Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: On Verbal Fallacies

Library › Greek: Philosophy › On Verbal Fallacies

On Verbal Fallacies is a short logical treatise by Galen of Pergamon, the second-century physician and philosopher. It takes up the six kinds of fallacy that Aristotle, in his Sophistical Refutations, said arise from language (homonymy, amphiboly, composition, division, accent and form of expression). Finding Aristotle's own proof obscure, Galen sets out to show that the list is complete, arguing that every verbal fallacy turns on ambiguity and classifying the kinds of ambiguity, with examples.

Galen wrote extensively on logic, but most of that work is lost, which makes this treatise a rare direct witness to his logical thought. It shows how seriously he took precision of language and argument, both in philosophy and in medicine, and it is an important early discussion of Aristotle's theory of fallacies.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn XIV 582–598). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
On Verbal Fallacies
Galen · every word parsed
14 582 (t1)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΛΕΞΙΝ ΣΟΦΙΣΜΑΤΩΝ. Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων ἡμᾶς ἐν τῷ περὶ τῶν σοφιστικῶν ἐλέγχων συγγράμματι, παρʼ ὅσους τρόπους γίγνεται τὰ παρὰ τὴν λέξιν σοφίσματα, τρόπους μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησιν, ἐκτίθεται δὲ αὐτοὺς οὕτως· παρʼ ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν, σχῆμα λέξεως. [5]
14 583
καλεῖ δὲ παρʼ ὁμωνυμίαν μέν, ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ 〈πλείω σημαίνηται〉, καθάπερ ἐν τῷ ʼκύνα τεθήρακαʼ· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα τὸν κύνα. παρʼ ἀμφιβολίαν δέ, ὅταν παρʼ αὐτὸν τὸν λόγον ἐν αὐτῷ τὸ διττὸν ᾖ, καθάπερ ἔχει τὸ ʼγένοιτο καταλαβεῖν τὸν ὗν ἐμέʼ· ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος ἐφʼ ἑαυτοῦ σημαίνει τὸ ἑλεῖν τε καὶ ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν 〈διὰ ταύτην τὸ〉 διττὸν γίγνηται, καθάπερ ἐν τῷ ʼορος ἕστηκεʼ· τὸ γὰρ διπλοῦν παρὰ τὴν δασεῖαν προσῳδίαν, τιθεμένην κατʼ ἀρχὰς ἢ περιαιρουμένην. παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν, ὥσπερ Πεντήκοντʼ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν ἢ 〈συντιθεμένου ἢ〉 διαιρουμένου ἀπὸ τῶν νʹ ἐστι. παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως, ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος καὶ τὸ σχῆμα δοκῇ [δὲ], οἷον τὸ ʼἀκούωʼ ἔστι μὲν τοῦ πάσχειν, δόξειε δʼ ἂν τοῦ ποιεῖν διὰ τὴν προφοράν, ὅπερ ἐστὶ τὸ σχῆμα παραπλήσια κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τῷ τρέχω καὶ νοῶ· ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον· πρὸς μὲν τὸ πάσχειν, ὅτι ἔστι, πρὸς δὲ τὸ ποιεῖν, ὅτι φαίνεται. [15] *[crux: παραπλήσια]*
14 584
τούτους δʼ ἐξηριθμημένος τοὺς τρόπους ἐφεξῆς δείκνυσιν, ὅτι [τὸ] μηδεὶς ἔστιν, ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν παρὰ τὴν λέξιν τι σοφισμάτων ἔξω πεσεῖν τῶν εἰρημένων. ὁ δὲ λόγος, διʼ οὗ ταῦτα δείκνυσιν, ἐστὶν οὗτος· ‘ τούτου δὲ πίστις ἡ διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμό ς , ἄν τε ληφθῇ τις ἕτερο ς , καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸν [ μέντο ι ] δηλώσαιμε ν.ʼ τὸ μὲν οὖν τῆς ἐπαγωγῆς γνώριμον· εἰ γὰρ καθʼ ἕκαστον εἰπόντι καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ γε, ὅτι μηδεὶς παραλέλειπται τρόπος· τὸ δʼ ἐφεξῆς παντάπασιν ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ ‘ καὶ συλλογισμό ς , ἄν τε ληφθῇ τις ἕτερο ς , 〈καὶ ὅτι τοσαυταχῶς ἂν〉 τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν ‘· οὐδὲ γὰρ ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται, τὸ δὲ ‘ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν ‘ συλλογισμοῦ συμπεράσματι μᾶλλον ἔοικεν ἢ συλλογισμῷ. [5]
14 585
σύνηθες δὲ τὸ τοιοῦτον τάχος τῷ φιλοσόφῳ καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ [καὶ] διὰ τὸ πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων αὐτὸν οἱ μὲν οὐδʼ ἐπεχείρησαν ταῦτʼ ἀκριβῶσαι τὸν προσήκοντα τρόπον, οἱ δʼ οὐκ ἔτυχον. ἡμεῖς δὲ πειραθῶμεν, οὐκ Ἀριστοτέλους ἕνεκεν οὐδʼ ὡς τῷ λόγῳ βοήθειάν τινα πορίζοντες, ἀλλʼ ἡμῶν αὐτῶν· φιλοσόφου γὰρ οὐ μόνον τὰς προτάσεις λαβόντα συλλογίσασθαι, καθάπερ τοῖς πλείστοις 〈ἔθοσ〉, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου τὰς προτάσεις κατασκευάσαι. Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς γίγνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης ἔφη τὰ παρὰ τὸ διττόν, δῆλον ὡς δύο δεικτέον ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν ἐστιν, ἕτερον δʼ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. [15]
14 586
δῆλον δʼ ἐκεῖνό γε πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν αὐτῆς ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς ἐχόμενοι καὶ ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ βουλοίμεθα καλῶς λαβεῖν, ὁπόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα, ληπτέον, πόσαι ποτʼ εἰσὶν 〈αὐτῆς αἱ κακίαι〉· ὃ ἂν συνοφθείη τῆς ἀρετῆς ληφθείσης εἴτε ἐστὶ μία εἴτε πλείους· [ἁπασῶν] ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι 〈κακία〉 καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κἀκείνη γνωρίζεσθαι. ἐπεὶ δέ, καθάπερ 〈ἐν〉 ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε καὶ ἡ ἀρετὴ ἐν ἐκείνῳ, πρὸς ὃ πέφυκεν ἢ γέγονεν, ἀνθρώπου μὲν τὸ ζῆν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη τὸ πρὸς τί πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς ἕν, τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ 〈τὸ〉 εὖ καὶ κακῶς ἐν τούτῳ. δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη κατʼ αὐτὴν τὴν λέξιν. αἱ δʼ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ τοῦ πράγματος, οἷον εὐαρμοστία καὶ εὐγραμματία· τοῦτο γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλʼ οὐ κατὰ τὸ πρᾶγμα, ἀλλʼ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη ἢ ὀφθαλμὸς ὑπογεγραμμένος· καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ κατʼ αὐτὰ ἐν τῷ τέμνειν τε καὶ ὁρᾶν. [5]
14 587
εἰ δὴ ταύτην ἀρετὴν ἑκάστου τυγχάνειν ὀρθῶς λέγεται, καθʼ ἣν ἕδραν ἔχει, πρὸς ὃ πέφυκεν ἢ γέγονεν, δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν ἐντεῦθεν ἄν τις 〈λάβοι〉 ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλά, πλείους, εἰ δὲ πρὸς ἕν, μία. φαίνεταί γε μὴν ἡ λέξις πρὸς ἕν, τὸ σημαίνειν· εἴπερ 〈οὖν〉 τὸ καλῶς πρὸς τοῦτο 〈ἀνήκει, κακία τῆς λέξεως ἔσται τὸ〉 μὴ σημαίνειν ἢ μὴ εὖ σημαίνειν. καίτοι ἴσως δεῖται σκέψεως, εἰ θετέον εἶναι λέξιν ἔτι τὴν μὴ σημαίνουσαν· οὐδὲ γὰρ αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς αὐλητής· οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν· τοῦτο δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφʼ ἡμῶν [τούτων δὲ] λεγομένην ἀρετὴν εἶναι τῆς λέξεως καθʼ αὑτήν· ἐν ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ σημαίνειν, τούτου γέ τοι διαφθαρέντος οὐδὲ λέξις· οὐκοῦν ἐν τούτῳ καὶ ἡ ἀρετή. [15]
14 588
διὸ καὶ μόνη συναποβάλλεται, αἱ δʼ ἄλλαι διὰ τὸ μὴ κατʼ αὐτὸ τὸ πρᾶγμα εἶναι οὐδὲν κωλύονται καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἷον ἡ εὐαρμοστία καὶ ἡ εὐγραμματία. κρείττω γοῦν διὰ ταῦτα καὶ τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμέν, οἷον τὴν Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ δʼ αἴτιον, ὅτι φωνῆς μᾶλλον 〈ποιοῦμεν κρ〉ίσιν ἢ λέξεως· ἀλλʼ εἴ τῳ καὶ δοκεῖ τοῦτο κακία, τὸ μὴ σημαίνειν, καὶ πλανᾶταί τις 〈τῷ〉 διὰ τὴν ὁμοιότητα 〈κακίαν〉 καὶ τοῦ〈το〉 καλεῖσθαι, ἀλλʼ ἐκεῖνό γε δῆλον, ὡς οὐδὲν ἂν διὰ ταύτην 〈τὴν〉 κακίαν σόφισμα συμβαίη· τίς γὰρ ἂν ὁμολογήσειεν ἢ θείη τι πρὸς ἄσημον καὶ ἀσαφὴ λέξιν; λείπεται δὴ διὰ τὸ 〈μὴ〉 εὖ σημαίνειν· τοῦτο δὲ ὅτι διττῶς· ἐν τούτῳ γὰρ ὑπάρχει μόνῳ τῇ λέξει σημαίνειν μέν τι, μὴ εὖ δὲ σημαίνειν· τὸ γὰρ ʼκύωνʼ ὄνομα σημαίνει μέν τι, οὔπω δὲ τόδε τι οὐδὲ ἀφωρισμένον, ὅπερ ἦν τὸ εὔληπτον. κἀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ Πλάτωνος, ὅτι πάντα, ὅσα φθαρτά, τῇ σφετέρᾳ κακίᾳ φθείρεται· φθείρει δὲ καὶ τοῦτο τὴν λέξιν· ἄγει γὰρ ἀπειρότερόν τινα εἰς ἀσάφειαν, ἀλλʼ οὐχὶ ἁπλῶς, ὥσπερ τὰ μηδὲν σημαίνοντα· ἡ δʼ ἀσάφεια καὶ πρόσθεν ἐλέγετο διαφθορά τις εἶναι παντελὴς τῆς λέξεως· ὥστε πάλιν καὶ διὰ τοῦτο μόνη κακία τὸ διττόν, χωρὶς εἰ μή τις οἴεται κἀκεῖνα κακίας οἷον ἔνδειαν ἢ μακρολογίαν ἢ περιττολογίαν· λανθάνει δὲ τοῦτο, νομίζω, ἀπατώμενος καὶ μὴ συνιείς, ὅτι τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ τὴν ἀσάφειαν ἢ τὸ διττὸν ἐργάζοιτο. [5]
14 589
εἰ δὲ μόνη κακία λέξεως αὕτη καὶ καλῶς τὰ πρόσθεν εἴρηται, πάντα δὲ τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην γίγνεται, πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν. Δεικτέον δὲ τὸ μετὰ τοῦτʼ ἂν εἴη, διὰ τί τὰ παρὰ τὸ διττὸν τοσαυταχῶς, ὁσαχῶς Ἀριστοτέλης φησί, συνίσταται. εἰ δὲ καὶ τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὅ,τι ποτέ ἐστι λόγος τε καὶ ἐκ λόγων. [10] *[crux: ἐκ]*
14 590
λόγοι γὰρ καὶ αἱ προτάσεις· τούτων 〈δʼ ἔν〉 τινι ἤ τισι διττόν 〈τι〉 ζητοῦμεν. ἔσται δὴ λόγος, ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις ὀνομάτων· καλῶ δὲ ὀνόματα νῦν καὶ τὰ ῥήματα καὶ ὅλως ὅ,τι σημαίνει, διὰ τὸ γνωριμώτερον. ἀνάγκη 〈δὴ〉 τὸ διττὸν ἢ ἔν τινι τούτων εἶναι τῶν ὀνομάτων ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν ἔχομεν ὅπως συσταίη ποτʼ ἄν, ὥσπερ οὐδʼ ἄν τις ἔχοι *** παρʼ ἕκαστα τῶν λίθων ἢ τὸ συγκείμενον. καὶ τοῦτο ἢ ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ· παρὰ ταῦτα γὰρ οὐδὲν 〈ἂν〉 ἕτερόν τις εὕροι ὑπάρχον ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀποδέδεικται. πάντα δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι τρόποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, καὶ 〈ἐν〉 ὀνόματι μὲν ὁ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν, ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· δυνάμει δʼ ὁπότε τῇ προσῳδίᾳ γίγνονται διττοί, καὶ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν· οὗτοι γὰρ οὐ σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν, διὰ δὲ τὸ ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ δυνάμει φαμὲν αὐτούς, τοιοῦτον γὰρ τὸ δυνάμει. [15]
14 591
[οἷον] τοῦτο 〈δʼ〉 αὖ πάλιν, ὥσπερ καὶ πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν ἢ ἐν λόγῳ. ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν· αὕτη γὰρ ἐφʼ ἑκάτερον ἕλκει τοὔνομα, ὥσπερ ἐν τῷ ʼορος ἕστηκενʼ ἡ δασεῖα κατʼ ἀρχὰς τεθεῖσα ἢ μή. ἐν δὲ λόγῳ δηλονότι σύνθεσις καὶ διαίρεσις 〈τὸ〉 διττὸν ποιεῖ· δύναται δὲ κἀν τοῖς συνθέτοις τῶν ὀνομάτων αὕτη, διὰ τὸ προσεικέναι λόγῳ, καθάπερ ἐν τῷ ʼΝεάπολιςʼ καὶ ʼκαλοσκἀγαθόςʼ, μεταβάλλειν τι τῶν ἁπλῶν, ἀλλʼ οὐκ εἰς ἕτερον ὄνομα, τοῦτο γὰρ ἡ προσῳδία μόνη ποιεῖ, ἀλλʼ εἰς λόγον, ὥσπερ τὸ ʼαὐλητρὶςʼ δηλονότι, καὶ τὸν λόγον συνθείη ποτʼ ἂν εἰς ὄνομα, ὥσπερ τὸ προκείμενον. δόξει δʼ οὐδὲν 〈ἧττον〉 ἄτοπον ἴσως τὸ φάσκειν διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν τὰ σοφίσματα, εἴπερ ταῦτα μὲν διὰ τὸ διττόν, καθάπερ ἐλέγετο [ταῦτα] πρόσθεν, ἡ δὲ προσῳδία τε καὶ τὰ ὁμογενῆ καὶ τῶν δυνάμει διττῶν ἐξαιρεῖ τὸ διττόν· ποιεῖ γὰρ ἤδη ταῦτα θάτερον σημαίνειν. [15]
14 592
καὶ λέγεται ἀληθῶς συμβαίνειν οὐδὲν ἧττον τὰ σοφίσματα διὰ ταῦτα· τῷ γὰρ τὸν λόγον ἐπιδέχεσθαι διὰ τούτων τὸ διττόν, λαβόντες θάτερον κατʼ ἀρχὰς οἱ σοφισταὶ θάτερον συνάγουσι, μεταβάλλοντες μὲν διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ ἂν ἄλλως τὸ σόφισμα συμβαίη, συλλογιζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες· ὥσπερ ʼἕν τι 〈τὸ〉 λογικὸν ὄνομα, καὶ ἴδιον ἀνθρώπου· τὸ λογικὸν ἄρα ἓν ἴδιον ἀνθρώπουʼ· καὶ εἰ ὄρος ἐνταῦθα στήκει ὃ τὸ χωρίον· ὄρος δʼ ἐνταῦθα οὐχ ἕστηκε.ʼ καὶ λάθοι μὲν ἂν οὐδένα τὸ κίβδηλον· ἀτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῇ σμικρὸν φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κἀν τοῖς ἐνεργείᾳ διττοῖς οὗτοί γε ταὐτὸν τοῦτο [ἕτερον] ποιοῦσι· λαβόντες γὰρ ἕτερον 〈ἕτερον〉 συλλογίζονται. ἀλλʼ ἐκεῖ μὲν ἀφανέστερον, ὅτι καθʼ ἑκάτερον σημαινόμενον ἂν ὁ λόγος ὁμολογηθείη, ἐνταῦθα δὲ προδήλως· διὸ καὶ 〈τὸ〉 ‘ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις ‘ 〈οὐκ ἀκριβῶσ〉 Ἀριστοτέλης ἔφη. [15] *[crux: εἰ]*
14 593
οἱ μὲν γάρ εἰσιν, οἱ τὸ εἶδος σοφισταὶ βιάζονται. ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται 〈τὸ〉 φαντασίᾳ· τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν· φαίνοιτο γὰρ ἄν τι καὶ ὄνομα διττὸν οὐχ οὕτως ἔχον, καὶ ὁ λόγος ὁμοίως [καὶ] οὐ τοιοῦτος 〈ὤν. καὶ〉 καθʼ ἕκαστον τῶν προειρημένων τὰ παραδείγματα λάβοι τις ἂν ἔκ τε τῶν Εὐδήμου κἀξ ἄλλων. ἐπεὶ δʼ οὖν ἔχομεν πάντας κατειλεγμένους τοὺς τρόπους, 〈παρʼ οὓσ〉 ἂν γένοιτό τι διττόν. ἔχομεν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα· ταῦτα γὰρ οὐκ 〈ἂν ἄλλως συμβαίη〉 ἢ παρὰ τὸ διττόν· ἔχομεν δὲ καὶ τὸ [τὴν] ‘ τοσαυταχῶς ἂν τοῖς 〈αὐτοῖσ〉 ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν ‘, ὅτι ἢ ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ· δῆλον δʼ ὅτι καὶ συλλογισμοῦ τρόπον, ὁποῖόν τις ἂν προέληται, δυνατὸν ποιεῖν, ἅπαξ γε τὴν διαίρεσιν ἔχοντα, καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντα· εἰ γὰρ δυνατὸν 〈εἴη ὑπάρχειν ἄλλο τι διττόν〉, ἀλλʼ ἔσται οὔτʼ ἐν ὀνόματι οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐνεργείᾳ οὔτε δυνάμει οὔτε φαντασίᾳ· παρὰ ταῦτα δʼ οὐδὲν ὁ λόγος ἐδείκνυ. [15]
14 594
—καὶ ταῦτα μὲν ἀφωρίσθω τὸν τρόπον τοῦτον· ὅτι δʼ οὐκ 〈ἐκ〉 ταὐτο〈μάτου〉 τὴν διαίρεσιν εὑρήκαμεν, —οὐ 〈γὰρ〉 Ἀριστοτέλει χαριζόμεθα νῦν—, ἀλλὰ ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον. τὸ μὲν γὰρ ἢ ἐν ὀνόματι δεῖν ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι ‘ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις ‘· τὸ 〈δʼ〉 ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ γνώριμον ἐκ τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθʼ ἕκαστον εἶδος ἢ 〈γένοσ〉 τὰ ὁμογενῆ, καὶ πρῶτον μὲν τὰ ἐνεργείᾳ, δεύτερον δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ διὰ τί ποτʼ οὐ συγκέχυται ταῦτα; ἀλλὰ γελοῖον ἴσως καὶ τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν ἐκ τοῦ πράγματος· εἰ γὰρ οὕτως ἔχει, καθάπερ ἡ τέχνη φησί, δηλονότι καὶ γέγονε κατʼ αὐτήν, ὥσπερ ἡ ἰατρικὴ τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ 〈ἐκ〉 ταὐτομάτου ἐργάσαιτο. —ταῦτα μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν. 〈Ἐπεὶ δʼ〉 εἴρηταί τινα καὶ τοῖς Στωϊκοῖς περὶ τούτου 〈τοῦ〉 μέρους, δίκαιον ἐπελθόντα ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος τῶν εἰρημένων· εἴη γὰρ 〈ἂν〉 ἐπαγωγ〈ικ〉ή τις αὕτη πίστις, καὶ δίκαιον ἄλλως μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι. [5]
14 595
τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων [νοσεῖν] σκοπεῖν πραγματείας· τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον· εἰσί γε πρὸς τῶν χαριεστέρων λεγόμεναι τὸν ἀριθμὸν ηʹ. μία μέν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρομένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ ʼΑΥΛΗΤΡΙΣΠΕΣΟΥΣΑʼ· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ 〈δι〉ῃρημένου. δευτέρα δὲ παρὰ τὴν ἐν τοῖς ἁπλοῖς 〈ὁμωνυμίαν〉, οἷον ʼἀνδρεῖοςʼ, ἢ γὰρ χιτὼν ἢ ἄνθρωπος· τρίτη δὲ παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ʼἄνθρωπός ἐστινʼ· ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει. τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, 〈ὡσ〉 ʼσός ἐστιν [ὡς] υἱός· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσου, οἷον δεσπότου ἢ πατρός. [15]
14 596
πέμπτη δὲ παρὰ τὸν πλεονασμόν, ὥσπερ ἡ τοιαύτη ʼἀπηγόρευσεν αὐτῷ μὴ πλεῖνʼ· τὸ γὰρ ʼμὴʼ προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν, εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μὴ διασαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ ʼΚΑΙΝΥΚΕΝΗΠΑΡΕΛΑΣΣΕΝ.ʼ τὸ γὰρ 〈η〉 στοιχεῖον 〈ἢ πρῶτον ἢ τελευταῖον〉 ἂν γένοιτο 〈ἢ〉 διαζευκτικόν. ἑβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον, ὡς ἐν τῷ ʼΠεντήκοντʼ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύςʼ. ὀγδόη 〈δέ ἐστιν ἡ〉 μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ ʼΔΙΩΝΘΕΩΝΕΣΤΙΝʼ· ἄδηλον γάρ ἐστιν, εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται εἴτε ἐπὶ τοιοῦτον οἷον ὁ Δίων Θέων ἐστὶν ἢ πάλιν. οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται. δῆλον δέ, ὅστις μὴ παρέργως τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς τοὺς κατειλεγμένους ὑφʼ ἡμῶν τρόπους, τὸ δʼ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδειξιν 〈ἄν〉 τις λάβοι τοῦ μηδὲ καθʼ ἕνα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι συστῆναι, τό τε κἀν τοῖς πεπλεγμένοις ὁμωνυμίαν φάσκειν συμβαίνειν παντελῶς οὐδʼ ἀκουόντων ἐστὶν ὀνομάτων. [5]
14 597
ἔτι δὲ πῶς οὐκ εὔηθες ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς 〈προσ〉καταριθμεῖσθαι, καθάπερ ἐπὶ τῶν κατὰ τὴν διαίρεσιν ποιοῦσιν ἀσήμαντον μόριον 〈καὶ〉 σημαῖνον διαιρούμενοι· λάβοι γὰρ 〈ἄν τισ〉 οὕτως γε πλείους τὰς εἰδικὰς διαφοράς· ἔτι δʼ ἂν τοῦτον τὸν τρόπον τις καὶ τῆς ὁμωνυμίας ποιήσειε [δὲ] πλείους τὰς εἰδικὰς λεγομένας διαφοράς, ὅτι 〈αἱ μὲν〉 αὐτῶν παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν ἀναλογίαν ἢ ὁμοιόητα ἢ ἄλλον τινὰ τρόπον συνίστανται. καὶ μὲν 〈δὴ〉 καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ὑπʼ αὐτῶν λεγομένης πλείους οἱ τρόποι, 〈ὧν οἱ〉 μὲν τῇ παραθέσει τῶν ὁμοίων πτώσεων γίγνονται, ὡς ἐν τῷ ʼεἴη Μέλητον Σωκράτην νικῆσαιʼ· οἱ δʼ ἄλλοι τρόποι 〈 ****** ἀλλὰ〉 ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δʼ ἄξιον ἀπορίας, πῶς ποτε 〈παραλείπουσι τὰ〉 περὶ τὰς φαντασίας διττά, πολὺ δὲ μᾶλλον ἔτι, πῶς τὰ τῆς προσῳδίας· οἱ γὰρ τιθέμενοι διττοὺς [τοὺς] παρὰ τὴν 〈σύν〉θεσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν; ὥσπερ 〈γὰρ〉 ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ μεταξὺ σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ τὸ ὄνομα τῇ προσῳδίᾳ· 〈καὶ〉 καθάπερ ἔξωθεν ὢν ὁ κενὸς χρόνος τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ διττὸν ποιεῖν αὐτὸν πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία. [5]
14 598
ἔτι δὲ καὶ οἱ σοφισταὶ καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας, 〈οὕτω δὴ〉 καὶ ταύτῃ· καὶ μὴν αὐτὸς ἄν τις ἐφʼ ἑαυτοῦ σκοπούμενος ὥσπερ ἂν παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοίη, οὕτω δὴ καὶ παρὰ τὴν προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς μὴ πρόσκειται διακρίνοντα σημεῖα· δεῖται γὰρ ὥσπερ ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω δὴ καὶ τῆς προσῳδίας, οὐκ ἀεί γε μήν· καὶ διʼ αὐτὴν 〈ἄρʼ〉 ἐγίγνετο διττὸς ὁ λόγος. [10]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top