Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Hippocrates: Letter to King Ptolemy

Library › Greek: Science & Medicine › Letter to King Ptolemy

Letter to King Ptolemy is a short dietetic letter transmitted under the name of Hippocrates of Cos, but it cannot be his, since Hippocrates lived before the Ptolemaic kings of Egypt. Of uncertain late date, it divides the year into periods marked by the setting and rising of the Pleiades, the solstices and the equinoxes, prescribes suitable foods and habits for each, and lists the warning signs of illness in the head, chest, belly and bladder.

The letter belongs to a family of late seasonal regimens that circulated under famous names. It shows how Hippocratic ideas about seasons, humours and diet were simplified into practical calendars for everyday health, and how the fiction of a physician advising a king lent such advice prestige.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Ideler, Physici et Medici Graeci Minores I pp. 423–428). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The seasonal-regimen letter addressed to King Ptolemy cannot be by Hippocrates, who lived before the Ptolemies.

Ancient Greek · Science & Medicine
Letter to King Ptolemy
Pseudo-Hippocrates · every word parsed
Γνωστέον οὖν τὴν τῆς ὑγείας δύναμιν ἀκριβῶς, ὁποία δὴ εἰς ὠφέλειαν ὑπάρχει τῷ ἀνθρωπίνῳ γένει. Ἔστι δὲ ὁ λόγος πρῶτον μὲν περὶ τῆς ἐγκυκλίου σφαίρας κοσμικῆς τε καὶ τροπικῆς. Ἀπὸ πλειάδος δύσεως μέχρι τροπῶν χειμερινῶν, ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς νοεμβρίου ιβʹ, ἕως δεκεμβρίου πληρουμένου. Αὗται αἱ ἡμέραι αὔξουσι φλέγμα πολὺ σφόδρα· διὸ χρῶ τοῖς λουτροῖς, καὶ πλείοσι ξηροτριβίαις καὶ τροφαῖς, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ τροπῶν χειμερινῶν ἕως ἰσημερίας ἐαρινῆς, ἡμέραι πδʹ, τουτέστιν ἀπὸ μηνὸς ἰανουαρίου πρώτης μέχρι μηνὸς μαρτίου κεʹ. Αὗται αἱ ἡμέραι αὔξουσιν ὑγρασίας κὶ ἐμέτων πλῆθος· διὸ χρῶ τοῖς περιπάτοις καὶ ἐμέτοις καὶ λουτροῖς πυκνοῖς, καὶ τροφαῖς, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς, ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς μαρτίου κϛʹ ἕως μηνὸς μαΐου ιγʹ. Αὗται αἱ ἡμέραι εἰσὶν ἐαριναὶ, καὶ αὔξουσιν αἷμα πλέον· διὸ χρῶ τοῖς εὐώδεσιν οἴνοις κὶ ἀκράτοις καὶ θερμοῖς, κὶ πυκνοῖς ἐμέτοις, κὶ πόνοις, καὶ ἀφροδισίοις. [20]
Ἀπὸ δὲ πλειάδος ἀνατολῆς ἕως τροπῶν θερινῶν, ἡμέραι μβʹ, τουτέστιν ἀπὸ μηνὸς μαΐου ιδʹ ἕως μηνὸς ἰουνίου κδʹ. Αὗται αἱ ἡμέραι εἰσὶ τροπαὶ θεριναί. Αὔξουσι δὲ χολὴν πυῤῥάν· διὸ χρῶ τοῖς γλυκέσι καὶ ὑδαρέσι, κὶ λυτικοῖς κοιλίας, καὶ μὴ πονεῖν, μήτε κάμνειν, μήτε ἀφροδισιάζειν, ἀλλʼ ἡσύχως διαμένειν. Ἀπὸ δὲ τροπῶν θερινῶν ἕως ἰσημερίας μετοπωρινῆς ἡμέραι ϟγʹ, τουτέστιν ἀπὸ μηνὸς ἰουνίου κδʹ ἕως σεπτεμβρίου κεʹ. Αὗται αἱ ἡμέραι γεννῶσι μέλαιναν χολήν· διὸ χρῶ τοῖς ψυχροῖς καὶ ὑδαρέσι καὶ εὐώδεσιν οἴνοις, καὶ δεῖ μήτε πονεῖν, μήτε ἀφροδισιάζειν. Ἀπὸ δὲ ἰσημερίας μετοπωρινῆς ἕως πλειάδος δύσεως ἡμέραι μηʹ, τουτέστιν ἀπὸ σεπτεμβρίου κεʹ ἕως μηνὸς νοεμβρίου ιβʹ. [15]
425
Αὗται αἱ ἡμέραι αὔξουσιν ἰχῶρας καὶ χολάς· χρῶ τοίνυν τοῖς διʼ ὄξους ἐδέσμασι καὶ δριμέσι, καὶ πόνοις καὶ καμάτοις, καὶ ἀφροδισίοις. Διαιροῦμεν δὲ τὸν ἄνθρωπον εἰς μέρη δʹ, κεφαλὴν, θώρακα, κοιλίαν, κὶ κύστιν. Ἐὰν οὖν τι μέλλῃ περὶ τὴν κεφαλὴν συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· σκοτοδινίαι, ἀλγηδόνες κεφαλῆς, βάρος ἐν ταῖς ὀφρύσι, σφυγμοὶ κροτάφων, ὀφθαλμῶν δάκρυα, ἀμβλυωπίαι, ῥῖνες ἐμπεφραγμέναι, ἦχος ὤτων. Τούτων οὖν τῶν σημείων γενομένων, δεῖ καθαίρειν τὴν κεφαλὴν, φαρμάκῳ μὲν οὐδενί· λαβὼν δὲ ὑσσώπου καὶ ὀριγάνου τὰς ῥίζας, ἀνάζεσον ἐν γλυκείᾳ ἡμικοτύλῃ, καὶ τοῦτο νῆστις ἀποφλεγματίζου. [10]
Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε ἐπιγίνεται πάθη· ὑπογλαύκωσις ὀφθαλμῶν, ἔμφραξις ἐγκεφάλου, χοιράδες, τριχῶν μάδισις, ἕλκωσις κεφαλῆς, ὀδόντων πόνος. Ὅταν δὲ μέλλῃ περὶ τὸν θώρακα συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· ἱδρῶτες στήθους καὶ θώρακος, τραχύτης γλώττης, πτύελοι ἁλυκοὶ ἢ πικροὶ, πλευρῶν κὶ ὠμοπλατῶν ἀλγηδόνες, οὐδεμιᾶς προφάσεως προεπικειμένης, κνησμονή τε στήθους καὶ βραχιόνων, χειρῶν τε θρόμβοι, καὶ βῆχες ξηραί. Τούτων δὲ οὕτως γενομένων τῶν σημείων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· ἁρμόζουσι μὲν γὰρ οἱ ἀπὸ δείπνου ἔμετοι καὶ ἐκ πλησμονῆς γινόμενοι διὰ πάσης φαρμακείας· ὁμοίως δὲ καὶ νῆστις λάμβανε τοὺς καλουμένους συρμίους. Γίνονται δὲ οὕτως· λαβὼν ῥαφάνεως καὶ καρδάμου καὶ σινήπεως καὶ εὐζώμου σπέρματα, ἑκάστου κοχλιάριον, καὶ διαμασσησάμενος, καὶ ἐκροφῶν κοχλιάριον ὕδατος χλιαροῦ, οὕτως ἔμει. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε ἐπιγίνεται τὰ πάθη· πλευρίτιδες, περιπνευμονίαι, φρενίτιδες, μελαγχολίαι, πυρετοὶ ὀξεῖς, ληθαργίαι, λοιμοί. [20]
Ὅταν δὲ μέλλῃ περὶ τὴν κοιλίαν πάθη τινὰ συνίστασθαι, τάδε προγίνεται τὰ σημεῖα· κοιλία συστρέφεται, καὶ ταράσσονται ἐν αὐτῇ τὰ σιτία, καὶ τὰ ποτὰ πικρὰ φαίνεται, γονάτων βάρος καὶ ὅλου τοῦ σώματος, νάρκη σκελῶν, πυρετοὶ λάβροι. Τούτων δὲ τῶν σημείων οὕτω γενομένων, δεῖ τὴν κοιλίαν τοῖς ἁπαλοῖς κατευνάζειν, ἄνευ φαρμακείας. Λαβὼν οὖν λαπάθου καὶ λινοζώστου, ἔσθιε μετὰ γάρου καὶ ἐλαίου, καὶ σεῦτλα μετὰ μελικράτου καὶ κνίκου καὶ μελιτώματος ἑψηθέντα σφόδρα· καὶ κάτω λύοντα κοιλίας ὠφέλιμα. Ἐὰν δέ τι ἐπὶ πλεῖον τῶν προειρημένων σημείων ἐνοχλῇ, πρόσμισγε τούτοις τοῖς προειρημένοις ἑψήμασι καὶ κνίκον· κόψας δὲ καὶ χυλοποιήσας τὴν κνίκον ὕδατι, πῖνε. Ποιεῖ δὲ καὶ τῆς κράμβης τὸ ὕδωρ ἑψημένον πολὺ μετὰ μέλιτος, καὶ προπινόμενον. Τοῖς δὲ ἀμελοῦσι τούτων τῶν σημείων τάδε προσγίνεται τὰ πάθη· διάῤῥοιαι καὶ δυσεντερίαι, ἰσχιάδες καὶ ἀποπληξίαι, καὶ κοιλιακαὶ διαθέσεις, οἷον εἰπεῖν κώλικες καὶ κοιλοστόμαχοι, καὶ τὰ τούτοις ὅμοια. [20]
Ὅταν δὲ μέλλῃ τι περὶ τὴν κύστιν συνίστασθαι πάθος, τάδε γίνεται τὰ σημεῖα· σιτίων δοθέντων ὁ στόμαχος πληροῦται, καὶ γίνονται φύσαι, ἐρυγαὶ, οἰδήματα περὶ τὰ αἰδοῖα. Τούτων οὖν τῶν σημείων γενομένων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· λαβὼν μάραθρον καὶ σέλινον, ἑκάστου δεσμίδιον χειρόπληθες, προβρέξας αὐτὰ εἰς οἶνον εὐώδη ἡμέραν μίαν, πρόπιε κυάθους βʹ, καὶ κίρνα μετὰ ὕδατος τοῦ ἴσου. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε συνίσταται τὰ πάθη· ὕδρωπες, ἥπατος πόνοι, σπληνὸς ὄγκος, φρενίτιδες, στραγγουρίαι, ἐμπρησμοὶ κοιλίας, στρόφοι τε καὶ πόνοι βαρύτατοι. Τούτοις οὖν χρώμενος, εὑρήσεις τὴν τοῦ σώματος ὑγείαν καὶ ἡμῶν τὴν ἔκθεσιν ἀληθῆ. [15]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top