Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Critias: Elegies (Fragments)

Library › Greek: Lyric & Elegy › Elegies (Fragments)

These Elegies are the surviving elegiac verses of Critias, the Athenian aristocrat, poet and sophist who was a relative of Plato and a leader of the Thirty Tyrants in 404 to 403 BC. His poems are lost and survive only in quotations by Athenaeus, Plutarch and others. They include a catalogue of the best inventions of different peoples, from the Sicilian game of cottabus to Thessalian chairs, lines on the recall of Alcibiades, praise of Spartan moderation in drinking, and Chilon's maxim nothing in excess.

The elegies show Critias as a sympotic and political poet who admired Spartan restraint and took an interest in the origins of customs and crafts, a theme also found among the sophists. They offer a view of aristocratic culture in late fifth-century Athens from a figure better known for his role in the city's political violence.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: DK 88 B 2, 4–9). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Elegies (Fragments)
Critias · every word parsed
B2
κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δʼ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος ……… Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει Μίλητός τε Χίος τʼ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη, καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι. Φοίνικες δʼ ηὗρον γράμματʼ ἀλεξίλογα. Θήβη δʼ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· φορτηγοὺς δʼ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τʼ ἔκγονον ηὗρεν κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον. *[crux: κάλλος]*
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομʼ ἐφαρμόζειν ἐλεγείωι, νῦν δʼ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.
5
γνώμην δʼ ἥ σε κατήγαγʼ, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε, σφραγὶς δʼ ἡμετέρης γλώσσης ἐπὶ τοίσδεσι κεῖται.
καὶ τόδʼ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι· πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδʼ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, μηδʼ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου ……… ἄγγεα Λυδὴ χεὶρ ηὗρʼ Ἀσιατογενής, καὶ προπόσεις ὀρέγειν ἐπιδέξια, καὶ προκαλεῖσθαι ἐξονομακλήδην ὧι προπιεῖν ἐθέλει. εἶτʼ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τʼ ἀμαυρότερον τεύχουσιν· πρὸς δʼ ὄμμʼ ἀχλὺς ἀμβλωπὸς ἐφίζει, λῆστις δʼ ἐκτήκει μνημοσύνην πραπίδων, νοῦς δὲ παρέσφαλται· δμῶες δʼ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δʼ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον ὥστε φρένʼ εἰς ἱλαρὰν ἀσπίδα πάντʼ ἀπάγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τʼ ὠφέλιμος γνώμηι τε κτήσει τε· καλῶς δʼ εἰς ἔργʼ Ἀφροδίτης πρός θʼ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦςʼ εἰς τὸν ἅπαντα χρόνον· ἡ Λακεδαιμονίων δὲ δίαιθʼ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστʼ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμʼ ἀμέτροισι πότοις. *[crux: ἀσπίδα]*
ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδʼ ἔλεξε· “μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά”.
πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δʼ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.
ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top