Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Empedocles: Sphaera

Library › Greek: Didactic & Technical › Sphaera

The Sphaera is a short iambic poem describing the fixed stars, transmitted in manuscripts under the name of Empedocles. It is in fact a Byzantine composition, which Ernst Maass, who edited it in 1898, assigned to the fourteenth-century scholar Demetrius Triclinius. It surveys the constellations, beginning with the Bears and the Dragon around the pole. Here it is followed by hexameter verses on the seven planets, of Hermetic origin, which link each planet to a human trait such as tears, laughter, sleep or speech.

The poem shows how ancient star lore, familiar from Aratus, was preserved and recast in Byzantine verse, and the planetary lines offer a small example of astrological teaching on the correspondence between the heavens and human nature. Its false ascription to Empedocles also illustrates how later works gathered under famous ancient names.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Maass 1898, Sphaera; CCAG VIII.3 (1912)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The iambic Sphaera transmitted under Empedocles' name is a Byzantine poem, assigned by Maass to Demetrius Triclinius; it is followed here by Hermetic hexameters on the planets.

Ancient Greek · Didactic & Technical
Sphaera
Pseudo-Empedocles · every word parsed
1.(t)
ΣΦΑΙΡΑ ΑΠΛΑΝΩΝ ΑΣΤΡΩΝ ΣΦΑΙΡΑ Ἥδʼ ἐστὶν ἄστρων τάξις· ἀμφὶ μὲν πόλον Ἄρκτους διπλᾶς πρὸς νῶτα νευούσας τύποις ἀντιστρόφοις οὐραῖσιν ἀλλήλων φοραῖς σκολιὸς διείργει μὴ πελάζεσθαι Δράκων.
1.(t)·2
τοῦδʼ ἀμφὶ χάσμʼ Ἐγγόνασι δεξιὸν πόδα ἔχει, κάρα δὲ κρατὸς Ὀφιούχου πέλας, ὃς ἐν μετώπωι Σκορπίου βαίνει ποδί. τῆς Μείζονος δʼ ὄπισθεν ἵσταται Φύλαξ Ἄρκτου. ποσὶν δὲ τοῦδε Παρθένος κυρεῖ ἔχουσα λαμπρὸν χειρὶ Δήμητρος Στάχυν.
1.(t)·3
μεταξὺ δʼ ἄστρων τῶνδε κυκλοῦνται τύποις ὤμου μὲν Ἀρκτούροιο δεξιοῦ πέλας Στέφανος, ὕπερθεν δʼ Ὄφιος, ὃν φέρει χερί, Ὀφιοῦχος. Ἄρκτου δʼ ἐγκυκλούμενος πάλιν ὀπισθίοις ἐν βήμασιν κεῖται Λέων. μέσαις δὲ θεριναῖς ἐν τροπαῖσι Καρκίνος, Δίδυμοι δʼ ἔνερθεν προσθίων κεῖνται ποδῶν. κεφαλὴν δʼ ὕπʼ αὐτὴν Ἁρματηλάτης ποδί Ταύρου κέρατι τῶι δεξιῶι στηρίζεται.
1.(t)·4
λαιῶι δʼ ἐν ὤμωι Ζηνὸς Αἴξ ἐστι τροφός, ἣν αὐτὸς ἄστροις ἐγκαθίδρυσεν καλῶς θρόνων κρατήσας, οὐρανοῦ σκηπτουχίας. Ἔριφοι δὲ ταύτης νέρθεν εἴληχαν τόπον καρπὸν κάτʼ ἄκρας χειρὸς Ἡνιοστρόφου.
1.(t)·5
Ἄρκτου δὲ Μικρᾶς ἐς τὸν ἔσχατον πόδα Κηφεὺς τριγώνου τάξιν ἐξεργάζεται Ὄρνιθα χειρὶ δεξιᾶι θηρώμενος· πτέρυγα δʼ ὕπʼ αὐτὴν Ἵππος ἰθύνει πόδα μέσαισι χώραις Ἰχθύων ὁρώμενος.
1.(t)·6
ἄστρων δὲ τῶν πρὶν τῶν τε νῦν εἰρημένων ὅδʼ ἐξικνεῖται καὶ πεπλήρωται τόπος. Ἔμπροσθε κεῖται Κασσιέπεια Κηφέως αὐτός θʼ ὁ Περσεὺς ὠκύς ἐσθʼ ἅρπην ἔχων πόδας τιθεὶς νώτοισιν Ἁρματηλάτου.
1.(50)
Ἵππωι συνάπτουςʼ Ἀνδρομέδα τὸν κρᾶτʼ ἔχει, τὸν αὐτὸν Ἵππου γαστρὶ κοινὸν ἀστέρα. μεταξὺ δʼ Ὄρνιθός τε τοῦ τʼ Ἐγγούνασι Λύρα τέτακται. πρὸς μέσον δὲ τοὔμπαλιν πρὸς ἀνατολάς τε τῶνδε Δελφῖνος δέμας Ἵππου τε κεφαλὴ πλησίον φαντάζεται. Ὕδωρ χέοντα δʼ ὕπερθεν Αἰγόκερως ἔχει οὐρὰν παρʼ αὐτὴν ἐξικνούμενος κάρα. Δελφὶς δʼ ὕπερθεν Οἰστὸς Αἰετός θʼ ὁμοῦ· αὐτὸς Δράκοντα δʼ ἐν διπλαῖς χερσὶν κρατεῖ Ὀφιοῦχος ἐγγύς. ἀλλʼ Ὀφιούχεον κάρα Στεφάνωι συνάπτει νέρθεν ἐξικνούμενον. τούτοις μὲν οὖν βόρειος ὥρισται τόπος. Τὰ πρὸς νότον δὲ τήνδε τάξιν ἐκπερᾶι· ὑπʼ αὐτὸ κέντρον Σκορπίου Βωμὸς τέως, Χηλαῖς δʼ ὕπʼ αὐταῖς Σκορπίου τε σώματι τὰ πρόσθε Κενταύροιο φαίνεται μέλη, νέρθεν χεροῖν δὲ τοῦδε Θηρίου δέμας. ἐμπροσθίοιν δὲ Τοξότου χεροῖν ὕπο δινωτὸς ἄστρων Κύκλος ἀμφελίσσεται [ἐνθένδε δʼ ἄλλος κύκλος, ὃς κικλήσκεται] ὁ νότιος Ἰχθύς τʼ ἄλλος ἐσθʼ ὁρώμενος, Ὕδρα δʼ ὑπʼ αὐτὴν Παρθένον Λέοντά τε μέσον, πρὸς αὐτὸν Καρκίνον δὲ κρᾶτʼ ἔχει, οὐρὰν δὲ Κενταύρου πρὸς ὀπισθίους πόδας. *[crux: Ὕδωρ]*
1.(50)·2
καμπαῖς δʼ ἔπʼ αὐταῖς ἐστιν εὔσημος μάλα Κρατὴρ Κόραξ τε πρὸς τὰ Κενταύρου μέλη. ἴδοις δʼ ἂν Ὠρίωνος ἐξ ἀριστερᾶς Ποταμὸν ποσίν θʼ ὕπʼ αὐτοῖς ὠκύπουν Λαγών, ὃς λαμπρὸν αὐγαῖς Σείριον φεύγει κύνα.
1.(50)·3
Κυνὸς δʼ ὀπισθίοις πελάζεται ποσί Πηδάλιον ἀστήρ τʼ ἐξαναστράπτων φλογί μέλεσι συνάπτει. καὶ πεπλήρωται τόπος. Ταύρου δὲ δεινὸν πρὸς πόδʼ ἐντείνων χέρα λαμπροῖς ἐν ἄστροις λαμπρὸς Ὠρίων μέγας Διδύμοις προτείνει χεῖρα δεξιούμενος. Προκύων δὲ χειρὸς δεξιᾶς ἐστιν πέλας Κριός θʼ ὑπʼ αὐτὸν Ἰχθύων τε σώματα. παρʼ οὓς ἱκνεῖται Κῆτος. ἐν πρώτοισι δέ Σύνδεσμον Ἰχθῦς κοινὸν ἔσχον ἀστέρα.
1.(50)·4
Τοιᾶιδε τάξει σχηματίζοντʼ ἀστέρες θεῶν βροτοῖσι τὴν χάριν δωρουμένων. εἴτʼ οὖν ἀμήτωρ Παλλὰς ὥρισεν βροτοῖς εἴθʼ Ἥλιος τηλωπὸν ἀστέρων θέσιν, θεῶν τὸ μηχάνημα. πάντας δʼ ἐν βραχεῖ φράσαι βρότειος οὐκ ἂν ἐξεύροι νόος. Ἄθρει δέ, κόσμου τὸν διʼ αἰῶνος δρόμον ὡς εὖ διεστάθμησεν αὐτουργὸς φύσις. Πρῶτος χορείας Κριὸς ἡγεῖται κύκλου, διότι κρίσει γε πάντα συγκρίνας ἔχει· συνῆλθε γὰρ πρὸς αὐτὸ τοῦτο συγκριθείς, ἐξ οὗ γε τοῦτο Κριὸς ὄνομʼ ἔσχεν βροτοῖς, κρίνων μὲν ἔαρος χείματός τε μεταβολάς, κρίνων δὲ μῆκος ἡμέρας νυκτός τʼ ἴσον. ὅθεν γε κόσμου κόσμον ἀντηλλάξατο.
1.(50)·5
ὃ γὰρ βροτοῖς ἔνειμε παρὰ θεῶν ἔχει. διὸ δὴ κρίσει καὶ τοὔνομʼ ὥρισαν θεοί ‚Κριόν‛· κριτηρίωι γὰρ εὖ διείλετο ἴσην πρὸς ἠῶ καὶ πρὸς ἑσπέραν ἔχων τὴν ἐν κύκλωι δίνησιν οὐρίωι δρόμωι.
1.(100)
Κεῖται δʼ ἐφεξῆς Ταῦρο ς , ὡς γεωμόροις τυποῦςʼ ἐοικώς, κεῖνος ὃς κατʼ αὐχένα στερρῶι τένοντι τοῖον ἁρμόζει ζυγόν γαμψοῖς ἀρότροις αὔλακας σχίζων γέας, ἧι δʼ ἀστέρων ἡ τάξις, ὃς πάλαι ποτέ ἐκλήιζετʼ οὐχὶ ταῦρος, ἀλλʼ οὖρος βροτοῖς, ὥσπερ καλεῖται πᾶσι τερμόνων φύλαξ. Δίδυμοι δὲ κεῖνται τάξεσιν σαφεστάταις, ἐπεὶ τότʼ ἤδη καρπὸς αὔξεται διπλοῦς, χλόη δʼ ὑπὲρ γῆς ἄρχεται σχίζειν φύσιν καὶ δισσὰ φύλλων αὔξεται βλαστήματα πρὸς εὐδιεινὴν ἠέρος κατάστασιν. Ὁ δʼ ἀλλαγὲν στοιχεῖον ἀντιλαμβάνων Καρκίνος ὑπάρχων ἐν χρόνοισι καρπίμοις ἐκ τοῦ τέλειον καρπὸν ἐμφαίνειν βροτοῖς ἑξῆς τέτακται τάξεσιν σαφεστάταις. Ἔχει δʼ ἀριθμὸν ἐν μέρει πέμπτωι Λέων · λεαίνεται γὰρ αἶα καὶ χαράσσεται, θερμαῖς πυριφλόγοισι δʼ ἡλίου βολαῖς τὰ πρὶν βρύοντα γῆς ὕπερθεν αὔεται, ὁ δʼ ὀλλύων φλογμοῖσιν αὐδᾶται Λέων. Ἐγγὺς δὲ τούτου Παρθένου κεῖται τύπος· πρὸ τοῦ γὰρ εἰς τόδʼ ἄστρον ἥλιον μολεῖν ἄφθαρτα γαίης πάντα τηρεῖται γένη· τὸ δʼ οὐδέπω τὴν πεῖραν εἰληφὸς φθορᾶς κατωνόμασται πᾶσι ʼπαρθένου βίοσʼ.
1.(150)
Χηλαὶ δʼ , ἐπειδὴ σῖτος εἰς δόμους βροτῶν γεωμόροισι χερσὶν ἐξηθροισμένος πόνοισιν εἰς τὰ δώματʼ ἐνσωρεύεται. τότʼ εἰς μέλαθρα συμφορούμενος τροφάς παρέχει τροφαῖσι ταῖσιν ἠριθμημέναις. Ὅταν δὲ Πλειὰς ὥριον τεύχηι σπόρον ὃς ἐκκομίζει σπέρμα γῆς ἐν ἀγκάλαις μόχθων ἔπʼ ἄκρων ἐκτὸς εἰσφορούμενον, ὕπερθεν ἤδη Σκορπίος τότʼ οἴχεται· σκορπίζεται γὰρ σῖτος εἰς δόμους χθονός, ὅπως τέλειος καρπὸς αὐξηθῆι βροτοῖς. Μεθʼ ὃν κύκλου φοραῖσι ταῖς πολυστρόφοις εὔσημος οὐκ ἄσημός ἐστι Τοξότης (ἐκ γῆς γὰρ ἤδη καρπὸς ἐκτοξεύεται) τὰ νέρθε δεικνὺς γαστρὸς οὐ κεκρυμμένα νέοις θʼ ὕπερθε φύεται κεντρίσμασιν. Ὁ δʼ ἐκ διμόρφου σώματος φαίνων μέλη τηλωπὸς ἄστρων Αἰγόκερως κεκλημένος καλῶς τετύχηκεν ὀνόματος τοῦδʼ ἐν βροτοῖς· τὰ πρόσθε μὲν γὰρ αἰγόπλαστα δείκνυται, οὐρὰ δʼ ὄπισθεν ἰχθύος θαλασσίου· ἣ μὲν γὰρ ἐν γῆι φέρβεται χλοηφόρωι, ὃ δʼ ἐν κλύδωνι νήχεται γλαυκηπόρωι. εἰς ταὐτὸν ἤχθη· πᾶσα γὰρ θνητὴ φύσις ἔχει δίυγρον πνεῦμα καὶ ξηρὰς τροφάς. Δεινὸν δʼ ὕπερθεν τάξιν ἐκλιπὼν ὕδωρ νέος προβάλλει λοξὸν ἐκχύσας δέπας, ὃς συνταράσσει χείματος κόσμον πάγοις· ἐκ γῆς δὲ νοτίδα νάματος διαρπάσας ἐπάγει πολὺν χειμῶνα καὶ πνοὰς βροτοῖς κόσμον καλύπτων οἷαπερ λευκῶι πέπλωι, δεικνὺς ἐν οἵοις σῆμα δηλοῦται κύκλου. διοδὴ καλῶς εἴληχε καὶ τόδʼ ἐπώνυμον Ὑδρηχόος δίναισιν εἰς τάξιν μολών.
1.(150)·2
Μεθʼ ὃν κυκλεῖται κύκλος εἱλίσσων πνοάς ἀνέμοις ἐναλλὰξ σχῆμα τηλαυγὲς διπλοῦν ἀντίστροφον δρόμοισιν ἐμφαίνων τρόπον (οὐ γὰρ κάρα μὲν λοξὸν οὐδʼ ἀπόστροφον πρόσωπον ὀρθὴν τάξιν εἱλεῖται κύκλου), ὃ μὲν βορείου κλίματι προσνεύων πόλου, ὃ δʼ εἰς νότου κέλευθον εἰσδύνων βίαι. διοδὴ πνοαῖσι τἀν βυθῶι κεκρυμμένα ἔδειξαν Ἰχθῦς· πᾶς γὰρ εἰς βυθὸν πεσών ἄνεμος ταράσσει κῦμα σημαίνων βροτοῖς χειμῶνʼ ἄτακτον. ἐκ δʼ ἐπιστροφῆς κλύδων εἱλιγμὸν ἐκ γῆς ὕδασι προσφέρων σφοδρόν δείκνυσι καιροῦ σχῆμα, χειμῶνος φύσιν. ὅθεν διπλοῖσι χρώμενοι καιροῦ δρόμοις ἀνέμων ἔχουσι τάξιν οὐ μετρουμένην.
2.(t)
ΠΛΑΝΗΤΩΝ ΑΣΤΕΡΩΝ ΣΦΑΙΡΑ Ἑπτὰ πολυπλανέες κατʼ Ὀλύμπιον ἀστέρες οὐδόν εἰλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών. νυκτιφαὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφʼ οὗ φύσις ἐβλάστησεν. οἱ δʼ αὐτοὶ μερόπων γένος ἕλκουςʼ, ἔστι δʼ ἐν ἡμῖν Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς, οὕνεκʼ ἀπʼ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν.
2.(t)·2
δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς δὴ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δʼ ἄρʼ ὕπνος, Κυθέρεια δʼ ὄρεξις, Ἠέλιος δὲ γέλως· τούτωι γὰρ ἅπασα δικαίως καὶ θνητὴ διάνοια γελᾶι καὶ κόσμος ἀπείρων.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top