνθουσιῶσι περὶ φιλοσοφίαν. Plutarch of Chaeronea, Marcus Cato, 22.2 *[cf.: okg-dw]*
125
ταῦτα τοῖς μὲν ἄλλοις ἤρεσκε Ῥωμαίοις γινόμενα, καὶ τὰ μειράκια παιδείας Ἑλληνικῆς μεταλαμβάνοντα καὶ συνόντα θαυμαζομένοις ἀνδράσιν ἡδέως ἑώρων· ὁ δὲ Κάτων ἐξ ἀρχῆς τε τοῦ ζήλου τῶν λόγων παραρρέοντος εἰς τὴν πόλιν ἤχθετο, φοβούμενος μὴ τὸ φιλότιμον ἐνταῦθα τρέψαντες οἱ νέοι τὴν ἐπὶ τῷ λέγειν δόξαν ἀγαπήσωσι μᾶλλον τῆς ἀπὸ τῶν ἔργων καὶ τῶν στρατειῶν· ἐπεὶ δὲ προὔβαινεν ἡ δόξα τῶν φιλοσόφων ἐν τῇ πόλει, καὶ τοὺς πρώτους λόγους αὐτῶν πρὸς τὴν σύγκλητον ἀνὴρ ἐπιφανὴς σπουδάσας αὐτὸς καὶ δεηθεὶς ἡρμήνευσε Γάιος Ἀκίλιος, ἔγνω μετʼ εὐπρεπείας ἀποδιοπομπήσασθαι τοὺς φιλοσόφους πάντας ἐκ τῆς πόλεως, καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐμέμψατο τοῖς ἄρχουσιν, ὅτι πρεσβεία κάθηται πολὺν χρόνον ἄπρακτος ἀνδρῶν, οἳ περὶ παντὸς οὗ βούλοιντο ῥᾳδίως πείθειν δύνανται· δεῖν οὖν τὴν ταχίστην γνῶναί τι καὶ ψηφίσασθαι περὶ τῆς πρεσβείας, ὅπως οὗτοι μὲν ἐπὶ τὰς σχολὰς τραπόμενοι διαλέγωνται παισὶν Ἑλλήνων, οἱ δὲ Ῥωμαίων νέοι τῶν νόμων καὶ τῶν ἀρχόντων ὡς πρότερον ἀκούωσι. Plutarch of Chaeronea, Marcus Cato, 22.4
Ταῦτα δʼ οὐχ (ὡς ἔνιοι νομίζουσι) Καρνεάδῃ δυσχεράνας ἔπραξεν, ἀλλʼ ὅλως φιλοσοφίᾳ προσκεκρουκώς, καὶ πᾶσαν Ἑλληνικὴν μοῦσαν καὶ παιδείαν ὑπὸ φιλοτιμίας προπηλακίζων, ὅς γε καὶ Σωκράτη φησὶ λάλον γενόμενον καὶ βίαιον ἐπιχειρεῖν, ᾧ τρόπῳ δυνατὸς ἦν, τυραννεῖν τῆς πατρίδος, καταλύοντα τὰ ἔθη καὶ πρὸς ἐναντίας τοῖς νόμοις δόξας ἕλκοντα καὶ μεθιστάντα τοὺς πολίτας. Plutarch of Chaeronea, Marcus Cato, 23.1
*Galen of Pergamon, On the Best Doctrine* Ὁ γοῦν Καρνεάδης οὐδὲ τούτῳ τῷ πάντων ἐναργεστάτῳ συγχωρεῖ πιστεύειν, ὅτι τὰ ταὐτῷ ἴσα μεγέθη καὶ ἀλλήλοις ἴσα γίγνεται. Καὶ μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ καταλύειν ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τʼ εἶναί σοι φαινομένων καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν. ἀπόκεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ θησαυρισθέντες. αἱ λύσεις δʼ οὔθʼ ὑπʼ ἐκείνων οὔθʼ ὑπʼ ἄλλου τινὸς εὕρηνται τῶν μετʼ αὐτὸν Ἀκαδημαϊκῶν. Ἀλλʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδήλωσε μόνον, ὅτι σοφίσματʼ εἰσὶν οἱ λόγοι πάντες οὗτοι, καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί. μοχθηρὸν μὲν γὰρ τοῦτο, δικαιότερον δʼ ὅμως οὐ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτούς, μὴ δηλώσαντες δʼ ὑμῖν, ὁποῖοί τινές εἰσιν. Ἡδέως ἂν ἠρόμην, εἰ παρῆν ὁ Φαβωρῖνος, ἆρά γε κελεύει με πείθεσθαι τούτοις ἅπασι τοῖς λόγοις ἢ σκοπεῖσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς; εἰ γὰρ δὴ ‖ σκοπεῖσθαι συνεχώρησεν, ἠρόμην ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει διακρίνειν ἀληθεῖς λόγους ψευδῶν ἢ εἰ μέθοδός ἐστι τῆς ἑκατέρων γνώσεως; εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαντες οὐδʼ ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός τίς ἐστιν, αὐτὴν πρότερον ἂν μαθεῖν ἐδεήθην. Galen of Pergamon, On the Best Doctrine, 1.45 *[cf.: qmm-dj]*
*Plutarch of Chaeronea, To Colotes 1121E–1124B* καθάπερ ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις, οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς τὴν δόξαν· ὥστʼ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δʼ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν. — Ἀλλὰ ταῦτα μὲν ὅσης ἐστὶ μεστὰ ταραχῆς καὶ μάχης πρὸς ἑαυτά, τί δεῖ λέγειν ἐν τῷ παρόντι; τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπικούρειον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος. μηδὲν γὰρ αὐτὸν ἴδιον λέγοντά φησιν ὑπόληψιν ἐμποιεῖν 〈καινοτομίασ〉 καὶ δόξαν ἀνθρώποις ἀγραμμάτοις, ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. Plutarch of Chaeronea, To Colotes, 1121E *[cf.: okg-ed]*
ὁ δʼ Ἀρκεσίλαος τοσοῦτον ἀπέδει τοῦ καινοτομίας τινὰ δόξαν ἀγαπᾶν καὶ ὑποποιεῖσθαί 〈τι〉 τῶν παλαιῶν, ὥστʼ ἐγκαλεῖν τοὺς τότε σοφιστάς, ὅτι προστρίβεται Σωκράτει καὶ Πλάτωνι καὶ Παρμενίδῃ καὶ Ἡρακλείτῳ τὰ περὶ τῆς ἐποχῆς δόγματα καὶ τῆς ἀκαταληψίας οὐδὲν δεομένοις, ἀλλʼ οἷον ἀναγωγὴν καὶ βεβαίωσιν αὐτῶν εἰς ἄνδρας ἐνδόξους ποιούμενος. Plutarch of Chaeronea, To Colotes, 1121F
130
ὑπὲρ μὲν οὖν τούτου Κωλώτῃ χάρις καὶ παντὶ τῷ τὸν Ἀκαδημαϊκὸν λόγον ἄνωθεν ἥκειν εἰς Ἀρκεσίλαον ἀποφαίνοντι. τὴν δὲ περὶ πάντων ἐποχὴν οὐδʼ οἱ πολλὰ πραγματευσάμενοι καὶ κατατείναντες εἰς τοῦτο συγγράμματα καὶ λόγους ἐκίνησαν· ἀλλʼ ἐκ τῆς Στοᾶς αὐτῇ τελευτῶντες ὥσπερ Γοργόνα τὴν ἀπραξίαν ἐπάγοντες ἀπηγόρευσαν, ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις οὐδὲ τῆς ῥοπῆς ἀρχὴν ἐδέξατο τὴν πρόσθεσιν, ἀλλʼ ἐξ ἑαυτῆς ἀγωγὸς ἐπὶ τὰς πράξεις ἐφάνη, μὴ δεομένη τοῦ προστίθεσθαι. Plutarch of Chaeronea, To Colotes, 1122A
νόμιμοι γὰρ οἱ πρὸς ἐκείνους ἀγῶνές εἰσι, καί ʼὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαιςʼ· Κωλώτῃ δʼ οἶμαι τὰ περὶ ὁρμῆς καὶ συγκαταθέσεως ὄνῳ λύρας ἀκρόασιν εἶναι. λέγεται δὲ τοῖς συνεπομένοις καὶ ἀκούουσιν, ὅτι τριῶν περὶ τὴν ψυχὴν κινημάτων ὄντων, φανταστικοῦ καὶ ὁρμητικοῦ καὶ συγκαταθετικοῦ, τὸ μὲν φανταστικὸν οὐδὲ βουλομένοις ἀνελεῖν ἔστιν, ἀλλʼ ἀνάγκη προεντυγχάνοντας τοῖς πράγμασι τυποῦσθαι καὶ πάσχειν ὑπʼ αὐτῶν, τὸ δʼ ὁρμητικὸν ἐγειρόμενον ὑπὸ τοῦ φανταστικοῦ πρὸς τὰ οἰκεῖα πρακτικῶς κινεῖ τὸν ἄνθρωπον, οἷον ῥοπῆς ἐν τῷ ἡγεμονικῷ καὶ νεύσεως γινομένης. Plutarch of Chaeronea, To Colotes, 1122B
οὐδὲ τοῦτʼ οὖν ἀναιροῦσιν οἱ περὶ πάντων ἐπέχοντες, ἀλλὰ χρῶνται τῇ ὁρμῇ φυσικῶς ἀγούσῃ πρὸς τὸ φαινόμενον οἰκεῖον. τί οὖν φεύγουσι μόνον; ᾧ μόνῳ ψεῦδος ἐμφύεται καὶ ἀπάτη, τὸ δοξάζειν καὶ προπίπτειν τὴν συγκατάθεσιν, εἶξιν οὖσαν ὑπʼ ἀσθενείας τῷ φαινομένῳ, χρήσιμον δʼ οὐδὲν ἔχουσαν. ἡ γὰρ πρᾶξις δυοῖν δεῖται, φαντασίας τοῦ οἰκείου καὶ πρὸς τὸ φανὲν οἰκεῖον ὁρμῆς, ὧν οὐδέτερον τῇ ἐποχῇ μάχεται. Plutarch of Chaeronea, To Colotes, 1122C
δόξης γάρ, οὐχ ὁρμῆς οὐδὲ φαντασίας ὁ λόγος ἀφίστησιν. ὅταν οὖν φανῇ τὸ ἡδὺ οἰκεῖον, οὐθὲν δεῖ πρὸς τὴν ἐπʼ αὐτὸ κίνησιν καὶ φορὰν δόξης, ἀλλʼ ἦλθεν εὐθὺς ἡ ὁρμή, κίνησις οὖσα καὶ φορὰ τῆς ψυχῆς. Καὶ μὴν αὐτῶν γε τούτων 〈ἀκούομεν βοώντων〉, ὡς ʼαἴσθησιν ἔχειν δεῖ καὶ σάρκινον εἶναι, καὶ φανεῖται ἡδονὴ ἀγαθόνʼ. οὐκοῦν καὶ τῷ ἐπέχοντι ἀγαθὸν φανεῖται· καὶ γὰρ αἰσθήσεως μετέχει καὶ σάρκινός ἐστι, καὶ λαβὼν ἀγαθοῦ φαντασίαν ὀρέγεται καὶ ὁρμᾷ, πάντα πράττων ὅπως οὐ διαφεύξεται αὐτόν, ἀλλʼ ὡς ἀνυστὸν ἀεὶ συνέσται τῷ οἰκείῳ, φυσικαῖς οὐ γεωμετρικαῖς ἑλκόμενος ἀνάγκαις. ʼἄνευ διδασκάλου γὰρ αὐτὰ προκαλεῖταιʼ, τὰ καλὰ ταῦτα καί ʼλεῖα καὶ προσηνῆ κινήματα τῆς σαρκόσʼ, ὡς αὐτοί φασιν οὗτοι, καὶ τὸν πάνυ μὴ φάσκοντα μηδʼ ὁμολογοῦντα κάμπτεσθαι καὶ μαλάσσεσθαι τούτοις. Plutarch of Chaeronea, To Colotes, 1122D
ʼἀλλὰ πῶς οὐκ εἰς ὄρος ἄπεισι τρέχων ὁ ἐπέχων ἀλλʼ εἰς βαλανεῖον, οὐδὲ πρὸς τὸν τοῖχον ἀλλὰ πρὸς τὰς θύρας ἀναστὰς βαδίζει, βουλόμενος εἰς ἀγορὰν προελθεῖν;ʼ τοῦτʼ ἐρωτᾷς ἀκριβῆ τὰ αἰσθητήρια λέγων εἶναι καὶ τὰς φαντασίας ἀληθεῖς; ὅτι φαίνεται δήπουθεν αὐτῷ βαλανεῖον οὐ τὸ ὄρος ἀλλὰ τὸ βαλανεῖον, καὶ θύρα οὐχ ὁ τοῖχος ἀλλʼ ἡ θύρα, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον. Plutarch of Chaeronea, To Colotes, 1122E
135
ὁ γὰρ τῆς ἐποχῆς λόγος οὐ παρατρέπει τὴν αἴσθησιν, οὐδὲ τοῖς ἀλόγοις πάθεσιν αὐτῆς καὶ κινήμασιν ἀλλοίωσιν ἐμποιεῖ διαταράττουσαν τὸ φανταστικόν, ἀλλὰ τὰς δόξας μόνον ἀναιρεῖ χρῆται δὲ τοῖς ἄλλοις ὡς πέφυκεν. ʼἀλλʼ ἀδύνατον τὸ μὴ συγκατατίθεσθαι τοῖς ἐναργέσι· τὸ γὰρ ἀρνεῖσθαι τὰ πεπιστευμένα τοῦ μήτʼ ἀρνεῖσθαι μήτε τιθέναι παραλογώτερον. Plutarch of Chaeronea, To Colotes, 1122F
‘ τίς οὖν κινεῖ τὰ πεπιστευμένα καὶ μάχεται τοῖς ἐναργέσιν; οἱ μαντικὴν ἀναιροῦντες καὶ πρόνοιαν ὑπάρχειν θεῶν μὴ φάσκοντες μηδὲ τὸν ἥλιον ἔμψυχον εἶναι μηδὲ τὴν σελήνην, οἷς πάντες ἄνθρωποι θύουσι καὶ προσεύχονται καὶ σέβονται. τὸ δὲ φύσει περιέχεσθαι τὰ τεκόντα τῶν γεννωμένων οὐχὶ πᾶσι φαινόμενον ἀναιρεῖτε; τὸ δὲ πόνου καὶ ἡδονῆς μηδὲν εἶναι μέσον οὐκ ἀποφαίνεσθε παρὰ τὴν πάντων αἴσθησιν, ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ 〈κινεῖσθαι〉 λέγοντες; ἀλλʼ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται· ʼαἱ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι·ʼ καί ‘. Plutarch of Chaeronea, To Colotes, 1123A
.. μητέρʼ ἀγκάλαις ἐμὴν ἔχουσαʼ; ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα, τοῖς Ἐμπεδοκλέους ἐοικότα ʼτεράσμασινʼ ὧν καταγελῶσιν, ʼεἱλίποδʼ ἀκριτόχειραʼ καί ʼβουγενῆ ἀνδρόπρωραʼ καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς τὸ αὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδʼ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας. Plutarch of Chaeronea, To Colotes, 1123B
εἶτʼ ἔστι τι τῶν ὄντων ἀδύνατον ἐπισχεῖν, εἰ ταῦτα πιστεύεσθαι δυνατόν ἐστιν; ἃ γὰρ οὐδεὶς σκευοποιὸς ἢ πλάστης θαυμάτων ἢ γραφεὺς δεινὸς ἐτόλμησε μῖξαι πρὸς ἀπάτην εἰκάσματα καὶ παίγνια, ταῦθʼ ὑπάρχειν ἀπὸ σπουδῆς τιθέμενοι, μᾶλλον δʼ ὅλως, εἰ ταῦτα μὴ ὑπάρχοι, πίστιν οἴχεσθαι καὶ βεβαιότητα καὶ κρίσιν ἀληθείας φάσκοντες αὐτοὶ καταβάλλουσιν εἰς ἀφασίαν πάντα πράγματα· καὶ ταῖς κρίσεσι φόβους καὶ ταῖς πράξεσιν ὑποψίας ἐπάγουσιν, εἰ τὰ πραττόμενα καὶ νομιζόμενα καὶ συνήθη καὶ ἀνὰ χεῖρας ἡμῖν ἐπὶ τῆς αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς μανικοῖς καὶ ἀτόποις καὶ παρανόμοις ἐκείνοις φάσμασιν. Plutarch of Chaeronea, To Colotes, 1123C
ἡ γὰρ ἰσότης, ἣν ὑποτίθενται πᾶσι, τῶν νενομισμένων ἀφίστησι μᾶλλον ἢ προστίθησι τοῖς παραλόγοις τὴν πίστιν. ὅθεν ἴσμεν οὐκ ὀλίγους τῶν φιλοσόφων ἥδιον ἂν θεμένους τὸ μηδεμίαν ἢ τὸ πάσας ἀληθεῖς εἶναι τὰς φαντασίας, καὶ μᾶλλον ἂν οἷς ὕπαρ ἐντυγχάνουσι διαπιστήσαντας ἀνθρώποις καὶ πράγμασι καὶ λόγοις ἁπλῶς ἅπασιν ἢ μίαν ἐκείνων ἀληθῆ καὶ ὑπάρχουσαν εἶναι φαντασίαν πεισθέντας, 〈ἃσ〉 λυττῶντες ἢ κορυβαντιῶντες ἢ κοιμώμενοι λαμβάνουσιν. Plutarch of Chaeronea, To Colotes, 1123D
140
ἃ τοίνυν ἔστι μὲν ἀναιρεῖν, ἔστι δʼ ὡς *** οὐκ ἔστιν ἐπέχειν περὶ αὐτῶν, εἰ μηδὲν ἄλλο, τήν γε διαφωνίαν ταύτην λαβόντας αἰτίαν ἀποχρῶσαν ὑπονοίας πρὸς τὰ πράγματα καὶ οὐδὲ οὕτως ὑγιὲς οὐδέν, ἀσάφειαν δὲ καὶ ταραχὴν ἔχοντα πᾶσαν; ταῖς μέν γε περὶ κόσμων ἀπειρίας καὶ ἀτόμων φύσεως καὶ ἀμερῶν καὶ παρεγκλίσεων διαφοραῖς, εἰ καὶ πάνυ πολλοὺς διαταράττουσιν, ἔνεστιν ὅμως παραμυθία, τὸ μηδὲν ἐγγὺς εἶναι μᾶλλον δʼ ὅλως ἐπέκεινα τῆς αἰσθήσεως ἀπῳκίσθαι τῶν ζητουμένων ἕκαστον· ἡ δʼ ἐν ὀφθαλμοῖς αὕτη καὶ ἀκοαῖς καὶ χερσὶν ἀπιστία καὶ ἄγνοια καὶ ταραχὴ περὶ τὰ αἰσθητὰ καὶ τὰς φαντασίας, εἴτʼ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς, τίνα δόξαν οὐ σαλεύει; ποίαν δʼ οὐκ ἄνω καὶ κάτω ποιεῖ συγκατάθεσιν καὶ κρίσιν; εἰ γὰρ οὐ κραιπαλῶντες οὐδὲ φαρμακῶντες ἄνθρωποι καὶ παρακόπτοντες ἀλλὰ νήφοντες καὶ ὑγιαίνοντες καὶ γράφοντες περὶ ἀληθείας καὶ κανόνων καὶ κριτηρίων ἐν τοῖς ἐναργεστάτοις πάθεσι καὶ κινήμασι τῆς αἰσθήσεως ἢ τὸ ἀνύπαρκτον ἀληθὲς ἢ ψεῦδος καὶ ἀνύπαρκτον ἡγοῦνται τὸ ἀληθές, οὐκ εἰ περὶ πάντων ἡσυχάζουσιν, ἀλλʼ εἴ τισιν ὅλως ἄνθρωποι συγκατατίθενται, θαυμάζειν ἄξιον· οὐδʼ ἄπιστον, εἰ μηδεμίαν κρίσιν ἔχουσι περὶ τῶν φαινομένων, ἀλλʼ εἰ τὰς ἐναντίας ἔχουσι. Plutarch of Chaeronea, To Colotes, 1123E
τοῦ γὰρ ἐναντία λέγειν ἀλλήλοις καὶ ἀντικείμενα τὸ 〈μὴ τιθέναι〉 μηδέτερον, ἀλλʼ ἐπέχειν περὶ τῶν ἀντικειμένων ἧττον ἄν τις θαυμάσειεν. ὁ γὰρ μή〈τε〉 τιθεὶς μήτʼ ἀρνούμενος ἀλλʼ ἡσυχάζων καὶ τῷ τιθέντι τὴν δόξαν ἧττον μάχεται τοῦ ἀρνουμένου καὶ τῷ ἀρνουμένῳ τοῦ τιθέντος. εἰ δὲ περὶ τούτων δυνατόν ἐστιν ἐπέχειν, οὐδὲ περὶ τῶν ἄλλων ἀδύνατον, κατά γʼ ὑμᾶς αἴσθησιν αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδʼ ὁτιοῦν διαφέρειν ἡγουμένους. Plutarch of Chaeronea, To Colotes, 1124A
Οὐ μῦθος οὖν οὐδὲ θήρα ʼμειρακίων λαμυρῶν καὶ προπετῶνʼ ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν, ὡς οἴεται Κωλώτης, ἀλλʼ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ τὰ φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν, εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τῷ νεανίσκῳ· ʼσοφισταίʼ δʼ εἰσὶ καί ʼἀλαζόνεσʼ οἱ πρὸς ἄνδρας ἐλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες. Plutarch of Chaeronea, To Colotes, 1124B
*Photius of Constantinople, Bibliotheca, Codex 212* Ἀνεγνώσθη Αἰνησιδήμου Πυρρωνίων λόγοι ηʹ. Ἡ μὲν ὅλη πρόθεσις τοῦ βιβλίου βεβαιῶσαι ὅτι οὐδὲν βέβαιον εἰς κατάληψιν, οὔτε διʼ αἰσθήσεως, ἀλλʼ οὔτε μὴν διὰ νοήσεως· διὸ οὔτε τοὺς Πυρρωνίους οὔτε τοὺς ἄλλους εἰδέναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἀλλὰ τοὺς μὲν κατὰ ἄλλην αἵρεσιν φιλοσοφοῦντας ἀγνοεῖν τε τἄλλα καὶ ἑαυτοὺς μάτην κατατρίβειν καὶ δαπανᾶν συνεχέσιν ἀνίαις, καὶ αὐτὸ δὲ τοῦτο ἀγνοεῖν, ὅτι οὐδὲν αὐτοῖς τῶν δοξάντων εἰς κατάληψιν ἐληλυθέναι κατείληπται. Ὁ δὲ κατὰ Πύρρωνα φιλοσοφῶν τά τε ἄλλα εὐδαιμονεῖ, καὶ σοφός ἐστι τοῦ μάλιστα εἰδέναι ὅτι οὐδὲν αὐτῷ βεβαίως κατείληπται· ἃ δὲ καὶ εἰδείη, οὐδὲν μᾶλλον αὐτῶν τῇ καταφάσει ἢ τῇ ἀποφάσει γενναῖός ἐστι συγκατατίθεσθαι. Ἡ μὲν ὅλη τοῦ βιβλίου διάληψις ὃ βούλεται, εἴρηται. Γράφει δὲ τοὺς λόγους Αἰνησίδημος προσφωνῶν αὐτοὺς τῶν ἐξ Ἀκαδημίας τινὶ συναιρεσιώτῃ Λευκίῳ Τοβέρωνι, γένος μὲν Ῥωμαίῳ, δόξῃ δὲ λαμπρῷ ἐκ προγόνων καὶ πολιτικὰς ἀρχὰς οὐ τὰς τυχούσας μετιόντι. Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διαφορὰν τῶν τε Πυρρωνίων καὶ τῶν Ἀκαδημαϊκῶν εἰσάγων μικροῦ γλώσσῃ αὐτῇ ταῦτά φησιν, ὡς οἱ μὲν ἀπὸ τῆς Ἀκαδημίας δογματικοί τέ εἰσι καὶ τὰ μὲν τίθενται ἀδιστάκτως, τὰ δὲ αἴρουσιν ἀναμφιβόλως, οἱ δʼ ἀπὸ Πύρρωνος ἀπορητικοί τέ εἰσι καὶ παντὸς ἀπολελυμένοι δόγματος, καὶ οὐδεὶς αὐτῶν τὸ παράπαν οὔτε ἀκατάληπτα πάντα εἴρηκεν οὔτε καταληπτά, ἀλλʼ οὐδὲν μᾶλλον τοιάδε ἢ τοιάδε, ἢ τότε μὲν τοῖα τότε δὲ οὐ τοῖα, ἢ ᾧ μὲν τοιαῦτα ᾧ δὲ οὐ τοιαῦτα ᾧ δʼ οὐδʼ ὅλως ὄντα· οὐδὲ μὴν ἐφικτὰ πάντα κοινῶς ἤ τινα τούτων ἢ οὐκ ἐφικτά, ἀλλʼ οὐδὲν μᾶλλον ἐφικτὰ ἢ οὐκ ἐφικτά, ἢ τότε μὲν ἐφικτὰ τότε δʼ οὐκέτι, ἢ τῷ μὲν ἐφικτὰ τῷ δʼ οὔ. Καὶ μὴν οὐδʼ ἀληθινὸν οὐδὲ ψεῦδος, οὐδὲ πιθανὸν οὐδʼ ἀπίθανον, οὐδʼ ὂν οὐδὲ μὴ ὄν, ἀλλὰ τὸ αὐτὸ ὡς εἰπεῖν οὐ μᾶλλον ἀληθὲς ἢ ψεῦδος, ἢ πιθανὸν ἢ ἀπίθανον, ἢ ὂν ἢ οὐκ ὄν, ἢ τότε μὲν τοῖον τότε δὲ τοῖον, ἢ ᾧ μὲν τοιονδὶ ᾧ δὲ καὶ οὐ τοιονδί. Καθόλου γὰρ οὐδὲν ὁ Πυρρώνιος ὁρίζει, ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο, ὅτι οὐδὲν διορίζεται· ἀλλʼ οὐκ ἔχοντες, φησίν, ὅπως τὸ νοούμενον ἐκλαλήσωμεν, οὕτω φράζομεν. Οἱ δʼ ἀπὸ τῆς Ἀκαδημίας, φησί, μάλιστα τῆς νῦν, καὶ στωϊκαῖς συμφέρονται ἐνίοτε δόξαις, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, Στωϊκοὶ φαίνονται μαχόμενοι Στωϊκοῖς. Δεύτερον περὶ πολλῶν δογματίζουσιν. Ἀρετήν τε γὰρ καὶ ἀφροσύνην εἰσάγουσι, καὶ ἀγαθὸν καὶ κακὸν ὑποτίθενται, καὶ ἀλήθειαν καὶ ψεῦδος, καὶ δὴ καὶ πιθανὸν καὶ ἀπίθανον καὶ ὂν καὶ μὴ ὄν, ἄλλα τε πολλὰ βεβαίως ὁρίζουσι, διαμφισβητεῖν δέ φασι περὶ μόνης τῆς καταληπτικῆς φαντασίας. Διὸ οἱ μὲν ἀπὸ Πύρρωνος ἐν τῷ μηδὲν ὁρίζειν ἀνεπίληπτοι τὸ παράπαν διαμένουσιν, οἱ δʼ ἐξ Ἀκαδημίας, φησίν, ὁμοίας τὰς εὐθύνας τοῖς ἄλλοις φιλοσόφοις ὑπέχουσι, τὸ δὲ μέγιστον, οἱ μὲν περὶ παντὸς τοῦ προτεθέντος διαποροῦντες τό τε σύστοιχον διατηροῦσι καὶ ἑαυτοῖς οὐ μάχονται, οἱ δὲ μαχόμενοι ἑαυτοῖς οὐ συνίσασι· τὸ γὰρ ἅμα τιθέναι τι καὶ αἴρειν ἀναμφιβόλως, ἅμα τε φάναι κοινῶς ὑπάρχειν καταληπτά, μάχην ὁμολογουμένην εἰσάγει, ἐπεὶ πῶς οἷόν τε γινώσκοντα τόδε μὲν εἶναι ἀληθὲς τόδε δὲ ψεῦδος ἔτι διαπορεῖν καὶ διστάσαι, καὶ οὐ σαφῶς τὸ μὲν ἑλέσθαι τὸ δὲ περιστῆναι; Εἰ μὲν γὰρ ἀγνοεῖται ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακόν, ἢ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος, καὶ τόδε μὲν ὂν τόδε δὲ μὴ ὄν, πάντως ὁμολογητέον ἕκαστον ἀκατάληπτον εἶναι· εἰ δʼ ἐναργῶς κατʼ αἴσθησιν ἢ κατὰ νόησιν καταλαμβάνεται, καταληπτὸν ἕκαστον φατέον. Ταῦτα μὲν ἀρχόμενος τῶν λόγων καὶ τοιαῦθʼ ἕτερα τὴν διαφορὰν τῶν Πυρρωνίων καὶ Ἀκαδημαϊκῶν ὑποδεικνύς, ἀναγράφει ὁ Αἰνησίδημος ὁ ἐξ Αἰγῶν· ἐφεξῆς δὲ κατὰ τὸν αὐτὸν λόγον πρῶτον καὶ τὴν ὅλην ἀγωγὴν ὡς τύπῳ καὶ κεφαλαιωδῶς τῶν Πυρρωνίων παραδίδωσι λόγων. Ἐν δὲ τῷ βʹ κατὰ μέρος ἤδη ἀρχόμενος ἐπεξιέναι τὰ ἐν κεφαλαίῳ εἰρημένα, περί τε ἀληθῶν καὶ αἰτίων διαλαμβάνει καὶ παθῶν καὶ κινήσεως, γενέσεώς τε καὶ φθορᾶς καὶ τῶν τούτοις ἐναντίων, κατὰ πάντων αὐτῶν τὸ ἄπορόν τε καὶ ἀκατάληπτον πυκνοῖς, ὡς οἴεται, ἐπιλογισμοῖς ὑποδεικνύς. Καὶ ὁ γʹ δὲ αὐτῷ λόγος περὶ κινήσεως καὶ αἰσθήσεως καὶ τῶν κατʼ αὐτὰς ἰδιωμάτων, τὰς ὁμοίας περιεργαζόμενος ἐναντιολογίας, εἰς τὸ ἀνέφικτον καὶ ἀκατάληπτον ὑποφέρει καὶ αὐτά. Ἐν δὲ τῷ δʹ σημεῖα μὲν ὥσπερ τὰ φανερά φαμεν τῶν ἀφανῶν, οὐδʼ ὅλως εἶναί φησιν, ἠπατῆσθαι δὲ κενῇ προσπαθείᾳ τοὺς οἰομένους· ἐγείρει δὲ τὰς ἐξ ἔθους ἐφεξῆς ἀπορίας περί τε ὅλης τῆς φύσεως καὶ κόσμου καὶ θεῶν, οὐδὲν τῶν εἰς κατάληψιν πεσεῖν ἐντεινόμενος. Προβάλλεται αὐτῷ καὶ ὁ εʹ λόγος τὰς κατὰ τῶν αἰτίων ἀπορητικὰς λαβάς, μηδὲν μὲν μηδενὸς αἴτιον ἐνδιδοὺς εἶναι, ἠπατῆσθαι δὲ τοὺς αἰτιολογοῦντας φάσκων, καὶ τρόπους ἀριθμῶν καθʼ οὓς οἴεται αὐτοὺς αἰτιολογεῖν ὑπαχθέντας εἰς τὴν τοιαύτην περιενεχθῆναι πλάνην. Καὶ ὁ ϛʹ δὲ τὰ ἀγαθὰ καὶ κακά, καὶ μὴν καὶ τὰ αἱρετὰ καὶ φευκτά, ἔτι δὲ προηγούμενά τε καὶ ἀποπροηγούμενα, εἰς τὰς αὐτὰς ἐρεσχελίας ἄγει τό γε ἐπʼ αὐτῷ καὶ ταῦτα τῆς καταλήψεως ἡμῶν καὶ γνώσεως ἀποκλείων. Τὸν μέντοι ζʹ κατὰ τῶν ἀρετῶν ὁπλίζει, διὰ κενῆς λέγων τοὺς φιλοσοφοῦντας περὶ αὐτῶν ἀναπλάσαι δόξας, καὶ ἑαυτοὺς ἀποβουκολεῖν ὡς εἰς τὴν τούτων εἴησαν πρᾶξίν τε καὶ θεωρίαν ἀφιγμένοι. Ὁ δʼ ἐπὶ πᾶσι καὶ ηʹ κατὰ τοῦ τέλους ἐνίσταται, μήτε τὴν εὐδαιμονίαν μήτε τὴν ἡδονὴν μήτε τὴν φρόνησιν μήτʼ ἄλλο τι τέλος ἐπιχωρῶν εἶναι, ὅπερ ἄν τις τῶν κατὰ φιλοσοφίαν αἱρέσεων δοξάσειεν, ἀλλʼ ἁπλῶς οὐκ εἶναι τέλος τὸ πᾶσιν ὑμνούμενον. Οἱ μὲν οὖν τοῦ Αἰνησιδήμου λόγοι πρὸς τοιοῦτον ἀγῶνα κονίζονται· ὅτι δὲ ματαιότης αὐτῶν καὶ πολλὴ λέσχη ἡ σπουδή, Πλάτωνί τε καὶ πολλοῖς ἄλλοις τῶν πρὸ ἡμῶν τὸν ἔλεγχον ἔδοσαν· καὶ ὅτι μηδὲν εἰς δόγμα συντελεῖ, καὶ τοῦτο κατάδηλον, ὅπου γε καὶ τὰς ἐνούσας δογματικὰς θεωρίας ἐλαύνειν ἡμῶν τῆς διανοίας ἐπεχείρησαν. Τοῖς μέντοι κατὰ διαλεκτικὴν μελέτην πονουμένοις, ἂν μὴ τὸ ἀστήρικτον αὐτῶν τοῖς λογισμοῖς ἐνεδρεύῃ καὶ ἡ κρίσις πρὸς ἀγχίνοιαν οὐ νενοθευμένη τὸ βιβλίον οὐκ ἄχρηστον. Photius of Constantinople, Bibliotheca, Codex 212 *[cf.: woy-aa]*
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top