Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Critolaus: Fragments

Library › Greek: Philosophy › Fragments

These Fragments preserve what survives of Critolaus of Phaselis, head of the Peripatetic school in Athens in the second century BC. His works are lost and survive only in quotations, collected by Wehrli. Philo reports his arguments for the eternity of the world against the Stoics; other sources record his definition of the good as perfection according to nature, his view that god is mind drawn from pure aether, and his attack on rhetoric as a mere knack rather than an art.

Critolaus was one of the three philosophers sent by Athens to Rome in 155 BC, whose lectures made a strong impression on Roman audiences. His fragments are important evidence for the Peripatetic school in the Hellenistic period, showing it defending Aristotle's views on the cosmos and ethics against the Stoics and engaging in the debate between philosophy and rhetoric.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Wehrli, Die Schule des Aristoteles X, fr. 12–40). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Fragments
Critolaus · every word parsed
Philo De aeternitate mundi 9, VI 94 Cohn: ἐπαγωνιζόμενος δʼ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· «τὸ αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν ἀίδιόν ἐστιν· αἴτιος δʼ ὁ κόσμος αὑτῷ τοῦ ὑπάρχειν, εἴ γε καὶ τοῖς ἄλλοις ἅπασιν· ἀίδιος ἄρα ὁ κόσμος ἐστίν». — —6, VI 90 Cohn: Κριτόλαος δὲ τῶν κεχορευκότων Μούσαις, τῆς Περιπατητικῆς ἐραστὴς φιλοσοφίας, τῷ περὶ τῆς ἀιδιότητος κόσμου δόγματι συνειπὼν ἐχρήσατο τοιαύταις πίστεσιν· «εἰ γέγονεν ὁ κόσμος, ἀνάγκη καὶ τὴν γῆν γεγονέναι· εἰ δὲ ἡ γῆ γενητή, πάντως καὶ τὸ ἀνθρώπων γένος· ἄνθρωπος δὲ ἀγένητον ἐξ ἀιδίου τοῦ γένους ὑφεστῶτος ὥσπερ ἐπιδειχθήσεται. [5]
ἀίδιος ἄρα καὶ ὁ κόσμος». Stobaeus Ecl.
I 8, 40b: Ἀντιφῶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν. Epiphanius Adv.
15
haereses III 31 (Diels Doxographi Graeci p. 592): Ἀριστοτέλης ὁ Νικομάχου κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾷξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει. ib. 35: Κριτόλαος ὁ φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε. Stobaeus Ecl. [5]
I 1, 29b (Aetius I 7, 21 p. 303 Diels): Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπʼ αἰθέρος ἀπαθοῦς (sc. τὸν θεὸν εἶναι). Stobaeus Ecl.
II 7, 3b: ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν τῶν ἀπὸ Κριτολάου τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον (sc. τέλος λέγεται), τοῦτο δὲ ἦν τὸ ἐκ τῶν τριῶν γενῶν, οὐκ ὀρθῶς. Clemens Stromateis II cap.
20
XXI 129, 10: Κριτόλαος δὲ ὁ καὶ αὐτὸς Περιπατητικὸς τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου (sc. τέλος εἶναι), τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην προγονικὴν τελειότητα μηνύων. Clemens Stromateis II cap.
VII 32, 3: ἐντολὴ δὲ ἀπαγορεύει τὸν φόβον ἐπαρτῶσα διὰ παιδείαν τῶν οὕτως ἐπιδεχομένων νουθετεῖσθαι. οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν· πῶς γὰρ οὔ, παραινῶν· «οὐ φονεύσεις οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις»; ἀλλʼ εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἀπὸ τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. — —II 15, 23: quidam eam (sc. [5]
rhetoricen) neque vim neque scientiam neque artem putaverunt, sed Critolaus usum dicendi——nam hoc τριβή significat——, Athenaeus fallendi artem. Philodemus Volumina Rhetorica ed.
Sudhaus II 101 fr. IV (= ib. II 68 fr. III): κα[τὰ γ]ὰρ τὸν Εὐριπίδην (fr. 978 N 2 ) [ἐκ βα]θείας αἰθέρος λαβεῖν [ἀμοχ]θεὶ πάρεστιν τὰ π[οιοῦντ]α πίστεις, ὅταν [ἐθέλ]ωμεν. ἀλλὰ γὰρ α ……. τῷ Κριτολάῳ …… η το σει — — —II 97/8 fr. [5]
VIII (=ib. II 103 fr. VIII): τ[ὸν μὲν] γὰρ Δημοσθένην πά[ντες κε‐] κράγασιν οἱ κατʼ αὐτὸν τεχνί[την] εἶναι, καὶ Κριτόλαος οὐκ ἀπαρνεῖται. — — —II 102 fr. [5]
VII: [ … ] με περὶ τῶν ἄ[λλων πάν‐] των λέγειν, οὓς καὶ αὐτὸς Κριτόλαος ἐκφέρει διὰ τὴν πρὸς τοὺς ῥήτορας φιλοτιμία[ν]. τὸ μὲν γὰρ ἕνεκα τ[οῦ] πολλάκις [ἀκου‐] ομένους προσίστασ[θαι] τοὺς λόγους ἀτεχνίας κατο κοινόν ἐ[στιν] …… ης και — — —II 197 fr. [10]
30
IV (cf. ib. II 277 fr. XVI): [ πολιτικ]ῶν ἀπειρίᾳ πραγμά[των. εἴρ]ητ[α]ι δέ τι καὶ περὶ τ[ού‐] [ των κα]ὶ Κριτολάῳ καὶ Ἀρί[σ‐] [ τωνι] — — —II 220 col XV: λέγειν, ἀ[λλʼ ε]ἰσὶν [καὶ φι‐] λόσοφοι, [οἵστ]ισιν ἔθος ἐστὶν φ[λυα]ρεῖν ὥσπερ σοὶ καὶ Κριτολάῳ, σαφῶς λέγοντος ἄκουσον· ἥ γʼ ἐνπειρία τῶν πολιτικῶν ῥητόρω[ν] τὸ συνέχον ἔχου[σα] κεί[με]νον (ἐν) εὐκαιρίας στ[ενοχ]ωρ[ί]ᾳ διδάσκει πολ[λάκ]ις μὲν ἐ[κ]τείνειν μα[κρ]οὺς λόγους, πολλάκις δὲ βα[ι]ά τινα διαλεχθῆναι, πο[λλ]άκις δὲ μηδὲ διᾶρα[ι] τὰ [χείλ]η. [15]
παρα[ι]ρούμενος οὖ[ν ἐκ] τῆς ἐπιστήμ[ης καὶ] τ[ῆ]ς ἐνπειρίας [τὰ] μάλιστα παρα[διδό]μενα [διά‐] [ γ]ει, καί τινος ἀστοχου αὐτοῦ γελοῖ[ό]ς ἐστιν. Sextus Empiricus Adv. [20]
mathematicos II 12: καθάπερ οὖν οὐκ ἂν εἴποιμεν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν καὶ τὴν κλεπτικὴν τὸ «οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν»— ψευδῆ γάρ ἐστι ταῦτα καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα—, οὕτως οὐδὲ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικὸν καὶ πολὺ πρότερον οἱ περὶ Πλάτωνα εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν. Sextus Empiricus Adv. [5]
mathematicos II 20: οἱ δὲ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστὶ Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗτοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μὲν τέχνας οὐκ ἐκβάλλουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μὲν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τοὺς δὲ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου τοὺς ἐν λόγοις ἀλαζονευσαμένους, ὁ δὲ Σπαρτιάτης Λυκοῦργος, ὡς ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο. παρʼ ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι. ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπʼ αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καὶ μικράν, τὴν δὲ ἐπιμήκη καὶ σκολιάν· «τούτων, εἶπεν, ὦ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ», αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην, διʼ ἣν οὐκ ἐν οἰκείοις μόνοις ἀλλὰ καὶ ξένοις τὴν ἀπεριττότητα τοῦ λόγου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ πεμφθέντος συντομωτέρου, ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους, ἔδοσαν· κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατείνας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δʼ οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμψαντο, ἀποχρώντως γὰρ κενὸς δειχθεὶς ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν (idem fere de Samiis apud Herodotum III 46). ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπʼ αὐτῶν· οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις, ἀλλʼ εὖτʼ [ἂν] Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ, βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται, (fr. 63 N 2 = fr. 107 v. Blumenthal) ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική. Philodemus Volumina Rhetorica ed. [30]
35
Sudhaus II 154 fr. XIII: {τοὺς φιλοσόφους ἐπιτηδεύ‐} οντ[ας μη]δὲν περιποιεῖν τ[ῇ π]ατρίδι συμφέρον. [διὸ κ]αὶ Κριτ[όλ]αος [φιλόσοφον] πολιτ[ευό‐] μενο[ν οὐ]κ ἐῶν μ[ετα‐] λαμβά[νει]ν τῆς κτιζομένης πό[λεω]ς ὑπερβολὴν ἄλλῳ [κατ]αγέλωτος οὐκ ἀπέλ[ιπε]ν. κἂν οἱ φιλόσοφο[ί γε μ]ὴ πολιτεύωνται, μ[εγ]άλως ταῖς πα〈τ〉ρίσι βοηθ[ο]ῦσι τοὺς νέους διδά[σκ]οντες αἰεὶ πείθεσθα[ι το]ῖς νόμοις ὡς ἐπὶ σω[τη]ρίᾳ [κ]ε[ιμ]έν[οι]ς. — — —II 200 fr. [15]
XIII: Κριτόλα[ος δὲ καὶ στρ]α[τηγ]εῖν [ἔ]οικ[ε κα]ὶ βασ[ιλεύειν] διδάσκειν, δῆλον δʼ ὅτι κ[αὶ ἱππεύ]ειν καὶ κυβε[ρν]ᾶν καὶ τἆ[λλα π]άντ[α τοῖς] ἄλλοις ἅπασιν … Plutarchus Praecepta gerendae rei publicae XV 811 c: εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν (sc.
37a
αὐτὸς πάντα διοικεῖ), οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους, ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικός, ἀξιοῦντος, ὥσπερ ἡ Σαλαμινία ναῦς Ἀθήνησι καὶ ἡ Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλʼ ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς· τῶν ἄγαν γὰρ ἅπτεται θεός, τὰ μικρὰ δʼ εἰς τύχην ἀνεὶς ἐᾷ κατὰ τὸν Εὐριπίδην (fr. 974 N 2 ). —Pericles VII: δειναὶ γὰρ αἱ φιλοφροσύναι παντὸς ὄγκου περιγενέσθαι, καὶ δυσφύλακτον ἐν συνηθείᾳ τὸ πρὸς δόξαν σεμνόν ἐστι. [10]
37b
τῆς ἀληθινῆς δʼ ἀρετῆς κάλλιστα φαίνεται τὰ μάλιστα φαινόμενα, καὶ τῶν ἀγαθῶν ἀνδρῶν οὐδὲν οὕτω θαυμάσιον τοῖς ἐκτὸς ὡς ὁ καθʼ ἡμέραν βίος τοῖς συνοῦσιν. ὁ δὲ καὶ τῷ δήμῳ, τὸ συνεχὲς φεύγων καὶ τὸν κόρον, οἷον ἐκ διαλειμμάτων ἐπλησίαζεν, οὐκ ἐπὶ παντὶ πράγματι λέγων οὐδʼ ἀεὶ παριὼν εἰς τὸ πλῆθος, ἀλλʼ ἑαυτὸν ὥσπερ τὴν Σαλαμινίαν τριήρη, φησὶ Κριτόλαος, πρὸς τὰς μεγάλας χρείας ἐπιδιδούς, τἆλλα δὲ φίλους καὶ ἑταίρους ῥήτορας καθιεὶς ἔπραττεν. Philodemus Volumina Rhetorica ed. [5]
Sudhaus II 198 fr. VI: []πέσῃ ταῖς ἀλη …… τὸν πόδα τοῦ καιροῦ [λέγ]ει Κριτόλαος. πῶς δʼ οὐκ … [ — — —II 104 fr.
Xb: ῥη]τορικὴν πόνον—την .. διγ .. ης …… φυρος δʼ [ἀπ]οδέδε[ικται ὁ Κρι]τολάου λόγος Photius Lexicon I 255 Naber: ἦ δʼ ὅς· ἀντὶ τοῦ ἔφη δὲ οὗτος· καὶ ἀντὶ τοῦ ἔφη· τάττεται δὲ καὶ ἐπʼ ἀνδρὸς καὶ γυναικός· καὶ ἀντὶ τοῦ ἔφασαν· καὶ ἀντὶ τοῦ ὦ φίλε.
40a
τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνει· διελέγχεται δʼ ὑπὸ πλειόνων. Anecdota Graeca ed.
40b
L. Bachmann I 249, 8: ἦ δʼ ὅς· ἔφη δὲ οὗτος· ἔφη· ἔφασαν· καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικός· ὦ φίλε· τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνειν. διελέγχεται δὲ καὶ ὑπὸ πλειόνων. Etymologicum Magnum 416, 32 Gaisford: ἦ δʼ ὅς: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ οὗτος· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς.
40c
καὶ ἦ δὲ ἀντὶ τοῦ ἔφη δέ. καὶ ἦν δʼ ἐγὼ ἀντὶ τοῦ ἔφην ἐγώ. παρʼ ὃ δὴ Ἕρμιππος καὶ Ἀρίσταρχος ἀντὶ τοῦ ἔφη δὲ ὅς, Χάρης δὲ καὶ Κριτόλαος ἀντὶ τοῦ ἔφασαν καὶ ἀντὶ τοῦ ὦ φίλε σημαίνει φασί· διελέγχεται δὲ ὑπὸ πλειόνων. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top