Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Epictetus: Gnomology (Books 1-2)

Library › Greek: Philosophy › Gnomology (Books 1-2)

Maxims and short excerpts drawn from the Stoic teaching of Epictetus make up this Gnomology, here in the portion corresponding to Books 1–2. Epictetus, who taught in Greek at Nicopolis in the early second century AD, wrote nothing himself; besides Arrian’s Discourses, his sayings were gathered into collections of this kind and handed down through later anthologies.

Such gnomologies show how ancient readers actually used philosophy: as portable wisdom, copied and recopied for moral guidance. Compact and pointed, these Ancient Greek sentences distill the school’s central counsel — concern yourself with what is yours to control — and they document the long afterlife of Stoic teaching in late antiquity and beyond.

About this edition. The Greek text is that of the Perseus Digital Library. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Gnomology (Books 1-2)
Epictetus · every word parsed
1
Ἐπικτήτου. θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον. θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλʼ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.
παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διηνεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.
μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλʼ ἀρετῇ χαίρεις.
μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος.
5
ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ διʼ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.
ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρειοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκονομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστʼ, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μιμοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.
τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δωροῦνται, ἀλλʼ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπηγγείλαντο καὶ διέθεσαν.
οὐ τὰ χρήματα φίλοι, ἀλλʼ ὁ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτʼ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῆ θεόν· φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top