Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Epicharmus: Testimonia

Library › Greek: Comedy › Testimonia

These are the ancient testimonies about Epicharmus, the comic poet of Syracuse active in the early fifth century BC, as collected by Diels and Kranz (DK 23 A). They include the Suda's biography, which records differing views of his origin, says he invented comedy at Syracuse together with Phormus and gives the number of his plays, along with the account in Diogenes Laertius and other notices on his date, his links with Pythagoreanism and his reputation for wisdom.

The testimonies show how later antiquity remembered Epicharmus both as a founder of comedy and as a philosopher-poet connected with Pythagoras. They are the starting point for separating the historical dramatist from the large body of maxims later attached to his name.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: DK 23 A 1–10). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Comedy
Testimonia
Epicharmus · every word parsed
1
SUID. Ἐπίχαρμος Τιτύρου ἢ Χιμάρου καὶ Σηκίδος Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν. ὃς εὗρε τὴν κωμωιδίαν ἐν Συρακούσαις ἅμα Φόρμωι. ἐδίδαξε δὲ δράματα νβ , ὡς δὲ Λύκων [s. cap. 57] φησί, λε . τινὲς δὲ αὐτὸν Κῶιον ἀνέγραψαν τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίαι. ἦν δὲ πρὸ τῶν Περσικῶν [480] ἔτη ἓξ διδάσκων ἐν Συρακούσαις.
ARIST. Poet. 5. 1449b 5 τὸ δὲ μύθους ποιεῖν [ἀπέδωκεν] Ἐ. καὶ Φόρμις· τὸ μὲν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε … 3. 1448a 31 τῆς μὲν γὰρ κωμωιδίας οἱ Μεγαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρʼ αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικελίας [ἀντιποιοῦνται]· ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ὁ ποιητής, πολλῶι πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος.
DIOG. VIII 78 Ἐπίχαρμος Ἡλοθαλοῦς Κῶιος. καὶ οὗτος ἤκουσε Πυθαγόρου. τριμηνιαῖος δʼ ὑπάρχων ἀπηνέχθη τῆς Σικελίας εἰς Μέγαρα, ἐντεῦθεν δʼ εἰς Συρακούσας, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς συγγράμμασιν. καὶ αὐτῶι ἐπὶ τοῦ ἀνδριάντος ἐπιγέγραπται τόδε· εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν, φαμὶ τοσοῦτον ἐγὼ σοφίαι προέχειν Ἐπίχαρμον, ὃν πατρὶς ἐστεφάνωςʼ ἅδε Συρακοσίων. οὗτος ὑπομνήματα καταλέλοιπεν ἐν οἷς φυσιολογεῖ, γνωμολογεῖ, ἰατρολογεῖ. καὶ παραστιχίδια γε ἐν τοῖς πλείστοις τῶν ὑπομνημάτων πεποίηκεν, οἷς διασαφεῖ ὅτι ἑαυτοῦ ἐστι τὰ συγγράμματα. βιοὺς δʼ ἔτη ἐνενήκοντα κατέστρεψεν.
3a
DIOMED. Gr. p. 489 K. (p. 58, 170 Kaib.) sunt qui velint Epicharmum in Co insula exulantem primum hoc carmen frequentasse et sic a Coo comoediam dici.
IAMBL. V. P. 226 τῶν δὲ ἔξωθεν ἀκροατῶν γενέσθαι καὶ Ἐπίχαρμον, ἀλλʼ οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν. ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν Ἱέρωνος τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δʼ ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέροντα τὰ Πυθαγόρου δόγματα. 166 περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον Ἐμπεδοκλέα καὶ Παρμενίδην τὸν Ἐλεάτην προφερόμενοι τυγχάνουσιν, οἵ τε γνωμολογῆσαί τι τῶν κατὰ τὸν βίον βουλόμενοι τὰς Ἐπιχάρμου διανοίας προφέρονται, καὶ σχεδὸν πάντες αὐτὰς οἱ φιλόσοφοι κατέχουσι.
5
MARM. PAR. ep. 71 ἀφʼ οὗ Ἱέρων Συρακουσσῶν ἐτυράννευσεν ἔτη ΗΗΓΙΙΙ ἄρχοντος Ἀθήνησι Χάρητος [472/1]. ἦν δὲ καὶ Ἐπίχαρμος ὁ ποιητὴς κατὰ τοῦτον. ANON. de com. II 4 S. 7, 16 Kaibel 〈Ἐ. Συρακόσιοσ〉. οὗτος πρῶτος τὴν κωμωιδίαν διερριμμένην ἀνεκτήσατο πολλὰ προσφιλοτεχνήσας. χρόνοις δὲ γέγονε κατὰ τὴν ογ ὀλυμπιάδα [488—5], τῆι δὲ ποιήσει γνωμικὸς καὶ εὑρετικὸς καὶ φιλότεχνος. σώιζεται δὲ αὐτοῦ δράματα μ , ὧν ἀντιλέγονται δ .
PLATO Theaet. p. 152 DE ἔστι μὲν γὰρ οὐδέποτʼ οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἐξ ἴσου οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμωιδίας μὲν Ἐπίχαρμος, τραγωιδίας δὲ Ὅμηρος. Ath. IV 164C [II 345 K.] Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγωιδίαι, Χοιρίλος, Ὅμηρος 〈ἔστʼ〉 Ἐπίχαρμος, γράμματα παντοδαπά.
6a
THEOCR. Ep. 18 Wil. ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμωιδίαν εὑρὼν Ἐπίχαρμος· ὦ Βάκχε χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ τὶν ὧδʼ ἀνέθηκαν τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίσται πόλει, οἷʼ ἀνδρὶ πολίται σοφῶν ἔοικε (?) ῥημάτων μεμναμένους τελεῖν ἐπίχειρα. πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα· μεγάλα χάρις αὐτῶι.
6b
PLIN. N. H. VII 192 Aristoteles [ Peplos; fr. 501 Rose] X et VIII [sc. litteras] priscas fuisse … et duas ab Epicharmo additas QX quama Palamede mavolt.
6c
DIOG. I 42 Ἱππόβοτος δʼ ἐν τῆι τῶν φιλοσόφων Ἀναγραφῆι· Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν.
PORPHYR. V. Plot. 24 Ἐπίχαρμον τὸν κωμωιδιογράφον εἰς δέκα τόμους φέρων συνήγαγεν. SUID. u. Διονύσιος υἱὸς τοῦ Σικελίας τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημάτων Ἐπιχάρμου.
IAMBL. V. P. 241 Μητρόδωρός τε ὁ Θύρσου 〈ἀδελφὸς ἐκ τῆσ〉 τοῦ πατρὸς Ἐπιχάρμου καὶ τῆς ἐκείνου διδασκαλίας τὰ πλείονα πρὸς τὴν ἰατρικὴν μετενέγκας ἐξηγούμενος τοὺς τοῦ πατρὸς λόγους πρὸς τὸν ἀδελφόν φησι τὸν Ἐπίχαρμον καὶ πρὸ τούτου τὸν Πυθαγόραν τῶν διαλέκτων ἀρίστην λαμβάνειν τὴν Δωρίδα κτλ.
COLUMELL. I 1 Siculi quoque non mediocri cura negotium istud [ d. h. die Landwirtschaft] prosecuti sunt Hieron et Epicharmus. STAT. Silv. v 3, 150 quantumque pios ditarit agrestes Ascraeus Siculusque senex.
10
ATHEN. XIV 648 D τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῶι Χίρωνι ἐπιγραφομένωι οὕτω λέγεται ‘ καὶ .. . δύο ‘ [B 58]. τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων [fr. 80 FHG II 289], τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δʼ ἐν τοῖς Περὶ μαντικῆς [fr. 193 I 416] Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος [F GrHist. 244 F 226 II 1108].
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top