Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: How to Detect Malingerers

Library › Greek: Science & Medicine › How to Detect Malingerers

How to Detect Malingerers is a short treatise by Galen of Pergamon (AD 129 to about 216) on how a physician can tell whether a patient is only pretending to be ill. Noting that people feign illness for many reasons, Galen describes cases from his own practice and shows how careful observation, questioning and knowledge of the patient's circumstances can expose the deception.

The little work gives a lively picture of Galen's methods of diagnosis and of the social situations in which people might fake illness, such as avoiding an obligation or a journey. It also shows the physician's role, recognized even by laymen, as the one who distinguishes true from false complaints.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn XIX 1–7). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
How to Detect Malingerers
Galen · every word parsed
19.2
ΓΑΛΗΝΟΥ ΠΩΣ ΧΡΗ ΕΞΕΛΕΓΧΕΙΝ ΤΟΥΣ ΠΡΟΣΠΟΙΟΥ ΜΕΝΟΥΣ ΝΟΣΕΙΝ Διὰ πολλὰς αἰτίας ἄνθρωποι πλάττονται νοσεῖν. δοκεῖ δʼ ἰατρῷ προσήκειν ἡ τῆς ἀληθείας εὕρεσις ἐν τοῖς τοιούτοις ἅπασι, καὶ τοῦτον οἱ ἰδιῶται ἀξιοῦσι διακρίνειν τοὺς ψευδομένους τῶν ἀληθευόντων. καὶ γὰρ φλεγμονὴν καὶ ἐρυσίπελας καὶ οἰδήματα γεγονότα ἐξεπίτηδες ὑπό τινος τῶν ἔξωθεν .
19.2·2
φαρμάκων ἔνεστι φωρᾶσαι καὶ δια|κρῖναι τοῖς ἰατροῖς ἀπὸ τῶν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων παθῶν, οὕτως δὲ καὶ πτύσιν αἵματος ἐκ τῶν κατὰ τὸ στόμα χωρίων γιγνομένην ἀπὸ τῆς ἐκ στομάχου καὶ κοιλίας ἤ τινος τῶν ἀναπνευστικῶν ὀργάνων.
19.3
ἐφωράθησαν γοῦν ἤδη τινὲς ἀναβήττοντες ἐπὶ τῇ τελευτῇ τῆς βηχὸς ἀναπτύοντες αἷμα, φλεβὸς αὐτοῖς ἑτοίμως ἀναστομουμένης κατά τι μέρος τῶν οὔλων, ἣν ὁπότε βουληθεῖεν μυζήσαντες τῇ γλώττῃ καὶ βήξαντες δῆθεν ἀπέπτυον ὡς κάτωθεν ἀνηνεγμένον αἷμα. καὶ 〈ἄλλοι〉 παραληρεῖν προσεποιήσαντο καὶ μωραίνεσθαι καὶ μωραίνειν ἕτερα τοιαῦτα. ἅπαντα δὲ προσήκειν τοῖς ἰατροῖς ἐξευρίσκειν τε καὶ διακρίνειν ἀλλήλων οἱ ἰδιῶται νομίζουσιν, ἐν δὲ δὴ τούτοις καὶ πόνον ἰσχυρόν, ὃς δὴ δοκεῖ δυσέκδυτος εἶναι. καὶ καλούμενόν γέ τινα παρὰ τῶν πολιτῶν εἰς ἐκκλησίαν οἶδα πλασάμενον ὀδύνην κωλικήν, ὅπως μὴ παραγένοιτο, δόξαν αὐτῷ συμφέρειν οὕτως. ἐφʼ οὗ κατὰ μὲν αὐτὸν τὸν καιρὸν ὑπενόησα ψεύδεσθαι τὸν ἄνθρωπον, ὕστερον δὲ καὶ αὐτὸς ὡμολόγησέ μοι. πυριάματα δʼ οὖν ἑαυτῷ προσφέρειν . *[crux: μωραίνεσθαι]* *[crux: δυσέκδυτος]*
19.4
ἐκέ|λευσε, πλὴν οὐκ ἐδεῖτό μου λιπαρῶς βοηθεῖν αὑτῷ καίτοι φοβερώτατος ἔμπροσθεν ὢν ἐπὶ τοῖς μικροτέροις. καὶ ἠπίστατο μὲν πρὸ ἡμερῶν ὀλίγων ὀδυνώμενόν τινα κωλικῶς, εἶτα πιόντα τοῦ Φιλωνείου φαρμάκου γενόμενον ἀνώδυνον, ὅπερ ᾔτησέ με πάντως, εἴπερ ὠδυνᾶτο. τούτῳ δʼ ἐμαρτύρησε καὶ τὰ μετὰ ταῦτα· παυσαμένης τῆς ἐκκλησίας ἐπαύσατο κεκραγώς, ὡς οὐκ ἔτι ὀδυνώμενος. καὶ μέντοι καὶ ἡ προηγησαμένη δίαιτα τοιαύτη τις ἦν, ὡς μὴ δύνασθαι κωλικὴν ἐν αὐτῇ συστῆναι διάθεσιν. ἐξ ἀπεψιῶν γὰρ καὶ ψύξεων εἴωθε γίνεσθαι τὰ τοιαῦτα παθήματα, τῷ δὲ οὐδὲν τοιοῦτον προηγήσατο. τὸ μὲν οὖν γνῶναι τὰ παθήματα μὴ κατὰ λόγον εἶναι τῆς ἔμπροσθεν διαίτης ἰατρικῆς ἐμπειρίας ἔργον ἐστί, τὸ δʼ ὑπονοῆσαι διὰ τὴν ἐκκλησίαν αὐτὸν οὕτω πλάσασθαι οὐκέτι τῆς ἰατρικῆς ἴδιον, ἀλλὰ τοῦ καλουμένου κοινοῦ λόγου, ὃν καίτοι κοινὸν 〈ὄντα〉 πᾶσιν ὀλίγοι τέλεον ἔχουσιν, ὡς εὐπορεῖν ἐφʼ ἑκάστῳ πράγματι | .
19.5
τῶν ποιητέων καὶ λεκτέων. ἀναμνηστέον δὲ τῶν εἰρημένων ὡς ἐμπειρία μετὰ τῆς εὐπορίας εὑρίσκει μὲν καὶ τοὺς ἄλλα τινὰ πλαττομένους, εὑρίσκει δὲ καὶ τοὺς ἀλγεῖν προσποιουμένους σφοδρῶς. ἐφʼ ἑτέρου γοῦν αὖθις φάσκοντος ὀδυ νᾶσθαι σφοδρότατα γόνυ—δοῦλος ἦν οὗτος τῶν παρατρεχόντων ἐν ταῖς ὁδοῖς τῷ δεσπότῃ—τὸ προσποιητὸν τῆς ὀδύνης ἐφώρασα, τὴν μὲν ὑπόνοιαν λαβὼν ἔκ τε τοῦ τὸν δεσπότην αὐτοῦ κατʼ ἐκείνην τὴν ἡμέραν ἐξορμᾶν καὶ τοῦ ἤθους τοῦ νεανίσκου—τοιοῦτος γὰρ ἦν οἷος καὶ ψεύσασθαι τὰ τοιαῦτα— καὶ μὴν καί τινος τῶν μὴ φιλούντων αὐτὸν ὁμοδούλων ἐρόμενος, εἴ τις ἐρωτικὴ συνήθεια πρός τι γύναιον ἦν τῷ νεανίσκῳ, διʼ ἣν εἰκὸς ἦν αὐτὸν εἰς ἀποδημίαν μακροτέραν κατὰ χώραν τοῦ δεσπότου στελλομένου θελῆσαι μεῖναι· καὶ ἦν οὕτως ἔχον. ἔξωθεν μὲν οὖν εὐπορεῖτο ταῦτα· κατὰ δὲ αὐτὸ τὸ γόνυ μέγιστος ἦν ὄγκος ἰδιώτην ἐκπλῆξαι δυνάμενος, ἐμπείρῳ δὲ τοῦ .
19.6
πράγματος ἐναργῶς φαινόμενος | ὑπὸ θαψίας γεγενημένος. τοῦτο δὴ τῆς ἰατρικῆς ἐμπειρίας ἔργον ἐστίν, οὐκ ἐκ τῶν ἔξωθεν εὐπορουμένων. [ἐκ] τῆς αὐτῆς ἐμπειρίας καὶ τὸ μηδὲν αὐτῷ προηγήσασθαι τῶν τοιοῦτον ὄγκον ἐξαίφνης ἐργάσασθαι δυναμένων. οὔτε γὰρ ἐδεδραμήκει πλέον τοῦ δέοντος οὔτʼ ἐπλήγη πρός τινος οὔθʼ ἁλλόμενος [ἢ ἀναπηδῶν] τάφρον ἐπεπόνθει, πληθώρας τε σημεῖον οὐδὲν ἦν αὐτῷ πρὸς τῷ οὐδὲν διῃτῆσθαι πρόσθεν ἀργῶς καὶ πλησμονωδῶς. ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἶδος ἐρωτῶσιν ἡμῖν, ὁποῖόν ἐστιν, οὐκ εὐθέως οὐδʼ ἑτοίμως οὐδʼ ἑαυτῷ συμφώνως ἀπεκρίνατο. καὶ τοίνυν ἐξελθόντος τοῦ δεσπότου φάρμακον ἐπιθεὶς οὐδὲν μὲν ἀνώδυνον ἔχον, ψῦξαι δὲ τὴν ἀπὸ θαψίας ποι〈ουμένην θερμ〉ότητα δυνάμενον, μετὰ μίαν ὥραν ἔσχον ὁμολογοῦντα τελέως ἀνώδυνον εἶναι. ὅπερ, εἴπερ ἦν ὄντως ἄλγημα διὰ φλεγμονήν, οὐ μόνον οὐκ ἂν ἐπαύσατο διὰ φαρμάκου ψύχοντος, ἀλλὰ καὶ σφοδρότερον ἂν ἐγένετο. εὔδηλον οὖν ἤδη, πῶς τὰ τῆς ἰατρικῆς ἐμπειρίας μιγνύμενα τοῖς | .
19.6·2
εὐπορουμένοις λογικῶς—ὅπερ ταὐτόν ἐστι τῷ «τοῖς ὑπονοουμένοις»—εἰς διάγνωσιν ὀδύνης ἰσχυρᾶς ἐστιν ἐπιτήδεια. δύναται δέ τις καὶ τὴν εὐφορίαν γνώρισμα τίθεσθαι τοῦ μὴ σφοδρῶς ὀδυνᾶσθαι· γίνεταί γʼ ἀμέλει καὶ τοῦτο πολλάκις, οὐκ ἐννοησάντων τῶν προσποιουμένων ὀδυνᾶσθαι σφοδρῶς μεταρρίπτειν ἑαυτοὺς ἄλλοτε εἰς ἄλλο σχῆμα δυσφοροῦντας δῆθεν ἐπὶ τῷ μεγέθει τῆς ὀδύνης. ἔτι δὲ ἐὰν μὲν σφοδρῶς ὀδυνῶνται, πᾶν ὑπομένειν ἕτοιμοι γίνονται βοήθημα, καὶ πρότερον αὐτοὶ παρακαλοῦσι τοὺς ἰατρούς, ὅ τί περ ἂν βουληθεῖεν, πράττειν ἕνεκα τοῦ θεραπευθῆναι τὸ πάθος. ἐὰν δὲ μετρίως ἢ μηδʼ ὅλως ὀδυνῶνται, τὰ τοιαῦτα τῶν βοηθημάτων ἀποδιδράσκουσιν οὔτʼ ἀσιτίας μακρὰς ὑπομένοντες οὔτε δριμέων φαρμάκων προσαγωγήν, ἃ χρὴ λέγειν ἡμᾶς αὐτοῖς ὡς ἰασόμενα μόνα τὰς τοιαύτας διαθέσεις, ἡνίκα φασὶν ὀδυνᾶσθαι σφοδρῶς, καὶ πρὸς τούτοις ἐκτομὰς καὶ καύσεις καὶ παντὸς ἀποχὴν πόματός τε καὶ ἐδέσματος, οὗπερ ἂν ἴδωμεν αὐτοὺς ἡττημένους.
19.7
τοὺς τοίνυν σκηπτομένους ὀδυνᾶσθαι σφοδρῶς 〈…..〉 τὸ μέγεθος . *[crux: τὸ]*
19.7·2
τοῦ πόνου | καὶ τοῖς ἀπὸ τῆς ἰατρικῆς ἐμπειρίας γνωρίσμασιν, ἐν οἷς ἐστι καὶ τὸ δυσφορεῖν καὶ καταψύχεσθαι τὰ ἄκρα καὶ ὠχριᾶν, ἐνίοτε δὲ καὶ ψυχρὸν ἐφιδροῦν καὶ σφυγμοὺς ἔχειν οὐ μόνον ἀνωμάλους, ὅπερ καὶ τοῖς μετρίως ὀδυνωμένοις ὑπάρχει, ἀλλὰ καὶ πλείους τοὺς μικροὺς τῶν μεγάλων καὶ τοὺς ἀμυδροὺς τῶν σφοδρῶν, ἐρωτωμένους τε τὸ τῆς ὀδύνης εἶδος οἰκεῖον ἀποκρίνασθαι τῷ πεπονθότι μορίῳ. τινὰ μὲν γὰρ αὐτῶν εἰς πολὺ διατείνοντας ἔχει τοὺς πόνους, τινὰ δὲ οἷον ἐμπεπαρμένους τε καὶ καθʼ ἓν μέρος ἐρηρεισμένους, ἔνια δὲ νυγματωδῶς σφύζει, ἀλλὰ καί τινα διασπᾶσθαι δοκεῖ, τὰ δὲ οἷον ναρκώδη φαίνεται, τὰ δὲ βαρέα, καὶ τὰ μὲν ἐμέτους ἐπι φέρει, τὰ δὲ γαστρὸς ταραχήν, τὰ δὲ σκοτόδινον. *[crux: |]*
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top