unit_1.1
Ἴσυλλος Σωκράτευς Ἐπιδαύριος ἀνέθηκε
unit_1.2
Ἀπόλλωνι Μαλεάται καὶ Ἀσκλαπιῶι.
unit_1.3
A Δᾶμος εἰς ἀριστοκρατίαν ἄνδρας αἰ προάγοι καλῶς,
unit_1.4
αὐτὸς ἰσχυρότερος· ὀρθοῦται γὰρ ἐξ ἀνδραγαθίας.
5.1
Αἰ δέ τις καλῶς προαχθεὶς θιγγάνοι πονηρίας
5.2
πάλιν ἐπαγκρούων, κολάζων δᾶμος ἀσφαλέστερος.
5.3
Τάνδε τὰν γνώμαν τόκʼ ἦχον καὶ ἔλεγον καὶ νῦν λέγω.
5.4
Εὐξάμαν ἀνγράψεν, αἴ κʼ εἰς τάνδε τὰν γνώμαν πέτη
5.5
ὁ νόμος ἀμὶν ὃν ἐπέδειξα· ἔγεντο δʼ, οὐκ ἄνευ θεῶν.
10.1
B Τόνδʼ ἱαρὸν θείαι μοίραι νόμον ηὗρεν Ἴσυλλος
10.2
ἄφθιτον ἀέναον γέρας ἀθανάτοισι θεοῖσιν,
10.3
καί νιν ἅπας δᾶμος θεθμὸν θέτο πατρίδος ἀμᾶς,
10.4
χεῖρας ἀνασχόντες μακάρεσσιν ἐς οὐρανὸν εὐρύ[ν·
10.5
οἵ κεν ἀριστεύωσι πόληος τᾶσδʼ Ἐπιδαύρου
15.1
λέξασθαί τʼ ἄνδρας καὶ ἐπαγγεῖλαι κατὰ φυλὰς
15.2
οἷς πολιοῦχος ὑπὸ στέρνοις ἀρετά τε καὶ αἰδώς,
15.3
τοῖσιν ἐπαγγέλλεν καὶ πομπεύεν σφε κομῶντας
15.4
Φοίβωι ἄνακτι υἱῶι τʼ Ἀσκλαπιῶι ἰατῆρι
15.5
εἵμασιν ἐν λευκοῖσι δάφνας στεφάνοις ποτʼ Ἀπόλλω,
20.1
ποὶ δʼ Ἀσκλαπιὸν ἔρνεσι ἐλαίας ἡμεροφύλλου
20.2
ἁγνῶς πομπεύειν, καὶ ἐπεύχεσθαι πολιάταις
20.3
πᾶσιν ἀεὶ διδόμεν τέκνοις τʼ ἐρατὰν ὑγίειαν,
20.4
εὐνομίαν τε καὶ εἰράναν καὶ πλοῦτον ἀμεμφῆ,
20.5
τὰν καλοκαγαθίαν τʼ Ἐπιδαυροῖ ἀεὶ ῥέπεν ἀνδρῶν,
25.1
ὥραις ἐξ ὡρᾶν νόμον ἀεὶ τόνδε σέβοντας·
25.2
οὕτω τοί κʼ ἀμῶν περιφείδοιτʼ εὐρύοπα Ζεύς.
25.3
C Πρῶτος Μᾶλος ἔτευξεν Ἀπόλλωνος Μαλεάτα
25.4
βωμὸν καὶ θυσίαις ἠγλάισεν τέμενος.
25.5
Οὐδέ κε Θεσσαλίας ἐν Τρίκκηι πειραθείης
30.1
εἰς ἄδυτον καταβὰς Ἀσκληπιοῦ, εἰ μὴ ἀφʼ ἁγνοῦ
30.2
πρῶτον Ἀπόλλωνος βωμοῦ θύσαις Μαλεάτα.
30.3
D Ἴσυλλος Ἀστυλαίδαι ἐπέθηκε μαντεύσασθα[ί] οἱ περὶ
30.4
τοῦ παιᾶνος ἐν Δελφοῖς, ὃν ἐπόησε εἰς τὸν Ἀπόλλωνα
30.5
καὶ τὸν Ἀσκληπιόν, ἦ λώιόν οἵ κα εἴη ἀγγράφοντι
35.1
τὸν παιᾶνα. Ἐμάντευσε λώιόν οἵ κα εἶμεν ἀγγράφοντι
35.2
καὶ αὐτίκα καὶ εἰς τὸν ὕστερον χρόνον.
36.2
E Ἰὲ Παιᾶνα θεὸν ἀείσατε λαοί,
36.3
ζαθέας ἐνναέτα[ι] τᾶσδʼ Ἐπιδαύρου.
36.4
Ὧδε γὰρ φάτις ἐνέπουςʼ ἤλυθʼ ἐς ἀκοὰς
40.1
προγόνων ἀμετέρων, ὦ Φοῖβʼ Ἀπόλλων.
40.2
Ἐρατὼ Μοῦσαν πατὴρ Ζεὺς λέγεται Μά‐
40.3
λ[ωι] δόμεν παράκοιτιν ὁσίοισι γάμοις. Φλεγύας δʼ, [ὃς] πατρίδʼ Ἐπίδαυρον ἔναιεν,
40.4
θυγατέρα Μάλου γαμεῖ, τὰν Ἐρατὼ γεί‐
45.1
νατο μάτηρ, Κλεοφήμα δʼ ὀνομάσθη.
45.2
Ἐγ δὲ Φλεγύα γένετο, Αἴγλα δʼ ὀνομάσθη·
45.3
τόδʼ ἐπώνυμον· τὸ κάλλος δὲ Κορωνὶς ἐπεκλήθη.
45.4
Κατιδὼν δʼ ὁ χρυσότοξος Φοῖβος ἐμ Μά‐
45.5
λου δόμοις παρθενίαν ὥραν ἔλυσε, λεχέων δʼ ἱμεροέντων ἐπέβας, Λα‐
45.7
Σέβομαί σε· ἐν δὲ θυώδει τεμένει τέκε‐
45.8
το ἶνιν Αἴγλα, γονίμαν δʼ ἔλυσεν ὠδῖ‐
45.9
να Διὸς παῖς μετὰ Μοιρᾶν Λάχεσίς τε μαῖʼ ἀγαυά·
55.1
ἐπίκλησιν δέ νιν Αἴγλας ματρὸς Ἀσκλα‐
55.2
πιὸν ὠνόμαξε Ἀπόλλων, τὸν νόσων παύ‐
55.3
[σ]τορα, δωτῆρʼ ὑγιείας, μέγα δώρημα βροτοῖς.
55.4
Ἰὲ Παιάν, ἰὲ Παιάν, χαῖρεν Ἀσκλα‐
55.5
πιέ, τὰν σὰν Ἐπίδαυρον ματρόπολιν αὔ‐
60.1
ξων, ἐναργῆ δʼ ὑγίειαν ἐπιπέμποις
60.2
φρεσὶ καὶ σώμασιν ἀμοῖς, ἰὲ Παιάν, ἰὲ Παιάν.
60.3
F Καὶ τόδε σῆς ἀρετῆς, Ἀσκληπιέ, [τ]οὖργον ἔδειξας
60.4
ἐγ κείνοισι χρόνοις ὅκα δὴ στρατὸν ἦγε Φίλιππος
60.5
εἰς Σπάρτην, ἐθέλων ἀνελεῖν βασιληΐδα τιμήν.
65.1
Τοῖς δʼ Ἀσκληπιὸς [ἦ]λθε βοαθόος ἐξ Ἐπιδαύρου
65.2
τιμῶν Ἡρακλέος γενεάν· ἇς φείδετο ἄρα Ζεύς.
65.3
Τουτάκι δʼ ἦλθε, ὅχʼ ὁ παῖς ἐκ Βουσπόρου ἦλθεν κάμνω[ν],
65.4
τῶι τύγα ποστείχοντι συνάντησας σὺν ὅπλοισιν
65.5
λαμπόμενος χρυσέοις, Ἀσκλαπιέ· παῖς δʼ ἐσιδών σε
70.1
λίσσετο χεῖρʼ ὀρέγων ἱκέτηι μύθωι σε προσαντῶν
70.2
“Ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκλαπιὲ Παιάν,
70.3
ἀλλά μʼ ἐποίκτειρον”. Τὺ δέ μοι τάδʼ ἔλεξας ἐναργῆ·
70.4
“Θάρσει· καιρῶι γάρ σοι ἀφίξομαι, ἀλλὰ μένʼ αὐτεῖ,
70.5
τοῖς Λακεδαιμονίοις χαλεπὰς ἀπὸ κῆρας ἐρύξας,
75.1
οὕνεκα τοὺς Φοίβου χρησμοὺς σώζοντι δικαίως
75.2
οὓς μαντευσάμενος παρέταξε πόληι Λυκοῦργος”.
75.3
Ὣς ὃ μὲν ὤιχετο ἐπὶ Σπάρτην· ἐμὲ δʼ ὦρσε νόημα
75.4
ἀγγεῖλαι Λαχεδαιμονίοις ἐλθόντα τὸ θεῖον πάντα μάλʼ ἑξείας· οἳ δʼ αὐδήσαντος ἄκουσαν
80.1
σώτειραν φήμαν, Ἀσκλαπιέ, καί σφε σάωσας.
80.2
Οἳ δὴ ἐκάρυξαν πάντας ξενίαις σε δέκεσθαι
80.3
σωτῆρα εὐρυχόρου Λακεδαίμονος ἀγκαλέοντες.
80.4
Ταῦτα τοί, ὦ μέγʼ ἄριστε θεῶν, ἀνέθηκεν Ἴσυλλος τι[μ]ῶν σὴν ἀρετήν, ὦναξ, ὥσπερ τὸ δίκαιον.