Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Galen: On Bandages

Library › Greek: Science & Medicine › On Bandages

On Bandages is a short surgical handbook transmitted under the name of Galen, though it is not considered his own work, and its real author is unknown. It opens with an appeal to Hippocrates on the importance of neatness in practice, lays down general rules for applying bandages and the different kinds of bandaging, and then describes individual bandages one by one, some wound from a roller and some made by splitting a cloth into tails, and how each is applied.

The tract belongs to a long Greek tradition of writing on bandaging that goes back to the Hippocratic surgical works. Its precise, practical instructions show how ancient practitioners secured dressings and splints on different parts of the body, and it is a useful witness to the technical vocabulary of Greek surgery.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn XVIIIa 768–827). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The De fasciis is a spurious work transmitted under Galen's name.

Ancient Greek · Science & Medicine
On Bandages
Pseudo-Galen · every word parsed
18a 768 (t1)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΠΙΔΕΣΜΩΝ ΒΙΒΛΙΟΝ. Κε φ . αʹ. Οὐκ ἀσκόπως μοὶ δοκεῖ ὁ παλαιὸς Ἱπποκράτης ἐπιβλέψας τὰς ἄλλας τέχνας ἀρχόμενος τῆς ἐν τῷ πράττειν καθαριότητος ἐκπεφωνηκέναι. ἐμοὶ δὲ ἁνδάνει μὲν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἢ ὀρθῶς διοικεῖ, καλῶς ἕκαστα χρὴ ποιεῖν καὶ ὀρθῶς καὶ ὅσα καθαριότητος καὶ καθαρίως καὶ ὁκόσα ταχέως ἔργα, ταχέως. καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι ἀνωδυνώτατα ποιέειν. καὶ ἄλλα πάντα τοιοῦτον τρόπον διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. [5]
18a 769
καὶ γὰρ, ὡς ἔοικεν ἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱ ἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολλάκις προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσιν ἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθʼ ὃ καὶ τὴν ὕλην ἔχει διάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντα καὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττειν καὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐτὸς πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τε καὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲ ὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισι τοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσι δʼ οἱ ἄνθρωποι καὶ κατʼ ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπιδέσεις εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰς δῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναι τὰς παντὶ μέρει τοῦ σώματος ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς τε καὶ ποικίλας, ἐπιστάμενον ὥς τισι τῶν μερῶν ἁρμόζουσιν ἑκάτεραι, τισὶ δὲ ἡ ἑτέρα, λέγω δὲ ἡ ποικίλη εἰ καί τισιν ἄλλως δοκεῖ, ἄξιον δὲ τὴν στάσιν διευκρινῆσαι πρῶτον. [15]
18a 770
ἀχρηστίαν ἔνιοι τῶν ποικίλων κατεγνώκασιν ἐπιδέσεων φάσκοντες βλαβερὰν ταύτας παρέχειν τὴν χρῆσιν, ἀποδείξει μὲν οὐδεμιᾷ γενναίᾳ χρώμενοι, παλαιῶν δὲ ἀνδρῶν μαρτυρίαις. καὶ πρῶτόν γε τὸν Ἱπποκράτην εἰσάγοντες λέγοντα· ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέωνται οἱ χαίροντες ταῖς καλαῖς ἐπιδέσεσι, τοῦτʼ ἔστι ταῖς ποικίλαις· καὶ Μαντίαν τε ἱστοροῦντες ὑπὸ φαρμακοπώλου ἐπιδεδεμένον τινὰ ποικίλῃ ἐπιδέσει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον διὰ τῆς ἐπιδέσεως οἱ ὀφθαλμοὶ προσέπεσαν. δοκεῖ δὲ αὐτοῖς καὶ κατὰ λόγον τοῦτο γεγονέναι, διότι ἀνώμαλος ἡ τῶν ἐπιδέσμων γίνεται πρόσπτωσις διὰ τὴν ποικιλίαν δυναμένη εἰς φλεγμονὰς καὶ ἀποστάσεις ἄγειν τὰ σώματα· οὐκοῦν ἄξιον ἐγνωκέναι, διότι γένοιτʼ ἂν ταῦτα ἃ λέγουσιν οὐχ ὑπὸ ποικιλίας τῶν ἐπιδέσμων, ὑπὸ δὲ ἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. [15]
18a 771
χρὴ γὰρ ἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλιστα ἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλʼ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυρα προσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν, ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσαν δὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλει τὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατʼ ἰητρεῖον βιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴη ἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναι οὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμφέροντος τιθεὶς, τὸ δὲ καλῶς ἐπὶ τοῦ εὐπρεπῶς, εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶς εὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλʼ ἐν ὑποδείγματος μοίρᾳ, οἷον ἡ ἁπλῶς ἐπίδεσις εὐκρινὴς ἔστω. [15]
18a 772
σαφὲς δὲ τοῦτο ποιεῖ ἐπιφέρων· ἢ ὅμοια καὶ ἴσα ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα ἁπλοῦς, εὔκυκλος, σκέπαρνος, σιμὸς, ὀφθαλμὸς καὶ ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τῶν ἐπιδεομένων· εἰ γάρ τις ἁπλοῦς ἐστιν, οὗτος τῷ ὄντι εὔκυκλος ὀφείλει εἶναι· εἰ δέ τις σκέπαρνος, οὗτος σιμός. οὕτω γὰρ ἔσται ὁ πάντη ἴσως ὅμοιος ἑαυτῷ, ὁ δὲ ἄνισος ἀνόμοιος, ἄρα γε πείθονται ἤδη Ἱπποκράτει ἐκκλίνειν τὰς ποικίλας ἐπιδέσεις· ὁμολογοῦντες τὸν σκέπαρνον καὶ τὸν ὀφθαλμὸν καὶ τὸν ῥόμβον καὶ τὸν ἡμίτομον ποικίλας εἶναι τὰς ἐπιδέσεις; ἢ ἔτι ὑπομιμνήσκομεν αὐτοὺς τὸν περὶ κλειδὸς κατάξιος λόγον ἐν τῷ περὶ ἄρθρων. ὡς Ἱπποκράτης γερανίδι ποικίλῃ οὔσῃ ἐπιδέσει κέχρηται· ἴστωσαν δὲ ὅτι ἐπὶ μερῶν τινῶν ὡς ἐπὶ μηροῦ προαρθρημβολημένου βραχίονός τι καὶ ἀγκῶνος καὶ ἄλλων πλειόνων οὐκ ἔστιν ἄλλῃ χρῆσθαι ἐπιδέσει ἢ ποικίλῃ, ἀλλὰ πρὸς μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. [15]
18a 773
Κε φ . βʹ. Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν ἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποις ἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει, μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσιν ἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐ μιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθα γὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖσθαι· ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπʼ αὐτῶν χρώμεθα, ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς, συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ, ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατο κατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσει δὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤῥαπτοι. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκους ἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶν κώλων παραλαμβανόμενοι. [15]
18a 774
σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸς κατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰσιν οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρκίνοι δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκελεῖς. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοι ἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλούμενοι ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μαστῶν καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δʼ ἐπεὶ οἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲ καὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζομένου καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατασκευῇ δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲ πλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ μὲν εἰς τοῦτο γεγόνασιν, οἱ δὲ πρὸς ἄλλην χρείαν γεγονότων ὑφασμάτων, σχιζομένων δὲ γίνονται. οἷς ἐπὶ τῶν τραυμάτων ὡς ἐπὶ πᾶν χρώμεθα, τοῖς δὲ εἰς τοῦτο ὑφασμένοις ὡς ἐπὶ τῶν κυνηγῶν φυλακῆς τῶν σκελῶν χάριν ἐπιδεομένοις καὶ τοῖς καρποδέσμοις καλουμένοις. [15]
18a 775
τοῖς δὲ πλεκτοῖς ὡς ἐφʼ ἡνιοχῶν συνοχῆς τῶν πλευρῶν ἕνεκεν. Κε φ . γʹ. Ἔστω δὲ κοινὸν μὲν ἐπὶ πάντων παραγγελμάτων ἐπιδεομένων τὸ εὐπόριστον εἶναι καὶ τοῖς παροῦσιν ὡς ἀρίστοις δύνασθαι χρῆσθαι. ἐκλογῆς δέ τινος οὔσης τὸ αἱρεῖσθαι τοὺς ἐπιδέσμους, ὡς εἶπεν ὁ Ἱπποκράτης· φησὶ γὰρ ἔστω ἐπιδέσματα καλὰ, καθαρὰ, λεπτὰ, κοῦφα, μαλακὰ, ὑγιέα, ὥστε τάνυσιν φέρειν καὶ ὀλίγῳ κρέσσω μὴ ἔχοντα ξυῤῥαφὰς, μηδὲ ἐξαστίας· καθαρὰ μὲν γὰρ εἶναι δεῖ, διότι ἀπρεπὲς τὸ ῥυπαρὸν καὶ μηδὲ ἐπιδεχόμενον τὰ ἐπιβρέγματα καὶ παρέχοντά τινα βλάβην ἐν τῇ πρὸς τὰ ἐπιβρέγματα μίξει. ἔστω δὲ καὶ ἴδιον χρῶμα ὡς μὴ ἀπὸ πορφύρας ἤ τινος ἄλλου βάμματος τὸ αὐτὸ γένηται ἢ καὶ φαντασίαν ἡμῖν προβάλλῃ αἵματος ῥέοντος ἢ τοῦ χρώματος ὁμοιότητα, λεπτὰ δὲ ὡς μὴ ὄγκον πλείονα ταῖς ἐπινεμήσεσι παρέχῃ. μαλακὰ δὲ ὡς μὴ θλίβῃ διὰ τὴν σκληρότητα, κοῦφα δὲ εἰς τὸ μὴ ἐκ τοῦ προσόντος αὐτοῖς βάρους φορτικὴν τὴν ἐπίδεσιν γίγνεσθαι. [15]
18a 776
μὴ ἐχέτω δὲ μηδὲ ξυῤῥαφὰς ἀνωμάλως, διὰ τοῦτο ποιήσοντα τὴν θλίψιν, ἀλλὰ μηδὲ ἐξαστίαν ὅ ἐστι, μήτε πάρωον, μήτε παραστροφὴν, μήτε ὥσπερ ἶνας ἐξεχούσας· τὸ μὲν γὰρ ἀνώμαλον τὴν ἐπίδεσιν ποιεῖ. τὰ δὲ ἐξέχοντα τὴν ἐπινέμησιν οὐκ ἐᾷ γίνεσθαι ῥᾳδίως, σχίζοντα δὲ τοὺς ἐπιδέσμους οὐ κατὰ τὸ ἐπικάρσιον τμῆμα τῇ ὤᾳ δεῖ σχίζειν, ἀλλὰ κατʼ εὐθὺ ὥσπερ ἐξυφαίνεται ὡς τῷ στήμονι ἀνευθύνεσθαι στοχαζόμενον· ἐπὶ τούτῳ γὰρ εὔσχιστα τὰ ῥάκη, ἐπὶ δὲ τὴν κροκὴν τὸ ἀνάπαλιν, ἄλλως τε καὶ κατὰ τὴν πρὸς τὸν στήμονα ἀκολουθίαν σχιζόμενα εὐτονώτερα πρὸς τὴν θέσιν τῶν ἐπιδεομένων ἐστί. Κε φ . δʹ. Τῶν δὲ ἐπιδέσεων αἱ μὲν, ὡς ἔμπροσθεν εἶπον, εἰσὶν ἁπλαῖ, αἱ δὲ ποικίλαι· καὶ τούτων αἱ μὲν ἀπὸ τῶν ἐπιδεομένων μερῶν ἔτυχον τῆς προσηγορίας, αἱ δὲ ἀπὸ τοῦ συμβεβηκότος, ἄλλαι δὲ κατὰ μεταφορὰν τῆς πρὸς τὰ ζῶα ἐμφερείας. ἀπὸ μὲν οὖν τόπων ἐπιδεομένων ὀφθαλμὸς, ῥὶς, βουβωνίσκος καὶ αἱ ταύταις παραπλήσιαι· ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευγμένη, σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. [15]
18a 777
τῶν δὲ ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέσεις ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετʼ ὤτων καὶ βουκολίσκος καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν ἴδιαι ἐπʼ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρόσθια καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμογενῆ, ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δʼ ἔσται ταῦτα ἐν τῷ τὰς κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι. Κε φ . [15]
18a 778
εʹ. Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τόπους τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφʼ ὧν δεῖ τὴν θέσιν τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. διʼ ὃ δή ποτʼ οὖν τὴν ἀρχὴν κατʼ ἰνίου τάσσουσι κακεῖθεν τὰς ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστοχασμένοι τοῦ πάθους διʼ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ μερῶν ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς οὐχ ὅπη ἔτυχεν, ἀλλʼ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύην, ὅπη δὲ περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. [15]
18a 779
προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνεργειῶν εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθʼ ἣν συντελοῦμεν, ἑτέρας δὲ καθʼ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. [15]
18a 780
ταχέως μὲν σκοπὸν ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδεκότα δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρετὰς ἀγαθῶς καὶ καλῶς καὶ τὰ λοιπά. Κε φ . στʹ. Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπηρετοῦσι συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν ἴασιν πεπιστευμέναι, ἐφʼ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον, καὶ ποῦ τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς παραδοῦναι οὐχ οἷόν τε, ἀφορμὰς δὲ παρασχεῖν, διʼ ὧν εὖ ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπίδεσιν καὶ ἀνάληψιν καὶ θέσιν, ἐπιστάμενος δὲ καὶ τί δύναται ἐπίδεσις. δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμμένα διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. [15]
18a 781
δεῖ δὲ τῆς ἕδρας ψαύειν, τοῦτʼ ἔστι τῶν ἑδραίων ἀφʼ ὧν ἀπέστη καὶ εἰ μετεωρισθῇ· μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος, τελευτῆσαι δʼ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφʼ ὧν δʼ ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν τοῖς συναγομένοις, ἐφʼ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκτετραμμένα, ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφʼ ὧν δὲ δεῖ συνηγμένα διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορθῶσαι τὰ μὲν ἄλλα ταῦτα. [15]
18a 782
δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τινάς. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφʼ ὧν δεῖ τῆς ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθʼ ἓν ἐξηργασμένον οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφορίζομεν, ἀφʼ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δʼ ἐπὶ τῶν ἔργων τὸ κατάλληλον αἱρεῖσθαι προσήκει. Κε φ . ζʹ. Σύμμετρον ῥάκος λαβόντες ἐπισχίζομεν εἰς σκέλη ἓξ τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῇ κορυφῇ, τῶν δὲ σκελῶν καὶ τῶν παρειμένων λαβόμενοι τῶν μέσων ἐπιῤῥήγνυμεν τὸ κατὰ τὴν ἕξιν τῶν ὤτων μέρος ὑπό τε τῷ ἀνθερεῶνι προσθέντες τὰς ἀρχὰς ἁμματίζομεν. ἑτέρου δὲ στενοῦ τελαμῶνος τὸ μέσον τῷ ἰνίῳ προσθέντες καὶ τὰ ἄκρα παράγοντες τοῦ μετώπου ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζομεν· οὕτω τε τὰς λειπομένας τέσσαρας ἀρχὰς ἄγοντες ἐφάπτομεν τὰς μὲν ὀπισθίους πλησίον τοῦ κατὰ τὸν στενὸν τελαμῶνα ἅμματος, τὰς δὲ ἐμπροσθίους παρὰ τὸ ἰνίον. [15]
18a 783
δυνατὸν δὲ καὶ χωρὶς ἁμμάτων τὰς μὲν ὑποβάλλειν, τὰς δὲ ἐμβάλλειν τὴν ὑστάτην ἀγκτηρίζοντα. Κε φ . ηʹ. Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν, ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυφὴν, ὑπʼ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυφῆς ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζοντες. Κε φ . θʹ. Διελόντες τὸ ῥάκος εἰς σκέλη ὀκτὼ τοῦ μέσου ἀσχίστου καταλειπομένου μεγέθει ὡς ὅλην τὴν κεφαλὴν σκεπάσαι ἐπιβάλλοντες ὕλῃ τῇ κεφαλῇ καὶ τῶν σκελῶν παρειμένων δύο ἄγομεν ἐπὶ τὸν ἀνθερεῶνα διελόντες αὐτῶν τὴν κατὰ τὰ ὦτα συνέχειαν κἀκεῖ ἁμματίζομεν. [15]
18a 784
λοιπῶν δὲ ὄντων τεσσάρων ὄπισθεν, δύο δʼ ἔμπροσθεν τὰ ὕστατα τῶν ὄπισθεν ὑπὲρ τὰ ἄλλα ἀνάγομεν ἐπὶ τὸ μέτωπον, καὶ τὸ μὲν ἐπὶ πέρας ὑποστέλλομεν, τὸ δὲ δὴ ἕτερον ἐπιβάλλομεν εἰς κατάληψιν τοῦ ὑποκειμένου· ἔπειτα οὕτω τὰ ἐμπρόσθια σκέλη ἄγομεν ἐπὶ τὸ ἰνίον. ὁμοίως τὰς δὲ πρώτας ἀρχὰς ταῦτα καταλαβόμενοι τούτων τε τὴν ἑτέραν ὑποστέλλοντες εἰς ἑτέραν καὶ τὰς ἄλλας δὲ δύο τὰς ὀπισθίας ἄγομεν ἐπὶ τὸ μέτωπον· ἣν μὲν ὑποστέλλοντες, ἣν δὲ ἐπάγοντες, ἣν δὲ τελευταίαν οὖσαν καὶ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτηριζόμενοι· τῷ χωρὶς ἁμμάτων τὴν κεφαλὴν ἐπιδεομένῳ σχιστῷ φυλασσόμενοι τὴν ἐκ τῶν ἁμμάτων θλίψιν. Κε φ . ιʹ. Ἡ μεσότης τῆς καθʼ ὅλης κεφαλῆς τῶν ἀρχῶν· αἱ μὲν τέσσαρες κατὰ μετώπου ὑπʼ εὐθείας κρεμάσθωσαν, αἱ δὲ ἄλλαι τέσσαρες κατὰ ἰνίου. τῶν δὲ κατὰ μετώπου δύο αἱ ἔξωθεν σχισθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν, κἀκεῖ ἁμματιζέσθωσαν καὶ ἀπὸ ἰνίου δὲ αὗται ταῖς κατὰ τοῦ μετώπου ἀγέσθωσαν καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· εἶτα ἑξῆς αἱ λοιπαὶ δύο κατὰ τοῦ μετώπου σχισθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν, αἱ δὲ ἀπὸ ἰνίου ἐπὶ μετώπου. [15]
18a 785
Κε φ . ιαʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν ὅλην κεφαλὴν σκεπάσαι θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάληψιν τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δʼ οὕτω. ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνασθαι τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατʼ ἰνίου τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοὺ τελαμῶνος ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ καθολκέως ἀρχὰς ἁμματιζέσθωσαν. [15]
18a 786
τὸ δὲ κατὰ προσώπου παρειμένον εἰς δύο σκέλη ἐπʼ εὐθείας διαιρείσθω μέχρι μεσοφρύου καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμηκεστέρου τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δʼ ἀρχαὶ ἐπʼ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπίδεσμοι. Κε φ . ιβʹ. Οὕτως λοιπὸν δʼ ἂν εἴη καὶ περὶ τῶν ποικίλων εἰπεῖν, πρότερον ἐμφανίσαντα ὡς τῶν ἐπινεμήσεων ἡ μέν τίς λέγεται εὐθεῖα, ἡ δὲ πλαγία, ἡ δὲ λοξὴ, ὡς τὰ ὀνόματα σημαίνει· ἄλλη δὲ στεφανιαία, ἡ δὲ μετωπιαία, ἡ δὲ παρείας, ἡ δὲ γενειὰς, ἡ δὲ εὔκυκλος, ἡ δὲ κυκλικὴ ἐπίδεσις, ἄλλη δὲ σκέπαρνος. στεφανιαία μὲν οὖν ἐστιν ἡ κατὰ τοῦ βρέγματος ἀγομένη ὁμοίως τοῖς στέφεσι, μετωπιαία δὲ ἡ ἐπὶ τοῦ μετώπου κατακυκλουμένη, γενειὰς δὲ ἡ κατὰ γενείου. [15]
18a 787
ὁμοίως δὲ καὶ παρειὰς ἀπὸ τοῦ μέρους, σκέπαρνος δὲ ἥτις καθʼ ἓν μέρος κοίλη ἐστὶν ὑπό τι μονοειδὲς οὖσα. κατὰ δὲ τὸ ἕτερον περίκυρτος. τῶν οὖν καταβαλῶν ταῦτα τὰ ὀνόματα. Κε φ . ιγʹ. Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφʼ ὧν τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκείνων μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γένηται ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην. Κε φ . [15]
18a 788
ιδʹ. Ἁρμόζει μὲν καὶ ἐφʼ ὧν ὁ θόλος. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον, εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτʼ ἐπὶ βρέγμα λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρώτῃ, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς, εἶτʼ ἐπʼ ἰνίον ἐκεῖθέν τε μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι. τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει. ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω, ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει. Κε φ . ιεʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν κορυφὴν καὶ βρέγμα συνεπιδῆσαι θέλομεν. συντελεῖται δʼ οὕτω· τάξαντες κατʼ ἰνίου ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ κατὰ κορυφῆς ἐπὶ τὸ μέτωπον, ἐνταῦθά τε παριστάντες τῷ λιχανῷ τῆς ἀριστερᾶς χειρὸς ἡμῶν δακτύλῳ. ἀπάγομεν πάλιν ἐπὶ ἰνίον τῷ πρώτῳ παράλληλον ἀπὸ ἰνίου τε τρίτῳ ἐπὶ μέτωπον ἄγομεν παράλληλον. ὅτε καὶ παρειλήσαντες τὴν ταινίαν τὴν ὑπὸ δακτύλου διακρατουμένην μετωπιαίαν συντελοῦμεν. Κε φ . [15]
18a 789
ιστʹ. Εὐθετεῖ μὲν ἐφʼ ὧν καὶ ὁ θόλος. ἔχει δέ τινα μετὰ τῆς εὐχρηστίας καὶ εὐμορφίαν. ἐπὶ συντελουμένῳ τῷ θόλῳ στενοῦ τελαμῶνος τὴν ἀρχὴν καὶ τάξαι δεῖ ὑπὸ ταῖς ἐπινεμήσεσι ταῖς κατʼ ἰνίου, ἐκεῖθέν τε λοξὴν ἄγειν κορυφὴν ἐπὶ βρέγμα. μέτωπον ὑπειλήσεται τοῖς κατὰ μέτωπον τῆς πρώτης ταινίας ἀγκύλην, εἶτα ἄγειν λοξὴν ἐπὶ βρέγμα, κορυφὴν, ἰνίον. ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς δεξιοῦ καὶ ἐπὶ βρέγμα καὶ ἐπὶ τὸν ἀριστερὸν τοῦ ὠτὸς λοβὸν καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει εἰς ἀσφάλειαν μετωπιαίαν ἡμεῖς προσαποδίδομεν. Κε φ . ιζʹ. Ἐπὶ συντετελεσμένῳ τῷ θόλῳ δακτυλιαίου τελαμῶνος ἢ ἔτι στενοτέρου τὴν ἀρχὴν τάξαντες ἐπὶ ἰνίον ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ ἐπὶ κορυφὴν καὶ βρέγμα μέσον καὶ μέτωπον πτύξαντές τε κατὰ μετώπου ἀνάγομεν πάλιν κατὰ τῆς αὐτῆς ἐπὶ ἰνίον. ἀπὸ ἰνίου παραλλάξαντες ἐπὶ τὸ δεξιὸν μέρος τε κεφαλῆς ἄγομεν παρὰ κορυφὴν ἐπὶ βρέγμα καὶ ἀριστερὸν κρόταφον, διπλώσαντές τε τὴν ταινίαν ἐπὶ τοῦ κροτάφου ἄγομεν τὸ σπείραμα κατὰ τῆς προσεμβεβλημένης λοξῆς ἐπὶ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς· ἐντεῦθεν δὲ ὁμοίως ἀνακλάσαντες πάλιν ἄγομεν ἐπὶ τὸν κρόταφον καὶ τοῦτο τρὶς ποιοῦμεν, ἵνα κατὰ τοῦ κροτάφου καθʼ ὑπέρβασιν ἀνακεκλασμένα ἀγκύλια τρία ὄντα κικίνων ἰδέαν παρασχῇ. [5]
18a 790
μετὰ δὲ τὸ ἐκ τρίτου ἔλθῃ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ ἰνίου, παραλλάξαι δὲ ἐπὶ ἀριστερὸν, ἵνα καὶ κατὰ τοῦ ἑτέρου κροτάφου τὸ αὐτὸ γένηται, ἐπὶ πᾶσι δὲ μετωπιαίαν συντελοῦμεν εἰς συνοχὴν τῶν ἐπινεμήσεων. Κε φ . ιηʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ὁ θόλος Γλαυκίου. συντελεῖται δὲ οὕτως· μέτριόν τι τῆς ταινίας μέρος ἐάσας κατὰ τοῦ προσώπου ἀγαγὼν τὸ σπείραμα ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν, ἰνίον ἐκεῖ τε ὑπηρέτῃ κελεύσας διακρατῆσαι παραλλάξας τὸ σπείραμα μετωπιαίαν ἀποδώσῃ, ἔπειτα οὕτω τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν κατὰ τῆς πρώτης ἐπαγαγὼν ἐπὶ βρέγμα κορυφὴν, ἰνίον καταλαβοῦ κατʼ ἰνίου. Κε φ . ιθʹ. Ἁρμόζει μὲν ἐπὶ πάντων τῶν διὰ ῥευματισμὸν ὀμμάτων χρόνιον περιεσκυθισμένων πρὸς τὴν συναγωγὴν τῶν διῃρημένων καὶ ἄλλως ἔκ τινος αἰτίας ὑπὲρ τὸ μέτωπον ἐχόντων τραῦμα. [15]
18a 791
ἐπιτελεῖται δὲ οὕτως· τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τάξαντες κατʼ ἰνίου ἄγομεν τὸ λοιπὸν ὑπὸ λοβὸν ὠτὸς ἤτοι δεξιοῦ ἢ τοῦ ἑτέρου, ἐφʼ ὧν ἂν συμφέρειν κρίνωμεν πρῶτον ἐπινέμεσθαι. ἀπὸ δὲ τοῦ ὠτὸς ἐπὶ τὸν παρακείμενον κρόταφον πλαγίως ἐπὶ βρέγμα, εἶτα ἐπὶ τὸν ἕτερον κρόταφον ὑπὸ λοβὸν ὠτὸς, εἶτʼ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου θλίψαντες τὴν προσεμβεβλημένην ἀρχὴν τὴν ἐπινέμησιν ποιούμεθα ἐπὶ οὖς ἐπὶ μέτωπον, ὡς εἶναι κάτω πρῶτον τὴν τῆς πρώτης κατὰ τοῦ βρέγματος ἐπινέμησιν ἀμφοτέραν εἰς τὸ ἔνδον ἐναντίως ἀλλήλαις σεσημειωμένων, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. ἐπιτελεῖται δὲ καὶ ἄλλος ἐκ δυοῖν στεφανιαίων, ἧς μὲν ὑπὸ τὴν διαίρεσιν νεμομένης, ἧς δὲ ὑπὲρ αὐτὴν σεσημειωμένης ἑκατέρας πρὸς τὸ ἔνδον. αἱ δὲ ἐπινομαὶ τῆς μὲν κάτω πρὸς τὸ ἄνω, τῆς δὲ ἄνω πρὸς τὴν κάτω. Κε φ . κʹ. Εὐθετεῖ μὲν ἐφʼ ὧν βρέγμα καὶ τὰ παρακείμενα τούτῳ συνεπιδῆσαι θέλομεν, ἐπιτελεῖται δὲ οὕτως· ἐπὶ τῷ καλουμένῳ ἡμιῤῥόμβῳ γεγονότι χωρὶς τῆς μετωπιαίας ἀπὸ τοῦ ἰνίου ἄγομεν τὴν ἐπινομὴν παρὰ κορυφὴν λοξῶς ἐπὶ μέτωπον. [15]
18a 792
κλάσαντες τὴν ταινίαν κατὰ τοῦ μετώπου μηνοειδῶς, ὥστε τὸ μὲν σιμὸν αὐτῆς νεύειν ἄνω, τὸ δὲ κυρτὸν ἐπὶ μεσόφρυον βλέπειν ἐπὶ τὰ ἀντικείμενα τῆς κορυφῆς καὶ ἐπὶ ἰνίον ἄγομεν καὶ οὕτω τὴν μετωπιαίαν προσδίδομεν. αὕτη ἡ ἐπίδεσις μετὰ τῆς εὐχρηστίας ἧς παρέχει ὁ λαγωός ἐστί πως εὐπρεπεστέρα. Κε φ . καʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ἡ σπεγκρανίς. ἐστὶ δὲ πολὺ ἀσφαλεστέρα· μετὰ γὰρ τὴν σπεγκρανίδα ὁ λαγωὸς χωρὶς ὤτων ἐπιπλέκεται, ἵνα μὴ πολυλογῶμεν. Κε φ . κβʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ἡ ἀδέσποτος Θαὶς, λέγω δὲ ἐπὶ βρέγματος καὶ τῶν πλησίον τόπων. συντελεῖται δὲ οὕτω· σύμμετρον μέρος ἐάσας τῆς ταινίας κατὰ προσώπου παρειμένον ἕλκε τὸ σπείραμα κατὰ βρέγματος ἐπʼ εὐθείας ὡς ἐπὶ ἰνίον, ἐκεῖθεν δὲ παραλλάξας ἄγε ὑπὸ λοβὸν ὠτός. ἐπὶ βρέγμα καὶ λοξῶς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξῶς ἐπὶ τὰ ἀντικείμενα μέρη καὶ ἐπὶ βρέγμα κρόταφον ὑπὸ λοβὸν ὠτὸς, εἶτʼ ἐπʼ ἰνίον· ἔπειτα τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀναγαγών. [15]
18a 793
πτύσσε κατὰ μετώπου τρὶς καθʼ ὑπέρβασιν, ὥστε βαθμηδὸν ἀλλήλαις ἐπικεῖσθαι καὶ οὕτως ἐπʼ αὐτῶν κατʼ αὐτὴν ἔπαγε τὴν μετωπιαίαν. Κε φ . κγʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καθʼ ἓν μέρος ἐπιδῆσαι θέλομεν γένυν ἤτοι τραύματος χάριν ἢ ἐξαρθρήματος ἢ τοῦ κυνικοῦ καλουμένου σπασμοῦ ἤ τινος ἄλλου. ἀρχὴ κατʼ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα κρόταφον παρειαίς· εἶθʼ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ γένειον λοβοὺς ὤτων, μετὰ δὲ τὴν γενειάδα ἐπὶ ἰνίον, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. οὕτως ἄνπερ ἄνωθεν κάτω συμφέρῃ ἐπιδεῖν, συντελεῖται δὲ αὕτη καὶ κάτωθεν ἄνω οὕτως· ἀρχὴ ἐπὶ ἰνίον τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ὑπὸ γένειον· εἶτα παρειὰς, εἶτα λοξὴ ἐπὶ βρέγμα ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαία. Κε φ . [15]
18a 794
κδʹ. Ἁρμόζουσα εὑρίσκεται αὕτη ἐφʼ ὧν κατʼ ἀμφότερα τὰ μέρη τῆς γένυος ἢ ἐξαρθρήματα ἤ τι ἄλλο μέρος τῆς ἐπὶ τῆς μονομεροῦς εἰρημένον ἐστίν. ἀρχὴ κατʼ ἰνίου λοξὴ ἐπὶ κορυφὴν, βρέγμα καὶ παρειὰς ὑπὸ γένειον, εἶτα ἐναντία κειμένη γνάθων παρειὰς καὶ ἐπὶ βρέγμα κατὰ τῆς προσεμβεβλημένης ἕως χίασμα γίγνεσθαι· εἶτα ἐπὶ ἰνίον καὶ ὑπὸ λοβὸν ὠτὸς, γένειον ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . κεʹ. Ἀρχὴ ὑπὸ ἰνίῳ ὠτὸς καὶ ὑπὸ γενειάδα, εἶτα παρειὰς καὶ λοξὴ παρὰ κορυφὴν ἐπὶ ἰνίον ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ὑπὸ γένειον, ἔπειτα παρειὰς, ἔπειτα λοξὴ κατὰ βρέγματος ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κε φ . κστʹ. Ἡ μεσότης τῷ ἰνίῳ ἐντιθέσθω τὰ εἰλήματα, ἀπὸ κορυφῆς δὲ λοξῶς ἐπὶ βρέγμα, ἵνα κατʼ αὐτοὺς χίασμα γένηται, εἶτʼ ἐπὶ παρειὰς ὑπὸ γένειον ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κυκλοτερῶς ἐπὶ μέτωπον καὶ ἰνίον· εἶτα γενειάδα καὶ μετωπιαίαν, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. [15]
18a 795
Κε φ . κζʹ. Ἡ μεσότης κατὰ μετώπου τὰ σπειράματα ἐπὶ ἰνίον καὶ κατʼ αὐτοὺς χίασμα· εἶτα ὑπὸ λοβοὺς ὤτων ὑπʼ ἀνθερεῶνα, εἶτα παρειαὶ καὶ ἐπὶ βρέγμα, λοξαὶ ἐπὶ ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαίας. Κε φ . κηʹ. Μεσότης κατʼ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων, ὑπὸ γένειον, ἔπειτα παρειὰς καὶ τὰ λοιπὰ ὁμοίως τῇ πρὸς ταύτης. Κε φ . κθʹ. Ἀρχὴ κατʼ ἰνίου τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον. ἐπίβρεγμα λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαίαν, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ἐπὶ πλέον. ἐπιδέοιτο οὕτω κάτωθεν ἄνω ἢ ἄνωθεν. συμφέρει οὕτως ἐπιδεόμενα ἀρχὴ κατʼ ἰνίου λοξὴ ἐπὶ κορυφὴν βρέγμα καὶ κρόταφον, ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . λʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον καὶ βρέγμα, λοξῶς ἐπὶ ἰνίον καὶ μετωπιαία πρὸς τὸν ἔξω κανθὸν καὶ ἐπὶ βρέγμα. [15]
18a 796
λοξὴ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ αὐτῆς χιάζουσα τὸ βρέγμα, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . λαʹ. Ἡ μεσότης κατʼ ἰνίου. αἱ ἀρχαὶ ἐπὶ κορυφὴν βρέγμα χίασμα ποιοῦσαι κατʼ αὐτοῦ, εἶθʼ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κε φ . λβʹ. Ἡ μεσότης κατʼ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ τοὺς ἔξωθεν κανθούς· εἶτʼ ἐπὶ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία· τινὲς καὶ γενειάδα προστιθέασι. Κε φ . λγʹ. Τὴν εὐθεῖαν διμερῆ φορβέαν ἐπιδήσαντες χωρὶς τῆς γενειάδος ἐπὶ τέλει ἐπὶ τὸ ὕψωμα τῆς ῥινὸς ἀπάγομεν, εἶτʼ ἐπὶ ἰνίον καὶ στεφανιαίαν προσαποδίδομεν. Κε φ . λδʹ. Ὁμοίως τῷ ἀνεζευγμένῳ ἐπιδεδεμένῳ καὶ τὴν γενειάδα προσαποδίδομεν. Κε φ . [15]
18a 797
λεʹ. Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώτερον βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν. ἡ αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν γενειάδων. Κε φ . λστʹ. Σύμμετρον μέρος τῆς ταινίας ἐάσας κατὰ προσώπου κρέμασθαι, ἕλκε τὸ σπείραμα ἐπʼ εὐθείας ἐπὶ ἰνίον κἀκεῖθεν ἐπίδει τὴν εὐθεῖαν φορβέαν μέχρι τοῦ σκεπούσης ὅλης παρειὰς καὶ τῆς κεφαλῆς καὶ ἐπὶ τέλει τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσας εὐθυτενῶς ἐπὶ κορυφὴν ἄπαγε ἐπὶ ἰνίον καὶ καταλαβοῦ ὁμοίως, ἐὰν θέλῃς ἐπιθεὶς τὸν λοβόν. Κε φ . λζʹ. Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δʼ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλʼ εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. [15]
18a 798
οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται καὶ ἐν μέσῳ. Κε φ . ληʹ. Ἐπιτελεῖται δʼ οὕτως· ὁ βρόχος ὁ καλούμενος βουκολικὸς ἢ διʼ ἀγκυλωμάτων, συντόμῳ ἐν τῷ περὶ βρόχων ἐκδεδώκαμεν πολλάκις, ἐξ ἑνὸς μέρους τοῦ ἐπιδέσμου ἐπὶ μετώπου τάσσεται καὶ ἐπʼ αὐτῷ ἐπιτελεῖται τὸ ἡμιῤῥόμβιον ἢ πλινθίον καλούμενον. Κε φ . λθʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον ὀφθαλμὸν, ὥστε καλύψαι, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κε φ . μʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμά γʼ ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμὸν, εἶτα οἶμαι παρέλκειν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ὀφθαλμὸν, ἐπὶ βρέγμα, ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κε φ . [15]
18a 799
μαʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ εἴλημα κατὰ κορυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμόν· εἶθʼ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπʼ ὀφθαλμὸν τὸν ἕτερον, μεσόφρυον, βρέγμα καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. δυνατὸν δὲ καὶ ἀνατρέψαντα τὸν πρῶτον ἐπιδεόμενον κάτωθεν ἄνω ἐπιδῆσαι, ἄν περ τοῦτο συμφέρῃ. Κε φ . μβʹ. Μεσότης κατʼ ἰνίου. ἀρχαὶ ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον καὶ κατʼ αὐτὸ τοῦτο χιάζεσθαι· εἶτα ἐπὶ ὀφθαλμοὺς καὶ ὑπὸ λοβοὺς τῶν ὤτων, ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . μγʹ. Μεσότης κατὰ μετώπου. αἱ ἀρχαὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι καὶ ὁμοίως τῇ πρὸ ταύτης ἐπιδέσει. Κε φ . μδʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, βρέγμα, ὀφθαλμὸν ἐπʼ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . [15]
18a 800
μεʹ. Πρὸ τῆς μετωπιαίας. ἀπὸ ἰνίου ἐπὶ ἕτερον ὀφθαλμὸν ἀντικείμενον ἕτερον ἐπάγεται καὶ κατʼ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον ἐπὶ τὸν ἕτερον ὀφθαλμὸν καὶ ἐπʼ ἀντικείμενον λοβὸν ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . μστʹ. Ἀρχὴ ὑπὸ ἰνίῳ. τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς, εἶθʼ ὑπὸ γένειον ἐπὶ χαλινὸν ὀφθαλμὸν ἐπὶ βρέγμα καὶ ἐπὶ ἰνίον, εἶθʼ ὑπὸ λοβὸν καὶ ὑπὸ γένειον ἀντικείμενον χαλινὸν, ὀφθαλμὸν μεσόφρυον καὶ αὐτοῦ χίασμα, εἶτα ὑπὸ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία. Κε φ . μζʹ. Ὁμοίως τῷ λοξῷ τῆς τιθεμένης μεσότητος κατʼ ἰνίου καὶ ἢ ἄνωθεν ἢ κάτωθεν ἀγομένων τῶν ἀρχῶν, τίθεται δὲ ὑπὸ γένειον μεσότης. Κε φ . μηʹ. Πλάτος ἕκαστος τελαμὼν ὅσῳ σκεπάσαι τὴν ῥῖνα, μήκει δὲ ὡς διπλοῦν ἀπὸ ῥινὸς ἐπʼ εὐθείας ἐπὶ ἰνίον δύνασθαι χωρίσαι. τὴν ἀρχὴν τάττομεν κατʼ ἰνίου, τὸ δὲ λοιπὸν ἄγομεν εὐθείας ἐπὶ κορυφὴν βρέγματος ῥινὸς ὕψωμα. [15]
18a 801
τὸ δὲ λοιπὸν παρειμένον κατὰ τοῦ προσώπου, ὃ καὶ σχίζομεν ἐπʼ εὐθείας εἰς σκέλη δύο ἄχρι τοῦ ἄνω χείλους ἔπειθʼ οὕτως ἄλλου στενοῦ τελαμῶνος, ἐπιμηκεστέρου δὲ, τὴν μεσότητα τίθεμεν ὑπὸ σφαιρίῳ τῆς ῥινὸς καὶ ἐπὶ τῶν παρειμένων τοῦ προσώπου σκελῶν. ἄγομέν τε τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων ὑπʼ ἰνίον κατὰ τῆς προεμβεβλημένης χίασμα ποιοῦντες· δόντες τε ὑπηρέτῃ ἑξῆς κατὰ τοῦ προσώπου σκέλη ἄγομεν, ἀνακλάσαντες παρʼ ἑκάτερον μέρος τῆς ῥινὸς ἐπὶ μεσόφρυον κατʼ αὐτοῦ χίασμα γίγνεσθαι καὶ τὰς ἀρχὰς λοξῶς ἐπὶ κορυφῆς ἐπὶ ἰνίον ἀφάψαντές τε πρὸς τὸ αὐτὸ πέρας ἐπάγομεν τὰς διακρατουμένας ὑπὸ τοῦ ὑπηρέτου ἀρχὰς μετωπιαίας συντελοῦμεν, οὐ τὰ πέρατα πρὸς ἄλληλα ἅμματι ἢ ὡς ἀγκτῆρι ἐκ πλαγίων τῆς κεφαλῆς ἀναλαμβανομένων. Κε φ . μθʹ. Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην ἄγομεν ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα, καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. [15]
18a 802
τὰς δʼ ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν. Κε φ . νʹ. Μία ἡ μεσότης ὑπὸ σφαίριον. αἱ δʼ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι διακρατείσθωσαν, ἄλλη δὲ μεσότης ὑπὸ τὸ σφαίριον τῆς ῥινός. αἱ δʼ ἀρχαὶ καὶ ὑπὸ λοβοὺς καὶ ἐπὶ ἰνίον ἁμματίζονται, τρίτη μεσότης κατὰ μετώπου, αἱ δʼ ἀρχαὶ ἐγκύκλιοι πρὸς κεφαλὴν καὶ τὸ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς. Κε φ . ναʹ. Μία μεσότης ὑπὸ σφαιρίῳ, αἱ δʼ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ὁμοίως διακρατείσθωσαν, ἑτέρα ἡ μεσότης ὑπὲρ τὸ σφαίριον, αἱ δʼ ἀρχαὶ ὑπὸ λοβοὺς, ἐπὶ ἰνίον ἀπὸ ἰνίου χιασθεῖσαι περὶ κεφαλὴν, ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. Κε φ . [15]
18a 803
νβʹ. Τῆς ἑτέρας ἐπʼ εὐθείας τῇ ῥινὶ ἐπικειμένης τὸ μὲν ἥμισυ κατὰ τοῦ προκειμένου μετώπου παρειμένον ἐῶμεν. τὸ δὲ ἥμισυ κατὰ τοῦ προσώπου παρειμένον ἐπʼ εὐθείας κατὰ κορυφὴν ἐπὶ ἰνίον ἀπάγομεν. τῆς δʼ ἑτέρας τὴν μεσότητα ὑπὸ σφαιρίῳ τάξαντες τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων καὶ ἐπὶ ἰνίον ἄγομεν. χιάσαντες κατʼ ἰνίου οὕτω τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀνακλάσαντες κατὰ τῆς προεμβεβλημένης ἐπὶ κορυφὴν καὶ ἰνίον εὐθείας ἀπάγομεν. διὰ δὲ τῶν κεχιασμένων κατʼ ἰνίου καταλαμβανόμενοι τὰς ἀρχὰς μετώπιον συντελοῦμεν. Κε φ . νγʹ. Ἑνὸς ᾖ μεσότης ὑπὸ σφαιρίῳ. αἱ δʼ ἀρχαὶ ἐκ πλαγίων τῆς ῥινὸς ἐπὶ μεσόφρυον, ὅπου καὶ χιασθεῖσαι ἀπαγέσθωσαν ἐπʼ εὐθείας παρὰ κορυφὴν ἐπὶ ἰνίον κἀκεῖ διακρατείσθωσαν. δευτέρου μεσότης τὸ ὑπὲρ τὸ σφαίριον τῆς ῥινὸς, αἱ δʼ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, κἀκεῖ ἁμματιζέσθωσαν πρὸς ἀλλήλας τε καὶ πρὸς τὰς διακρατουμένας· τρίτου ἡ μεσότης κατὰ μετώπου, αἱ δʼ ἀρχαὶ ἐγκύκλιοι περὶ κεφαλὴν, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς. Κε φ . [15]
18a 804
νδʹ. Τῆς πρώτης ὁμοίως ταινίας διατιθεμένης καὶ τῆς δευτέρας πάλιν ὁμοίως ἐπὶ ἰνίον ἀγάγῃ τῆς δευτέρας τὰς ἀρχὰς, χιάσαι δὲ καὶ αὐτῶν μετωπιαίων συντελέσαι, τῶν τοῦ πρώτου τελαμῶνος ἀρχῶν ἤτοι κατειλημένων ὑπʼ αὐτῶν ἢ καὶ αὐτῶν χιαζομένων κατʼ ἰνίον· ἔπειτα ἀγομένων ὑπʼ ἀνθερεῶνα κἀκεῖ ἁμματίζομεν. Κε φ . νεʹ. Σύμμετρον μέρος ἐπὶ τοῦ ἐπιδέσμου κατὰ τοῦ προσώπου ἐάσαντες κρεμάσαι τοσοῦτον ὅσον ἱκανὸν ἔσται ἐπὶ ἰνίον ἐθελεῖν· εἶτα ἄγομεν τὸ σπείραμα ἐπʼ εὐθείας κατὰ ῥινὸς, μεσοφρύου, βρέγματος, κορυφῆς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κλάσαντες ἐπὶ λοβὸν ὠτὸς ἀντικείμενον· ἐπὶ ἰνίον διακρατοῦντες τὸ σπείραμα τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσαντες, ἐπʼ εὐθείας ἄγομεν κατὰ τῆς πρώτης κορυφῆς καὶ ἰνίου, καταλαμβανόμενοί τε ἄγομεν τὸ σπείραμα κυκλοτερῶς ἐπὶ μέτωπον εἶτα ἐπʼ ἰνίον καὶ παρὰ μέρος τῆς κεφαλῆς τὸ σπείραμα καταλαμβανόμεθα. Κε φ . νστʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν καὶ βρέγμα, μικρὸν κανθὸν ἐπὶ μῆλα· εἶθʼ ὑπὸ σφαίριον ῥινὸς καὶ ἐπὶ τὸ ἀντικείμενον μῆλον παρὰ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν ἀντικειμένη τῇ πρώτῃ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον ἀπὸ ἰνίου μετωπιαία. [15]
18a 805
Κε φ . νζʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν ἐπὶ κρόταφον καὶ τὸν ἔξω κανθὸν ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτός· εἶτα ἐπὶ ἰνίον ἀπὸ ἰνίου κλάσαντες τὴν ἀρχὴν ἄγομεν ἀντικειμένην τῇ πρώτῃ λοξὴν ἐπὶ κρόταφον ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἐπισφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς, εἶτʼ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν προσαποδίδομεν. Κε φ . νηʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, εἶτʼ ἐκ πλαγίων τῆς ῥινὸς παρὰ μέγαν κανθὸν ἐπʼ εὐθείας ἐπὶ παρακείμενον πτερύγιον ῥινὸς ἐπὶ χαλινὸν, εἶθʼ ὑπʼ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ παρὰ κορυφὴν καὶ ἐπὶ βρέγμα, ἀντικειμένη τῇ πρώτῃ ἐπὶ μεσόφρυον, ὡς κατʼ αὐτοῦ χίασμα γίνεσθαι, καὶ ἐκ πλαγίων τῆς ῥινὸς ἀντικειμένη τῇ πρώτῃ ἐπὶ χαλινόν· εἶθʼ ὑπʼ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου, εἶτʼ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία καὶ ὑπὸ τὸ ὕψωμα τῆς ῥινός· εἶθʼ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον. [5]
18a 806
ταύτῃ τῇ ἐπιδέσει ἔνιοι καὶ γενειάδα προστιθέασιν, ἁρμόζει δὲ ἐφʼ ὧν μεσόφρυον καὶ τὸ τῆς ῥινὸς ὕψωμα συνεπιδῆσαι θέλομεν. Κε φ . νθʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν, βρέγμα, ἐπὶ μεσόφρυον, παρὰ μέγαν κανθὸν, ἐπὶ μῆλον, ὑπὸ λοβὸν ὠτός· ἐπὶ ἰνίον ἀντικειμένη τῇ πρώτῃ, ὡς χίασμα κατὰ μεσόφρυον γίνεσθαι, καὶ λοξὴ παρὰ βρέγμα καὶ κορυφὴν ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτός· ὑπὸ τὸ ὕψωμα τῆς ῥινὸς καὶ ἐπὶ τὸν ἀντικείμενον λοβὸν ὠτὸς, εἶτʼ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι διʼ εὐπρέπειαν καὶ στεφανιαίαν προστιθέασιν, αὕτη καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖσθαι δύναται, ἂν ἀπαιτῇ χρεία. [15]
18a 807
ἁρμόζει δὲ ἐφʼ ὧν καὶ ἡ πρὸ ταύτης. Κε φ . ξʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ἐπʼ εὐθείας κατὰ κορυφὴν ἐπὶ μεσόφρυον παρὰ μέγαν κανθὸν ἐκ πλαγίων τῆς ῥινὸς ἐπʼ αὐτὸ τὸ σφαίριον ῥινὸς καὶ παρὰ τὸν τοῦ ἑτέρου μεγάλου κανθοῦ ἐπὶ μεσόφρυον ὡς χίασμα κατὰ μεσοφρύου γίνεσθαι ἐπʼ εὐθείας παρακειμένη τῇ πρώτῃ ἐπὶ κορυφὴν καὶ ἰνίον· ἀπὸ ἰνίου κλάσαντες ἄγομεν τὸ σπείραμα ἐπὶ λοβὸν ὠτὸς, ἐπὶ σφαίριον ῥινὸς καὶ ἀντικείμενον λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν. ἔξεστι δὲ καὶ στεφανιαίαν προστιθέναι· ταύτῃ τῇ ἐπιδέσει ἔνιοι διʼ εὐπρέπειαν προστιθέασι τὸ καλούμενον ἡμιῤῥόμβιον οὗ τὴν συντέλειαν παραδεδώκαμεν. Κε φ . ξαʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ἐπʼ εὐθείας ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, κανθὸν μέγαν ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ σφαίριον, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ὑπὲρ τὸ σφαίριον ῥινὸς, εἶθʼ οὕτως ὑπὸ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. [15]
18a 808
Κε φ . ξβʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν ἡ πρὸ ταύτης ἐπίδεσις. ἐπιτελεῖται δὲ οὕτω· δέρματος φοινικίνου τὴν ἀρχὴν ἐπιμηκεστέρου, κόλλῃ ἢ κόμμι χρίσαντες κατακολλῶμεν τῇ ῥινὶ κατʼ ἐκεῖνα καθʼ ἃ διέστραπται, τὴν δὲ ἑτέραν ἀρχὴν ἀπάγομεν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίου, ἀπὸ ἰνίου ἐπὶ μέτωπον ὅτε καὶ κατὰ μετώπου κολλῶμεν ὁμοίως. Κε φ . ξγʹ. Μεσότης κατὰ τοῦ ὠτός. τῶν δὲ ὑπὸ τὸ οὖς ἀρχῶν χιασθεισῶν, ἡ μὲν ἐπὶ μέτωπον, ἡ δὲ ἐπὶ κορυφὴν, ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἡ μὲν ἀπὸ μετώπου κατὰ τοῦ χιάσματος ἀγέσθω, ἡ δὲ παρὰ κορυφὴν ἐπὶ μέτωπον καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· καὶ τῶν ὑποκειμένων ἀρχῶν χιασθεισῶν, ἡ μὲν ὑπὸ γένειον, ἡ δὲ ὄπισθεν ἰνίον κἀκεῖ ἁμματιζέσθωσαν. Κε φ . ξδʹ. Ἀρχὴ ἡ τοῦ ἐπιδέσμου ταττέσθω πλησίον ἰνίου, ὄπισθεν τοῦ πεπονθότος ὠτός· ἡ δὲ ἐπινομὴ κατʼ αὐτοῦ γιγνέσθω· ὡς εἰ ἐκ μέρους σκεπασθείη τὸ οὖς καὶ ἀναγέσθω τὸ σπείραμα ἐπὶ βρέγμα πλησίον μετώπου καὶ κατὰ τὰ ἐμπρόσθια πλησίον τοῦ ἀντικειμένου ὠτός· εἶθʼ ὑπὸ γένειον καὶ κατὰ τοῦ ὠτὸς ἐπὶ βρέγμα καὶ τὰ ὀπίσθια ἀντικειμένου ὠτὸς καὶ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ ἀπὸ ἰνίου ἐπὶ μέτωπον καὶ ἐπὶ ἰνίον. [5]
18a 809
Κε φ . ξεʹ. Ἀρχὴ ἐπὶ ἰνίῳ, τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς ἀπαθοῦς ἐπὶ βρέγμα καὶ τὰ ἐμπρόσθια τοῦ πεπονθότος ὠτὸς καὶ ὑπὸ γένειον ἀπὸ γενείου ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὸν κατὰ τοῦ ὠτὸς, εἶτα μετωπιαία. Κε φ . ξστʹ. Ἡ μεσότης κατὰ τοῦ ἐπιδεσμένου τῆς ἐπιδέσεως τῶν ἀρχῶν, ὧν μὲν κατὰ τοῦ τραχήλου κάτω παρειμένων, ὧν δὲ ἄνω ὡς ἐπὶ κεφαλήν· τούτων αἱ μὲν ἐμπρόσθιοι βρέγμα ἁμματιζέσθωσαν. αἱ δὲ μέσαι ἐπὶ κορυφὴν, πρός τε αὐτὰς καὶ πρὸς τὰς κατὰ τοῦ βρέγματος, αἱ δʼ ὀπίσθιοι ἐπὶ ἰνίον ἀπαχθεῖσαι χιαζέσθωσαν καὶ κατὰ κύκλον περὶ κεφαλὴν καὶ μέτωπον ταχθεῖσαι παρὰ μέρος τῆς κεφαλῆς ἁμματιζέσθωσαν. [15]
18a 810
Κε φ . ξζʹ. Ἑνὸς ἡ μεσότης κατὰ βρέγματος. αἱ δʼ ἀρχαὶ κατὰ παρειῶν ὑπὸ γένειον, ἀπὸ γενείου κατὰ παρειῶν ταῖς πρώταις παράλληλοι ἐπὶ βρέγμα, κἀκεῖ ἁμματιζέσθω. εἰ δὲ τοὺς ὀφθαλμοὺς ἐθέλομεν ἐπιδῆσαι μὴ περὶ τὰς πρώτας, κατὰ δὲ τῶν ὀφθαλμῶν ἀγέσθωσαν, εἶτʼ ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν. δευτέρου δὲ τελαμῶνος ἡ μεσότης κατὰ τοῦ βρέγματος, αἱ δʼ ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ γένειον κἀκεῖ ἁμματιζέσθωσαν. τρίτου δὲ ἡ μεσότης κατὰ τοῦ ὑψώματος τῆς ῥινός. αἱ δʼ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς. Κε φ . ξηʹ. Ἀρχὴ κατʼ ἰνίου ἐπʼ εὐθείας ἐπὶ μέτωπον καὶ μεσόφρυον· εἶτʼ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. γίνεται δὲ καὶ ἀπὸ δύο ἀρχῶν. Κε φ . ξθʹ. Τὸ μέσον ὃ καὶ συνεχές ἐστι προστίθεμεν τῷ κάτω χείλει. τῶν δʼ ἀρχῶν τὰς ὑπερκειμένας ἄγομεν ἐπὶ γένειον, ἀπὸ γενείου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ χιάσαντες παρὰ κορυφὴν καὶ βρέγμα κελεύσαντές τε διακρατεῖσθαι αὐτὰς τὰς λοιπὰς αὐτόθι δύο ἀρχὰς λοβοὺς ἐπὶ γένειον ἄγομεν καὶ χιάσαντες ἐπὶ μέτωπον ἃς καὶ ἀσφαλιζόμεθα σὺν καὶ ταῖς διακρατουμέναις. [5]
18a 811
Κε φ . οʹ. Μεσότης κατʼ αὐτοῦ. αἱ δʼ ὑποκείμεναι ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα χιασθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν. αἱ δʼ ἄλλαι ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐπὶ μέτωπον καὶ πρὸς ἀλλήλας καταλαμβανέσθωσαν. Κε φ . οαʹ. Ἡ ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ τὸ κάτω χεῖλος καὶ ὑπὸ λοβὸν ἐπὶ ἰνίον. Κε φ . οβʹ. Ἡ μεσότης κατὰ τοῦ χείλους, αἱ δʼ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον τε καὶ μετωπιαία. Κε φ . ογʹ. Ἀρχὴ κατʼ ἰνίου. τὸ σπείραμα κατὰ λοβὸν ὠτὸς ἐπὶ χεῖλος καὶ λοβὸν ἀντικείμενον ἐπὶ ἰνίον· ἀπὸ ἰνίου παρὰ κορυφὴν καὶ λοξὴν ἐπὶ βρέγμα, κρόταφον, ἔπειτα παρειὰς ὑπὸ γένειον καὶ ἀντικειμένη παρειὰς ἐπὶ βρέγμα, ἵνα κατʼ αὐτοῦ χίασμα γένηται, εἶτʼ ἐπὶ ἰνίον καὶ μετωπιαία. [15]
18a 812
Κε φ . οδʹ. Ἀρχὴ κατʼ ἰνίου, τὸ σπείραμα λοξῶς ἐπὶ βρέγμα παρὰ τὸν ἔξω κανθὸν ἐπὶ τὸ ἄνω χεῖλος, εἶτʼ ἐπὶ κρόταφον ἀντικείμενον καὶ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ ταύτης χίασμα ποιοῦσα καὶ βρέγματος, εἶτʼ ἐπὶ ἰνίον καὶ μετωπιαία. Κε φ . οεʹ. Ἡ μεσότης κατὰ τοῦ ἄνω χείλους· αἱ ἀρχαὶ παρὰ κροτάφους καὶ τοὺς παρακειμένους κανθοὺς ἐπὶ βρέγμα καὶ κατʼ αὐτοῦ χίασμα ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ μετωπιαία καὶ ἐπὶ ἰνίον. Κε φ . οστʹ. Ἡ μεσότης κατʼ ἰνίου. αἱ δὲ ὑποκείμεναι ἀρχαὶ ἐπὶ παρειὰς παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα κἀκεῖ ἁμματίζονται, αἱ δʼ ἄλλαι ὑπὸ λοβοὺς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι. εἰ μὲν βραχύτεραι εἶεν ἐπὶ ἰνίον πρὸς τὰς πρώτας ἐφάπτονται, εἰ δὲ ἐπιμηκέστεραι εἶεν καὶ τὰ μετώπια προσαποδίδοται. ἀπηρτηκότες ἐπὶ κεφαλῆς καὶ προσώπου τὰς ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς καὶ ποικίλας ἐπὶ τὰς ἑξῆς μεταβαίνωμεν. [15]
18a 813
Κε φ . οζʹ. Εἴρηται μὲν ἀπὸ τῆς πρὸς τοὺς στάχυας ἐμφερείας ἐκ τῆς τῶν ἐπινεμήσεων γινομένης. εὐχρηστεῖ τε ἐπί τε κλειδὸς καταγείσης καὶ ἐπὶ βραχίονος ἐξαρθρήσαντος. ἐπιτελεῖται δὲ τὸν τρόπον τοῦτον· ἔριον μαλακὸν συνελίξαντες τίθεμεν ἐπὶ τῆς μασχάλης τοῦ μέλλοντος ἐπιδεῖσθαι μέρους, ἀναπλήρωμα τοῦ κοίλου ποιοῦντες, ἔπειτα εἰλητοῦ ἐπιδέσμου πλάτος καὶ μῆκος ἀνάλογον τῷ ἐπιδεσμένῳ τὴν ἀρχὴν τάξαντες κατὰ τῆς ἀπαθοῦς μασχάλης τὸ εἴλημα ἄγομεν λοξῶς κατὰ νώτου· ἔπειτα δὲ παρʼ ἀκρώμιον ὑπὸ μασχάλην πεπονθότος βραχίονος, εἶτʼ ἐπʼ ἀκρώμιον ὡς χίασμα κατʼ αὐτοῦ γίνεσθαι· εἶτα λοξὴ κατὰ στέρνου ὑπὸ μασχάλην ἀπαθῆ, ἀπὸ μασχάλης λοξὴ κατὰ νώτου ἐπὶ κλεῖδα, ὡς μέρη τινὰ τῆς δευτέρας ἐπινεμήσεως ἐπιπίπτει μέρεσι τῆς προεμβεβλημένης ἀπὸ κλειδὸς ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ὡς χίασμα δεύτερον γίγνεσθαι, εἶτα τὴν μασχάλην ἀπαθῆ, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κε φ . [15]
18a 814
οηʹ. Ἐπὶ συντετελεσμένῳ τῷ ἀστάχυϊ ἑτέρου τελαμῶνος ἡ μεσότης μὲν ὑπὸ πῆχυν ἐγγώνιον ἐσχηματισμένον. αἱ δʼ ἀρχαὶ ἐπʼ εὐθείας ἐπʼ ἀκρώμιον, κἀκεῖ χιασθεῖσαι λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ, εἶτʼ ἐγκύκλιαι περὶ πλευρὰς καὶ βραχίονα πεπονθότα μέχρι τοῦ ὅλου σκεπάσωσι, τὰ δὲ πέρατα ἐπὶ μασχάλην ἀπαθῆ. Κε φ . οθʹ. Ἡ μεσότης ὑπὸ μασχάλην βραχίονος πεπονθότος αἱ ἀρχαὶ ἐπʼ ἀκρώμιον χιασθεῖσαι ἀπαγέσθωσαν λοξῶς ἡ μὲν κατὰ νῶτον, ἡ δὲ κατὰ στέρνον ὑπὸ μασχάλην ἀπαθῆ, αἱ δὲ ἐπινομαὶ ὁμοίως. Κε φ . πʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ὁ στάχυς. ἐπιτελεῖται δὲ οὕτως· μετὰ τὸ ἐπιδῆσαι τὸν στάχυν, μίαν δεῖ ἐγκύκλιον ἐπὶ βραχίονι περιειλῆσαι ἀπὸ βραχίονος· ἀποδόντα τὸ εἴλημα ἀπάγειν λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ κἀκεῖ ἀσφαλίσασθαι. Κε φ . παʹ. Ἁρμόζει καὶ ἐφʼ ὧν ἡ γερανίς. ἐπιτελεῖται δὲ οὕτως· προεπιδήσαντες τὸν στάχυν, μίαν ἀπὸ ἀκρωμίου ἐπινέμησιν ἄγομεν ἐπʼ εὐθείας ἐπὶ πῆχυν ἐγγωνίως ἐσχηματισμένον, κἀκεῖθεν ἐπʼ εὐθείας πάλιν ἐπʼ ἀκρώμιον, ἀπὸ ἀκρωμίου λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ· εἶτα ἐγκύκλιον περὶ βραχίονα καὶ πλευρὰς ἐπὶ μασχάλης, κἀκεῖ τὸ πέρας ἀσφαλιζόμεθα. [15]
18a 815
Κε φ . πβʹ. Ἡ μεσότης κατὰ τοῦ πεπονθότος ὤμου, αἱ δʼ ἀρχαὶ ἐπʼ εὐθείας ἐπὶ πῆχυν πλησίον ἀγκῶνος ὄρθιοι· πάλιν παράλληλοι ταῖς πρώταις κατὰ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ὑπὸ μασχάλην ἀπαθῆ, εἶτα ἐγκύκλια. Κε φ . πγʹ. Ἡ μεσότης ὑπὸ ἀπαθῆ μασχάλην. αἱ δʼ ἀρχαὶ ἐγκύκλιοι περὶ πλευρὰς καὶ βραχίονος ἐπεγκύκλιοι πάλιν ἐπὶ μασχάλην ἀπαθῆ· ἀπὸ μασχάλης λοξαὶ ἐπὶ ἀκρώμιον πεπονθός· ἀπὸ ἀκρωμίου ὄρθιοι παρὰ βραχίονα ἐπʼ ἀγκῶνα καὶ πάλιν ἀπʼ ἀγκῶνος ἐπʼ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ἐπὶ μασχάλην ἀπαθῆ, εἶτʼ ἐγκύκλιοι περὶ βραχίονα. Κε φ . πδʹ. Ἁρμόζει ἐπὶ τῶν κατʼ ἀμφοτέρους ὤμους ἐχόντων σίνος. ἐπιτελεῖται δʼ οὕτως· ἐπὶ συντετελεσμένῳ τῷ ἁπλῷ στάχυϊ μετὰ τὸ ἐπὶ μασχάλην καταντῆσαι τοῦ ἐπιδεδεμένου βραχίονος ἑξῆς αὐτὴν λοξὴν ἄγομεν ἐφʼ ἑτέρου βραχίονος καὶ ἀκρώμιον, ὡς κατʼ αὐτοῦ χίασμα γενέσθαι· εἶτα μασχάλην ἀντικειμένην, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. [15]
18a 816
Κε φ . πεʹ. Ὠνόμασται μὲν ἁπλῶς οὕτως ἀπὸ τοῦ ἐμφερὴς εἶναι τοῖς παρὰ Ῥωμαίοις θώραξιν, οὓς καταφράκτας καλοῦσιν. εὐθετεῖ δὲ ἐφʼ ὧν ἐπιδῆσαι θέλομεν τὰ περὶ τὰς κλεῖδας μέρη καὶ ὠμοπλάτην ἢ στέρνον ἢ μετάφρενον ἢ πλευράς. ἔστι δὲ ἡ ἐπίδεσις κατά τι ὁμοία τῷ διπλῷ στάχυϊ. ἐπιτελεῖται δʼ οὕτως· ἀρχὴ ὑπὸ μασχάλην τὸ εἴλημα λοξῶς ἔμπροσθεν κατὰ στέρνου πλησίον τῆς τῶν κλειδῶν πρὸς τὸ ξιφοειδὲς συμβολῆς καὶ παρὰ τράχηλον ἐπʼ ὠμοπλάτην ἀντικειμένου βραχίονος, εἶτα ὑπὸ τὴν παρακειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ τράχηλον κατὰ τῆς πρώτης, ὡς χίασμα πλησίον τραχήλου γίγνεσθαι καὶ λοξὴ κατὰ ἀντικειμένης ὠμοπλάτης· εἶθʼ ὑπὸ μασχάλην, ἀπὸ μασχάλης παρὰ τράχηλον ἐπὶ τὸν τοῦ αὐχένας σφόνδυλον, ὡς κατʼ αὐτοῦ χίασμα γενέσθαι, εἶθʼ ὑπὸ μασχάλην καὶ λοξὴ πλησίον κλειδῶν συμβολῆς· ὡς καὶ ἐνταῦθα χίασμα γίγνεσθαι καὶ παρὰ τράχηλον ἐπʼ ὠμοπλάτην καὶ ἐπὶ μασχάλην, ἵνα τέσσαρα γένηται χιάσματα, ἓν μὲν ἐκ τῶν ἔμπροσθεν, ἓν δὲ ἐκ τῶν ὄπισθεν, δύο δὲ κατὰ τῶν κλειδῶν. [15]
18a 817
αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς ἐγκυκλίους περὶ στῆθος καὶ πλευρὰς, ὡς τὴν ὅλην ἐπίδεσιν θώρακι γίνεσθαι ὁμοίαν. Κε φ . πστʹ. Ἡ μεσότης ὑπὸ μασχάλην. αἱ ἀρχαὶ κατὰ κλειδὸς παρακειμένης χιαζέσθωσαν πλησίον τραχήλου· εἶτα λοξαὶ ὑπʼ ἀντικειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ παρακειμένην κλεῖδα καὶ κατʼ αὐτῆς χίασμα πλησίον τραχήλου καὶ λοξαὶ ἐπʼ ἀντικειμένην μασχάλην, εἶτʼ ἐγκύκλιοι περὶ θώρακα. Κε φ . πζʹ. Εὐθετεῖ αὕτη ἡ ἐπίδεσις ἐφʼ ὧν στέρνον ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες τὰς ἀρχὰς ἐπʼ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπιδέσμῳ κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλάτες ἐπʼ ἀκρώμιον προσασφαλιζόμεθα. [15]
18a 818
Κε φ . πηʹ. Οἱ προλεχθέντες τελαμῶνες οὐκ ἐπʼ εὐθείας κρέμανται, ἀλλὰ λοξοὶ ὥστε κατʼ ἰνίου καὶ τοῦ μεταφρένου χίασμα γίγνεσθαι· τά τε λοιπὰ ὅμοια τῷ ὀρθίῳ συντελεῖται. Κε φ . πθʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ὁ μασχαλιστήρ. ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν καταφράκτην, μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρχὰς πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον, ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀριστερὰν λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆκος ὄντα, ἵνα αὐτῶν ἡ ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γίνωνται. Κε φ . [15]
18a 819
ϟʹ. Ἀρχὴ κατὰ λαγόνος δεξιᾶς. τὸ δὲ ἅμμα λοξῶς ἐπὶ πλευρὰς, στέρνον, ὦμον· εἶθʼ ὑπὸ ὦμον, ἵνα κατʼ αὐτοῦ χίασμα γένηται, εἶτα λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, εἶτʼ ἐγκύκλιοι περὶ γαστέρα ἐπὶ λαγόνα ἀριστερὰν, κἀκεῖθεν λοξὴ κατὰ μεταφρένου ὡς χίασμα κατʼ αὐτοῦ γίγνεσθαι καὶ ἐπʼ ὦμον δεξιὸν, εἶθʼ ὑπὸ μασχάλην καὶ ἐπʼ ὦμον, ἵνα κατʼ αὐτοῦ χίασμα γένηται καὶ λοξὴ κατὰ στέρνον καὶ πλευρὰς ἐπὶ λαγόνα ἀριστερὰν, εἶτʼ ἐγκύκλιος, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς τὸ σκεπάσαι πάντα τὰ δεόμενα τῆς ἐπιδέσεως. Κε φ . ϟαʹ. Προσεπιδήσαντες τῷ χιαστῷ θώρακι ἑξῆς διὰ στενοῦ τελαμῶνος μίαν ἢ καὶ δευτέραν ἐγκύκλιον περιειλεῖτε κατὰ στέρνου καὶ μεταφρένου καὶ τὸ πέρας ἀγκτῆρι καταλαβοῦ. Κε φ . ϟβʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ὁ καταφράκτης. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ μεταφρένου τὸ σπείραμα λοξῶς ἐπʼ ὠμαπλάτην ἀκρώμιον, ὑπὸ μασχάλην, εἶτʼ ἐπʼ ἀκρώμιον ὡς χίασμα κατʼ αὐτοῦ γίγνεσθαι καὶ λοξὴ κατὰ μαστοὺς ἐπʼ ὀμφαλὸν, ἀπʼ ὀμφαλοῦ κλάσαντες ἄγομεν ἐπὶ μαστὸν ἀντικείμενον λοξὴν ἐπʼ ἀκρώμιον ὡς χίασμα κατʼ αὐτοῦ γίγνεσθαι, εἶτʼ ἐπὶ μετάφρενον, εἶτʼ ἐν ἐπικυκλίοις περὶ τὰς πλευρὰς, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. [5]
18a 820
Κε φ . ϟγʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν μετάφρενον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος ὡς ἀριστερᾶς τὸ εἴλημα κατὰ μεταφρένου ἐπὶ δεξιὸν ὦμον καὶ ἐπὶ μασχάλην, ἀπὸ μασχάλης ἐπʼ ὠμοπλάτην ἀριστεράν· εἶθʼ ὑπὸ μασχάλην καὶ ἐπʼ ὦμον, ἀπʼ ὤμου λοξὴ κατὰ μεταφρένου ἀντικειμένη τῇ πρώτῃ· εἶτʼ ἐγκύκλιος περὶ τὰς λαγόνας μιᾷ καὶ δευτέρᾳ καὶ τὸ πέρας προσλαμβάνει ἡ αὐτὴ, ἣ καὶ ἐμπροσθοφανὴς εἶναι δύναται καὶ ἄν τις τὰς αὐτὰς ἐπινεμήσεις μὴ ὄπισθεν, ἀλλʼ ἔμπροσθεν τάξῃ. Κε φ . ϟδʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ ἡ πρὸ αὐτῆς. τελαμῶνα οὖν λαβόντες σύμμετρον μήκει καὶ πλάτει κατὰ τὴν μεσότητα σχίζομεν, ὥστε τὴν κεφαλὴν διελθεῖν. τὰ δὲ πέρατα παρίεμεν, ὁ μὲν κατὰ νώτου, ὁ δὲ κατʼ ἐπιγαστρίου ἐπιπλέκομέν τε τὸν χιαστὸν καλούμενον θώρακα, τὰ δὲ πέρατα αὐτῆς προϋποτεθέντος τελαμῶνος ἐπισχίσαντες εἰς τέλος κάτω κρεμᾶσθαι ἐῶμεν. [15]
18a 821
Κε φ . ϟεʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν τὸ ἕτερον μέρος τοῦ τραχήλου ἐπιδῆσαι θέλομεν. ἀρχὴ κατὰ μέσον τοῦ πλευροῦ τὸ εἴλημα λοξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ στέρνον· εἶτʼ ἐπὶ πλευρὰν κατὰ τῆς προεμβεβλημένης ἀρχῆς καὶ περὶ θώρακα ἐγκύκλιος. Κε φ . ϟστʹ. Ἡ ἀρχὴ ὑπὸ μασχάλην. τὸ εἴλημα λοξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ ἐπὶ στέρνον, μασχάλην καὶ ἐπὶ ἀντικειμένην μασχάλην καὶ λοξὴ ἐπὶ στέρνον καὶ τράχηλον, ὡς χίασμα κατʼ αὐτοῦ γενέσθαι καὶ λοξὴ κατὰ μεταφρένου ὑπὸ μασχάλην ἐγκύκλιος. αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κε φ . ϟζʹ. Δύο τελαμῶνες πλάτει διδακτυλιαίων μήκει σύμμετροι τὰς μεσότητας κατὰ τῶν ὤμων θέντες, ἀρχὰς μὲν ἐπʼ ὀμφαλὸν, ἃς δὲ κατὰ νώτου χιάσαντες πρὸς αὐτὰς ἀγκτηρίζομεν, εἶτʼ ἐπιπλέκομεν τὴν καλουμένην καλαθοειδῆ γερανῖδα. [15]
18a 822
Κε φ . ϟηʹ. Εὐθετεῖ μὲν ἐφʼ ὧν καὶ ἡ πρὸ ταύτης. συντελεῖται δὲ ἔκ τε τοῦ διπλοῦ τραχηλιστῆρος καὶ τῆς καλαθοειδοῦς γερανίδος προσεπιτελουμένης. Κε φ . ϟθʹ. Ἀρχὴ κατὰ λαγόνα. ἡ δὲ ἐπινομὴ λοξῶς κατὰ κλειδὸς ἐπʼ ὠμοπλάτην, εἶθʼ ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα ὑπὲρ τὸ ἀκρώμιον γένηται· εἶτʼ ἐγκάρσιος ἐπʼ αὐχένα καὶ ἐπʼ ἀντικειμένην κλεῖδα ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα καὶ ἐνταῦθα γένηται καὶ λοξὴ παρὰ μαστὸν ἐπὶ λαγόνα ἀντικείμενον, ὥστε καὶ κατὰ στέρνου χίασμα γίγνεσθαι, εἶτʼ ἐγκύκλιοι περὶ λαγόνας· εἶτα περὶ μετάφρενον λοξὴ καὶ ἐπὶ ἀκρώμιον, μασχάλην, εἶτʼ ἐπʼ ἀκρώμιον· εἶτʼ ἐγκάρσιος ἐκ τῶν ἔμπροσθεν κατὰ τὴν ἐμβολὴν τῶν κλειδῶν καὶ ἐπʼ ἀκρώμιον καὶ λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα· εἶτʼ ἐγκύκλιος ἐπιπλέκεται αὐτῇ, ἤτοι διπλῇ γερανὶς ἢ χιαστὸς τραχηλιστὴρ ἢ ἡ διπλοῦς λεγόμενος. Κε φ . [15]
18a 823
ρʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν καὶ τὸ ὑπὸ στέρνον καὶ νῶτον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ ἔκ τε τῆς ἀκίδος καὶ τοῦ ἀστέρος τῶν περάτων ἃ δὴ ἐπὶ τῆς ἀκίδος πρὸς ἄλληλα ἠγκτηρίζετο κατὰ τὰς λαγόνας παρηγμένων κἀκεῖ καὶ ἀποκρεμαμένων. Κε φ . ραʹ. Προκαταλαβόμενος κατὰ τῶν ὤμων τοὺς τελαμῶνας οὓς ὑπὸ τῆς ἀκίδος ὑπεδείξαμεν, προσαπόδος κατὰ δύο ἤδη τραχηλιστὴρ ὅς ἐστι διπλοῦς, εἶτα τὴν καλαθοειδῆ γερανῖδα. Κε φ . ρβʹ. Θεατρικὴ μὲν ἡ ἐπίδεσις ἐπειδὴ συντελεσθεῖσα ἐμφερὴς γίγνεται ταῖς ὀρθαῖς γωνίαις τῶν βωμίσκων προεπιδεδεμένῳ τῷ καλαθοειδεῖ τραχηλιστῆρι τῇ ὁμοιοσχήμονι γερανίδι προσαποδιδομένην τὴν Σωστράτου στηθοδεσμίδα τὴν ὀρθίαν μετὰ τῶν ἀναληπτρίδων. Κε φ . ργʹ. Καὶ αὐτὴ θεατρικὴ ἁρμόζει μὲν ἐπὶ τῶν αὐτῶν προσεπιδήσαντες καὶ πάλιν τὴν Σωστράτου ὀρθίαν τὴν στηθοδεσμίδα, ἥν τινες τέτρατον καλοῦσι. Κε φ . [15]
18a 824
ρδʹ. Δύο τελαμῶνας κατὰ τῶν νώτων θέντες ὡς ἐπὶ τῆς ὀρθίας στηθοδεσμίδος ἐπιπλέκομεν τὸν ἁπλοῦν ῥόμβον. Κε φ . ρεʹ. Ἀρχὴ κατὰ πλευρᾶς. τὸ εἴλημα λοξῶς κατὰ στέρνον ἐπὶ ἀκρώμιον, εἶτʼ ἐγκάρσιον ἐπʼ αὐχένος κατʼ ἀκρώμιον ἀντικείμενον καὶ ὑπὸ μασχάλην ἐκ τῶν ἔμπροσθεν εἰς τὰ ὀπίσω καὶ ἐπὶ τὸ αὐτὸ ἀκρώμιον καὶ λοξὴ ἐπὶ στέρνον, εἶτʼ ἐγκύκλιος κατὰ λαγόνος. ἡ αὐτὴ ὀπισθοφανὴς γίνεται ἐναλλασσόντων ἡμῶν, τὰς μὲν ἐμπροσθίους ἐπινεμήσεις ποιούντων ὀπίσω, τὰς δὲ ὀπισθίους ἔμπροσθεν. Κε φ . ρστʹ. Ἁρμόζει μὲν ἐφʼ ὧν πλευραὶ ἐπιδοῦνται. συντελεῖται δὲ οὕτως· ἡ μεσότης τοῦ ἐπιδέσμου κατʼ αὐχένας, αἱ δʼ ἀρχαὶ λοξαὶ κατὰ στέρνον εἰς αὐτὰς ἀγκυλωθεῖσαι ὑπὸ μασχάλας ἐπὶ μετάφρενον, κἀκεῖ πάλιν ἀγκυλωθεῖσαι ἀπαγέσθωσαν, οὕτω τε μέχρι τοῦ ὅλον τὸν θώρακα ἐπιδεθῆναι, ὅτε μὲν ὀπίσω, ὅτε δὲ ἔμπροσθεν ἀγκυλούσθωσαν. τὰ δὲ πέρατα πρὸς ἄλληλα ἁμματιζέσθωσαν. ταύτῃ τῇ ἐπιδέσει ἁρματηλάται χρῶνται συνοχῆς χάριν τῶν πλευρῶν. [15]
18a 825
ἀπηρτικότες καὶ τὰς περὶ τὸν θώρακα ἐπιδέσεις καὶ τὰς ἑξῆς λέγωμεν. Κε φ . ρζʹ. Ἁρμόζει μὲν ἐπὶ βουβῶνος. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος, ἡ ἀντικειμένη δὲ ἐπινέμησις λοξὴ κατὰ πυγῆς πλησίον τοῦ πεπονθότος βουβῶνος, εἶτʼ ἐπὶ περίναιον κάτωθεν ἄνω καὶ λοξὴ ἐπὶ βουβῶνα, εἶτʼ ἐγκύκλιος κατὰ ἰσχίον καὶ κατὰ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, αἱ δʼ ἐπινομαὶ κάτωθεν ἄνω αὐτῶν. Κε φ . ρηʹ. Ἀρχὴ κατʼ ἐπιγαστρίου τὸ εἴλημα λοξῶς ἐπὶ κοτύλην παρὰ περίναιον ἐπὶ βουβῶνα κάτωθεν ἄνω κατὰ τῆς προεμβεβλημένης ἐπὶ ἰσχίον καὶ βουβῶνα παρὰ περίναιον καὶ κοτύλην κάτωθεν ἄνω καὶ ἐπὶ ἦτρον, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ὡς ἀμφότεροι οἱ βουβῶνες σκεπασθῶσιν. Κε φ . ρθʹ. Ἡ μεσότης κατὰ τοῦ βουβῶνος. αἱ δʼ ἀρχαὶ ἐπὶ κοτύλην κἀκεῖ χιασθεῖσαι· ἡ μὲν ἐπὶ βουβῶνος, ἡ δὲ ἔξωθεν. [15]
18a 826
εἶτα ἐπὶ τῷ αὐτῷ ἀναγέσθωσαν, αἱ δʼ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κε φ . ριʹ. Τῆς βραχυτέρας ἀρχῆς ὡς ἂν ἢ δύο ἢ τρεῖς τόποι παρίενται κατὰ βουβῶνος. τὸ δὲ εἴλημα ἄγεται κατὰ λαγόνος ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον, εἶτʼ ἐπὶ κοτύλην λοξῶς καὶ βουβῶνα κάτωθεν ἄνω καὶ ἐπὶ λαγόνα καὶ ἰσχίον καὶ ἀντικειμένην λαγόνα καὶ ἐπιγάστριον, ὅτε ἡ παρειμένη ἀρχὴ ἀνακλᾶται ἐπὶ βουβῶνα, ἵνα κατʼ αὐτοῦ πτύγμα γένηται ἢ καταλαμβάνηται τῷ εἰλήματι· εἶτʼ ἐπιτελεῖται πάλιν βουβῶνι, εἶτʼ ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον καὶ πάλιν ἡ πρώτη ἀρχὴ πτύσσεται ἄνωθεν κάτω καὶ τῷ εἰλήματι καταλαμβάνεται καὶ οὕτως ἐπιδεῖται ἄχρις ἂν συντελεσθῇ ἀεὶ τοῦ μὲν πτυσσομένου, τοῦ δὲ ἐπειλουμένου, τὸ δὲ πέρας ἀγκτηρίζεται. Κε φ . ριαʹ. Ταινίας ἡ μεσότης κατʼ ὀσφύος. αἱ δʼ ἀρχαὶ κατὰ βουβῶνα ὡς ἐπὶ τοῦ ἁπλοῦ παριέντες ἑτέρου ἐπιδέσμου. ἀρχαὶ κατʼ ἐπιγαστρίου καὶ συντελεῖται διπλοῦς βουβωνίσκος τῶν κάτω παρειμένων ταινιδίων πτυσσομένων ὡς ἐπὶ τοῦ διπλοῦ εἴρηται. [15]
18a 827
Κε φ . ριβʹ. Ταινιδίου μεσότης κατʼ ὀσφύος, αἱ δʼ ἀρχαὶ κατʼ ἐπιγαστρίου ἁμματίζονται, εἶτʼ ἐπιδέσμου εἰλητοῦ ἡ ἀρχὴ ὑπὸ τὴν ζώνην τὸ εἴλημα ὑπὸ καυλὸν, εἶτʼ ἐπὶ τὴν ζώνην ἄνωθεν κάτω· εἶθʼ ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶτʼ ἐπιτελεῖ ὑπὸ τοὺς διδύμους καὶ ὑπὸ τὴν ζώνην. Κε φ . ριγʹ. Μετὰ τὸ περιθεῖναι τὴν ταινίαν ἡ ἀρχὴ τοῦ ἐπιδέσμου ἐπὶ καυλὸν καὶ νομαὶ ἐγκύκλιοι περὶ αὐτὸν ἕως σκεπασθῇ· εἶτα περὶ τὴν ζώνην, εἶτα ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶθʼ ὑπὸ διδύμους καὶ ἐπὶ ζώνην. Κε φ . ριδʹ. Σύμμετρον ῥάκος λαβόντες σχίζομεν εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες καὶ ὑποβάλλομεν τῷ καυλῷ, τὰς δὲ ἀρχὰς ἀνάγοντες τὰς περὶ τὸ ἕτερον μέρος πλησίον καυλοῦ ἐπισχίζομεν, διὰ δὲ αὐτοῦ διεκβάλλομεν τὰς ἑτέρας ἐπὶ τὴν ζώνην. [15]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top