Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Julian, Emperor of Rome: Short Poems and Fragments

Library › Greek: Lyric & Elegy › Short Poems and Fragments

Short Poems and Fragments gathers the minor pieces of the emperor Julian (reigned 361-363), as collected by Bidez and Cumont. They include fragments of lost prose works, among them a passage invoking Empedotimus, Pythagoras and Iamblichus, a maxim, short poems on a pipe organ and on barley beer, a verse on the metrics of a Homeric line, a prayer to Zeus, and several sayings, such as his rebuke to a crowd that acclaimed him in a temple.

The collection rounds out the portrait of Julian drawn from his speeches and letters. It shows his Neoplatonic loyalties, his taste for epigram and wordplay, and the direct manner remembered in anecdotes about him, and it preserves traces of writings that are otherwise lost.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Bidez–Cumont 161–178). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Short Poems and Fragments
Julian, Emperor of Rome · every word parsed
Ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε [καὶ] ἱεροφάντωρ Ἰάμβλιχος …
165
Τὸ μὴ προϊδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον.
166.(t1)
Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου εἰς ὄργανον μουσικόν.
166.(t1)·2
Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπʼ ἄλλης χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης ἄγριοι· οὐδʼ ἀνέμοισιν ὑπʼ ἠερίοισι δονεῦνται, ἀλλʼ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει. Καί τις ἀνὴρ ἀγέρωχος, ἔχων θοὰ δάκτυλα χειρῶν, ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δʼ ἁπαλὸν σκιρτεῦντες ἀποθλίβουσιν ἀοιδήν.
Τὴν πυρὸς ἠερίων τʼ ἀνέμων γαίης τε καὶ ἅλμης κοίρανον οὐχ ὁσίαις παλάμαις κόσμησε 〈τύραννοσ〉. Νῦν δέ με φὼς ὅσιος, βασιλεὺς φίλος ἀθανάτοισιν, ἐς νηὸν προέηκεν ἔχων νίκης τόδε σῆμα.
167·2
*** ἀντιβίων ἀνέμων παλάμας τμήξασα κεραυνῷ.
168.(t1)
Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου εἰς οἶνον ἀπὸ κριθῆς.
168.(t1)·2
Τίς πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον οὔ ςʼ ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον. Κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου· ἦ ῥά [νύ] σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπʼ ἀσταχύων.
168.(t1)·3
Τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ βρόμον, οὐ Βρόμιον.
169.(t1)
Ἰουλιανοῦ τοῦ παραβάτου εἰς τὸν παρόντα Ὁμηρικὸν στίχον (α 329, λ 446 etc.) ἓξ πόδας ἔχοντα, ὧν οἱ τρεῖς εἰσι δάκτυλοι.
169.(t1)·2
«Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια» ἓξ ποσὶν ἐμβεβαυῖα τριδάκτυλος ἐξεφαάνθη.
170.(t)
Ἰουλιανοῦ τοῦ παραβάτου.
170.(t)·2
Ὡς ἐθέλει τὸ φέρον σε φέρειν, φέρου· ἢν δʼ ἀπιθήσῃς, καὶ σαυτὸν βλάψεις, καὶ τὸ φέρον σε φέρει.
170b.(t)
Ἄλλοι τοῦ αὐτοῦ.
170b.(t)·2
Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.
176.(t)
Ἰουλιανὸς πρὸς δῆμον εὐφημήσαντα ἐν τῷ Τυχαίῳ.
176.(t)·2
Εἰ μὲν εἰς τὸ θέατρον λαθὼν εἰσῆλθον, εὐφημεῖτε· εἰ δὲ εἰς τὰ ἱερά, τὴν ἡσυχίαν ἄγετε καὶ μετενέγκατε ὑμῶν τὰς εὐφημίας εἰς τοὺς θεούς· μᾶλλον δὲ οἱ θεοὶ τῶν εὐφημιῶν οὐ χρῄζουσιν.
177.(t)
Πρὸς ζωγράφον.
177.(t)·2
Εἰ μὲν μὴ εἶχον καὶ ἐχαρίσω μοι, συγγνώμης ἦσθα ἄξιος· εἰ δὲ εἶχον μέν, οὐκ ἐχρησάμην δέ, τοὺς θεοὺς ἔφερον, μᾶλλον δὲ ὑπὸ τῶν θεῶν ἐφερόμην. Σύ μοι ἀλλότριον σχῆμα πῶς ἐδίδους, ἑταῖρε; οἷόν με εἶδες, τοιοῦτον καὶ γράψον.
178.(t)
Πρὸς τριβοῦνον Εὐθυμέλην.
178.(t)·2
Ἡδονὴ βασιλεῖ πόλεμος.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top