Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Dio Chrysostom (attributed): Letters

Library › Greek: Oratory & Rhetoric › Letters

These are five short letters transmitted under the name of Dio Chrysostom (Dio of Prusa), the Greek orator and philosopher of the 1st and 2nd centuries AD; their authenticity is disputed. The first two are letters of recommendation, one addressed to a Rufus, commending the bearer as a modest and reasonable man involved in a lawsuit. They are printed in Hercher's Epistolographi Graeci.

Whether genuine or not, the letters are examples of the Greek letter of recommendation, a common practical genre in the Roman world. They shed light on patronage and on the social networks through which men of the Greek cities sought help from influential friends.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Hercher, Epistolographi Graeci, Dion epp. 1–5; von Arnim II). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The five letters transmitted under Dio of Prusa's name are of disputed authenticity.

Ancient Greek · Oratory & Rhetoric
Letters
Dio Chrysostom (attributed) · every word parsed
1 (t)
Ῥούφῳ. Συνίστημί σοι τὸν φέροντα τὴν ἐπιστολὴν ἄνδρα πράγματα μὲν ἔχοντα διʼ ἀντιδίκου φιλονεικίαν, αὐτὸν δὲ τοῖς φίλοις παρέχειν οὐ βουλόμενον, ἔτι δὲ καὶ τἄλλα οἷον ἂν σὺ ἐπαινέσειας, μέτριος καὶ ἐπιεικής· τὸ γὰρ τοῦ γένους καὶ πολιτικοῦ ἀξιώματος οὐδʼ οἶμαί σε δεῖσθαι πυνθάνεσθαι, καὶ γὰρ καὶ ταῦτα αὐτῷ ὑπάρχει. Ῥούφῳ. [5]
2 (t)
Ἑρέννιον τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμενος, οὔπω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ· τοσαῦτα μέντοι ἄξιον αὐτὸν μαρτυρῆσαι ὡς καὶ γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ ὅσα πεῖραν ἤδη τῷ χρόνῳ δέδωκε. καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐζήλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθός, ἔτι δʼ ἂν γένοιτο βελτίων σοὶ συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δέ μοι τὰ πολλὰ περὶ πολλῶν χαριζόμενος ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέννιον σαυτοῦ νομίζων. Εὐσεβίῳ. [10]
3 (t)
Παρόντα σε βλέπειν οἴομαι ταῖς ἐπιστολαῖς ἐντυγχάνων αἷς ἐπιστέλλεις, ὥστʼ εἰ γράφοις μοι συνεχέστερον ἥκιστʼ ἂν ἐπὶ τῇ ἀπουσίᾳ δυσχεραίνοιμι. Τῷ αὐτῷ. [1]
4 (t)
Ἀνιαρὰ μὲν εἶναι τὰ συμβάντα Δρακοντίῳ καὶ κακῶν ἔσχατα τίς οὐκ ἂν ὁμολογήσειεν, ἀνθρώπινα δὲ καὶ πολλοῖς ἤδη γεγενημένα. διὸ καρτερεῖν μὲν ἐπʼ ἐκείνοις ἀνάγκη καὶ φέρειν ἑκόντας· δεῖ γάρ, κἂν ἄλλως ἔχῃς, κἂν σφόδρα τοῦ πάθους ἡττᾷ, ὑπὲρ τῶν ὄντων ὁρᾶν ὀρθῶς, ἵνα μὴ τὰς μὲν συμφορὰς ἄριστα διηνυκέναι δοκῇς, περὶ δὲ τοῦ ζῶντος οὐκ ἄριστα φρονεῖν. Σαβινιανῷ. [5]
5 (t)
Οὐκ ὄκνῳ τοῦ γράφειν οὐδʼ ὑπεροψίᾳ τινὶ σεσιώπηταί μοι τὰ πρότερον. καί σοι ἂν ὡμολόγουν εἶναι σχετλιώτατος ἀνθρώπων, εἰ τέχνῃ μὲν τὸ λέγειν ἀσκήσας ἐπιστέλλειν οὐκ ἐβουλόμην, ἠμέλουν δὲ φίλου, ᾧ καὶ συνεχόρευσα τὰ τῶν Μουσῶν καὶ τὰ ἱερὰ συνετελέσθην, ὅσα δὴ πάντων ἐν Ἕλλησιν ἁγιώτατα. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top