1.2
ὦ τρόφιμε, τὴν νῦν, οὐδὲ διαλογίζομαι
1.3
παραπλήσιʼ ὡς τότʼ ἤλπιςʼ ἐξορμώμεν[ος.
1.4
ὤιμην γὰρ εὐδο[ξο]ῦντα καὶ σωθέντα σε
5.1
ἀπὸ στρατείας ἐν βίωι τʼ εὐσχήμονι
5.2
ἤδη τὸ λοιπὸν καταβιώσεσθαί τινι,
5.3
στρατηγὸν ἢ σύμβουλον ὠνομασμένον,
5.4
καὶ τὴν ἀδελφήν, ἧσπερ ἐξώρμας τότε
5.5
ἕνεκα, σεαυτοῦ νυμφίωι καταξίωι
10.1
συνοικιεῖν ποθεινὸν ἥκοντʼ οἴκαδε,
10.2
ἐμοί τʼ ἔσεσθαι τῶν μακρῶν πόνων τινὰ
10.3
ἀνάπαυσιν εἰς τὸ γῆρας εὐνοίας χάριν.
10.4
νῦν δὲ σὺ μὲν οἴχει παραλόγως τʼ ἀνήρπασαι,
10.5
ἐγὼ δʼ ὁ παιδαγωγός, 〈ὦ〉 Κλεόστρατε,
15.1
τὴν οὐχὶ σώσασάν σε τήνδʼ ἐλήλυθα
15.2
ἀσπίδα κομίζων ὑπὸ δὲ σοῦ σεσωμένην
15.3
πολλάκις· ἀνὴρ γὰρ ἦσθα τὴν ψυχὴν μέγας,
18.1
ΣΜΙΚΡΙΝΗΣ τῆς ἀνελπίστου τύχης,
19·2
(Σμ) πῶς δʼ ἀπώλετʼ, ἢ τίνι
20.1
(Δα) στρατιώτηι, Σμικρίνη, σωτηρίας
20.2
ἔστʼ ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δʼ εὔπορον. (Σμ) ὅμως διήγησαι τὸ πρᾶγμα Δᾶέ μοι.
20.3
(Δα) ποταμός τις ἐστὶ τῆς Λυκίας καλούμενος
20.4
Ξάνθος, πρὸς ὧι τότʼ ἦμεν ἐπιεικῶς μάχαις
25.1
πολλαῖς διευτυχοῦντες, οἵ τε βάρβαροι
25.2
ἐπεφεύγεσαν τὸ πεδίον ἐκλελοιπότες.
25.3
ἦν δʼ ὡς ἔοικε καὶ τὸ μὴ πάντʼ εὐτυχεῖν
25.4
χρήσιμον· ὁ γὰρ πταίσας τι καὶ φυλάττεται.
25.5
ἡμᾶς δʼ ἀτάκτους πρὸς τὸ μέλλον ἤγαγε
30.1
τὸ καταφρονεῖν· πολλοὶ γὰρ ἐκλελοιπότες
30.2
τὸν χάρακα τὰς κώμας ἐπόρθουν, τοὺς ἀγροὺς
30.3
ἔκοπτον, αἰχμάλωτʼ ἐπώλουν, χρήματα
30.4
ἕκαστος εἶχε πόλλʼ ἀπελθών.
33.2
(Δα) […….] ὁ τρόφιμος συναγαγὼν χρυσοῦς τινας
35.1
ἑξακοσί]ους, ποτήριʼ ἐπιεικῶς συχνά,
35.2
τῶν τʼ αἰχ]μαλώτων τοῦτον ὃν ὁρᾶις πλησίον
35.3
ὄχλον, ἀπο]πέμπει μʼ εἰς Ῥόδον καί τωι ξένωι
35.4
φράζει κ]αταλιπεῖν ταῦτα πρός θʼ αὑτὸν πάλιν
40.1
(Δα) ἐγὼ μὲν ἐξώρμων ἕωθεν, ἧι δʼ ἐγὼ
40.2
ἀπῆιρον ἡμέραι λαθόντες τοὺς σκοποὺς
40.3
τοὺς ἡμετέρους οἱ βάρβαροι λόφον τινὰ
40.4
ἐπίπροσθʼ ἔχοντες ἔμενον, αὐτομόλων τινῶν
40.5
πεπυσμένοι τὴν δύναμιν ἐσκεδασμένην·
45.1
ὡς δʼ ἐγένεθʼ ἑσπέρα κατὰ σκηνάς θʼ ἅπαν
45.2
ἦν τὸ στρατόπεδον, ἔκ τε χώρας ἄφθονα
45.3
ἅπαντʼ ἐχούσης, οἷον εἰκὸς γίνεται·
45.4
〈ἐ〉βρύαζον οἱ πλεῖστοι.
48.1
(Σμ) πονηρόν γε σφόδρα.
48.2
(Δα) ἄφνω γὰρ ἐπιπίπτουσιν αὐτοῖς μοι δοκεῖ. (Σμ) [..]…..[…]….υς.. φα..[..].[
48.5
[ ]τα περὶ μέσας δʼ ἴσως
48.6
νύκτας φυλακ]ὴν τῶν χρημάτων ποούμενος
55.1
τῶν τʼ ἀνδραποδίων περιπατῶν ἔμπροσθε τῆς
55.2
σκηνῆς ἀκούω θόρυβον οἰμωγὴν δρόμον
55.3
ὀδυρμόν, ἀνακαλοῦντας αὑτοὺς ὀνόματι,
55.4
ὧν καὶ τὸ πρᾶγμʼ ἤκουον· εὐτυχῶς δέ τι
55.5
λοφίδιον ἦν ἐνταῦθʼ ὀχυρόν· πρὸς τοῦτʼ ἄνω
60.1
ἠθροιζόμεσθα πάντες, οἱ δʼ ἐπέρρεον
60.2
ἱππεῖς ὑπασπισταὶ στρατιῶται τραύματα
62.1
(Σμ) ὡς ὤνηςʼ ἀποσταλεὶς τότε.
62.2
(Δα) αὐτοῦ δʼ ἕωθεν χάρακα βαλόμενοί τινα
62.3
ἐμένομεν· οἱ δὲ τότε 〈δι〉εσκεδασμένοι
65.1
ἐν ταῖς προνομαῖς αἷς εἶπον ἐπεγίνοντʼ ἀεὶ
65.2
ἡμῖν, τετάρτηι δʼ ἡμέραι προήγομεν
65.3
πάλιν, πυθόμενοι τοὺς Λυκίους εἰς τὰς ἄνω
65.4
κώμας ἄγειν οὓς ἔλαβον.
68.1
(Σμ) ἐν δὲ τοῖς νεκροῖς
68.2
πεπτωκότʼ εἶδες τοῦτον;
70.1
οὐκ ἦν ἐπιγνῶναι· τετάρτην ἡμέραν
70.2
ἐρριμμένοι γὰρ ἦσαν ἐξωιδηκότες
72.1
(Δα) ἔχων τὴν ἀσπίδα ἔκειτο· συντετριμμένην δέ μοι δοκεῖ
72.2
οὐκ ἔλαβεν αὐτὴν οὐδὲ εἷς τῶν βαρβάρων.
75.1
ὁ δʼ ἡγεμὼν ἡμῶν ὁ χρηστὸς καθʼ ἕνα μὲν
75.2
κάειν ἐκώλυσεν διατριβὴν ἐσομένην
75.3
ὁρῶν ἑκάστοις ὀστολογῆσαι, συναγαγὼν
75.4
πάντας δʼ ἀθρόους ἔκαυσε, καὶ σπουδῆι πάνυ
75.5
θάψας ἀνέζευξʼ εὐθύς· ἡμεῖς τʼ εἰς Ῥόδον
80.1
διεπίπτομεν τὸ πρῶτον, εἶτʼ ἐκεῖ τινας
80.2
μείναντες ἡμέρας ἐπλέομεν ἐνθάδε.
82.1
(Σμ) χρυσοῦς φὴις ἄγειν
83.2
(Δα) ὁλκὴν ἴσως μνῶν τετταράκοντʼ, οὐ πλείονος,
85.1
(Σμ) πῶς; οἴει 〈μʼ〉 ἐρωτᾶν, εἰπέ μοι,
85.2
διὰ τοῦτʼ; Ἄπολλον. τἆλλα δʼ ἡρπάσθη;
86.2
τὰ πλεῖστα, πλὴν ὧν ἔλαβον ἐξ ἀρχῆς ἐγώ.
86.3
ἱμάτιʼ ἔνεστʼ ἐνταῦθα, χλαμύδες· τουτονὶ
86.4
τὸν ὄχλον ὁρᾶις οἰκεῖον.
90
τούτων· ἐκεῖνος ὤφελε ζῆν.
90.2
παράγωμεν εἴσω τὸν ταλαίπωρον λόγον
90.3
ἀπαγγελοῦντες τοῦτον οἷς ἥκιστα χρῆν.
90.4
(Σμ) εἶτʼ ἐντυχεῖν βουλήσομαί τι Δᾶέ σοι
90.5
κατὰ σχολήν· νυνὶ δὲ καὐτός μοι δοκῶ
95.1
εἴσω παριέναι σκεψόμενος τίνʼ ἂν τρόπον τούτοις προσενεχθείη τις ἡμερώτατα.
97.1
ἀλλʼ εἰ μὲν ἦν τούτοις τι γεγονὸς δυσχερές,
97.2
θεὸν οὖσαν οὐκ ἦν εἰκὸς ἀκολουθεῖν ἐμέ.
97.3
νῦν δʼ ἀγνοοῦσι καὶ πλανῶνται· τοῦτο δὲ [ ε]χων μαθήσεται
97.5
ξένος ἄλλος ὡς .[…]τοκαι[
97.6
ἥ τʼ ἐπίθεσις τῶν βαρβάρων[
97.7
ἐπέχων ἐσήμαινʼ, ἐξεβοήθου[ν
105.1
ὁπλιζόμενοι τὸ παρὸν ἕκαστος πλησίον.
105.2
οὕτως ὁ μὲν παρὰ τῶι τροφίμωι τούτου τότε
105.3
ὢν ἐξεβοήθει τήνδʼ ἔχων τὴν ἀσπίδα
105.4
εὐθύς τε πίπτει· κειμένης δʼ ἐν τοῖς νεκροῖς
105.5
τῆς ἀσπίδος τοῦ μειρακίου τʼ ὠιδηκότος
110.1
οὗτος διημάρτηκεν· ὁ δὲ Κλεόστρατος
110.2
ἐκεῖθεν ἑτέροις ἐκβοηθήσας ὅπλοις
110.3
γέγονʼ αἰχμάλωτος, ζῆι δὲ καὶ σωθήσεται
110.4
ὅσον οὐδέπω. ταυτὶ μὲν οὖν μεμαθήκατε
110.5
ἱκανῶς. ὁ γέρων δʼ ὁ πάντʼ ἀνακρίνων ἀρτίως
115.1
γένει μὲν αὐτῶι θεῖός ἐστι πρὸς πατρός,
115.2
πονηρίαι δὲ πάντας ἀνθρώπους ὅλως
115.3
ὑπερπέπαικεν· οὗτος οὔτε συγγενῆ
115.4
οὔτε φίλον οἶδεν οὐδὲ τῶν ἐν τῶι βίωι
115.5
αἰσχρῶν πεφρόντικʼ οὐδέν, ἀλλὰ βούλεται
120.1
ἔχειν ἅπαντα· τοῦτο γινώσκει μόνον,
120.2
καὶ ζῆι μονότροπος, γραῦν ἔχων διάκονον.
120.3
οὗ δʼ εἰσελήλυθʼ ὁ θεράπων ἐν γειτόνων
120.4
ἁδελφὸς οἰκεῖ τοῦδε τοῦ φιλαργύρου
120.5
νεώτερος, ταὐτὸν προσήκων κατὰ γένος
125.1
τῶι μειρακίωι, χρηστὸς δὲ τῶι τρόπωι πάνυ
125.2
καὶ πλούσιος, γυναῖκʼ ἔχων καὶ παρθένου μιᾶς πατὴρ ὤν· ὧι κατέλιπεν ἐκπλέων
125.3
ὁ μειρακίσκος τὴν ἀδελφήν· σύντροφοι
125.4
αὗται θʼ ἑαυταῖς εἰσιν ἐκτεθραμμέναι.
130.1
ὢν δʼ, ὅπερ ὑπεῖπα, χρηστὸς οὗτος μακροτέραν
130.2
ὁρῶν ἐκείνωι τὴν ἀποδημίαν τά τε
130.3
οἰκεῖα μέτρια παντελῶς, τὴν παρθένον
130.4
αὐτὸς συνοικίζειν νεανίσκωι τινὶ
130.5
ἔμελλεν, ὑῶι τῆς γυναικὸς ἧς ἔχει,
135.1
ἐξ ἀνδρὸς ἑτέρου, προῖκά τʼ ἐπεδίδου δύο
135.2
τάλαντα· καὶ ποιεῖν ἔμελλε τοὺς γάμους
135.3
νυνί. ταραχὴν δὲ τοῦτο πᾶσιν ἐμπεσὸν
135.4
τὸ νῦν παρέξει πρᾶγμα· τοὺς ἑξακοσίους
135.5
χρυσοῦς ἀκούσας οὑτοσὶ γὰρ ἀρτίως
140.1
ὁ πονηρός, οἰκέτας τε βαρβάρους ἰδών,
140.2
σκευοφόρα, παιδίσκας, ἐπικλήρου τῆς κόρης
140.3
οὔσης κρατεῖν βουλήσετʼ αὐτός, τῶι χρόνωι
140.4
προέχων. μάτην δὲ πράγμαθʼ αὑτῶι καὶ πόνους
140.5
πολλοὺς παρασχὼν γνωριμώτερόν τε τοῖς
145.1
πᾶσιν ποήσας αὑτὸν οἷός ἐστʼ ἀνὴρ
145.2
ἐπάνεισιν ἐπὶ τἀρχαῖα. λοιπὸν τοὔνομα
145.3
τοὐμὸν φράσαι· τίς εἰμι, πάντων κυρία
145.4
τούτων βραβεῦσαι καὶ διοικῆσαι; Τύχη.
145.5
Σμ ἵνα μή τις εἴπηι μʼ ὅτι φιλάργυρος σφόδρα, οὐκ ἐξετάσας πόσον ἐστὶν ὃ φέρει χρυσίον
145.6
οὐδʼ ὁπόσα τἀργυρώματʼ, οὐδʼ ἀριθμὸν λαβὼν
145.7
οὐδενός, ἑτοίμως εἰσενεγκεῖν ἐνθάδε
145.8
εἴασα· βασκαίνειν γὰρ εἰώθασί με
145.9
ἐπὶ παντί· τὸ γὰρ ἀκριβὲς εὑρεθήσεται
155.1
ἕως ἂν οἱ φέροντες ὦσιν οἰκέται.
155.2
οἶμαι μὲν οὖν ἑκόντας αὐτοὺς τοῖς νόμοις
155.3
καὶ τοῖς δικαίοις ἐμμενεῖν· ἐὰν δὲ μή, οὐθεὶς ἐπιτρέψει. τοὺς δὲ γινομένους γάμους
155.4
τούτους προειπεῖν βούλομʼ αὐτοῖς μὴ ποεῖν.
160.1
ἴσως μὲν ἄτοπον καὶ λέγειν· οὐκ ἐν γάμοις
160.2
ἐστὶν γὰρ ἥκοντος τοιούτου νῦν λόγου.
160.3
ὅμως δὲ τὴν θύραν γε κόψας ἐκκαλῶ
160.4
τὸν Δᾶον· οὗτος γὰρ προσέξει μοι μόνος.
160.5
Δα πολλὴ μὲν ὑμῖν ταῦτα συγγνώμη ποεῖν,
165.1
ἐκ τῶν δʼ ἐνόντων ὡς μάλιστα δεῖ φέρειν
165.2
ἀνθρωπίνως τὸ συμβεβηκός.
167.1
(Σμ) ναὶ μὰ τὸν Δία.
167.2
ὤφελε μὲν οὖν ἐκεῖνος, ὃν δίκαιον ἦν,
167.3
ζῆν καὶ διοικεῖν ταῦτα καὶ τεθνηκότος
170.1
ἐμοῦ γενέσθαι τῶν ἐμῶν κατὰ τοὺς νόμους
171.2
πρεσβύτατός εἰμι τοῦ γένους. ἀδικούμενος
171.3
ἀεί τε πλεονεκτοῦντα τὸν ἀδελφόν τι μου
175.1
οὐδὲ μετριάζει, νενόμικεν δὲ παντελῶς
175.2
οἰκότριβά μʼ ἢ νόθον τινʼ, ὃς νυνὶ γάμους
175.3
ἐπόει διδοὺς οὐκ οἶδʼ ὅτωι 〈τὴν〉 παρθένον,
175.4
οὐκ ἐπανενεγκών, οὐκ ἐρωτήσας ἐμέ,
175.5
ἐμοὶ προσήκων ταὐτό, θεῖος ὢν ὅπερ
180.1
(Σμ) πάντα ταῦτʼ ὀργίζομαι
180.2
ὁρῶν. ἐπειδὴ δʼ ἐστὶν ἀλλοτρίως ἔχων
180.3
πρὸς ἐμέ, ποήσω ταῦτʼ ἐγώ· τὴν οὐσίαν
180.4
οὐχὶ καταλείψω τὴν ἐμὴν διαρπάσαι
180.5
τούτοις, ὅπερ δὲ καὶ παραινοῦσίν τινες
185.1
τῶν γνωρίμων μοι λήψομαι τὴν παρθένον
185.2
γυναῖκα ταύτην· καὶ γὰρ ὁ νόμος μοι δοκεῖ
185.3
οὕτω λέγειν πως, Δᾶε. ταῦτʼ οὖν ὃν τρόπον
185.4
πράττοιτʼ ἂν ὀρθῶς καὶ σὲ φροντίζειν ἔδει·
Δα Σμικρίνη, πάνυ μοι δοκεῖ
190.1
τὸ ῥῆμα τοῦτʼ εἶναί τι μεμεριμνημένον
190.2
τὸ “γνῶθι σαυτόν”. ἐμμένειν τούτωι μʼ ἔα
190.3
ὅσα τʼ οἰκέτηι δεῖ μὴ πονηρῶι ταῦτʼ ἐμοὶ
190.4
ἀνάφερε καὶ τούτων παρʼ ἐμοῦ ζήτει λόγον
193.1
(desunt uersus i uel ii)
195.1
πάντας θερά[ποντ]ας ἐστι[
195.2
σώματα μεγ[…λ]αμβανοντ[
195.3
σημεῖʼ ἐπέστ[ ], συνήλλαξέν τισιν
195.4
ἐκεῖνος ἀποδημῶν ἔχω φράζειν· ἐγὼ
195.5
ταῦτʼ, ἂν κελεύηι τίς με, δείξω καθʼ ἕν, ὅπου, πῶς, τοῦ παρόντος. περὶ δὲ κλήρου, Σμικρίνη.
195.6
ἢ νὴ Δίʼ ἐπικλήρου γάμων τε καὶ γένους
195.7
καὶ διαφορᾶς οἰκειότητος μηκέτι
195.8
Δᾶον ἄγετʼ εἰς μέσον· τὰ τῶν ἐλευθέρων
195.9
αὐτοὶ δὲ πράττεθʼ οἷς τὸ τοιοῦτον ἁρμόσει.
205.1
Σμ δοκῶ δέ σοι τι πρὸς θεῶν ἁμαρτάνειν;
205.2
(Δα) Φρύξ εἰμι· πολλὰ τῶν παρʼ ὑμῖν φαίνεται καλῶν ἐμοὶ πάνδεινα καὶ τοὐναντίον
205.3
τούτων. τί προσέχειν δεῖ ςʼ ἐμοί; φρονεῖς ἐμοῦ
210.1
λέγειν ὁμοῦ τι· “μὴ πάρεχέ μοι πράγματα.”
210.2
τοιουτότροπόν τι. μανθάνω. τούτων τινὰ
210.3
ὀπτέον ἂν εἴη πρὸς ἀγορὰν ἐλθόντι μοι,
210.4
εἰ μή τις ἔνδον ἐστίν.
213.2
οἵωι μʼ ἀφʼ οἵου δεσπότου παρεγγυᾶν
215.1
μέλλεις. τί ςʼ ἠδίκηκα τηλικοῦτʼ ἐγώ;
216.1
ἂν καὶ λάβω ποτʼ ἔργον, ἢ τέθνηκέ τις,
216.2
εἶτʼ ἀποτρέχειν δεῖ μισθὸν οὐκ ἔχοντά με,
216.3
ἢ τέτοκε τῶν ἔνδον κυοῦσά τις λάθραι,
216.4
εἶτʼ οὐκέτι θύουςʼ ἐξαπίνης, ἀλλʼ οἴχομαι
220
ἀπιὼν ἐγώ. τῆς δυσποτμίας.
221.1
(Μα) νῦν δέ 〈σοι〉 τί δοκῶ ποεῖν;
221.2
λαβὲ τὰς μαχαίρας, παιδάριον, θᾶττόν ποτε.
221.3
δραχμῶν τριῶν ἦλθον διʼ ἡμερῶν δέκα
221.4
ἔργον λαβών· ὤιμην ἔχειν ταύτας· νεκρὸς
225.1
ἐλθών τις ἐκ Λυκίας ἀφήιρηται βίαι
225.2
ταύτας. τοιούτου συμβεβηκότος κακοῦ
225.3
τοῖς ἔνδον, ἱερόσυλε, κλαούσας ὁρῶν
225.4
καὶ κοπτομένας γυναῖκας ἐκφέρεις κενὴν
225.5
τὴν λήκυθον; μέμνησο καιρὸν παραλαβὼν
230.1
τοιοῦτον. οὐ Σπινθῆρʼ, Ἀριστείδην δʼ ἔχω,
230.2
ὑπηρέτην δίκαιον· ὄψομαί ςʼ ἐγὼ
230.3
ἄδειπνον. ὁ δὲ τραπεζοποιὸς καταμενεῖ εἰς τὸ περίδειπνον τυχὸν ἴσως.
233.1
ΤΡΑΠΕΖΟΠΟΙΟΣ δραχμὴν ἐγὼ
233.2
ἂν μὴ λάβω κοπτόμενος ὑμῶν οὐδὲ ἓν
235·2
Δα πρόαγε· τοῦτον οὐδ.[.].ς
235.1
(desunt fortasse uersus i vel ii)
237.2
[Τρ] κακὸς κακῶ]ς ἀπόλοιο τοίνυν νὴ Δία
237.3
τοιό]νδ[ε π]εποηκώς, ἀπόπληκτε· χρυσίον
240.1
ἔχων τοσοῦτο, παῖδας, ἥκεις δεσπότηι
240.2
ταῦτʼ ἀποκομίζων; κοὐκ ἀπέδρας; ποταπός π[οτʼ εἶ;
242.1
(Τρ) οὐδὲν ἱερόν· ἀνδρόγυνος. ἡμεῖς μόνοι
242.2
οἱ Θρᾶικές ἐσμεν ἄνδρες· οἱ μὲν δὴ Γέται,
242.3
Ἄπολλον, ἀνδρεῖον τὸ χρῆμα· τοιγαροῦν
245
γέμουσιν οἱ μυλῶνες ἡμῶν.
245.2
ἀπαλλάγηθʼ ἀπὸ τῆς θύρας· καὶ γάρ τινα
245.3
ὄχλον ἄλλον ἀνθρώπων προσιόντα τουτονὶ
245.4
ὁρῶ μεθυόντων. νοῦν ἔχετε· τὸ τῆς τύχης
245.5
ἄδηλον· εὐφραίνεσθʼ ὃν ἔξεστιν χρόνον.
249.1
ΧΟΡΟΥ Σμ εἶἑν. τί δή μοι νῦν λέγεις, Χαιρέστρατε;
251.1
πρῶτον μέν, ὦ βέλτιστε, τὰ περὶ τὴν ταφὴν
252.1
(Σμ) πεπραγματευμένα
252.2
ἔσται. τὸ μετὰ ταῦθʼ, ὁμολόγει τὴν παρθένον
252.3
μηθενί· τὸ γὰρ πρᾶγμʼ ἐστὶν οὐ σὸν ἀλλʼ ἐμόν.
255.1
πρεσβύτερός εἰμι· σοὶ μέν ἐστʼ ἔνδον γυνή,
255.2
θυγάτηρ, ἐμοὶ δὲ δεῖ γενέσθαι.
256.2
οὐδὲν μέλει σοι μετριότητος;
257.2
(Χα) ὢν τηλικοῦτος παῖδα μέλλεις λαμβάνειν;
(Χα) ἐμοὶ μὲν παντελῶς δοκεῖς γέρων.
260
(Σμ) μόνος γεγάμηκα πρεσβύτερος;
260.2
τὸ πρᾶγμʼ ἔνεγκε, Σμικρίνη, πρὸς τῶν θεῶν.
260.3
τῆι παιδὶ ταύτηι γέγονε Χαιρέας ὁδὶ
260.4
σύντροφος ὁ μέλλων λαμβάνειν αὐτήν. τί οὖν
260.5
λέγω; σὺ μηδὲν ζημιοῦ· τὰ μὲν ὄντα γὰρ
265.1
ταῦθʼ ὅσαπέρ ἐστι λαβὲ σὺ πάντα, κύριος
265.2
γενοῦ, δίδομέν σοι· τὴν δὲ παιδίσκην τυχεῖν
265.3
καθʼ ἡλικίαν ἔασον αὐτὴν νυμφίου.
265.4
ἐκ τῶν ἰδίων ἐγὼ γὰρ ἐπιδώσω δύο
(Σμ) πρὸς θεῶν, Μελιτίδηι
270.1
λαλεῖν ὑπείληφας; τί φήις; ἐγὼ λάβω
270.2
τὴν οὐσίαν, τούτωι δὲ τὴν κόρην ἀφῶ
270.3
ἵνʼ, ἂν γένηται παιδίον, φεύγω δίκην
273.1
Χα τοῦτο δʼ οἴει; κατάβαλε.
273.2
(Σμ) “οἴει;” λέγεις; τὸν Δᾶον ὥς με πέμψατε
275
ἵνʼ ἀπογραφὴν ὧν κεκόμικεν δή μοι—
275.1
(Χα) τί χρὴ [ ]εμʼ ἢ τί 〈ποτε〉 ποιεῖν μʼ ἔδει;
278.2
[.]εις σὲ μὲν λαβόντα ταύτη[ν
280.1
αὐτὸν δʼ ἐκεῖνον τὴν ἐμὴν .[
280.2
ὑμᾶς καταλείψειν τῆς ἐμαυτοῦ κυρίους.
280.3
ἀπαλλαγῆναι τὴν ταχίστην τοῦ βίου
280.4
γένοιτό μοι πρὶν ἰδεῖν ἃ μήποτʼ ἤλπισα.
εἶἑν· τὸ μὲν σὸν πρῶτον, ὦ Κλεόστρατε,
285.1
ἴσως ἐλεῆσαι καὶ δακρῦσαι κατὰ λόγον
285.2
πάθος ἐστί, δεύτερον δὲ τοὐμόν· οὐδὲ εἷς
285.3
τούτων γὰρ οὕτως ἠτύχηκεν ὡς ἐγώ.
285.4
ἔρωτι περιπεσὼν γὰρ οὐκ αὐθαιρέτωι
285.5
τῆς σῆς ἀδελφῆς, φίλτατʼ ἀνθρώπων ἐμοί,
290.1
οὐθὲν ποήσας προπετὲς οὐδʼ ἀνάξιον
290.2
οὐδʼ ἄδικον ἐδεήθην ἐμαυτῶι κατὰ νόμους
290.3
συνοικίσαι τὸν θεῖον ὧι σὺ κατέλιπες
290.4
καὶ τὴν ἐμὴν μητέρα παρʼ ἧι παιδεύεται.
290.5
ὤιμην δὲ μακάριός τις εἶναι τῶι βίωι,
295.1
ἐλθεῖν δʼ ἐπʼ αὐτὸ τὸ πέρας οἰηθεὶς σφόδρα
295.2
καὶ προσδοκήσας οὐδʼ ἰδεῖν δυνήσομαι
295.3
τὸ λοιπόν· ἕτερον κύριον δʼ αὐτῆς ποεῖ
295.4
ὁ νόμος ὁ τοὐμὸν οὐδαμοῦ κρίνων ἔτι.
295.5
Δα Χαιρέστρατʼ, οὐκ ὀρθῶς ποεῖς· ἀνίστασο· οὐκ ἔστʼ ἀθυμεῖν οὐδὲ κεῖσθαι. Χαιρέα,
295.6
ἐλθὼν παραμυθοῦ· μὴ ʼπίτρεπε· τὰ πράγματα
295.7
ἡμῖν ἅπασίν ἐστιν ἐν τούτωι σχεδόν.
295.8
μᾶλλον δʼ ἄνοιγε τὰς θύρας, φανερὸν πόει σαυτόν· προήσει τοὺς φίλους, Χαιρέστρατε,
305.1
Χα Δᾶε παῖ, κακῶς ἔχω.
305.2
μελαγχολῶ τοῖς πράγμασιν· μὰ τοὺς θεούς,
305.3
οὐκ εἴμʼ ἐν ἐμαυτοῦ, μαίνομαι δʼ ἀκαρὴς πάνυ·
305.4
ὁ καλὸς ἀδελφὸς εἰς τοσαύτην ἔκστασιν
305.5
ἤδη καθίστησίν με τῆι πονηρίαι.
310
μέλλει γαμεῖν γὰρ αὐτός.
310.1
Δα εἰπέ μοι, γαμεῖν;
311.1
(Χα) φησὶν ὁ καλὸς κἀγαθός,
311.2
καὶ ταῦτʼ ἐμοῦ διδόντος αὐτῶι πάνθʼ ὅσα
311.3
ἐκεῖνος ἀποπέπομφεν.
313.2
(Χα) μιαρὸν τὸ χρῆμʼ· οὐ μὴ βιῶ, μὰ τοὺς θεοὺς,
315
εἰ τοῦτʼ ἐπόψομαι γενόμενον.
315.2
τοῦ σφόδρα πονηροῦ περιγένοιτό τις; πάνυ
315.3
ἐργῶδες. ἐργῶδες μέν, ἀλλʼ ἔνεσθʼ ὅμως.
315.4
(Χα) ἔνεστι; καὶ μὴν ἄξιον φιλονικίας,
315.5
νὴ τὴν Ἀθηνᾶν, τοὖργον.
320.1
(desunt uersus i uel ii)
320.3
[ ]αυτῶι τινʼ ἐλπίδ[
320.4
[ ]. φερόμενον εὐθὺς ἐπ[
320.5
προπετῆ, διημαρτηκότʼ, ἐπτ[οημένον
325.1
ὄψει μεταχειριεῖ τε τοῦτον εὐπόρως.
325.2
ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.
325.3
(Χα) τί οὖν λέγεις; ἐγὼ γὰρ ὅ τι βούλει ποεῖν
(Δα) δεῖ τραγωιδῆσαι πάθος
330.1
ἀλλοῖον ὑμᾶς· ὃ γὰρ ὑπεῖπας ἀρ[τίως
330.2
δόξαι σε δεῖ νῦν, εἰς ἀθυμίαν τινὰ
330.3
ἐλθόντα τῶι τε τοῦ νεανίσκου πάθει
330.4
τῆς τʼ ἐκδιδομένης παιδός, ὅτι τε τουτονὶ
330.5
ὁρᾶις ἀθυμοῦντʼ οὐ μετρίως ὃν νενόμικας
335.1
ὑὸν σεαυτοῦ, τῶν ἄφνω τούτων τινὶ
335.2
κακῶν γενέσθαι περιπετῆ· τὰ πλεῖστα δὲ
335.3
ἅπασιν ἀρρωστήματʼ ἐκ λύπης σχεδόν
335.4
ἐστιν· φύσει δέ ςʼ ὄντα πικρὸν εὖ οἶδα καὶ
335.5
μελαγχολικόν. ἔπειτα παραληφθήσεται
340.1
ἐνταῦθʼ ἰατρός τις φιλοσοφῶν καὶ λέγων
340.2
πλευρῖτιν εἶναι τὸ κακὸν ἢ φρενῖτιν ἢ
340.3
τούτων τι τῶν ταχέως ἀναιρούντων.
342.2
(Δα) τέθνηκας ἐξαίφνης· βοῶμεν “οἴχεται
342.3
Χαιρέστρατος” 〈καὶ〉 κοπτόμεθα πρὸ τῶν θυρῶν.
345.1
σὺ δʼ ἐγκέκλεισαι, σχῆμα δʼ ἐν μέσωι νεκροῦ
345.2
κεκαλυμμένον προκείσεταί σου.
(Χαι) μὰ τὸν Διόνυσον, 〈οὐ〉 δῆτα.
347.2
(Δα) ἐπίκληρος ἡ θυγάτηρ ὁμοίως γίνεται
347.3
ἡ σὴ πάλιν τῆι νῦν ἐπιδίκωι παρθένωι· τάλαντα δʼ ἐστὶ σοὶ μὲν ἑξήκοντʼ ἴσως,
347.4
ταύτηι δὲ τέτταρʼ, ὁ δὲ φιλάργυρος γέρων
347.5
ἀμφοῖν προσήκει ταὐτό—
352.2
(Δα) εἰ μὴ πέτρινος εἶ. τὴν μὲν εὐθὺς ἄσμενος
352.3
δώσει παρόντων μαρτύρων τρισχιλίων
355.1
τῶι πρῶτον αἰτήσαντι, τὴν δὲ λήψεται—
355.2
(Χα) οἰμώξετʼ ἆρα τῶι δοκεῖν.
356.2
πᾶσαν διοικήσει, περίεισι κλειδία
356.3
ἔχων, ἐπιβάλλων ταῖς θύραις σημεῖʼ, ὄναρ
〈Χα〉 τὸ δʼ εἴδωλον τί τοὐμόν;
360.1
ἡμεῖς τε πάντες ἐν κύκλω καθεδούμεθα,
360.2
τηροῦν]τες αὐτὸν μὴ προσέλθηι· πολλ[α
(desunt uersus ii vel iii)
363.2
[ ]υ πεῖραν ἔσται τιν[
365.1
[ ]πως ἦλθεν ἐπὶ τὴν οἰκίαν
365.2
[ ]τις γέγονʼ ὀφείλων· εἴ τινι
365.3
[ ]διπλάσιον εἰσπράττει πάνυ
365.4
[ ]ιν ὃ λέγεις, Δᾶε, τοῦ τʼ ἐμοῦ τρόπου.
365.5
〈Δα〉 τιμωρί]αν δὲ τοῦ πονηροῦ τίνʼ ἂν ἔχοις
370.1
(Χα) λήψομαι, νὴ τὸν Δία,
370.2
ὧν] μʼ ὠδύνηκε πώποτʼ ἀξίαν δίκην·
370.3
τὸ γὰρ λεγόμενον ταῖς ἀληθείαις “λύκος
370.4
χανὼν ἄπεισι διὰ κενῆς”.
373.1
(Δα) πράττειν 〈δὲ〉 δεῖ
373.2
ἤδη. ξενικόν τινʼ οἶσθʼ ἰατρόν, Χαιρέα,
375.1
(Χαι) μὰ τὸν Δίʼ οὐ πάνυ.
376.1
(Χαι) τί δὲ τοῦτο; τῶν ἐμῶν τινα
376.2
ἥξω συνηθῶν παραλαβὼν καὶ προκόμιον
376.3
αἰτήσομαι καὶ χλανίδα καὶ βακτηρίαν
376.4
αὐτῶι, ξενιεῖ δʼ ὅςʼ ἂν δύνηται.
380.1
(Δα) ταῦτα 〈τὰ〉 βεβουλευμένα·
380.2
ἀπόθνηισκʼ ἀγαθῆι τύχηι.
381.2
ἔξω γʼ ἀφίετʼ, ἀλλὰ τηρεῖτʼ ἀνδρικῶς
(Δα) τίς δʼ ἡμῖν συνείσεται;
383.2
δεῖ τῆι γυναικὶ ταῖς τε παιδίσκαις φράσαι
385.1
αὐταῖς ἵνα μὴ κλάωσι, τοὺς δʼ ἄλλους ἐᾶν
385.2
ἔνδον παροινεῖν εἴς με νομίσαντας νεκρόν.
385.3
(Δα) ὀρθῶς λέγεις. εἴσω τις ἀγέτω τουτονί.
385.4
ἕξει τινʼ ἀμέλει διατριβὴν οὐκ ἄρρυθμον
385.5
ἀγωνίαν τε τὸ πάθος, ἂν ἐνστῆι μόνον,
390
ὅ τʼ ἰατρὸς ἡμῖν πιθανότητα σχῆι τινα.
390.2
(Σμ) ταχύ γʼ ἦλθʼ ὁ Δᾶος πρός με τὴν τῶν χρημάτων
390.3
φέρων ἀπογραφήν, πολύ τʼ ἐμοῦ πεφρόντικε.
390.4
Δᾶος μετὰ τούτων ἐστίν. εὖ γε, νὴ Δία· καλῶς ἐπόησε. πρόφασιν εἴληφʼ ἄσμενος
395.1
πρὸς αὐτὸν ὥστε μὴ φιλανθρώπως ἔτι
395.2
ταῦτʼ ἐξετάζειν, ἀλλʼ ἐμαυτῶι συμφόρως·
395.3
τὰ γὰρ οὐ φανερὰ δήπουθέν ἐστι διπλάσια·
395.4
ἐγὦιδα τούτου τὰς τέχνας τοῦ δραπέτου.
395.5
Δα ὦ δαίμονες, φοβερόν γε, νὴ τὸν Ἥλιον, τὸ συμβεβηκός· οὐκ ἂν ὠιήθην ποτὲ
395.6
ἄνθρωπον εἰς τοσοῦτον οὑτωσὶ ταχὺ
395.7
πάθος ἐμπεσεῖν. σκηπτός τις εἰς τὴν οἰκίαν
405.3
(Δα) “οὐκ ἔστιν ὅστις π[άντʼ ἀνὴρ εὐδαιμονεῖ”.
405.4
πάλιν εὖ διαφόρως. ὦ πολ[υτίμητοι θεοί,
405.5
ἀπροσδοκήτου πράγματος καὶ ἀ[
410
(Σμ) Δᾶε κακόδαιμον, ποῖ τρέχεις;
410.2
“τύχη τὰ θνητῶν πράγματʼ οὐκ εὐβουλία.”
410.3
ὑπέρευγε. “θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
410.4
ὅταν κακῶσαι δῶμα παμπήδην θέληι.”
(Σμ) γνωμολογεῖς, τρισάθλιε;
415
(Δα) “ἄπιστον, ἄλογον, δεινόν.”
415.1
(Σμ) οὐδὲ παύσεται; (Δα) “τί δʼ ἐστʼ ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;”
415.2
ὁ Καρκίνος φήςʼ· “ἐν μιᾶι γὰρ ἡμέραι
415.3
τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός.”
415.4
εὖ πάντα ταῦτα, Σμικρίνη.
420.1
(Δα) ἁδελφός—ὦ Ζεῦ, πῶς φράσω; —σχεδόν τι σου
421.1
(Σμ) ὁ λαλῶν ἀρτίως ἐνταῦθʼ ἐμοί;
422.1
(Δα) χολή, λύπη τις, ἔκστασις φρενῶν,
423.1
(Σμ) Πόσειδον καὶ θεοί, δεινοῦ πάθους.
423.2
(Δα) “οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
425.1
(Δα) “τὰς γὰρ συμφορὰς
425.2
ἀπροσδοκήτους δαίμον[ες δι]ώρισαν.”
425.3
Εὐριπίδου τοῦτʼ ἐστί, τὸ δὲ Χαιρήμονος,
428.1
(Σμ) εἰσελήλυθεν δέ τις
(Δα) οἴχεται μὲν οὖν ὁ Χαιρέας
430.1
(Δα) τουτονί, νὴ τ[ὸν Δία,
430.2
ὡς φαίνεται. βέλτιστʼ, ἐπισπ[ε]ῦ[δʼ.
431.2
(Δα) “δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.”
431.3
Σμ ἐμὲ μὲν ἐὰν ἴδωσιν εὐθὺς ἄσμενον φήσουσιν ἥκειν, τοῦτʼ ἀκριβῶς οἶδʼ ἐγώ,
435.1
αὐτός τʼ ἐκεῖνος οὐκ ἂν ἡδέως μʼ ἴδοι
435.2
[ ]ιδʼ ἄτοπον οὐδʼ ἐπηρόμην
436.1
(desunt uersus circa xvi)
440.1
[ ]ιμε[..].δη φερομένωι
440.2
[ ]διὰ τὰν παρεῦσαν ἀπορίαν.
440.3
(Σμ) [ ]ω· τοῦτο δήπου μανθάνω.
443.1
(Σμ) ταῦτα δήπου μανθάνω.
443.2
(Ια) [ α]ὐτὰς τὰς φρένας δή μοι δοκῶ
445.1
[ ]. ὀνυμάζειν μὲν ὦν εἰώθαμες
446.1
〈Σμ〉 μανθάνω. τί οὖν;
446.2
(Ια) οὐκ ἔστ]ιν ἐλπὶς οὐδεμία σωτηρίας.
446.3
καίρια] γάρ, αἰ μὴ δεῖ σε θάλπεν διὰ κενᾶς,
449.1
(Σμ) μὴ θάλπʼ, ἀλλὰ τἀληθῆ λέγε. (Ια) οὐ πάμπαν οὗτός ἐστί τοι βιώσιμος.
449.2
ἀνερεύγεταί τι τᾶς χολᾶς· ἐπισκοτεῖ
449.3
[ ]εντ.[..] καὶ τοῖς ὄμμασι
449.4
[ ]υκνον ἀναφρίζει τε καὶ
449.5
[ ]. ας ἐκφορὰν βλέπει.
455·2
[Ια] [ ]. προάγωμες, παῖ.
456.1
(Σμ) πάνυ μὲν οὖν. [ δ]εῦρʼ ἀπὸ τῆς θύρας ἔτι.
456.2
(Ια) [ οὐ]κ ἂν βιώιης τὼς τέως.
456.3
(Σμ) [ ]αὐτὸν εὔχου τρόπον ἔχειν
460.2
[ ]φαμι τᾶς ἐμᾶς τέχνας
460.3
[ τ]ὺ δʼ αὐτός μοι δοκῆς
460.4
[..].[.].[.] κεαλην ἀλλʼ ὑπέρχεταί τι τοι
460.5
φθιτικὸν νόσαμα· τὺ μὲν ὅλως θανάτους βλέπεις.
465.1
(Σμ) ἦ που φέρουσιν αἱ γυναῖκες ὡσπερεὶ
465.2
ἐκ πολεμίων· ἐπιτάττεται τοῖς γείτοσι
467.1
Δα θορυβήσω τουτονί,
467.2
ἀλλʼ ὅπερ ἔπραττον πρατ[
468.1
(desunt uersus circa ccv)
495.3
ὁ Δᾶος, εὐτυ[χέστατον πάντων τότʼ ἂν
495.5
παιητέα δʼ ἐσθʼ ἡ θύρ[α.
499.1
[Δα] [τίς τὴν θύραν; (Κλ) ἐγώ. (Δα) τίνα ζητεῖς; ὁ μ[ὲν γὰρ δεσπότης
499.3
(Κλ) τέθνηκεν; οἴμοι δυ[ς
502.2
καὶ μὴ ʼνόχλει πενθ[οῦσι (Κλ) οἴμοι τάλας· ὦ θεῖʼ . ἀν[
505
ἄνθρωπέ μοι κακόδ[αιμον
505.3
(Κλ) Δᾶε, τί λέγεις;
508.1
(desunt uersus circa v)
520.2
[ γί]νεται διπλοῦς γάμος
520.3
[ τὴν] ἑαυτοῦ θυγατέρα
520.4
[] τὴν ἀδελφιδῆν πάλιν
520.5
[] τὴν δὲ πᾶσαν οὐσίαν
525.1
[]τα πάνθʼ ἕξει πέρας:
525.2
[]του περιπατεῖ τὸν γείτονα [ ]ν οὑτοσί γε, νὴ Δία
525.3
[ νὴ τὸν Ἡρακ]λέα, πρόσελθέ μοι
530.1
[ ]οσως Κλεόστρατος:
530.3
[ ]α ποῦ ʼστιν;: ἐνθαδί
535.2
[ ]εξων δῆλός ἐστιν οὑτοσί·
535.3
[ ]αν τε κόπτηι πολλάκις
535.4
[ ]υτωι κοσμιώτερον ποῶ
535.5
[ ]ηρ ἐστί μοι τρόπον τινά:
540.1
[ ]ον τοῦτʼ ἔχειν τὴν ἐγγύην
540.2
[ ]ειναι μαρτύρων δʼ ἐναντίον
540.3
[ ]Χαιρέαι δʼ ἃ βούλεται
540.4
[ ]γὰρ τήνδʼ ἐμὼ τὴν οὐσίαν [ ]μοι παρενοχλουντος :