1
Ἀπολογισμὸς ὧν πεπολίτευται (fr. 1): pp. 91–92 ΑΠΟΛΟΓΙΣΜΟΣ ΩΝ ΠΕΠΟΛΙΤΕΥΤΑΙ Harpocr.
1 1
s. v. δερματικό ν· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγιγνόμενον ἀργύριον. Harpocr.
1 2
s. v. ἑδωλιάσα ι· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι. Ἡρόδοτος αʹ (1, 24). Harpocr.
1 3
s. v. Ἑκατόμπεδο ν· Λ. ἐν τῷ ἐπιγραφομένῳ Ἀπολογισμὸς ὧν πεπολίτευται. ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν (FGrHist 370 F 3). Harpocr. [5]
1 4
s. v. νεώρια καὶ νεώσοικο ι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε ἐν Ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ Περὶ τῆς εἰρήνης (3, 7), εἰ γνήσιος ὁ λόγος. ΚΑΤʼ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Harpocr. [5]
2 1
s. v. Μητρῷο ν· Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ Μητρῴ ῳ. δηλοῖ Δείναρχος ἐν τῷ Κατὰ Πυθέου ( 2 VI, 10). Harpocr.
2 2
s. v. ἀγραφίο υ· εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθʼ οὕτως ἔχειν Δημοσθένης τε (58, 51) ἢ Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου ( 1 XVI a ) καὶ Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ Πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ ( fr. 2). Harpocr. [5]
2 3
s. v. ἡλικία τῆς πόλεω ς· ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος Κατʼ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς (4, 7). Harpocr.
2 4
s. v. ὄρυγμ α· ἰδίως οὕτως ἐκαλεῖτο ἐφʼ οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος Κατʼ Ἀριστογείτονος. Harpocr.
2 5
s. v. τρίγωνον δικαστήριο ν· Λυκοῦργος Κατʼ Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος … Harpocr.
2 6
s. v. χιλιωθέντ α· Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος, ἀντὶ τοῦ χιλίας ὀφλόντα … cf. fr. IX. 4. Harpocr.
2 7
s. v. ψευδεγγραφ ή· ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ {ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ}. Λυκοῦργος ἐν τῷ Κατʼ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ Πρὸς Μέδοντα (XXIX Thalh.) μνημονεύουσι τοῦ ὀνόματος. ΚΑΤʼ ΑΥΤΟΛΥΚΟΥ Schol. [5]
3 1
Demosth. 54, 1 (=[Cornuti] τέχνη ῥητ. §7, p. 353, 24 Hammer) ἀπὸ τοῦ πράγματος (λαμβάνεται προοίμιον) ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Αὐτολύκου· πολλῶν καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ τηλικούτου δικάσοντες ἥκετ ε. Suda s. [5]
3 2
v. μηλόβοτος χώρ α· ὑπὸ πολεμίων ἐξερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔνομα καὶ παρὰ {τῷ} Λυκούργῳ ἐν τῷ Κατʼ Αὐτολύκου. ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε … Harpocr.
3 3
s. v. ἠρί α· Λυκοῦργος ἐν τῷ Κατʼ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ … ΠΡΟΣ ΔΗΜΑΔΗΝ ΑΠΟΛΟΓΙΑ ΥΠΕΡ ΤΩΝ ΕΥΘΥΝΩΝ Harpocr.
4 1
s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τρόχο ι· Δείναρχος Κατὰ Φορμισίου ( 2 X, 1) καὶ ἐν τῇ Πρὸς Ἀντιφάνην ἀπολογίᾳ ( 2 LXIV, 1), Λυκοῦργός τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δʼ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων (fr. ined.). χρῶνται δέ, φησί, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί. Harpocr. [5]
4 2
s. v. τοὺς ἑτέρους τραγῳδοὺς ἀγωνιεῖτα ι. Λυκοῦργος ἐν τῷ Πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία. ΠΕΡΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ Harpocr.
5 1a
s. v. δοκιμασθεὶς … ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδʼ ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (1, 195) φησίν. Λυκοῦργος δʼ ἐν τῷ Περὶ τῆς διοικήσεως τρεῖς δοκιμασίαι κατὰ τὸν νόμον, φησί, γίγνονται · μία μὲν ἣν οἱ ἐννέα ἄρχοντες δοκιμάζοντα ι , ἑτέρα δὲ ἣν οἱ ῥήτορε ς , τρίτη δὲ ἣν οἱ στρατηγο ί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασία ν. schol. [5]
5 1b*
Aeschin. 1, 195 ὁ νόμος: … φησὶ γὰρ καὶ Λυκοῦργος δοκιμάζεσθαι δεῖν οὐ πάντας ἐπὶ τῷ ἑταιρῆσαι, ἀλλὰ τοὺς πολιτευομένους ῥήτορας καὶ τὰ ψηφίσματα γράφοντας. Harpocr.
5 2
s. v. στεφανῶν τοὺς νενικηκότα ς· Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου (19, 193) ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεώς φησιν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μναῖς ἐστεφανώσατ ε. καὶ παρʼ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς … Harpocr. [5]
5 3
s. v. Ἐπικράτης … ἕτερος δʼ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. Bk. [5]
5 4
Synt. 145, 30 ἐπιτροπεύ ω· … τέτριπται δὲ καὶ μετὰ γενικῆς, ὡς παρὰ Λυκούργῳ ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως· ἐκ τῶν ἱερῶ ν , ὧν ἡμεῖς ἐπετροπεύσαμε ν. Lex.
5 5
Rhet. Reitz. (Ind. lect. Rostoch. 1892/3) p. 4,22 ἐξοδιασμό ς· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως· πολλῶν δὲ χρημάτων ἐξοδιασμὸν εἰληφότω ν. Harpocr.
5 6
s. v. Ἀγαθῆς τύχης νεώ ς· τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 διοικήσεως. Harpocr.
5 7
s. v. αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος (FGrHist 572 F 15). Ἡρόδοτος δʼ ἐν δʹ (4, 189, 2) ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. Harpocr.
5 8
s. v. Λυσίμαχο ς· … ἕτερος δʼ ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ. Harpocr.
5 9
s. v. ὀχεῖο ν· …Λυκοῦργος δʼ ἐν τῷ Περὶ τῆς διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινός, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. Harpocr.
5 10
s. v. σείριν α· Λυκοῦργος Περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτών, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλική, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σίρινα. ΠΕΡΙ ΤΗΣ ΙΕΡΕΙΑΣ Harpocr. [5]
6 1
s. v. παράκλησι ς· ἀντὶ τοῦ προτροπή· …τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγώ ν , ἐδεόμην ἂν ὑμῶν με τ ’ εὐνοίας ἀκοῦσαί μο υ· μετʼ ὀλίγον φησίν· νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεω ς. Harpocr. [5]
6 2
s. v. ἐπιτελεοῦν καὶ ἐπιτελέωμ α· ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ Περὶ τῆς ἱερείας Λυκούργου· ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησίν· ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτω ν. Harpocr. [5]
6 3
s. v. Μίκω ν· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. καὶ Μίκωνα τὸν γράψαντα ἕως τοὺς λʹ μῆνας ἐζημίωσα ν. Suda s. *[crux: ἕως]*
6 4
v. συσσημαίνεσθα ι· ὃ καλοῦσι κατασφραγίζεσθαι, τοῦτο οἱ ῥήτορες συσσημαίνεσθαι λέγουσι. Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 ἱερείας· ὥστε προστεταγμένον ὑπὸ ψηφίσματος καὶ τὴν ἱέρειαν συσσημαίνεσθαι τὰ γραμματεῖα … Priscian. [5]
6 5
18, 267 (p. 346, 3 Hertz) Attici ʼπερὶ τόσουσʼ καὶ ʼπερὶ τόσοισʼ. ——Lycurgus ἐν τῷ Περὶ τῆς ἱερείας· ὡς περ〈ὶ〉 εἴκοσιν ἀνθρώποις … Harpocr.
6 6
s. v. Ἀλόπ η· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας· Κερκύονος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς … Harpocr.
6 7
s. v. διήλλαξε ν· ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Harpocr.
6 8
s. v. ἐπίβοιο ν· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Φιλόχορος δʼ ἐν βʹ (FGrHist 328 F 10) φησὶν οὕτως· ʼἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν οἶν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιονʼ … Harpocr.
6 9
s. v. ἐπιμήνι α· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθʼ ἕκαστον μῆνα θυόμενα ὑπὲρ τῆς πόλεως, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. Harpocr.
6 10
s. v. ἐσχάρ α· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῆσ〉 ἱερείας. Ἀμμώνιος ἐν τοῖς Περὶ βωμῶν (FGrHist 361 F 1) ἐσχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος {ὡς} ἑστίαν, ἀλλʼ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρʼ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Harpocr. [5]
6 11
s. v. Ἐτεοβουτάδα ι· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. γένος 〈παρʼ〉 Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεὸν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων Περὶ γενῶν (FGrHist 344 F 1). Harpocr. [5]
6 12
s. v. κύρβει ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς Περὶ θεῶν (FGrHist 244 F 107a) ἔχειν ἐγγεγραμμένους τοὺς νόμους κτἑ. Harpocr.
6 13
s. v. Νίκη Ἀθην ᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρʼ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ Περὶ ἀκροπόλεως (FGrHist 373 F 2). Harpocr. [5]
6 14
s. v. πάρεδρο ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δʼ ἐν τῇ Ἀθηναίων Πολιτείᾳ (56, 1) φησὶ κτἑ. Harpocr.
6 15
s. v. πέλανο ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας … Ἀπολλώνιος δʼ ὁ Ἀχαρνεὺς ἐν τῷ Περὶ τῶν 〈Ἀθήνησιν〉 ἑορτῶν (FGrHist 365 F 1) οὕτω γράφει· ʼὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος· λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλωʼ, κτἑ. Harpocr. [5]
6 16
s. v. Πλυντήρι α· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἑορτὴ παρʼ Ἀθηναίοις. Harpocr.
6 17
s. v. Πολύγνωτο ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν {ἀν}ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ Ἀνακείῳ γραφάς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς. Harpocr. [5] *[crux: θησαυρῷ]*
6 18
s. v. προτέλει α· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια. Harpocr.
6 19
s. v. σκίρο ν· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ——φασὶ δὲ οἱ γράψαντες περί τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης (FGrHist 366 F 3), ὡς τὸ σκίρον σκιάδειόν ἐστι μέγα, ὑφʼ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι, κτἑ. Harpocr. [5]
6 20
s. v. τραπεζοφόρο ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος, 〈καὶ〉 ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν Συναγωγῶν (FGrHist 334 F 9). Harpocr. [5]
6 21
s. v. τριτομηνί ς· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκάλουν, δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ (FGHist 334 F 2) καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. Harpocr. [5]
6 22
s. v. Ὑγίεια Ἀθην ᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη. ΠΕΡΙ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ sive ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ ΠΡΟΣ ΚΟΙΡΩΝΙΔΑΣ (ΛΥΚΟΥΡΓΟΥ Η ΦΙΛΙΝΟΥ) Suda s.
7 1a
v. Προχαριστήρι α· ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχομένων 〈τῶν〉 καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ· τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄνοδον τῆς θεο ῦ , ὀνομασθεῖσαν δὲ Προχαριστήρι α , διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυομένω ν . Harpocr. [5]
7 1b
s. v. Προσχαιρητήρι α· Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρʼ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀνιέναι ἡ κόρη. Harpocr.
7 2
s. v. Κοιρωνίδα ι· ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος· Κροκωνιδῶν διαδικασία πρὸς Κοιρωνίδας, ὃν ἔνιοι Φιλίνου νομίζουσιν. ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ Συναγωγῇ τῆς Ἀτθίδος (FGrHist 334 F 15) φησίν. ʼὠνομασμένοι δʼ ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρʼ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας 〈τῶν Κοιρωνιδῶνʼ〉. ὁ δὲ τὸν λόγον γεγραφώς, ὅστις ποτʼ ἐστίν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας. Harpocr. [10]
7 3
s. v. Θεοίνι α· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος (fr. 382 N. 2 ) καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν (FGrHist 334 F 3). Harpocr. [5]
7 4
s. v. Κυννίδα ι· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστι παρʼ Ἀθηναίοις οἱ Κυννίδαι. Athen.
7 5
10, 425b οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατʼ ἴσον πίνουσιν οἱ συνόντες, καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. Harpocr. [5]
7 6
s. v. Σκαμβωνίδα ι· Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. ΚΑΤΑ ΙΣΧΥΡΙΟΥ (ΠΡΟΣ ΙΣΧΥΡΙΑΝ) Harpocr.
8 1
s. v. στρωτή ρ· Λυκοῦργος Κατὰ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος … ΚΑΤΑ ΚΗΦΙΣΟΔΟΤΟΥ ΥΠΕΡ ΤΩΝ ΔΗΜΑΔΟΥ ΤΙΜΩΝ (ΚΑΤΑ ΔΗΜΑΔΟΥ) [Cornuti] τέχνη ῥητ.
9 1*
§167 (p. 381 Hammer) λαμβάνεται δὲ ἡ πρόθεσις καὶ ἐν ἀρχῇ, ὡς ὁ Λυκοῦργος· καὶ παράνομον τὸ ψήφισμα ἐπιδείξω καὶ ἀνάξιον τὸν ἄνδρα δωρεᾶ ς. Lex.
9 2
Patmense (Sakkelion BCH 1, 1877, 150=Lex gr. min., edd. K. Latte—H. Erbse, Hildesheim 1965, 160) Λυκοῦργος ἐν τῷ Κατὰ Κηφισοδότου ὑπὲρ τῶν Δημάδου τιμῶν· Περικλῆς δὲ ὁ Σάμον καὶ Εὔβοιαν καὶ Αἴγιναν ἑλώ ν , καὶ τὰ Προπύλαια καὶ τὸ Ὠιδεῖον καὶ τὸ Ἑκατόμπεδον οἰκοδομήσα ς , καὶ μύρια τάλαντα ἀργυρίου εἰς τὴν ἀκρόπολιν ἀνενεγκώ ν , θαλλοῦ στεφάνῳ ἐστεφανώθ η . Athen. [5]
9 3
11, 476d Λυκοῦργος δʼ ὁ ῥήτωρ ἐν τῷ Κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτ ο . Harpocr.
9 4
s. v. χιλιωθέντ α· ——ὁ δʼ αὐτὸς ῥήτωρ (sc. Lyc.) καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθα ι , cf. fr. II. 6. ΚΑΤΑ ΛΥΚΟΦΡΟΝΟΣ ΕΙΣΑΓΓΕΛΙΑ Αʹ Βʹ Harpocr.
10-11 1
s. v. ἀνδραποδιστής · Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· Θαυμάζω δ ’ ἔγω 〈γε 〉 , εἰ τοὺς ἀνδραποδιστά ς , τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντας μόνο ν , θανάτῳ ζημιοῦμε ν . Suda s.
10-11 2
v. μοχθηρία · ἡ κακία, ὡς Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον 〈τὸν〉 τοὺς γεγραμμένους νόμου ς , δ ι ’ ὧν ἡ δημοκρατία σῴζετα ι , παραβαίνοντ α , ἑτέρων δὲ μοχθηρῶν εἰσηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖνα ι . Stob. [5]
10-11 3*
Anthol. 4, 22, 63 Hense Λυκούργου· ὅταν γυνὴ ὁμονοίας τῆς πρὸς ἄνδρα στερηθ ῇ , ἀβίωτος ὁ καταλειπόμενος γίγνεται βίο ς . Harpocr.
10-11 4
s. v. ἄνοικο ς· ἀντὶ τοῦ ἀοίκητος. Λυκοῦργος Κατὰ Λυκόφρονος. Bachm.
10-11 5
anecd. 218, 10 s. v. ἐμποδώ ν· Θουκυδίδης ηʹ (non exstat), ἀντὶ τοῦ προχείρους … Λυκοῦργος δὲ ἐν τῷ Κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν … Harpocr.
10-11 6
s. v. Ἵππαρχος · … ἕτερος δʼ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου … Harpocr.
10-11 7
s. v. κανηφόρο ι· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν βʹ Ἀτθίδος (FGrHist 328 F 8) φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφʼ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. Harpocr. [5]
10-11 8
s. v. Μελανίππειο ν· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις (FGrHist 12 F 8). Κλείδημος δʼ ἐν αʹ Ἀτθίδος (FGrHist 323 F 2) ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει. Harpocr. [5]
10-11 9
s. v. πεφασμένη ς· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης … Harpocr.
10-11 10
s. v. Ὑακινθίδε ς· Λυκοῦργος ἐν τῇ Κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου. Stob.
10-11 11*
Anthol. 3,2,30 Hense Λυκούργου· ὅσοι τοῖς ἀπὸ τῆς φύσεως ἀγαθοῖς ἐπὶ τὰ χείρω χρῶντα ι , τούτοις πολέμια τὰ εὐτυχήματά ἐστιν · ὡς εἴ τις ἀνδρεῖος ὢν λῄζεσθαι μᾶλλον ἢ στρατεύεσθαι προῄρητα ι , ἢ ἰσχυρὸς ὢν λωποδυτεῖν μᾶλλον ἢ 〈.. .〉 συμβουλεύει ν , ἢ καλὸς ὢν μοιχεύειν μᾶλλον ἢ γαμεῖ ν , οὗτος τῶν ἀπὸ τῆς φύσεως ἀγαθῶν ὑπαρξάντων προδότης ἐστί ν . Κατὰ Λυκόφρονος αʹ Athen. [5]
10-11 12
6, 266f—267a Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ Κατὰ Μαντιθέου αἰκίας φησίν (fr. 120 J.)· ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος. τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου (§46). Harpocr. [5]
10-11 13
s. v. ἱπνό ς· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος αʹ. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρʼ ἡμῖν μαγειρεῖον. Κατὰ Λυκόφρονος βʹ Harpocr.
10-11 14
s. v. ὁρκάν η· Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι … ΚΑΤΑ ΛΥΣΙΚΛΕΟΥΣ Diod.
12 1
16, 88, 2 Ἐστρατήγει ς , ὦ Λυσίκλει ς , καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότω ν , δισχιλίων δ ’ αἰχμαλώτων γεγονότω ν , τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότο ς , τῆς δ ’ Ἑλλάδος ἁπάσης δουλευούση ς , καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντο ς , τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλει ν , ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδ ι . Harpocr. [5]
12 2
s. v. Λεβάδει α· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας. Harpocr.
12 3
s. v. ἐπὶ Δηλίῳ μάχ η· Λυκοῦργος ἐν τῷ Κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ (90 ss.). ΠΡΟΣ ΤΑΣ ΜΑΝΤΕΙΑΣ sive ΠΕΡΙ 〈ΤΩΝ〉 ΜΑΝΤΕΙΩΝ Suda s.
13 1a
v. καυχ ᾷ· οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέγουσι· Λυκοῦργος ἐν τῷ Περὶ 〈τῶν〉 μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τἆλλα ἐν δημοκρατίᾳ σοι εἰπεῖν · ἑνὸς δ ’ οὐκ ἔστι σοι · κακῶς γὰρ αὐτοῦ προέστης · ἐ φ ’ οἷς καυχ ᾷ , οἱ ἄλλοι αἰσχύνοντα ι. cf. [5] *[crux: ἑνὸς]*
13 1b*
Bk. λέξ. ῥητ. 275, 4 =Et M 494, 7 καυχᾷ · αὐχεῖν ἐπὶ χρηστοῖς πράγμασι. Λυκοῦργος δὲ ἐπὶ φαύλοις κέχρηται, οἷς τοὺς ἀκούοντας αἰσχύνεσθαι. ΚΑΤΑ ΜΕΝΕΣΑΙΧΜΟΥ ΕΙΣΑΓΓΕΛΙΑ sive ΔΗΛΙΑΚΟΣ Pap.
14 1
Berol. 11748 (W. Crönert, NGG 1922, 45—46; cf. A. Körte, Archiv f. Papyrusf. 7, 1923, 225) … ὦ ἄνδρες δικαστ [ α ί] , ὅτι οὐ δ ’ οἷόν τέ ἐστι θῦσα ι , ὡς Μενέσαιχμος λέγε ι , εἰ δὲ μ [ή] , ἀσέβημα γίγνετα [ι] , ἀναγνώσεται ὑμῖν Θεογένους μαρτυρίαν τοῦ κηρυκεύσαντος Διοδώρ ῳ , ὃς οἶδεν θύσαντος ἰδιώτου [ τι ν ]ὸς οὐ παρόντος [ Δι ο ]δώρου καὶ θέντος .. . ΟΘΑΛΙ Lex. [5]
14 2a
Patmense (Sakkelion, BCH1, 1877, 149=Lex. gr. min., 159) s. v. εἰρεσιώνη · κλάδοι ἐλαίας καὶ δάφνης πρὸ τῶν οἰκιῶν τιθέμενοι, πλήρεις πολλῶν ὡραίων ἀναδεδεμένων. τοῦτο δὲ λοιμοῦ γενομένου καὶ χρήσαντος τοῦ θεοῦ ἐποίουν· 〈Λυκοῦργοσ〉 ἐν τῷ Δηλιακῷ· καὶ θαλλὸν μέγαν κοσμήσαντας ἁπάντω ν , ὧν κα τ ’ ἐκείνους τοὺς καιροὺς αἱ ὧραι φέρουσι ν , ἀνατιθέναι τῷ Ἀπόλλωνι ἔμπροσθεν τῶν θυρῶ ν , εἰρεσιώνην ὀνομάσαντα ς , ἀπαρχὰς ποιησαμένους τῶν γιγνομένων πάντων ἐκ τῆς γῆ ς , ὅτι τὴν ἀφορίαν ἡμῶν τῆς χώρας ἱκετηρία ἡ παρὰ τῷ Ἀπόλλωνι τεθεῖσα ἔπαυσε ν . Cod. Darmstad. 2773 fol. 250 v (W. Crönert, Centralblatt für Bibliothekswesen 14, 1897, 564) … καὶ οὕτως οἱ πρόγονοι ἡμῶν λέγονται ἕκαστος κατὰ τὴν ἰδίαν θύραν θεῖναι τὴν ἱκετηρίαν τῷ Ἀπόλλωνι, τὴν νῦν εἰρεσιώνην. Et M 303, 34 εἰρεσιών η· . [15]
14 2b
.. Λυκοῦργος δέ φησιν, ἀφορίας γενομένης Ἀθηναίοις, τοῦτο ἐπιτελεσθῆναι κατὰ χρησμόν, οἷον ἱκετηρίαν Ἀπόλλωνι. Harpocr.
14 3
s. v. Πυανόψια · Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμε ν , οἱ δ ’ ἄλλοι Ἕλληνες Πανόψι α , ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψε ι . Ἀπολλώνιος (FGrHist 365 F 2 cf. ibid. 368 F 3) καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται. Suda s. [5]
14 4
v. Προηρόσι α· αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϛʹ ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ Κατὰ Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προηροσίαν ποιήσασθα ι . Schol. [5] *[crux: εϛʹ]*
14 5a
Gregor. Naz. in Catal. s. Notitia Mss qui a Cel. E. D. Clarke comparati in bibl. Bodl. adservuntur (Pars prior, Oxon. 1812) p.51 … Ἄβαρις ἔνθους γενόμενος κύκλῳ περιῄει μετὰ βέλους τὴν Ἑλλάδα καὶ χρησμούς τινας ἔλεγε καὶ μαντείας. ὁ δὲ ῥήτωρ Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου φησίν, ὅτι λοιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἐλθὼν ὁ Ἄβαρις ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ μαθὼν χρησμοὺς παρʼ αὐτοῦ, σύμβολον ἔχων τὸ βέλος τοῦ Ἀπόλλωνος περιῄει ἐν τῇ Ἑλλάδι μαντευόμενος. Harpocr. [10]
14 5b
s. v. Ἄβαρι ς· ὄνομα κύριον· 〈Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου.〉 λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν … Harpocr. [5]
14 6
s. v. ἁρκυωρό ς· Λυκοῦργος ἐν τῇ Κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἅρκυς, τουτέστι τὰ λίνα, φυλάττων … Harpocr.
14 7
s. v. Δηλιαστα ί· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος Κατὰ Μενεσαίχμου. Harpocr.
14 8
s. v. Ἑκάτης νῆσο ς· Λυκοῦργος Κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπʼ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος (FGrHist 325 F 1) ἐν 〈τῇ〉 αʹ. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος (FGrHist 396 F 2) ἐν {τῇ} αʹ Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δʼ ἐστὶ ψαιστῶν τις ἰδέα. Harpocr. [5]
14 9
s. v. Κηφισόδωρο ς· Λυκοῦργος ἐν τῷ Κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθὴς κτἑ. Harpocr.
14 10
s. v. προκώνι α· Λυκοῦργος Κατὰ Μενεσαίχμου. Δίδυμος (p. 40, 19 Schmidt)· προκώνια, φησίν, ἐστὶ πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δʼ ὁ γραμματικὸς (p. 223 Nauck) καὶ Κράτης (FGrHist 362 F 2) τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι κτἑ. Poll. [5]
14 11
7, 137 σπογγοθῆραι· καὶ σπογγοκολυμβηταὶ δὲ Λυκοῦργος εἴρηκεν ἐν τῷ Κατὰ Μενεσαίχμου. ΑΠΑΡΑΣΗΜΑ Stob.
15 1
Anthol. 3, 9, 47 Hense Λυκούργου· ζηλωτὸν ἴσως ὁ πλοῦτος · τίμιον μέντοι καὶ θαυμαστὸν ἡ δικαιοσύν η . Stob.
15 2
Anthol. 3, 27, 10 Hense Λυκούργου· δεῖ 〈τοῖσ〉 φίλοις καὶ τοῖς οἰκείοις βοηθεῖν ἄχρι τοῦ μὴ ἐπιορκεῖ ν . Stob.
15 3
Anthol. 4, 31, 113 Hense Λυκούργου· οὐ τὸ πλουτεῖν καλό ν , ἀλλὰ τὸ ἐκ καλῶν πλουτεῖ ν . Poll.
15 9
3, 34 Λυκοῦργος δὲ καὶ διεγγυᾶν τὸ ἐγγυᾶν εἶπεν. Poll.
15 10
6, 74 εἴρηται δὲ καὶ σεμίδαλις παρά τε Λυκούργῳ τῷ ῥήτορι καὶ πολλοῖς τῶν κωμῳδοδιδασκάλων (Aristoph. fr. 412 K., Menand. fr. 518, 8). Schol.
15 11
Plat. Reip. 421 a νευρορράφοι · νευρορράφους εἶπε Λυκοῦργος τοὺς τὰ νεῦρα ῥάπτοντας ταῖς λύραις. Phot.
15 12
, Suda s. v. κτηματίτην · τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως Λυκοῦργος. Phot.
15 13
s. v. παράκλητος · ὡς ἡμεῖς εἴρηκεν Λυκοῦργος.