Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Dionysius of Byzantium: Anaplus Bospori

Library › Greek: Geography & Travel › Anaplus Bospori

The Anaplus Bospori (Voyage up the Bosporus) is a prose description of the Bosporus by Dionysius of Byzantium, written in the second century AD. It follows the strait from Byzantium towards the Black Sea, describing its harbours, headlands, sanctuaries, fishing grounds and the myths and names attached to each. The Greek text survives incomplete, and some gaps are known from a sixteenth-century Latin version by Petrus Gyllius.

The work is a unique guide to the landscape of ancient Byzantium and the Bosporus before Constantinople. Its local detail on cults, place names and the famous tuna fisheries makes it invaluable for the historical topography of the region and for the city's local religion.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Güngerich, Dionysii Byzantii Anaplus Bospori (1927)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Geography & Travel
Anaplus Bospori
Dionysius of Byzantium · every word parsed
1
ἐπεὶ δʼ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶ αὐτῶν ἔχοιεν. Ἀρχὴ δὲ—αὑτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως—πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος, μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι· μόνη δʼ ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκ παλαιᾶς μνήμης παραδεδομένος· ταύτης τὸ μὲν περίμετρόν ἐστιν 〈ὀκτακισχιλίων, ἡ δὲ διάμετροσ〉 δισχιλίων σταδίων· τὸ δὲ πέρας ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων, ἀνατέλλων ἐκ τῆς διὰ κρυμὸν ἀοικήτου· στεναὶ δʼ ἐκβολαὶ κατὰ τὸν καλούμενον Κιμμέριον Βόσπορον· ὑποδέχεται δʼ αὐτὴν ἀθρόαν ὁ Πόντος καὶ πολὺς ἐπʼ ἀμφοτέραν τὴν ἤπειρον ἀναχωρεῖ. [10]
περιοικοῦσι δʼ αὐτὸν πρὸς θαλάττῃ μὲν πόλεις Ἑλληνίδες, ἃς μετὰ τὴν τοῦ Βυζαντίου γένεσιν ἔνιοι τῶν Ἑλλήνων ἀπῴκισαν, ὑπὲρ δὲ τὴν θάλασσαν ἔθνη βάρβαρα πολλὰ καὶ μεγάλα. μετέχει δὲ τῆς λίμνης θάλαττα τρεπομένη καὶ πλήθη τῶν ἀφʼ ἑκατέρας τῆς ἠπείρου κατερχομένων ποταμῶν ἐπιγλυκαίνει τὴν φυσικὴν δεινότητα· τελευτᾷ δʼ εἰς τὸν Θρᾴκιον Βόσπορον καὶ διὰ τοῦ Στόματος ἐκπίπτει. Τοῦτο πορθμός ἐστι ῥοώδης, μῆκος μὲν ρκʹ σταδίων, εὖρος δέ, ᾗ στενότατος αὐτὸς ἑαυτοῦ, τεττάρων· οὔτι γε μὴν θηρίων γόνιμος, εἴθʼ Ἡρακλέους ἀνακαθηραμένου τὸν Πόντον, ὡς λόγος, εἴτε καὶ διὰ τὴν τῆς θαλάττης προτροπήν, οὐδʼ εὐθυτενής, ἀλλὰ συνεχέσι καὶ παραλλήλοις ὑπεροχαῖς ἀκρωτηρίων ἀγνύμενος, παρʼ ὃ καὶ δῖναι συνεχεῖς καὶ ἀνακοπαὶ τῆς θαλάττης· κυκώμενον γὰρ ἐν ὀλίγῳ τὸ ῥεῦμα καὶ τῇ στενοχωρίᾳ τῶν ἠπείρων θλιβόμενον σπασμῷ καὶ ταράχῳ κάτεισιν. [5]
ὑποτροχάζουσι δʼ ἀλλήλαις αἱ τῶν ἠπείρων ἄκραι καὶ τῷ παρὰ μικρὸν ἐξαπατῶσιν ὡς εἴργουσαι τοῦ πρόσω τοὺς πλέοντας· ἔνθεν μοι δοκοῦσι καὶ Συμπληγάδας ὀνομάσαι τὰς πέτρας, ἐπειδὴ προσπλεόντων τε διίστανται καὶ ἀναχωρούντων συνίασι, ψευδομένης τῆς προσόψεως τὴν δόξαν· ὅ τι γὰρ δοκεῖ πέρας εἶναι, τοῦτʼ ἔστιν αὖθις ἀρχή. Φέρεται δʼ ὁ ῥοῦς ἕλικα πορείαν καί, καθʼ ὃ πρῶτον ἐφίησι τῶν χωρίων ἡ φύσις, ἀθροῦς ἐλαυνόμενος σχίζεται περὶ τὴν Βοσπόριον ἄκραν· ἡ δʼ ἐστὶν ἐπὶ τῆς Εὐρώπης, προπίπτουσα μὲν τῆς πόλεως, διαστήματι δʼ ἑπτασταδίῳ πρὸς τὴν Ἀσίαν ἀπαντῶσα. [10]
5
Κατὰ δʼ ὀξὺ ῥηγνυμένου περὶ αὐτὴν τοῦ ῥεύματος τὸ μὲν πολὺ καὶ βίαιον ὠθεῖ κατὰ τῆς Προποντίδος, ὅσον δὲ πραῢ καὶ θήρας ἰχθύων ἀγωγόν, ὑποδέχεται τῷ καλουμένῳ κέρατι· κόλπος οὗτος ὑπὸ τὴν Βοσπόριον ἄκραν, βαθὺς μὲν πλέον ἢ καθʼ ὅρμον—ἑξήκοντα γὰρ ἀνακέχυται σταδίους—, ἀσφαλὴς δʼ ὅσα λιμήν, ἐν κύκλῳ μὲν ὄρεσι καὶ λόφοις, ἃ πρὸ τῶν πνευμάτων, κατόπιν δὲ ποταμοῖς βαθεῖαν καὶ μαλθακὴν καταφέρουσιν ἰλύν, κατὰ στόμα δʼ ὑπὸ τῆς ἄκρας, ἐφʼ ἧς ἡ πόλις. Ἔστι δʼ αὕτη τῇ θαλάττῃ 〈περίρρουσ〉 πᾶσα πλὴν τοῦ συνάπτοντος αὐτὴν πρὸς τὴν ἤπειρον ἰσθμοῦ. [5]
μέγεθος δὲ τοῦ μὲν παντὸς περιβόλου τριάκοντα πέντε σταδίων, τοῦ δʼ αὐχένος, ὑφʼ οὗ διείργεται τὸ μὴ νῆσος εἶναι, πέντε. νένευκε δʼ ἐπὶ τὴν θάλατταν ἅπαν τὸ περικλυζόμενον αὐτῆς, πλὴν οὐκ ἀθρόως ἀπὸ τοῦ Θρᾳκίου τείχους ἠρέμα πρὸς ἀμφότερον μέρος ἀποκλίνεται. διὰ μέσου δʼ ἐπιεικῶς ὁμαλής, ὅσα μὴ πρὸς τοῖς ἄκροις, καὶ τοὐντεῦθεν ἐπʼ ἀμφοτέραν πεδία γῆς τὴν θάλατταν. ἡ δὲ πᾶσαν περιρρεῖ τὴν πόλιν ἀγχιβαθὴς καὶ ῥοώδης, ἐλαυνομένη μὲν ὑπὸ τοῦ Ποντικοῦ πελάγους καὶ διὰ στενότητα τοῦ πόρου καὶ τὰς ἐκ τῶν ἠπείρων πληγὰς καὶ ἀντιτυπίας ἀθρόα προσπίπτουσα τῇ πόλει· σχιζομένη δὲ περὶ τὴν Βοσπόριον ἄκραν τὸ μὲν αὐτῆς εἰς κόλπον ὑποχωρεῖ πολὺν καὶ εὔθηρον, τελευτᾷ δʼ εἰς ἐλαφρὰς καὶ τεναγώδεις ἀποβάσεις· καλεῖται δὲ Κέρας κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· παρέχεται δὲ κόλπου μὲν μέγεθος, ὡς προείρηται, λιμένος δʼ εὐκαιρίαν. ὄρη τε γὰρ αὐτὸν μεγάλα περιέχει πρὸς τὴν βίαν τῶν πνευμάτων ἀμύνοντα, τὴν δὲ θάλατταν εἴργει κατὰ στόμα μὲν ἡ πόλις ἥ τʼ ἄντικρυς ἤπειρος, πολλὴ παραθέουσα καὶ νοσφιζομένη τοῦ ῥοῦ τὸ τάχος, ἐκ πλαγίου δʼ ἡ στενότης. καὶ τὰ μὲν καθόλου, βουλομένοις μὴ μακρὰν περιάγειν, ταῦτα, τὰ δʼ ἐπὶ μέρους ἤδη λεκτέον. Περὶ μὲν οὖν τῆς ἄκρας, ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρῳ κατʼ αὐτὴν ἐνεχθεῖσαν διανήξασθαι τὸν μεταξὺ πόρον, οἱ δέ, μυθωδέστερον ἀπομνημονεύοντες, Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν διαπερᾶσαι· πεπιστεύσθω δὲ τῶν λόγων ὁ θειότερος· οὐ γὰρ ἄν μοι δοκεῖ τοσοῦτον ἐπικρατῆσαι τὸ ἐπιχώριον πάθος, ὥστʼ ἀπʼ αὐτοῦ τὸν μὲν Κιμμέριον, τὸν δὲ Θρᾴκιον καλεῖσθαι Βόσπορον, εἰ μή τι μεῖζον ἦν τῆς τοπικῆς ἱστορίας· κληρονομεῖ δʼ οὖν ἀπὸ τῆς τοῦ συμβεβηκότος μνήμης τοὔνομα. [5]
Μικρὸν δʼ ὑπὲρ αὐτὴν Ἐκβασίου βωμὸς Ἀθηνᾶς, ἔνθεν ἐκβάντες οἱ τὴν ἀποικίαν στολαγωγήσαντες εὐθὺς ὡς ὑπὲρ ἰδίας ἠγωνίζοντο τῆς γῆς, καὶ Ποσειδῶνος νεώ ς, ἀρχαῖος μέν, παρʼ ὃ καὶ λιτός, ἐπιβεβηκὼς δὲ τῇ θαλάττῃ· τοῦτον δὲ μετάρασθαι προελομένων τῶν αὖθις εἰς τόπον ὑπὲρ τοῦ σταδίου μάλα καλὸν καὶ μέγαν καὶ ἐν ὀλίγοις τῶν ὁμοίων θαυμάσιον, οὐκ ἐφίησι· χρωμένοις γὰρ ἀπεῖπεν, εἴτʼ ἀγαπῶν τὴν πρόσοικον θαλάττῃ φιλοχωρίαν, εἴτʼ ἐνδεικνύμενος, ὡς ὀλίγον ἄρα πρὸς τὴν εὐσέβειαν πλοῦτος ὑπὸ δὲ τὸν νεὼν τοῦ Ποσειδῶνος, ἔνδοθεν μὲν τοῦ τείχους στάδια καὶ γυμνάσια καὶ δρόμοι νέων ἐν τοῖς ἐπιπέδοις, ἐκ θαλάττης δʼ ἠρέμα ῥοώδης καὶ εἰς τὸ Κέρας ἐπάντης ὁ πλοῦς. [5]
Ὑποδέχονται δὲ τῆς ἄκρας τὴν πρώτην περιαγωγὴν τρεῖς λιμένες, ὧν ὁ διὰ μέσου βαθὺς ἐπιεικῶς καὶ τῶν μὲν ἄλλων ἀνέμων ἀνήκοος, λιβὸς δʼ ἐκνικήσαντος οὐκ εἰς ἅπαν ὀχυρός, κλειστὸς δʼ ἀμφοτέρωθεν· εἴργεται γὰρ ὑποδομήσεσι τειχίων ἡ τῆς θαλάττης ἐπιδρομή.
τὸ δʼ ἔνθεν, παραμειψαμένῳ κατὰ βάθος κείμενον πύργον, περιφερῆ μὲν τὸ σχῆμα, πολὺν δʼ ἐπὶ πᾶν μέγεθος, συνάπτοντα δὲ πρὸς τὴν ἤπειρον τὸ τεῖχος, πρῶτον μὲν πεδίον τοῦ διείργοντος τὸ μὴ νῆσον εἶναι τὴν πόλιν αὐχένος, ἠρέμα κατιόντος ἐπὶ τὴν ἀκτήν, ἔπειτα Γῆς Ἀνησιδώρας τέμενος ὑπὲρ τῆς θαλάσσης, κατὰ κορυφῆς μὲν ἄστεγον, ἐπισημηναμένων, οἶμαι, τῶν ἀρχαίων τῆς Γῆς τὸ αὐτεξούσιον, λίθου δὲ ξεστοῦ περιβόλῳ συγκλειόμενον· μικρὸν δʼ ὑπὲρ αὐτοῦ Δήμητρος καὶ Κόρης παράλληλα· γραφαὶ δʼ ἐν αὐτοῖς ἱκαναί, τῆς πρόσθεν εὐδαιμονίας παράσημον ἔτι λείψανον, τά γε μὴν ξόανα τέχνης ἀκριβοῦς οὐδὲν χείρω τῶν ἄκρων. [5]
Κατὰ δʼ ἀπόβασιν τῆς θαλάττης δύο νεῴ, Ἥρας καὶ Πλούτωνο ς· λείπεται δʼ αὐτῶν οὐδέν, ὅτι μὴ τοὔνομα· τὸν μὲν γὰρ οἱ σὺν Δαρείῳ Περσῶν κατὰ τὴν ἐπὶ Σκύθας ἔλασιν ἐνέπρησαν, τῷ βασιλεῖ τιμωροῦντες ἀνθʼ ὧν ᾐτιᾶτο τὴν πόλιν, τὸν δὲ τοῦ Πλούτωνος ὁ Μακεδὼν Φίλιππος, ἡνίκα προσεκαθέζετο τῇ πόλει, χρείᾳ τῆς ὕλης καθεῖλε· προστίθησι δʼ ἡ μνήμη τοῖς χωρίοις τὴν ἐπωνυμίαν· τὸ μὲν γὰρ ἡ τοῦ Πλούτωνος ἄκρα, τὸ δʼ Ἡραία λέγεται· Πολυείδῳ μάντει καὶ τοῖς ἐκείνου παισὶν ἐνταῦθα καθʼ ἕκαστον ἔτος ἐντέμνεται σφάγια τοῦ μὲν λήγοντος ἔτους, τοῦ δʼ ἱσταμένου· τὸ δʼ ἔθος Μεγαρικόν. Ἔνθεν Σκιρωνίδες ὠνομάσθησαν πέτραι, τοὔνομα καθʼ ὁμοιότητα τῆς δυσχωρίας Κορινθίων θεμένων· ἐκοινώνησαν γὰρ Κορίνθιοι τῆς ἀποικίας καὶ τὰ εἰκότα θαυμάζονται. [5]
Μεθʼ ἃς προμήκης αἰγιαλός, χωρίον οὐδενὸς τῶν ἀρίστων εἰς θήραν ἰχθύων χεῖρον πρός τε τοῦ βυθοῦ τὸ μέγεθος—ἐν ὀλίγοις γὰρ ἀγχιβαθής—καὶ τῆς θαλάττης τὸ πραῢ καὶ εἰς τὴν ἀκτὴν ἐπίδρομον· Κύκλα δ ’ ὠνόμασται, κυκλωσαμένων, ὡς οἶμαι, τῶν Ἑλλήνων ἐνταῦθα τοὺς βαρβάρους, παρʼ ὃ καὶ βωμὸς Σκεδασίας Ἀθηνᾶς, αἰνιττομένων τὸν ἐκ τῆς κυκλώσεως τοῦ πλήθους σκεδασμόν. Τὰ Κύκλα δʼ ἐκδέχεται Μελίας κόλπος, εὔθηρος μὲν ὡς οὐχ ἕτερος—ἐν ἅπασι γὰρ δὴ πάντων περίεστι—, ταῖς δʼ ἀνατεινούσαις ἄκραις καὶ τοῖς ἐπʼ ἀμφότερον ὑφάλοις ἕρμασι συγκλειόμενος· ὠνόμασται δʼ ἀπό τινος ἥρωος ἐπιχωρίου καὶ ἔστι περὶ τὴν ἄγραν τῶν ἰχθύων ὡς ἐπὶ πλεῖστον ἀναμάρτητος. [5]
Μεθʼ ὃν ὁ καλούμενος Κῆπος, τὸ μὲν ὄνομα λαβὼν ἀπὸ τῆς γῆς—κηπεύεσθαι γὰρ ἐν ὀλίγοις ἀγαθή—, τὴν δʼ ἀπὸ τῆς θαλάσσης ἐργασίαν ἐπίκτητον ἔχων· οὐ πάλαι γὰρ ἀνευρίσκεται, τέως ἀργὴ καὶ ἀνερεύνητος οὖσα, παρέχει δὲ τῶν ἰχθύων τὴν καταγωγήν.
ἐπὶ δʼ αὐτῷ τὸ καλούμενον Ἁψασιεῖο ν· ὠνόμασται δʼ οὕτως ὑπὸ τῶν ἀπʼ Ἀρκαδίας καὶ Ζεὺς Ἁψάσιος ἐν τούτῳ τετίμηται. Ἔνθεν ἄκρα πλεῖστον ὑπερτείνουσα τὰς ἄλλας καὶ τοῦ τε ῥεύματος καὶ τῶν πνευμάτων τὴν βίαν ἐκδεχομένη· ταύτης τὸ μὲν προέχον ἀπέρρωγεν ἐπὶ τὴν θάλασσαν καὶ ἀστήρικτον παραθεῖ τὸν βυθόν, τὸ δὲ κάτω, τὴν ἐντομὴν τῆς πέτρας εἰς πολλὴν διασφάγα κοπτόμενον, ὀλίγῃ συνῆπται τῇ πρὸς τὴν ἤπειρον κοινωνίᾳ, λυομένῳ καὶ 〈ἀποκόπτεσθαι〉 μέλλοντι προσεοικός· ἡ δʼ εἰκὼν τῆς ὄψεως αὐτῷ τοὔνομα προστίθησι, Μελλαποκόψας γὰρ κέκληται. [5]
Μετὰ τοῦτο δύο τόποι θήρας διετησίους ἰχθύων παρεχόμενοι κατά θʼ ὑποστολὰς τῶν ἀκρωτηρίων καὶ βάθη κόλπων, εὐδίου καὶ νηνέμου τῆς θαλάττης εἰς αὐτοὺς ἀναχεομένης· λέγεται δʼ ὁ μὲν Ἰνγενίδας (?), ἥρωος ἐπώνυμος ἐγχωρίου, Περαϊκὸς δ ’ ἅτερος, ὡς μὲν ὁ πλείων κατέχει λόγος, ἀπὸ Πειραιῶς τοῦ πρὸς τῇ πόλει τῶν Ἀθηναίων, ὡς δʼ ἔνιοί φασι, Πέρωνος ἑνὸς τῶν ἀρχαίων οἰκητόρων ὀνομάσαντος ἀφʼ ἑαυτοῦ· μέσον δʼ ἀμφοῖν Κιττός, ἀπό τε πλήθους καὶ εὐτροφίας τοῦ φυομένου κιττοῦ. [5]
Περαϊκῷ δὲ συνεχὴς Καμάρα, προσάντης καὶ πνεύμασιν ἐπίδρομος ἀκτή, παρʼ ὃ καὶ πολλὴν ἐπιδέχεται τῆς θαλάσσης τὴν ἀνακοπήν. Ἔνθεν ἡ καλουμένη Σαπρὰ Θάλασσα, πέρας μὲν τοῦ παντὸς κόλπου—κεῖται γὰρ ἐν τῷ πυθμένι τοῦ Κέρατος—, ἀρχὴ δὲ τῶν καταδιδόντων εἰς αὐτὸν ποταμῶν· ὠνόμασται δέ, οὐκ οἶδα, εἴτε κατὰ τὴν ἐκείνων γειτνίασιν—ἐπειγόμενοι γὰρ διαφθείρουσι τῆς θαλάσσης τὸ αὐθιγενές—, εἴτε καὶ πρὸς τὸ ἀκίνητον καὶ ἀπαθὲς ὑπὸ πνευμάτων, δύναιτο δʼ ἂν μᾶλλον ἀπὸ τῆς προχώσεως τῶν ποταμῶν, οἳ συνεχῆ καὶ μαλθακὴν καταφέροντες ἰλὺν ἐλαφρὰν καὶ τεναγώδη παρέχονται τὴν θάλασσαν· θήρα δὲ κἀνταῦθα τῶν ἰχθύων. [5]
καὶ τὸ μὲν πρῶτον τῶν χωρίων Πολυρρήτιον, ἀπʼ ἀνδρὸς Πολυρρήτου, τὸ δὲ μετὰ τοῦτο Βαθεῖα Σκοπι ά, πρὸς τὸ βάθος τῆς θαλάσσης, τρίτον Βλαχέρνας, ὄνομα βαρβαρικὸν ἀφʼ ἑνὸς τῶν ταύτῃ βασιλέων, καὶ τὸ τελευταῖον Παλῶδες, ἀπὸ τοῦ τελματώδη καὶ πηλῷ προσεοικυῖαν ὑφιζάνειν αὐτῷ τὴν τῶν ποταμῶν πρόχωσιν· οὐ γὰρ στέριφος οὐδʼ ὑπόψαμμος ὁ βυθός, ὅθεν οὐδὲ ναυσίν, ὅτι μὴ βραχείαις, περατὸς ὑπὸ πλήθους τῆς καταδιδούσης ἰλύος. τὸ δʼ ἔνθεν μετέωρος καὶ τεναγώδης ἀνάχυσις ἄχρις ἐπὶ τὰς ἐκβολὰς τῶν ποταμῶν, οἳ δίχα μὲν ἀλλήλων φέρονται, συμβάλλουσι δʼ ἐπὶ ταῖς προχοαῖς ὡς διʼ ἑνὸς στόματος ἐπίπτοντες. διὰ μέσου δʼ ἕλη τʼ εὔβοτα καὶ λειμῶνες ἀφθόνους ἀναδιδόντες νομὰς βοσκημάτων· τούτους ὁ θεὸς σκύλακας ᾐνίξατο, τοὺς ὑπὲρ τῆς ἀποικίας χρωμένους προτρέπων· λέγει δʼ οὕτως· Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν, ἔνθʼ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἀνʼ αὐτόν. εἴρηται δὲ ταῦτʼ ἀπὸ τοῦ συμβεβηκότος· οἵ τε γὰρ ἔλαφοι κατιόντες ἐκ τῆς ὕλης ὥρᾳ χειμερίῳ σιτοῦνται τὸν ἑλείτην κάλαμον, ἰχθύων θʼ ὅσον, ἐπίμικτον θαλάσσῃ καὶ ποταμοῖς, ὑποφωλεύει τῇ τοῦ Κέρατος ἡσυχίᾳ, νωθρὸν ἅμα καὶ ἀργὸν ὑπʼ εὐτροφίας, λιχνεύει τὴν κατὰ βυθοῦ ῥίζαν. Ἄρχεται δὲ τῶν ποταμῶν Κύδαρος μὲν ἀπὸ θερινῆς δύσεως, Βαρβύσης δ ’ ἐπὶ θάτερα κατὰ βορέαν ἄνεμον· τοῦτον οἱ μὲν τροφέα καλοῦσι Βύζαντος, οἱ δʼ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ Μινύαις ἡγεμόνα τοῦ πλοῦ, τινὲς δʼ ἐπιχώριον ἥρωα. [25]
καθʼ ὃ δὲ συμπεσόντες ἀλλήλοις ἐπὶ τὴν ἀπαντῶσαν παχεῖαν ἄκραν ὑπερενεχθέντες ἐκβαίνουσιν εἰς τὴν θάλασσαν, Σημύστρας βωμός, ἀφʼ ἧς καὶ τοὔνομα τῷ χωρίῳ. Σημύστρα δέ, νύμφη ναΐς, Κεροέσσης τροφός· Ἰὼ γάρ, ἐπεὶ μηχαναῖς μὲν Διός, ὀργῇ δʼ Ἥρας πτερωτὸν οἶστρον ἄφετος ἐν μορφῇ βοὸς ἐπὶ πολλὴν ἐπτοήθη γῆν, κατὰ τοῦτον μάλιστα τὸν τόπον ἐπειγομένη ταῖς ὠδῖσι—θείας γὰρ γονῆς ἔμπλεως ἦν—ἀπερείδεται θῆλυ βρέφος. τὸ δʼ ἀραμένη Σημύστρα τιθηνεῖται παράσημον τῆς μητρῴας μεταβολῆς· τύποι γὰρ κεράτων καθʼ ἑκάτερον τοῦ μετώπου μέρος ὑποδύντες ἐξεῖχον· ἔνθεν καλεῖται Κερόεσσα. ταύτης καὶ Ποσειδῶνος Βύζας ἀνὴρ ἶσα θεῷ τετιμημένος, ἀφʼ οὗ τὸ Βυζάντιον. Σημύστρα γε μὴν ἐκινδύνευσε παρʼ ὀλίγον πόλις εἶναι· ἐν ταύτῃ γὰρ κατέθεντο τῆς πόλεως τὴν κτίσιν οἱ τῆς ἀποικίας ἡγεμόνες. λαμπομένων δὲ τῶν ἱερῶν κόραξ ἁρπάσας ἐκ μέσης τῆς φλογὸς ἔνια τῶν μηρίων καὶ εἰς ὕψος ἀρθεὶς ἐπὶ τὴν Βοσπόριον ἄκραν ἐφέρετο· τοῦτο πρὸς Ἀπόλλωνος εἴκασαν τὸ τέρας οἱ λόγιοι τῶν Ἑλλήνων· φράζει δʼ αὐτοῖς βουκόλος ἀνήρ, ἀπὸ σκοπῆς θεασάμενος, ὅποι κατέθετο τῶν ἱερείων τὴν ἁρπαγήν· οἱ δʼ εἵποντο τῷ σημείῳ. Κατόπιν δὲ τῆς Σημύστρας, μικρὸν ὑπὲρ τὰς τῶν ποταμῶν ἐκβολὰς ἀρχὴ τῆς ἐπὶ θάτερα τοῦ Κέρως περιαγωγῆς, Δρέπανον ἐπίκαμπτος ἄκρα. [20]
25
μεθʼ ἣν λόφος ὀξύς, ἀθρόως κατακλινὴς ἐπὶ τὴν θάλασσαν· ὠνόμασται δὲ Βουκόλος, εὐχαρίστου μνήμης τὸν μηνυτὴν ἀξιωσάντων· ἔνθεν ἰδεῖν δοκεῖ τὸν κτίστην ὄρνιν.
μετὰ δὲ Βουκόλον Μάνδραι καὶ Δρῦ ς· αἱ μὲν παρὰ τὸ ἡσύχιον τοῦ χωρίου καὶ σκεπανόν—θαλάττῃ γὰρ ἀπηνέμῳ προσκλύζεται—, Δρῦς δʼ 〈ἀπʼ〉 ἄλσους· τοῦτο δὲ τέμενος Ἀπόλλωνος. Κάμψαντι δὲ τὴν ἄκραν ἐπιμήκης κόλπος, Αὐλεὼν ὄνομα· 〈μεθʼ ὃν γέφυρα 〉 , Φιλίππου τοῦ Μακεδόνος ἔργον ἀπʼ ἀμφοτέρας τῆς ἠπείρου ζεῦγμα διατείναντος· καταβάλλει δʼ εἰς τὸν βυθὸν ἕρματα λίθων καὶ χῶμα παμμέγεθες ἐκ πολυχειρίας, ὡς ἔχοι γεφυρωθέντος αὐτῷ τοῦ Κέρατος κατὰ γῆν ἀφθόνοις χρῆσθαι ταῖς ἐπαγωγαῖς· ἐν γὰρ δὴ ταῖς ναυσὶν οὐκ ἦν ἀξιόμαχος, περιπολλὰ θαλαττοκρατούντων τῶν Βυζαντίων. [5]
Ἐπὶ τούτῳ Νικαίου βωμὸς ἥρωος καὶ περιαγὲς ἠρέμα χωρίον, ἰχθύων θήρας ἐκδόχιον καὶ Νέος Βόλος, ὡς εὕρηται, λεγόμενον.
παρεξιοῦσι δʼ αὐτὸν Ἄκτινα (?), 〈τήν τε〉 φύσιν καὶ τοὔνομα· 〈μεθʼ ἃ κόλποσ〉 *** περὶ δʼ αὐτὸν Κάνωπος, Κύβοι, Κρηνίδε ς· αἱ μὲν ἀπὸ τῶν ἀναδιδόντων πηγαίων ναμάτων—πάνυ γὰρ ἔνδροσος καὶ κατάρρυτος ὁ χῶρος—, Κύβοι δὲ Περσικῆς παράσημον ἱστορίας—καταγωγὰς γάρ τινες ἐνταῦθα καὶ ἀπολαύσεις ἐποιοῦντο—, Κάνωπος δ ’ ἀπʼ Αἰγύπτου φέρεται τοὔνομα καθʼ ὁμοιότητα τῆς ἐν αὐτῷ τρυφῆς. Μείζων (?) δὲ τέμνει τὸν βυθὸν ποταμός, ἀφʼ οὗ καὶ τῷ κόλπῳ τοὔνομα, διαρκὴς μὲν ἄλλως, οὐ μὴν ναυσίπορος. Τοὐντεῦθεν ἰλὺς ἀκροβύθιος, ὑφάλοις ῥίζαις περιφερής, ἀποκλείουσα τὸν κόλπον· παρʼ ὃ καὶ θήρᾳ τῶν ἰχθύων ὑστερεῖ τῶν ἐν θαλάττῃ σπιλάδων περὶ αὐτὰς τὰς εἰσόδους ἀπαντωσῶν, ὅσα μὴ νυκτὸς ἀσαφείᾳ καὶ πλάνῳ παρολισθάνει. [5]
μετὰ δὲ τὴν ἰλὺν τὰ λεγόμενα Χοιράγρι α· κέκληται δʼ ἀπὸ τοῦ συμβεβηκότος, ἐπεί τινες τοὺς κατιόντας ἐκ τῶν ὀρῶν συάγρους ἀπάταις ᾕρουν· πᾶσα γὰρ ἡ πρὸς νότον ἄνεμον πλευρὰ τοῦ Κέρατος ἐπηρεφὴς ὕλαις. Καθʼ ὃ δὲ λήγει μὲν τὸ Κέρας, ἄρχεται δʼ ὁ τοῦ Πόντου προκείμενος ἰσθμός, εἰς ἀναπεπταμένην ἤδη καὶ πολλὴν τὴν Προποντίδα βλέπον ἀκρωτήριον· ἐφʼ ᾧ τάφος Ἱπποσθένους ἥρωος Μεγαρέως, ἀφʼ οὗ καὶ τοὔνομα τῷ χωρίῳ.
μεθʼ Ἱπποσθένην δὲ Συκίδες ἀπὸ τοῦ πλήθους καὶ κάλλους τῶν φυτῶν· φασὶ γὰρ ἔνιοι τῶν περιεργοτέρων ἔνθεν αὐτὸ καὶ καθόλου τὴν ἀρχὴν λαβεῖν.
Σχοινίκλου τέμενος ἐντεῦθεν, Μεγαρόθεν αὐτὸ Βυζαντίων καὶ μνήμην καὶ τιμὴν ἐνεγκαμένων· τοῦτον Ἀμφιάρεω τοῦ μάντεως ἡνίοχον γενέσθαι φασίν. Ὁ δὲ συναφὴς τόπος Αὐλητὴς ἐπωνόμασται, Πύθωνος ἐποικήσαντος αὐλητοῦ· τῇ δʼ ἐπωνυμίᾳ τετίμηκεν ἡ μνήμη τὴν τέχνην.
τὸ δʼ ἐφεξῆς Βόλος, εἰς τὴν κατὰ χειμῶνα τῶν ἰχθύων θήραν εὐφυής· ἐφʼ ᾧ τέμενος Ἀρτέμιδος Φωσφόρου καὶ Ἀφροδίτης Πραεία ς , ᾗ κατʼ ἔτος θύουσι Βυζάντιοι· δοκεῖ γὰρ δὴ ταμιεύειν τῶν ἀνέμων τὴν εὐκαιρίαν, πραΰνουσα 〈καὶ〉 καθισταμένη τὴν ἐπὶ πλέον αὐτῶν ταραχήν. Τὸ δʼ ἐντεῦθεν Ὀστρεώδης ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· βύθιόν τε γὰρ ἔστρωται κατὰ τῆς θαλάσσης ἕρμα πλήθει τῶν ὀστρέων ἐπιλευκαινόμενον· διαφαίνεται δὲ τοῖς ὁρῶσιν ὁ βυθὸς καὶ μάλιστʼ ἐν ἡσυχίᾳ καὶ γαλήνῃ πνευμάτων· τρέφει δʼ ὁ τόπος τὸ ἀεὶ δαπανώμενον καὶ ἔστιν, ὡς ἂν εἴποι τις, ἄσωτος ἡ χρῆσις διαμιλλωμένης τῇ θήρᾳ τῆς γενέσεως. [5]
Ἐκδέχεται δὲ τὸν Ὀστρεώδη τὸ καλούμενον Μέτωπο ν· τοῦτο κεῖται μὲν κατὰ πρόσωπον τῆς πόλεως—βλέπει γὰρ αὐτὴν τὴν Βοσπόριον ἄκραν—, ὠνόμασται δʼ ἀπὸ τοῦ σχήματος· καὶ γὰρ πρὸς τὴν ἤπειρον γεώδεσι λόφοις ἐστὶν ὁμαλὲς καὶ ἐκ θαλάττης ἀπότομον καὶ ἀκλινές, οὐ μὴν θεοῦ μαρτυρίας ἄμοιρον· τετίμηται γὰρ Ἀπόλλων κατὰ τοῦτο. Μετὰ δὲ τὸ Μέτωπον Αἰάντειον, ἐπώνυμον Αἴαντος τοῦ Τελαμῶνος, ὃν κατά τινα μαντείαν σέβουσι Μεγαρεῖς· τὰ δʼ ἔθη τῶν οἰκισιῶν νόμοι τοῖς ἀποίκοις. [5]
40
ἔνθεν, καθʼ ὃ προπίπτων κρημνὸς εἰς θάλατταν ἐπιστρέφει, Παλινόρμικο ν· ὠνόμασται 〈δʼ〉 ἀπὸ τῆς δευτέρας καθορμίσεως, ἐπειδὴ κατʼ ἀρχὰς προσέσχον, εἶτʼ ἀναχθέντες αὖθις ἀνέστρεψαν· ἡ 〈δὲ〉 πεῖρα τοῦ συμβάντος ἔθετο τῷ τόπῳ τοὔνομα. Μικρὸν δʼ ὑπὲρ αὐτοῦ νεὼς Πτολεμαίου τοῦ Φιλαδέλφο υ· τοῦτον ἐτίμησαν ἶσα θεῷ Βυζάντιοι, μεγαλοφροσύνης τʼ αὐτοῦ καὶ τιμῆς τῆς περὶ τὴν πόλιν ἀπολαύσαντες· καὶ γὰρ χώραν ἐπὶ τῆς Ἀσίας δωρεῖται καὶ σίτου πολλὰς μυριάδας καὶ βέλη καὶ χρήματα. [5]
Τὸ δʼ ἑξῆς χωρίον Δελφὶν λέγεται καὶ Καράνδα ς· αἰτία δὲ τῶν ὀνομάτων ἥδε· Χάλκις ἐπῴκησεν ἀνήρ, Βυζάντιος μὲν τὸ γένος, τὴν δʼ ἐπιστήμην κιθαρῳδός, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερος. ἐπὶ τοῦτον, ὁπότε τὴν σκευὴν ἀμπισχόμενος τὸν ὄρθιον ἀείδοι νόμον, δελφὶν ἐκ τοῦ πελάγους κάτεισι, πρός τε τὸ ἐπίφορον τῆς ᾠδῆς ἐκκλίνων τὰς ἀκοὰς καὶ τῇ τῆς θαλάσσης ἀποβάσει προσιστάμενος, ἔξαλος καὶ τὴν ὄψιν μετέωρος, ὡς ἀθρόου τοῦ μέλους ἐμφοροῖτο, μηδὲν εἰς τὴν τῆς ἀκοῆς ἀκρίβειαν ὑπὸ τοῦ βυθοῦ τῆς κινήσεως βλαπτόμενος· ἦν δʼ αὐτῷ μέτρον ἡδονῆς τε καὶ εὐτυχίας, ὅ τι καὶ τῷ Χάλκιδι τῆς ᾠδῆς· παυσαμένου γὰρ ἐδύετο κατὰ τῆς θαλάττης, ἀναχωρῶν εἰς τὰ ἤθη τὰ ἑαυτοῦ. Καράνδας δὲ ποιμὴν πάροικος, εἴτε φθόνῳ καὶ μίσει Χάλκιδος, δύναιτο δʼ ἂν καὶ πλεονεξίας ἕνεκα, λοχήσας ἠρέμα διολισθαίνοντα τῆς θαλάττης καὶ κατὰ τὸ ἐπαγωγὸν τῆς τοῦ μέλους ἡδονῆς ὑπὲρ τῶν μετεώρων ὀκείλαντα διαφθείρει βαλών· οὐ μὴν ἐνοσφίσατο τὴν ἄγραν· θάπτει γὰρ δὴ Χάλκις μεγαλοπρεπῶς τὸν ἀκροατήν· ἔθετο δὲ τοῖς χωρίοις ὀνόματα Δελφῖνα καὶ Καράνδαν, τὸν μὲν τιμῶν τῇ μνήμῃ, τὸν δʼ ἀμυνόμενος. Ἄκρα τοὐντεῦθεν ἐπὶ βραχὺ κολπουμένη· βάσις δʼ αὐτῆς καὶ ῥίζα, πέτρα κατὰ βυθοῦ, Θέρμαστις προσαγορεύεται. [15]
μεθʼ ἣν αἰγιαλὸς ἀναπεπταμένος εἰς νότον ἄνεμον· λέγεται δʼ ἀπὸ τῶν ἐν ταῖς πεντηκοντόροις εἰς αὐτὸν κατασχόντων Πεντηκοντορικό ν· ἅμα γὰρ ἥ τε πόλις ἤρξατο τῆς κτίσεως καὶ τῶν χωρίων ἕκαστα τῆς προσηγορίας.
45
τούτῳ συνεχῆ Τὰ Σκύθο υ· Σκύθην γάρ φασι μετανάστην ἐκ τῆς αὑτοῦ προσορμίσασθαι Ταῦρον ὄνομα· τοῦτον δʼ ἐπὶ Κρήτης φασὶ πλεύσαντα διαφθεῖραι Πασιφάην τὴν Μίνωος· ὅθεν ὁ μῦθος τοῦ τʼ ἔρωτος καὶ τῆς ἐξ αὐτοῦ γενέσεως. Ὑπολαμβάνει δʼ ἐφεξῆς Ἰασόνιον, ἐνταῦθα τῶν σὺν Ἰάσονι 〈προσ〉ορμισαμένων· δρυμὸς δʼ ἐν αὐτῷ βαθείας δάφνης εὔπορος καὶ βωμὸς Ἀπόλλωνος· ἡ δʼ ἀκτὴ προμήκης καὶ πᾶσα τοῖς ἀφʼ ἑσπέρας καὶ μεσημβρίας πνεύμασιν ἐπίδρομος.
μετὰ τοῦθʼ οἱ Ῥοδίων Περίβολοι, καθʼ ὧν ἀναπτόμενοι τὰ πείσματα Ῥόδιοι τοῖς περὶ τῆς θαλάσσης σφίσι διαμφισβητοῦσιν ἐφώρμουν· τούτων οἱ μὲν εἰς ἡμᾶς ἔτι σώζονται λίθοι τρητοὶ νεῶν ἀπόδεσμοι, προὔπεσον δʼ οἱ πλείους ὑπὸ τοῦ χρόνου. Τούτοις ἕπεται τὸ καλούμενον Ἀρχεῖον (?)· αὐτὸ μὲν πεδίον ἐπιεικῶς εὔγειον καὶ φιλάμπελον ἑκατέρωθέν τε τοῖς ἐπανισταμένοις καὶ προπίπτουσιν ἐπὶ τὴν θάλατταν λόφοις συγκλειόμενον· διὰ μέσου δʼ αὐτοῦ κάτεισι ποταμὸς εἰς μαλακὴν καὶ βαθεῖαν ᾐόνα· τοῦτʼ ᾤκισεν Ἀρχίας Θάσιος Ἀριστωνύμου παῖς καὶ πόλιν ἐν αὐτῷ κτίζειν ἠξίωσεν· ἀλλὰ γὰρ ὑπὸ Χαλκηδονίων εἴργεται, δεδιότων ἐπʼ αὐτοῖς οἰκισθῆναι τὸ χωρίον· Ἀρχίας μὲν δὴ μεταναστὰς Αἶνον οἰκίζεται, τῷ τόπῳ δʼ ἀπολείπει τοὔνομα. [5]
Μετὰ δὲ τὸ Ἀρχεῖον πολὺς καὶ εἰς βάθος διερρωγὼς ἐπανίσταται κρημνός· προπίπτων δὲ τῇ τῆς ἄκρας ὑπεροχῇ, πρῶτος ἀθρόαν ἐκδέχεται τοῦ πελάγους τὴν ὕβριν ῥοώδει κοπτόμενος θαλάσσῃ. κατὰ κορυφὴν δʼ αὐτοῦ Γέρων Ἅλιος ἵδρυται· τοῦτον οἱ μὲν Νηρέα φασίν, οἱ δὲ Φόρκυν, ἄλλοι δὲ Πρωτέα, τινὲς δὲ πατέρα Σημύστρας, οἱ δʼ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ φραστῆρα τοῦ πλοῦ καὶ τῆς ἐκβολῆς τῶν στενῶν ἡγεμόνα γενέσθαι. Λακιάδης (?) δέ τις μάντις 〈Μεγαρεὺς (?)〉 τὸ γένος ὤν, δίδωσι τὸν χρησμὸν τοῖς ἐπεσσομένοις τῇ γενέσει τῆς ἀποικίας, ἐξ ἐνυπνίου φαντασίας προειπών, ὡς χρὴ θύειν Ἁλίῳ τῷ Γέροντι· καὶ δημοσίᾳ τετίμηται. Γείτων δʼ αὐτῷ Παράβολος, ἀπὸ τῆς ἀνωμαλίᾳ τοῦ πελάγους κινδυνευομένης ἄγρας· εἰς γὰρ ἀκάλυπτον καὶ γυμνὴν κατιὼν τὴν ῥαχίαν τῆς θαλάσσης, ὁ ῥοῦς παραβόλους ὡς ἀληθῶς καὶ τῷ παρὰ μικρὸν ἀποτυγχανομένας δίδωσι τὰς θήρας τῶν ἰχθύων. [10]
ἔνθεν Κάλαμος καὶ Βυθία ς· ὁ μὲν ἀπὸ τοῦ πλήθους 〈τῶν καλάμων〉, ὁ δὲ Βυθίας, 〈κείμενος ἐν〉 σκέπῃ τῶν ἀκρωτηρίων, ἀπὸ τοῦ βυθοῦ κατὰ παρατροπὴν ὠνόμασται. δάφνη δ ’ ἐν αὐτῷ, Μηδείας τῆς Αἰήτου φυτόν, ὡς λόγος.
τούτῳ παράλληλος λόφος ὕπτιος, ἠρέμα κατακλινὴς ἐπὶ θάλατταν καὶ Μητρὸς Θεῶν ἱερό ν· ἀπὸ δὲ τῶν ἐποικησάντων αὐτῷ Βάκα (?) τοὔνομα. Μεθʼ ὃν ἄκρα προτενής, πολὺν ἐγκολπιζομένη λιμένα καὶ παχεῖ τῷ προπίπτοντι κρημνῷ τὰς βορείους τῆς θαλάττης πληγὰς ἀμυνομένη· καθʼ ὃ μὲν γὰρ εἰς ἀμέτρητον ἐμβεβληκυῖα τὸν βυθὸν πρὸς τὴν δύσιν ὑποστρέφει, μεγέθει τε διαρκῆ καὶ πνευμάτων σκεπανὸν παρέχει τὸν ὅρμον· τῷ δὲ προέχοντι πολλὴν καὶ θρασεῖαν ἐκδέχεται τοῦ ῥεύματος τὴν βίαν ὁμοίαν δράκοντος. [5]
ποτὲ μὲν γὰρ οἷα παλινσπάστου κυκεὼν πελάγους εἱλεῖται κατʼ αὐτήν, ποτὲ δὲ ῥόθιον εἰς τὸ κάταντες ὠθεῖ τὴν θάλασσαν· καὶ πολλὰς εἶδον ναῦς μεστάς, οὐριοδρομούσας τοῖς ἱστίοις, ὑποφερομένας εἰς τοὐπίσω μαχομένου τῷ πνεύματι τοῦ ῥοῦ· πάλιν δʼ ἐν χρῷ τῆς πέτρας ἀναστρέφει καὶ ἐξ ἀνακοπῆς οἷον ἀντίσπαστος τοῦ πελάγους ἐναντίον αὐτὸς αὐτοδρομῶν ἐπείγεται. καὶ φόβος καὶ ἀπορία 〈τοῖς πλέουσιν〉 ἔπεισιν, ὅσα μὴ δευτέρας πείρας· ὅθεν τὰ πολλὰ μὲν ὑπὸ τῶν ἀναδουμένων τὰς ναῦς καὶ ἐκ τῆς γῆς ἐφελκόντων πρὸς ἀνάντη καὶ πολὺν ἐμπίπτοντα τὸν ῥοῦν βιάζεται, ἔστι δʼ ὅπου καὶ μικρὸν ἐνδόντος καὶ χαλάσαντος ἐν χρῷ τῆς ἀποβάσεως καὶ παρʼ αὐτὰς τὰς πέτρας ἁμιλλῶνται τῷ ῥεύματι, στηρίζοντες εἰς τὰς ῥαχίας τὴν εἰρεσίαν καὶ τὴν θαλαττίαν ἰσχὺν τῇ τῆς ἠπείρου συμμαχίᾳ βεβαιοῦντες· δείκνυνται δέ τινες τρίβοι καὶ τύποι τῶν ἐναλίων καρκίνων πεζῇ παρεξιόντων τὸ ῥοωδέστατον. Ἑστίαι δ ’ ὁ τόπος ὠνόμασται· κατέσχον γὰρ ἐνταῦθα ταῖς ναυσὶν οἱ τῆς ἀποικίας ἡγεμόνες, ἐπειδὴ παρεξιόντες τὴν Βοσπόριον ἄκραν ὁρῶσι πολλῷ πλήθει βαρβαρικοῦ στρατοῦ κατεχομένας τὰς ἀποβάσεις. καὶ τὰς μὲν Ἑστίας ἱδρύσαντο κατὰ πόλιν ἑκάστην ἔνθα πρῶτον ἀπέβησαν· ἐπεὶ δʼ αἰσθάνονται τοὺς βαρβάρους κατὰ γῆν ἰόντας ἐπʼ αὐτούς, ἀναμείναντες, ἄχρι πλεῖστον ἀποσπάσαιεν ἐκείνων τῶν χωρίων, ἐφιᾶσι τῷ ῥεύματι τὸν στόλον καὶ εἰς ἀφύλακτον ἤδη καὶ κενὴν ἀνδρῶν κατίσχουσι τὴν ἄκραν, διαστρατηγήσαντες τοὺς βαρβάρους· ἦν γὰρ τοῖς μὲν κατʼ ἐπιτομὰς τῶν κόλπων οὐ πολὺς ὁ πλοῦς, τοῖς δʼ ἐν κύκλῳ τῆς γῆς ἡ περίοδος. ἔνιοι δέ φασιν οὐ πόλεων, ἀλλʼ οἴκων Μεγαρικῶν ἑπτὰ τῶν ἀρίστων εἶναι τὰς Ἑστίας· πεπιστεύσθω δʼ ὅπως ἑκάστῳ φίλον. Κάμψαντι δὲ τὰς Ἑστίας εἰρηναῖος ἤδη καὶ βέβαιος ὁ πλοῦς πρός τε τῆς ἄκρας τὴν ἐπιστροφὴν καὶ τοῦ ῥεύματος τὴν πελάγιον καὶ μετέωρον ὁρμήν· ἔνθεν φασὶ περᾶσαι πρὸ μὲν τῶν Τρωϊκῶν Μυσοὺς ἅμα Τεύκροις καὶ μέχρι Θετταλίας ἀνύσαι κρατοῦντας ἁπάσης ὅσης ἐπῄεσαν γῆς, ὑπὸ δὲ τὸ Ἰλιακὸν ἔργον Ἀστεροπαῖον βασιλέα τῶν ἐπʼ Ἀξίῳ ποταμῷ Παιόνων. [5]
55
Χηλαὶ δὲ μετὰ τὰς Ἑστίας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· εἰκὼν γὰρ τῆς ὄψεως τοὔνομα· τούτων αἱ μὲν μείζονες, αἱ δὲ βραχύτεραι, λιμένες δʼ ἀμφότεραι. Καὶ παρʼ αὐτὰς Δικτύννης ἱερὸν Ἀρτέμιδος · ἀνέθεσαν δʼ αὐτῇ τὰς κατὰ θάλατταν ἄγρας, ὡς ἕξει μόνη θεῶν ἐπʼ ἀμφότερον εὔθηρος.
ταύτην Κυζικηνοῖς σέβειν προσέταξεν ὁ θεὸς ἀφορίᾳ τῆς θαλάσσης πιεζομένοις· οἱ δʼ ὑφείλοντο λαθόντες· ἀφανοῦς δὲ γενομένης—θεῷ γὰρ ἐπὶ πάντα [γὰρ] δύναμις—, οἱ μὲν οὐδὲν ἀμείνονος ἐπειρῶντο τῆς θαλάττης, τὸ δʼ ἕδος ἦν, ἔνθα καὶ πρότερον. ἀλλὰ [τοῦ] Κυζικηνοὶ πλεύσαντες καὶ ἀπὸ τοῦ φανεροῦ μετενεγκάμενοι χρυσέαις ἁλύσεσιν ἐβεβαιώσαντο καὶ ἐκ τούτου μετέβαλε μὲν αὐτοῖς τοῦ χόλου ἡ θεός … 〈Μεθʼ ἣν (i. [5]
e. post Laurum Insanam) Μουκάπορις κόλπος βαθύτατος· κέκληται δʼ〉 ἀπό τινος τῶν τῆς Βιθυνίας βασιλέων· λιμὴν ἐν αὐτῷ πάνυ καλός. μεθʼ ὃν ἀκρωτήριον Αἰετοῦ Ῥύγχος, τοὔνομα μὲν ἀπὸ τοῦ σχήματος, πετρῶδες δʼ ἅπαν καὶ ἀγχιβαθές. ἔνθεν κόλπος Ἄμυκος ἐπίκλησιν καὶ Γρωνυχία πεδίον ὕπτιον· θῆραι δʼ ἐν αὐτῷ κητώδεις ἰχθύων.
ἑξῆς Παλῶδες ἀπὸ τῆς ὁμοίας προχώσεως τοῦ κατὰ Βυζάντιον. Ἔπειτα Κατάγγειον κόλπος ἰχθύων ἐπαγωγὸς ὡς οὐχ ἕτερος, μᾶλλον δέ, εἰ χρὴ μηδὲν ὑποστειλάμενον τἀληθὲς εἰπεῖν, μόνος εὔθηρος ἐκ τῆς Χαλκηδονίων ἀκτῆς· τὰ ἄλλα μὲν γὰρ διαφέρει τοσούτῳ τῶν Εὐρωπίων, ὅσῳ θάλαττα τῆς γῆς.
ἐπʼ αὐτῷ δʼ Ὀξύρρους ἄκρα.
μεθʼ ἣν πολὺς καὶ ἐπίπεδος αἰγιαλὸς Φρίξου καλεῖται Λιμή ν. μεθʼ ὃν ἄλλος ὅρμος Φιέλα Χαλκηδονίων τῶν μέγα δυνηθέντων ἀνδρῶν. *[crux: Χαλκηδονίων]*
ἐπὶ δʼ αὐτῷ βουνὸς ὕπτιος καὶ περιφερής, εἰς κύκλου σχῆμα περιγράφων τὴν βάσιν· θέατρον δέ τις εἰκάσειεν ὁρᾶν, ἀπρονόητον ἐπιτήδευμα τῆς φύσεως· τοῦτο δʼ ἄρα καὶ κέκληται. Πλησίον δʼ ἄκρα Λέμβος ὄνομα· κέκληται δʼ ἀπὸ τοῦ σχήματος· καὶ συνεχὴς αὐτῷ αἰγιαλός· κατὰ στόμα δʼ αὐτοῦ νῆσος πάνυ βραχεῖα, καθʼ ἣν λευκαινόμενος ὁ βυθὸς ὑφάλοις ῥαχίαις ἐπὶ τὴν Εὐρώπην ἀποτρέπει τῶν ἰχθύων τὸν δρόμον· πτοούμενοι γὰρ δὴ τὴν ὄψιν ἐπιφόρῳ τῷ ῥεύματι τέμνουσι τὸν πόρον· Βλάβην αὐτὸ Χαλκηδόνιοι καλοῦσιν, ἑτοῖμον ὄνομα θέμενοι καὶ τῇ πείρᾳ τοῦ συμβαίνοντος οἰκεῖον. [5]
Ἔνθεν τὸ καλούμενον Ποταμώνιον καὶ μετʼ αὐτὸ Ναυσίκλεια, καθʼ ἥν, φασί, Χαλκηδόνιοι ναυμαχίᾳ περιεγένοντο τῶν ἐναντία σφίσι πλεόντων, Ἐχαία τε περίρρουν ἀκρωτήριον καὶ Λυκάδιον κόλπος ἐπιεικῶς βαθύς· ἡ μὲν ἀπʼ ἀνδρὸς Μεγαρέως, Λυκάδιον δʼ ἀπό τινος τῶν ἐπιχωρίων.
105
πλησίον δʼ αὐτοῦ Ναυσιμάχιον, ἄλλης ναυμαχίας παράσημον χωρίον.
ὅθεν Κικόνιο ν· ὠνομάσθη δὲ καθʼ ὑπερβολὰς χαλεπότητος καὶ μοχθηρίας τῶν ἐποικησάντων· στάσει γὰρ δὴ βιασθέντες ἐξέπεσον τῆς χώρας. Κατόπιν δʼ αὐτοῦ τὸ μὲν ἄκραι Ῥοιζοῦσαι λεγόμεναι [τοῦ] περὶ αὐτὰς ἀγνυμένου καὶ ῥοιζοῦντος 〈τοῦ〉 κύματος, τὸ δὲ Δίσκο ι· μείζων μὲν ὁ πρῶτος, παρὰ πολὺ δʼ ὑποδεέστερος 〈ὁ δεύτεροσ〉, ἄμφω δὲ καθʼ ὁμοιότητα τοῦ σχήματος.
τούτοις συνεχὲς Μέτωπον τῷ κατὰ τὴν Εὐρώπην παράλληλον· μεθʼ ὃ λιμὴν κάλλιστος ἔκ τε μεγέθους καὶ ἡσυχίας· περιγράφει δʼ αὐτοῦ τὸ μέγεθος ᾐὼν βαθεῖα καὶ μαλθακή. Τὰ δʼ ὑπὲρ τῆς θαλάσσης πεδίον ἔπαντες εἰς τὴν ἀκτήν· κέκληται δὲ Χρυσόπολις, ὡς μὲν ἔνιοί φασιν, ἐπὶ τῆς Περσῶν ἡγεμονίας ἐνταῦθα ποιουμένων τοῦ προσιόντος ἀπὸ τῶν πόλεων χρυσοῦ τὸν ἀθροισμόν, ὡς δʼ οἱ πλείους, Χρύσου, παιδὸς Χρυσηΐδος καὶ Ἀγαμέμνονος, τάφος· ἐνταῦθα γὰρ αὐτὸν φεύγοντα κατὰ δέος Αἰγίσθου καὶ Κλυταιμνήστρας ἀφικέσθαι, διανοούμενον ἐς Ταύρους εἰς Ἰφιγένειαν περαιοῦσθαι τὴν ἀδελφήν· ἤδη γὰρ εἶναι τὴν Ἰφιγένειαν Ἀρτέμιδος ἱέρειαν· νόσῳ δὲ καμόντα καταλιπεῖν ἀφʼ ἑαυτοῦ τῷ χωρίῳ τοὔνομα· δύναιτο δʼ ἂν καὶ διὰ τὴν τοῦ λιμένος εὐκαιρίαν οὕτω κεκλῆσθαι, χρυσῷ παρομοιούντων τὸ θαυμαστόν. [10]
110
Ἔνθεν ἄκρα προπίπτει ταῖς τῆς θαλάττης πληγαῖς ἐπίδρομος· πολὺς γὰρ ἐπʼ αὐτὴν ὠθούμενος ὁ ῥοῦς πρὸς τὴν καλουμένην ἀνθαμιλλᾶται Βοῦ ν· ἔστι δʼ οἷον ἀφετήριον τοῦ πρὸς τὴν Εὐρώπην διάπλου, καὶ κίων λίθου λευκοῦ, καθʼ ἧς βοῦς, Χάρητος Ἀθηναίων στρατηγοῦ παλλακὴν Βοΐδιον ἐνταῦθα καμοῦσαν ἀποκηδεύσαντος· σημαίνει δʼ ἡ ἐπιγραφὴ τοῦ λόγου τἀληθές· οἱ μὲν γὰρ εἰκαίαν καὶ ἀταλαίπωρον ποιούμενοι τὴν ἱστορίαν οἴονται τῆς ἀρχαίας λήξεως εἶναι τὴν εἰκόνα, πλεῖστον ἀποπλανώμενοι τἀληθοῦς. Μετὰ δὲ τὴν Βοῦν Ἡραγόρα κρήνη καὶ τέμενος ἥρωος Εὐρώστο υ. [5]
μεθʼ ὃν αἰγιαλὸς ὕπτιος, Ἱμέρῳ ποταμῷ καταρδόμενος, καὶ ἐν αὐτῷ τέμενος Ἀφροδίτη ς· παρὰ δʼ αὐτὸν ὀλίγος ἰσθμὸς πολλὴν πάνυ περιγράφει χερρόνησον, ἐφʼ ἧς ἡ πόλις μικρὸν ὑπὲρ Χαλκηδόνος ποταμοῦ· καὶ λιμένες ἀμφοτέρωθεν κατὰ τὰς ἐπὶ τὸν ἰσθμὸν ἀναχωρήσεις· αὐτοφυὴς μὲν ὁ πρὸς ἑσπέραν ἀφορῶν, χειροποίητος δʼ ὁ πρὸς τὴν ἕω καὶ Βυζάντιον· αὐτὴ δʼ ἀνέστηκε λόφου μὲν χθαμαλωτέρα, πεδίου δὲ τραχυτέρα· πολλὰ δʼ ἐν αὐτῇ θαυμάσια κατά τʼ ἀρχαιότητα τῆς κτίσεως καὶ πράξεις καὶ τύχας καὶ τὰς ἐπʼ ἀμφότερα μεταβολάς, μάλιστά γε μὴν τέμενος καὶ χρηστήριον Ἀπόλλωνος, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερον. Ἔστω δὲ τέρμα τῷ λόγῳ—ταὐτὸν δὲ καὶ τοῖς ἐπιοῦσι τὸν Βόσπορον—τῆς ἱστορίας. [10]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top