Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Eratosthenes: Poetic Fragments

Library › Greek: Epic › Poetic Fragments

Eratosthenes of Cyrene (c. 276–194 BC), head of the Library at Alexandria and famous for measuring the circumference of the earth, was also a poet. His poems are lost and survive only in quotations, chiefly by grammarians, lexicographers and scientific writers. This collection follows J. U. Powell's Collectanea Alexandrina (1925), frr. 1–37, with fragments of the Hermes, a hexameter poem on the god; the Erigone, an elegy on the Attic legend of Icarius and his daughter; and his epigram on doubling the cube.

The fragments show the range of Hellenistic learned poetry, which joined myth, astronomy and mathematics. The Hermes described the god's ascent through the heavenly spheres, the author of On the Sublime called the Erigone a flawless little poem, and the epigram, preserved by Eutocius, celebrates Eratosthenes' own mechanical solution to a famous geometrical problem.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Powell, Collectanea Alexandrina, Eratosthenes frr. 1–37). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Epic
Poetic Fragments
Eratosthenes · every word parsed
Φωριαμὸν δʼ ὀνόμηνεν, ὅ μιν κύθε φώριον ἄγρην· ἐκ τοῦ φωριαμὸς κικλῄσκεται ἀνθρώποισι.
10
Λάδωνος περὶ χεῦμα Αἱ δὲ πέρην Ἀρύαντος ἐπὶ προχοαῖς ποταμοῖο Βαθὺς διαφύεται αὐλών Πέλμα ποτιρράπτεσκεν ἐλαφροῦ φαικασίοιο Ἧ χερνῆτις ἔριθος ἐφʼ ὑψηλοῦ πυλεῶνος δενδαλίδας τεύχουσα καλοὺς ἤειδεν ἰούλους.
Κρήνης Γαργαφίης Ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην ἢ δρομίην χρύσειον ἐπʼ ὀφρύσιν ἱερὸν ἰχθύν.
15
Ὀκτὼ δὴ τάδε πάντα σὺν ἁρμονίῃσιν ἀρήρει, ὀκτὼ δʼ ἐν σφαίρῃσι κυλίνδετο κύκλῳ ἰόντα ……… ἐνάτην περὶ γαῖαν.
Αὐτὴν μέν μιν ἔτετμε μεσήρεα παντὸς Ὀλύμπου κέντρου ἄπο σφαίρης, διὰ δʼ ἄξονος ἠρήρειστο. Πέντε δέ οἱ ζῶναι περιειλάδες ἐσπείρηντο· αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή. Ἡ μὲν ἔην μεσάτη, ἐκέκαυτο δὲ πᾶσα περι〈πρὸ〉 τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ Μαῖραν ὑπʼ αὐτὴν κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν· αἱ δὲ δύω ἑκάτερθε πόλοις περιπεπτηυῖαι, αἰεὶ κρυμαλέαι, αἰεὶ δʼ ὕδατι νοτέουσαι· οὐ μὲν ὕδωρ, ἀλλʼ αὐτὸς ἀπʼ οὐρανόθεν κρύσταλλος κεῖτʼ, αἶάν τʼ ἀμπίσχε, περὶ ψῦχος δʼ ἐτέτυκτο. Ἀλλὰ τὰ μὲν χερσαῖα …. …. ἀνέμβατοι ἀνθρώποισι· δοιαὶ δʼ ἄλλαι ἔασιν ἐναντίαι ἀλλήλῃσι μεσσηγὺς θέρεός τε καὶ ὑετίου κρυστάλλου, ἄμφω ἐύκρητοί τε καὶ ὄμπνιον ἀλδῄσκουσαι καρπὸν Ἐλευσίνης Δημήτερος· ἐν δέ μιν ἄνδρες ἀντίποδες ναίουσι.
Ἔκ τέ οἱ ὄσσε κανθῶν παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.
Αἱ δὲ πελιδναὶ πυθεδόνες γάστρην ἀνʼ ὑπέτρεφον οὐλοὸν ἕλκος.
Ἰυγῆς δʼ ὡς παῦρον ἐπέκλυον Ἰκαριοῖ, τόθι πρῶτα περὶ τράγον ὠρχήσαντο.
Εἰσότε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος Μέσον δʼ ἐξαύσατο βαυνόν.
Καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος Μόσχους καὶ χλωρὰς κλήματος ἐκφυάδας Περιπλέγδην κρεμόνεσσι Ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τʼ ἀγρώσσοντες ἕλοντο.
30
Τρὶς δʼ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον.
35
Πολλὴ ἀντιμαχητύς Ἡδυντῆρες Γρῆνυς vel γρῆνον Εἰ κύβον ἐξ ὀλίγου διπλήσιον, ὠγαθέ, τεύχειν φράζεαι, ἢ στερεὴν πᾶσαν ἐς ἄλλο φύσιν εὖ μεταμορφῶσαι, τόδε τοι πάρα, κἂν σύ γε μάνδρην ἢ σιρὸν ἢ κοίλου φρείατος εὐρὺ κύτος τῇδʼ ἀναμετρήσαιο, μέσας ὅτε τέρμασιν ἄκροις συνδρομάδας δισσῶν ἐντὸς ἕλῃς κανόνων. Μηδὲ σύ γʼ Ἀρχύτεω δυσμήχανα ἔργα κυλίνδρων μηδὲ Μεναιχμείους κωνοτομεῖν τριάδας δίζηαι· μηδʼ εἴ τι θεουδέος Εὐδόξοιο καμπύλον ἐν γραμμαῖς εἶδος ἀναγράφεται. Τοῖσδε γὰρ ἐν πινάκεσσι μεσόγραφα μυρία τεύχοις ῥεῖά κεν, ἐκ παύρου πυθμένος ἀρχόμενος. Εὐαίων, Πτολεμαῖε, πατὴρ ὅτι παιδὶ συνηβῶν πάνθʼ ὅσα καὶ Μούσαις καὶ βασιλεῦσι φίλα αὐτὸς ἐδωρήσω· τὸ δʼ ἐς ὕστερον, οὐράνιε Ζεῦ, καὶ σκήπτρων ἐκ σῆς ἀντιάσειε χερός· καὶ τὰ μὲν ὣς τελέοιτο, λέγοι δέ τις ἄνθεμα λεύσσων· Τοῦ Κυρηναίου τοῦτʼ Ἐρατοσθένεος.
Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτʼ ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δʼ, οἷα Λίβυσσαν ἅλα Βορρῆς ἠὲ Νότος, τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν, ἐκ δʼ ἀνδρῶν πάντʼ ἐτίναξε νόον.
Αὐροσχάδα βότρυν Ἰκαριωνείης
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top