1.2
[ ].νε· τί λυπῆσαί με δεῖ [
1.3
[……ὀδ]υνηρόν ἐστιν· ἡμάρτηκα γάρ.
1.4
[……]ο τοῦτο ἐσόμενον λογίζομαι,
5.1
μᾶλλον] δὲ τοῦτʼ ἂν εὐλόγως ὑμῖν ποεῖν
5.2
[……] τὸν ἐκείνου διεξελθὼν τρόπον.
5.3
οἷς μὲ]ν ἐτρύφησα τῶι τότʼ εὐθέως χρόνωι
5.4
ὢν παι]δίον, μεμνημένος σαφῶς ἐῶ·
5.5
εὐεργέ]τει γὰρ ταῦτά μʼ οὐ φρονοῦντά πω.
10.1
[……]εγράφην οὐδὲν διαφέρων οὐδενός,
10.2
τὸ λεγόμενον δὴ τοῦτο “τῶν πολλῶν τις ὤν”,
10.3
[……]α μέντοι, νὴ Δίʼ, ἀθλιώτερος·
10.4
[……] γάρ ἐσμεν. τῶι χορηγεῖν διέφερον
10.5
καὶ τῆι] φιλοτιμίαι· κύνας παρέτρεφέ μοι,
15.1
ἵππο]υς· ἐφυλάρχησα λαμπρῶς· τῶν φίλων
15.2
τοῖς δεομένοις τὰ μέτριʼ ἐπαρκεῖν ἐδυνάμην.
15.3
διʼ ἐκεῖνον ἦν ἄνθρωπος. ἀστείαν δʼ ὅμως
15.4
τούτων χάριν τινʼ ἀπεδίδουν· ἦν κόσμιος.
15.5
μετὰ τοῦτο συνέβη—καὶ γὰρ ἅμα τὰ πράγματα
20.1
ἡμῶν δίειμι πάντʼ· ἄγω γάρ πως σχολήν—
20.2
Σαμίας ἑταίρας εἰς ἐπιθυμίαν τινὰ
20.3
ἐλθεῖν ἐκεῖνον, πρᾶγμʼ ἴσως ἀνθρώπινον.
20.4
ἔκρυπτε τοῦτʼ, ἠισχύνετʼ· ἠισθόμην ἐγὼ
20.5
ἄκοντος αὐτοῦ διελογιζόμην θʼ ὅτι
25.1
ἂν μὴ γένηται τῆς ἑταίρας ἐγκρατής,
25.2
ὑπʼ ἀντεραστῶν μειρακίων ἐνοχλήσεται,
25.3
τοῦτο 〈δὲ〉 ποῆσαι διʼ ἔμʼ ἴσως αἰσχύνεται
25.4
[…]ω λαβεῖν ταύτην τὸ μεν..[.]..π.[
30.1
(desunt uersus fere xxiii)
30.3
[ ]..τος προσετίθην πανταχοῦ
30.4
[ ].ησθε πρὸς τὸν γείτονα
30.5
[ ]α συνθλάσας τὸ σημεῖον σφόδρα
35.1
[ φ]ιλανθρώπως δὲ πρὸς τὴν τοῦ πατρὸς
35.2
Σαμί]αν διέκειθʼ ἡ τῆς κόρης μήτηρ, τά τε
35.3
πλεῖστʼ ἦν παρʼ αὐταῖς ἥδε, καὶ πάλιν ποτὲ
35.4
αὗται παρʼ ἡμῖν. ἐξ ἀγροῦ δὴ καταδραμὼν
35.5
ὡς ἔτυ]χ[έ] γʼ εἰς Ἀδώνιʼ αὐτὰς κατέλαβον
40.1
συνηγμένας ἐνθάδε πρὸς ἡμᾶς μετά τινων
40.2
ἄλλω]ν γυναικῶν· τῆς δʼ ἑορτῆς παιδιὰν
40.3
πολλὴ]ν ἐχούσης οἷον εἰκός, συμπαρὼν
40.4
ἐγινόμην οἶμαι θεατής· ἀγρυπνίαν
40.5
ὁ θόρυβος αὐτῶν ἐνεπόει γάρ μοι τινά·
45.1
ἐπὶ τὸ τέγος κήπους γὰρ ἀνέφερόν τινας,
45.2
ὠρχο]ῦντʼ, ἐπαννύχιζον ἐσκεδασμέναι.
45.3
ὀκνῶ λέγειν τὰ λοίπʼ, ἴσως δʼ αἰσχύνομαι οἷς] οὐδὲν ὄφελός ἐσθʼ· ὅμως αἰσχύνομαι.
45.4
ἐκύησεν ἡ παῖς· τοῦτο γὰρ φράσας λέγω καὶ τὴν πρὸ τούτου πρᾶξιν. οὐκ ἠρνησάμην
45.5
τὴν αἰτίαν σχών, ἀλλὰ πρότερος ἐνέτυχον
45.6
τῆι μητρὶ τῆς κόρης, ὑπεσχόμην γαμεῖν
45.7
[…]υν ἐπανέλθηι ποθʼ ὁ πατήρ, 〈ἐπ〉ώμοσα.
45.8
τὸ παιδίον γενόμενον εἴληφʼ οὐ πάλαι·
55.1
ἀπὸ ταὐτομάτου δὲ συμβέβηκε καὶ μάλʼ 〈εὖ·〉
55.2
ἔτικτε]ν ἡ Χρυσίς· καλοῦμεν τοῦτο γὰρ
55.4
(desunt uersus fere xxix)
60.1
ἐγὼ δʼ ἀναμείναςʼ ὅ τι λέγουςʼ ἀ[κροάσομαι.
60.2
Μο ἑόρακας αὐτὸς τὸν πατέρα σύ, Παρμένων;
62.1
(Μο) καὶ τὸν γείτονα;
63.2
ἀνδρεῖος εὐθύς τʼ ἐμβαλεῖς περὶ τοῦ γάμου
65.1
(Μο) τίνα τρόπον; δειλὸς ἤδη γίνομαι
65.2
ὡς πλησίον τὸ πρᾶγμα γέγονε.
66.2
(Μο) αἰσχύνομαι τὸν πατέρα.
67.2
ἣν ἠδίκηκας τήν τε ταύτης μητέρα ὅπως—τρέμεις, ἀνδρόγυνε.
70.1
Πα καὶ Χρυσὶς ἦν ἐνταῦθʼ. ἐρωταῖς δή με σὺ
70.2
τί βοῶ· γελοῖον· βούλομʼ εἶναι τοὺς γάμους
70.3
ἤδη, πεπαῦσθαι τουτονὶ πρὸς ταῖς θύραις
70.4
κλάοντα ταύταις, μηδʼ ἐκεῖνʼ ἀμνημονεῖν
70.5
ὧν ὤμοσεν· θύειν, στεφανοῦσθαι, σησαμῆν
75.1
κόπτειν παρελθών· αὐτὸς οὐχ ἱκανὰς ἔχειν
76.1
(Μο) πάντα ποιήσω· τί δεῖ
77.2
οὕτως ἐῶμεν ὡς ἔχει ταύτην τρέφειν
77.3
αὐτήν τε φάσκειν τετοκέναι;
80
(Μο) ὁ πατὴρ χαλεπανεῖ 〈σοι〉.
80.1
(Χρ) πεπαύσεται πάλιν.
80.2
ἐρᾶι γάρ, ὦ βέλτιστε, κἀκεῖνος κακῶς,
80.3
οὐχ ἧττον ἢ σύ· τοῦτο δʼ εἰς διαλλαγὰς
80.4
ἄγει τάχιστα καὶ τὸν ὀργιλώτατον.
80.5
πρότερον δʼ ἔγωγε πάντʼ ἂν ὑπομεῖναι δοκῶ
85
ἢ τοῦτο τίτθην ἐν συνοικίαι τινὶ
85·2
(desunt uersus fere xxiii)
90.2
[ ]πάντων· οὐκ ἀπάγξομαι ταχύ;
90.3
[ ῥ]ήτωρ μόνος γὰρ φιλόφρονος. [ ]ότερός εἰμʼ ἔν γε τοῖς νυνὶ λόγοις.
90.4
[ ἀ]πελθὼν εἰς ἐρημίαν τινὰ
95.1
γυμν]άζομʼ· οὐ γὰρ μέτριος ἁγών ἐστί μοι.
96.1
οὔκουν μεταβολῆς αἰσθάνεσθʼ ἤδη τόπου,
96.2
ὅσον διαφέρει ταῦτα τῶν ἐκεῖ κακῶν;
98.1
Πόντος· παχεῖς γέροντες, ἰχθῦς ἄφθονοι,
98.2
ἀηδία τις πραγμάτων. Βυζάντιον· ἀψίνθιον, πικρὰ πάντʼ. Ἄπολλον. ταῦτα δὲ
98.3
καθαρὰ πενήτων ἀγαθά.
101.1
〈Δη〉 Ἀθῆναι φίλταται,
101.2
πῶς ἂν γένοιθʼ ὑμῖν ὅσων ἔστʼ ἄξιαι,
101.3
ἵνʼ ὦμεν ἡμεῖς πάντα μακαριώτατοι
101.4
οἱ τὴν πόλιν φιλοῦντες. —εἴσω παράγετε
105.1
ὑμεῖς. ἀπόπληχθʼ, ἕστηκας ἐμβλέπων ἐμοί;
105.2
Νι ἐκεῖνʼ ἐθαύμαζον μάλιστα, Δημέα,
105.3
τῶν περὶ ἐκεῖνον τὸν τόπον· τὸν ἥλιον
105.4
οὐκ ἦν ἰδεῖν ἐνίοτε παμπόλλου χρόνου·
105.5
ἀὴρ παχύς τις, ὡς ἔοικʼ, ἐπεσκότει.
110.1
(Δη) οὔκ, ἀλλὰ σεμνὸν οὐδὲν ἐθεᾶτʼ αὐτόθι,
110.2
ὥστʼ αὐτὰ τἀναγκαῖʼ ἐπέλαμπε τοῖς ἐκεῖ.
110.3
(Νι) νὴ τὸν Διόνυσον, εὖ λέγεις.
112.2
ἑτέροις μέλειν ἐῶμεν· ὑπὲρ ὧν δʼ ἐλέγομεν
(Νι) τὰ περὶ τὸν γάμον λέγεις
115.1
〈Νι〉 ταὔτʼ ἀεὶ λέγω.
115.2
ἀγαθῆι τύχηι πράττωμεν, ἡμέραν τινὰ
118.1
(Νι) παρακάλει μʼ ὅταν ἐξίηις.
120.1
[Μο] [ ]ντο εἰ καὶ δι.[ ].ν
120.2
ἐ]γὼ μελετήσας ὧν τό[τʼ ἐνόουν ..]..μαι.
120.3
ὡς ἐγενόμην γὰρ ἐκτὸ[ς ἄστεως μ]όνος,
120.4
ἔθυον, ἐπὶ τὸ δεῖπνον [ἐκάλουν τοὺς φίλ]ους,
120.5
ἐπὶ λούτρʼ ἔπεμπον τὰς γ[υναῖκας,] περιπατῶν
125.1
τὴν σησαμῆν διένεμον, η[……]οτε
125.2
ὑμέναιον, ἐτερέτιζον· ἦν ἀβέλτερος,
125.3
ὡς δʼ οὖν ἐνεπλήσθην—ἀλλʼ, Ἄπολλον, οὑτοσὶ
125.4
ὁ πατήρ. ἀκήκοʼ ἆρα. χαῖρέ μοι, πάτερ.
125.5
(Δη) νὴ καὶ σύ γʼ, ὦ παῖ.
130.1
γαμετὴν ἑταίραν, ὡς ἔοικʼ, ἐλάνθανον
131.1
(Μο) γαμετήν; πῶς; ἀγνοῶ 〈γὰρ〉 τὸν λόγον.
131.2
(Δη) λάθ]ριό[ς τι]ς ὑ〈όσ〉, ὡς ἔοικε, γέγονέ μοι.
131.3
[…] ἐς κόρακας ἄπεισιν ἐκ τῆς οἰκίας
135.1
ἄλλωι με θρέψειν ἔνδον ὑὸν προσδοκᾶις
135.2
νόθον; […..]ν γʼ οὐ τοῦ τρόπου τοὐμοῦ λέγεις.
135.3
(Μο) τίς δʼ ἐστὶν ἡμῶν γνήσιος, πρὸς τῶν θεῶν,
135.4
ἢ τίς νόθος, γενόμενος ἄνθρωπος;
(Μο) μὰ τὸν Διόνυσον, 〈ἀλλʼ〉 ἐσπούδακα·
140.1
οὐθὲν γένος γένους γὰρ οἶμαι διαφέρειν,
140.2
ἀλλʼ εἰ δικαίως ἐξετάσαι τις, γνήσιος
140.3
ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος
142l·2
(desunt uersus fere xvi)
145.2
(Μο) [ ]ν γαμεῖν ἐρῶ
149.1
(Δη) καλῶς ποεῖς. (Μο) [ ][Δη] ..αν διδωςʼ ουτοι γαμεῖς.
149.2
(Μο) πῶς ἄν, π]υθόμενος μηδὲ ἓν τοῦ πράγματος,
149.3
ἐσπουδακότα μʼ αἴσθοιο συλλάβοις τέ μοι;
149.4
(Δη) ἐσπουδακότα; μηδὲν πυθόμενος; καταν[οῶ
149.5
τὸ πρᾶγμα, Μοσχίων, ὃ λέγεις· ἤδη τρέχω
155.1
πρὸς τουτονὶ καὶ τοὺς γάμους αὐτῶι φράσω
155.2
ποεῖν· τὰ παρʼ ἡμῶν γὰρ παρέσται ταῦ[
155.3
λέγεις. περιρρανάμενος ἤδη παρα[γαγών,
155.4
σπείσας τε καὶ λιβανωτὸν ἐπιθείς—
(Δη) μήπω δὴ βάδιζʼ, ἄχ[ρι ἂν μάθω
160.1
εἰ ταῦτα συγχωρήσεθʼ ἡμῖ[ν
160.2
(Μο) οὐκ ἀντερεῖ σοι· παρενοχλε[ῖν δʼ
160.3
ἐμὲ συμπαρόντʼ ἐστʼ ἀπρε[πές
160.4
(Δη) ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεὸς
160.5
σώιζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων·
165.1
ἐγὼ γὰρ οὐκ εἰδὼς ἔχον[τα τουτονὶ
166.1
(desunt uersus fere xxvii)
166.2
[ ] ἐκεῖνον βού[λομαι
166.3
[ δεῦ]ρʼ εἰς τὸ πρόσθεν δ[ʼ ἔ]ρχομαι
170.1
(Δη) μνημονεύεις, εἰπέ μοι,
170.2
[ ]ν ἐθέμεθʼ ἡμέραν;
171.2
[ ] [Δη] .υτ[.].τὴν τήμερον
173.2
(Δη) [ γ]ίνεσθαι ταχύ,
175.2
(Δη) [ ] [Νι]· ἀλλʼ ἐστʼ ἀδύνατον.
175.3
(Δη) [ ἐ]μοί, σοὶ δʼ οὐδὲ ἕν.
178.2
[ ]ς· οὕτω σοι φράσαι
180.1
[ ].ν· ἀλλὰ 〈δεῖ〉 τοδὶ λέγειν·
180.2
(Νι) [ ]ν· πρὶν εἰπεῖν τοῖς φίλοις
183.2
[ ]. τυχόντος μοι φίλον.
185.1
[ ] τοῦτʼ ἐσπούδακας;
185.2
[ ἀ]λλὰ συγχωροῦντά σοι
185.3
[ ἐ]στιν φιλονικεῖν.
(Δη) Παρμένων, παῖ, Παρμένων,
190.1
[ στε]φάνους, ἱερεῖον, σήσαμα
190.2
[ ] πάντα τἀξ ἀγορᾶς ἁπλῶς
192.1
(Πα) πάντʼ; ἐμοὶ 〈 〉, Δημέα
193.1
(Δη) καὶ ταχέως· ἤδη λέγω.
(Πα) καὶ μάγειρον; πριάμενος
195.1
(Πα) ἀργύριον λαβὼν τρέχω.
195.2
(Δη) σὺ δʼ οὐδ]έπω, Νικήρατε;
196.2
πρὸς τὴν γυναῖκα τἄνδον εὐτρεπῆ ποεῖν
196.3
διώξομʼ εὐθὺς τοῦτον.
198.1
(Πα) οὐκ οἶδʼ οὐδὲ ἕν,
198.2
πλὴν προστέτακται ταῦτα συντείνω τʼ ἐκεῖ ἤδη. Δη τὸ πεῖσαι τὴν γυναῖκα πράγματα
198.3
αὐτῶι παρέξει· δεῖ δὲ μὴ δοῦναι λόγον
198.4
μηδὲ χρόνον ἡ[μ]ᾶς. παῖ, διατρίβεις. οὐ δραμεῖ;
198.6
[ ] ἱκετεύω· τί οὖν;
(desunt uersus fere x, inter quos stetit
206.1
[Δη] [ ]. δρόμου καλοῦ
206.2
χειμὼν ἀπροσδόκητος ἐξαίφνης [
206.3
ἐλθών. ἐκεῖνος τοὺς ἐν εὐδίαι ποτὲ
206.4
θέοντας ἐξήραξε κἀνεχαίτισεν.
210.1
τοιοῦτο γὰρ καὶ τοὐμόν ἐστι νῦν· ἐγὼ
210.2
ὁ τοὺς γάμους ποῶν, ὁ θύων τοῖς θεοῖς,
210.3
ὧι πάντα κατὰ νοῦν ἀρτίως ἐγίγνετο,
210.4
οὐδʼ εἰ βλέπω, μὰ τὴν Ἀθηνᾶν, οἶδ[α νῦν
210.5
καλῶς ἔτʼ· οὔκ, ἀλλʼ εἰς τὸ πρόσθεν π[ροάγομαι,
215.1
πληγ]ήν τινʼ ἀνυπέρβλητον ἐξ[αίφνης λαβών.
215.2
ἦ ʼστ[ὶ] πιθανόν; σκέψασθε πότερο[ν εὖ φρονῶ
215.3
ἢ μαίνομʼ, οὐδέν τʼ εἰς ἀκρίβειαν [τότε
215.4
λαβὼν ἐπάγομαι μέγʼ ἀτύχημα [
215.5
ὡς γὰρ τάχιστʼ εἰσῆλθον, ὑπερεσπουδακὼς
220.1
τὰ τοῦ γάμου πράττειν, φράσας τὸ πρᾶγμʼ ἁπλῶς
220.2
τοῖς ἔνδον ἐκέλευςʼ εὐτρεπίζειν πάνθʼ ἃ δεῖ,
220.3
καθαρὰ ποεῖν, πέττειν, ἐνάρχεσθαι κανοῦν.
220.4
ἐγίνετʼ ἀμέλει πάνθʼ ἑτοίμως, τὸ δὲ τάχος
220.5
τῶν πραττομένων ταραχήν τινʼ αὐτοῖς ἐνεπόει,
225.1
ὅπερ εἰκός. ἐπὶ κλίνης μὲν ἔρριπτʼ ἐκποδὼν
225.2
τὸ παιδίον κεκραγός· αἳ δʼ ἐβόων ἅμα
225.3
“ἄλευρʼ, ὕδωρ, ἔλαιον ἀπόδος, ἄνθρακας.”
225.4
καὐτὸς διδοὺς τούτων τι καὶ συλλαμβάνων
225.5
εἰς τὸ ταμιεῖον ἔτυχον εἰσελθών, ὅθεν
230.1
πλείω προαιρῶν καὶ σκοπούμενος [
230.2
οὐκ εὐθὺς ἐξῆλθον. καθʼ ὃν δʼ ἦν χρόνον ἐγὼ
230.3
ἐνταῦθα, κατέβαινʼ ἀφʼ ὑπερώιου τις γυνὴ
230.4
ἄνωθεν εἰς τοὔμπροσθε τοῦ ταμιειδίου
230.5
οἴκημα· τυγχάνει γὰρ ἱστεών τις ὤν,
235.1
ὥσθʼ ἥ τʼ ἀνάβασίς ἐστι διὰ τούτου τό τε
235.2
ταμιεῖον ἡμῖν. τοῦ δὲ Μοσχίωνος ἦν
235.3
τίτθη τις αὕτη, πρεσβυτέρα, γεγονυῖʼ ἐμὴ
235.4
θεράπαινʼ, ἐλευθέρα δὲ νῦν. ἰδοῦσα δὲ
235.5
τὸ παιδίον κεκραγὸς ἠμελημένον
240.1
ἐμέ τʼ οὐδὲν εἰδυῖʼ ἔνδον ὄντʼ, ἐν ἀσφαλεῖ
240.2
εἶναι νομίσασα τοῦ λαλεῖν, προσέρχεται
240.3
καὶ ταῦτα δὴ τὰ κοινὰ “φίλτατον τέκνον”
240.4
εἰποῦσα καὶ “μέγʼ ἀγαθόν· ἡ μάμμη δὲ ποῦ;”
240.5
ἐφίλησε, περιήνεγκεν. ὡς δʼ ἐπαύσατο
245.1
κλᾶον, πρὸς αὑτήν φησιν “ὦ τάλαινʼ ἐγώ, πρώην τοιοῦτον ὄντα Μοσχίωνʼ ἐγὼ
245.2
αὐτὸν ἐτιθηνούμην ἀγαπῶσα, νῦν δʼ ἐπεὶ
245.3
παιδίον ἐκείνου γέγονεν ἤδη καὶ τόδε
248.1
(desunt uersus ii uel iii)
248.2
[]α καὶ, [γεγο]νέναι.”
248.3
[ ] καὶ θεραπαινιδίωι τινὶ
248.4
ἔξωθεν εἰστρέχοντι, “λούσατʼ, ὦ τάλαν,
248.5
τὸ παιδίον” φησίν, “τί τοῦτʼ; ἐν τοῖς γάμοις
248.6
τοῖς τοῦ πατρὸς τὸν μικρὸν οὐ θεραπεύετε;”
255.1
εὐθὺς δʼ ἐκείνη “δύσμορʼ, ἡλίκον λαλεῖς”
255.2
φήςʼ· “ἔνδον ἐστὶν αὐτός.” “οὐ δήπου γε· ποῦ;”
255.3
“ἐν τῶι ταμιείωι”, καὶ παρεξήλλαξέ τι·
255.4
“αὐτὴ καλεῖ, τίτθη, σε” καὶ “βάδιζε καὶ
255.5
σπεῦδʼ· οὐκ ἀκήκοʼ οὐδέν· εὐτυχέστατα.”
260.1
εἰποῦςʼ ἐκείνη δʼ “ὦ τάλαινα τῆς ἐμῆς
260.2
λαλιᾶς”, ἀπῆιξεν ἐκποδών, οὐκ οἶδʼ ὅποι.
260.3
κἀγὼ προήιειν τοῦτον ὅνπερ ἐνθάδε
260.4
τρόπον ἀρτίως ἐξῆλθον, ἡσυχῆι πάνυ,
260.5
ὡς οὔτʼ ἀκούσας οὐδὲν οὔτʼ ἠισθημένος.
265.1
αὐτὴν δʼ ἔχουσαν αὐτὸ τὴν Σαμίαν ὁρῶ
265.2
ἔξω καθʼ αὑτὴν 〈καὶ〉 διδοῦσαν τιτθίον·
265.3
ὥσθʼ ὅτι μὲν αὐτῆς ἐστι τοῦτο γνώριμον
265.4
εἶναι, πατρὸς δʼ ὅτου ποτʼ ἐστίν, εἴτʼ ἐμὸν
265.5
εἴτ’—οὐ λέγω δʼ, ἄνδρες, πρὸς ὑμᾶς τοῦτʼ ἐγώ,
270.1
οὐχ ὑπονοῶ, τὸ πρᾶγμα δʼ εἰς μέσον φέρω
270.2
ἅ τʼ ἀκήκοʼ αὐτός, οὐκ ἀγανακτῶν οὐδέπω.
270.3
σύνοιδα γὰρ τῶι μειρακίωι, νὴ τοὺς θεούς,
270.4
καὶ κοσμίωι τὸν πρότερον ὄντι χρόνον ἀεὶ
270.5
καὶ περὶ ἔμʼ ὡς ἔνεστιν εὐσεβεστάτωι.
275.1
πάλιν δʼ, ἐπειδὰν τὴν λέγουσαν καταμάθω
275.2
τίτθην ἐκείνου πρῶτον οὖσαν, εἶτʼ ἐμοῦ
275.3
λάθραι λέγουσαν, εἶτʼ ἀποβλέψω πάλιν
275.4
εἰς τὴν ἀγαπῶσαν αὐτὸ καὶ βεβιασμένην
275.5
ἐμοῦ τρέφειν ἄκοντος, ἐξέστηχʼ ὅλως.
280.1
ἀλλʼ εἰς καλὸν γὰρ τουτονὶ προσιόνθʼ ὁρῶ
280.2
τὸν Παρμένοντʼ ἐκ τῆς ἀγορᾶς· ἐατέον
280.3
αὐτὸν παραγαγεῖν ἐστι τούτους οὓς ἄγει.
280.4
Πα μάγειρʼ, ἐγώ, μὰ τοὺς θεούς, οὐκ οἶδα σὺ
280.5
ἐφʼ ὅ τι μαχαίρας περιφέρεις· ἱκανὸς γὰρ εἶ
285
λαλῶν κατακόψαι πάντα πράγματα.
286.1
(Μα) δοκεῖς γέ μοι, νὴ τοὺς θεούς.
286.2
εἰ πυνθάνομαι πόσας τραπέζας μέλλετε
286.3
ποεῖν, πόσαι γυναῖκές εἰσι, πηνίκα
286.4
ἔσται τὸ δεῖπνον, εἰ δεήσει προσλαβεῖν
290.1
τραπεζοποιόν, εἰ κέραμός ἐστʼ ἔνδοθεν
290.2
ὑμῖν ἱκανός, εἰ τοὐπτάνιον κατάστεγον,
290.3
εἰ τἆλλʼ ὑπάρχει πάντα—
292.1
(Πα) κατακόπτεις γέ με,
292.2
εἰ λανθάνει σε, φίλτατʼ, εἰς περικόμματα,
294·2
(Πα) καὶ σύ, τοῦτό γε
295
παντὸς ἕνεκʼ. ἀλλὰ παράγετʼ εἴσω.
295.2
(Πα) ἐμέ τις κέκληκε;
296.1
(Πα) χαῖρε, δέσποτα.
296.2
(Δη) τὴν σφυρίδα καταθεὶς ἧκε δεῦρο.
297.2
(Δη) τοῦτον γὰρ οὐδέν, ὡς ἐγὦιμαι, λανθάνοι
297.3
τοιοῦτον ἂν πραττόμενον ἔργον· ἔστι γὰρ περίεργος, εἴ τις ἄλλος. ἀλλὰ τὴν θύραν
301.1
(Πα) δίδοτε, Χρυσί, πάνθʼ ὅςʼ ἂν
301.2
ὁ μάγειρος αἰτῆι, τὴν δὲ γραῦν φυλάττετε
301.3
ἀπὸ τῶν κεραμίων, πρὸς θεῶν. τί δεῖ ποεῖν
(Δη) τί δεῖ ποεῖν 〈σε〉; δεῦρʼ ἀπὸ τῆς θύρας·
305.1
(Δη) ἄκουε δή νυν, Παρμένων·
305.2
ἐγώ σε μαστιγοῦν, μὰ τοὺς δώδεκα θεούς,
305.3
οὐ βούλομαι διὰ πολλά.
307.1
(Πα) μαστιγοῦν; τί δὲ
(Δη) συγκρύπτεις τι πρός μʼ, ἤισθημαι.
308.2
μὰ τὸν Διόνυσον, μὰ τὸν Ἀπόλλω τουτονί,
310.1
μὰ τὸν Δία τὸν Σωτῆρα, μὰ τὸν Ἀσκληπιόν—
310.2
(Δη) παῦ· μηδὲν ὄμνυʼ· οὐ γὰρ εἰκάζων λέγω.
312.2
(Δη) τὸ παιδίον τίνος ἐστίν;
315·2
[Δη] ἀπόλωλας· φενακίζεις με.
315.2
(Δη) εἰδότα γʼ ἀκριβῶς πάντα καὶ πεπυσμένον
315.3
ὅτι Μοσχίωνός ἐστιν, ὅτι σύνοισθα σύ,
315.4
ὅτι διʼ ἐκεῖνον αὐτὸ νῦν αὕτη τρέφει.
(Δη) πάντες. ἀλλʼ ἀπόκριναι τοῦτό μοι·
320.1
(Πα) ἔστι, δέσποτʼ, ἀλλὰ λανθάνειν—
320.2
(Δη) τί “λανθάνειν”; ἱμάντα παίδων τις δότω
320.3
ἐπὶ τουτονί μοι τὸν ἀσεβῆ.
322.2
(Δη) στίξω σε, νὴ τὸν Ἥλιον.
324·2
(Δη) ποῖ σύ, ποῖ, μαστιγία;
325.1
λάβʼ αὐτόν. ὦ πόλισμα Κεκροπίας χθονός,
325.2
ὦ ταναὸς αἰθήρ, ὦ—τί, Δημέα, βοᾶις;
325.3
τί βοᾶις, ἀνόητε; κάτεχε σαυτόν, καρτέρει.
325.4
οὐδὲν γὰρ ἀδικεῖ Μοσχίων σε. παράβολος
325.5
ὁ λόγος ἴσως ἐστʼ, ἄνδρες, ἀλλʼ ἀληθινός.
330.1
εἰ μὲν γὰρ ἢ βουλόμενος ἢ κεκνισμένος
330.2
ἔρωτι τοῦτʼ ἔπραξεν ἢ μισῶν ἐμέ,
330.3
ἦν ἂν ἐπὶ τῆς αὐτῆς διανοίας ἔτι θρασὺς
330.4
ἐμοί τε παρατεταγμένος. νυνὶ δέ μοι
330.5
ἀπολελόγηται τὸν φανέντʼ αὐτῶι γάμον
335.1
ἄσμενος ἀκούσας. οὐκ ἐρῶν γάρ, ὡς ἐγὼ
335.2
τότʼ ὠιόμην, ἔσπευδεν, ἀλλὰ τὴν ἐμὴν
335.3
Ἑλένην φυγεῖν βουλόμενος ἔνδοθέν ποτε· αὕτη γάρ ἐστιν αἰτία τοῦ γεγονότος·
335.4
παρέλαβεν αὐτόν που μεθύοντα δηλαδή,
340.1
οὐκ ὄντʼ ἐν ἑαυτοῦ· πολλὰ δʼ ἐξεργάζεται
340.2
ἀνόητʼ ἄκρατος καὶ νεότης, ὅταν λάβηι
340.3
τὸν συνεπιβουλεύσαντα τούτοις πλησίον.
340.4
οὐδενὶ τρόπωι γὰρ πιθανὸν εἶναί μοι δοκεῖ
340.5
τὸν εἰς ἅπαντας κόσμιον καὶ σώφρονα
345.1
τοὺς ἀλλοτρίους εἰς ἐμὲ τοιοῦτον γεγονέναι,
345.2
οὐδʼ εἰ δεκάκις ποητός ἐστι, μὴ γόνωι
345.3
ἐμὸς ὑός· οὐ γὰρ τοῦτο, τὸν τρόπον δʼ ὁρῶ.
345.4
χαμαιτύπη δʼ ἅνθρωπος, ὄλεθρος. ἀλλὰ τί;
345.5
οὐ γὰρ περιέσται. Δημέα, νῦν ἄνδρα χρὴ εἶναί ςʼ· ἐπιλαθοῦ τοῦ πόθου, πέπαυςʼ ἐρῶν,
345.6
καὶ τἀτύχημα μὲν τὸ γεγονὸς κρύφθʼ ὅσον
345.7
ἔνεστι διὰ τὸν ὑόν, ἐκ τῆς δʼ οἰκίας
345.8
ἐπὶ κεφαλὴν ἐς κόρακας ὦσον τὴν καλὴν
345.9
Σαμίαν. ἔχεις δὲ πρόφασιν ὅτι τὸ παιδίον
355.1
ἀνείλετʼ· ἐμφανίσηις γὰρ ἄλλο μηδὲ ἕν,
355.2
δακὼν δʼ ἀνάσχου, καρτέρησον εὐγενῶς.
355.3
(Μα) ἀλλʼ ἆρα πρόσθε τῶν θυρῶν ἐστʼ ἐνθάδε;
355.4
παῖ, Παρμένων. ἅνθρωπος ἀποδέδρακέ με,
355.5
ἀλλʼ οὐδὲ μικρὸν συλλαβών.
360.1
(Μα) Ἡράκλεις. τί τοῦτο, παῖ;
360.2
μαινόμενος εἰσδεδράμηκεν εἴσω τις γέρων·
360.3
ἢ τί τὸ κακόν ποτʼ ἐστί; τί δέ μοι τοῦτο, παῖ;
360.4
νὴ τὸν Ποσειδῶ, μαίνεθʼ, ὡς ἐμοὶ δοκεῖ·
360.5
κέκραγε γοῦν παμμέγεθες. ἀστεῖον πάνυ
365.1
εἰ τὰς λοπάδας ἐν τῶι μέσωι μου κειμένας ὄστρακα ποήσαι πάνθʼ ὅμοια. τὴν θύραν
365.2
πέπληχεν. ἐξώλης ἀπόλοιο, Παρμένων,
365.3
κομίσας με δεῦρο. μικρὸν ὑπαποστήσομαι.
365.4
(Δη) οὔκουν ἀκούεις; ἄπιθι.
370.2
ἐλεινὸν ἀμέλει τὸ δάκρυον. παύσω ςʼ ἐγώ,
372.1
(Δη) οὐδέν. ἀλλʼ ἔχεις
372.2
τὸ παιδίον, τὴν γραῦν· ἀποφθείρου ποτέ.
372.3
(Χρ) ὅτι τοῦτʼ ἀνειλόμην;
375.1
Μα τοιοῦτʼ ἦν τι τὸ κακόν· μανθάνω.
375.2
(Δη) τρυφᾶν γὰρ οὐκ ἠπίστασο.
376.2
τί δʼ ἐσθʼ ὃ λέγεις;
377.1
(Δη) καίτοι πρὸς ἔμʼ ἦλθες ἐνθάδε
377.2
ἐν σινδονίτηι, Χρυσί—μανθάνεις; —πάνυ
379·2
(Δη) τότʼ ἦν ἐγώ σοι πάνθʼ, ὅτε
380.2
ἔχεις τὰ σαυτῆς πάντα· προστίθημί σοι
380.3
ἐγὼ θεραπαίνας, Χρυσί. ἐκ τῆς οἰκίας ἄπιθι.
383.1
Μα τὸ πρᾶγμʼ ὀργή τις ἐστί· προσιτέον.
385.1
(Δη) ἑτέρα γὰρ ἀγαπήσει τὰ παρʼ ἐμοί, Χρυσί· νὴ
385.2
καὶ τοῖς θεοῖς θύσει.
386.2
ὑὸν πεπόησαι· πάντʼ ἔχεις.
388.1
(Δη) κατάξω τὴν κεφαλὴν ἄνθρωπέ σου
(Μα) νὴ δικαίως γʼ· ἀλλʼ ἰδού,
390.1
(Δη) τὸ μέγα πρᾶγμʼ. ἐν τῆι πόλει
390.2
ὄψει σεαυτὴν νῦν ἀκριβῶς ἥτις εἶ.
390.3
οὐ κατά σε, Χρυσί, πραττόμεναι δραχμὰς δέκα
390.4
μόνας ἕτεραι τρέχουσιν ἐπὶ τὰ δεῖπνα καὶ
390.5
πίνουςʼ ἄκρατον ἄχρι ἂν ἀποθάνωσιν, ἢ
395.1
πεινῶσιν ἂν μὴ τοῦθʼ ἑτοίμως καὶ ταχὺ
395.2
ποῶσιν. εἴσει δʼ οὐδενὸς τοῦτʼ, οἶδʼ ὅτι,
395.3
ἧττον σύ, καὶ γνώσει τίς οὖςʼ ἡμάρτανες.
398.1
(Χρ) τάλαινʼ ἔγωγε τῆς ἐμῆς τύχης.
398.2
Νι τουτὶ τὸ πρόβατον τοῖς θεοῖς μὲν τὰ νόμιμα ἅπαντα ποιήσει θυθὲν καὶ ταῖς θεαῖς.
398.3
αἷμα γὰρ ἔχει, χολὴν ἱκανήν, ὀστᾶ καλά, σπλῆνα μέγαν, ὧν χρεία ʼστι τοῖς Ὀλυμπίοις.
398.4
πέμψω δὲ γεύσασθαι κατακόψας τοῖς φίλοις
398.5
τὸ κώιδιον· λοιπὸν γάρ ἐστι τοῦτό μοι.
405.1
ἀλλʼ, Ἡράκλεις, τί τοῦτο; πρόσθε τῶν θυρῶν
405.2
ἕστηκε Χρυσὶς ἥδε κλάουςʼ· οὐ μὲν οὖν
405.3
ἄλλη. τί ποτε τὸ γεγονός;
407.2
ὁ φίλος ὁ χρηστός σου. τί γὰρ ἄλλο;
409·3
(Χρ) διὰ τὸ παιδίον.
410.1
(Νι) ἤκουσα καὐτὸς τῶν γυναικῶν ὅτι τρέφεις
410.2
ἀνελομένη παιδάριον. ἐμβροντησία.
410.3
ἀλλʼ ἔστʼ ἐκεῖνος ἡδύς. οὐκ ὠργίζετο
410.4
εὐθύς; διαλιπὼν δʼ; ἀρτίως;
413.2
εἰς τοὺς γάμους μοι τἆνδον εὐτρεπῆ ποεῖν
415.1
μεταξύ μʼ ὥσπερ ἐμμανὴς ἐπεισπεσὼν
416.2
ὁ Πόντος οὐχ ὑγιεινόν ἐστι χωρίον.
416.3
πρὸς τὴν γυναῖκα δεῦρʼ ἀκολούθει τὴν ἐμήν.
416.4
θάρρει· τί βούλει; παύσεθʼ οὗτος ἀπομανεὶς
420
ὅταν λογισμὸν ὧν ποεῖ νυνὶ λάβηι.
420.2
Νι παρατενεῖς, γύναι. βαδίζω νῦν ἐκείνωι προσβαλῶν. οὐδʼ ἂν ἐπὶ πολλῶι γενέσθαι τὸ γεγονός, μὰ τοὺς θεούς,
420.3
πρᾶγμʼ ἐδεξάμην. μεταξὺ τῶν γάμων ποουμένων
420.4
συμβέβηκʼ οἰωνὸς ἡμῖν ἄτοπος· ἐκβεβλημένη
425.1
εἰσελήλυθεν πρὸς ἡμᾶς παιδάριον ἔχουσά τις·
425.2
δάκρυα γίνεθʼ, αἱ γυναῖκες τεθορύβηνται. Δημέας
425.3
σκατοφαγεῖ. νὴ τὸν Ποσειδῶ καὶ θεούς, οἰμώξεται
428.1
Μο οὐ μὴ δύηι ποθʼ ἥλιος. τί δεῖ λέγειν;
428.2
ἐπιλέλησθʼ ἡ νὺξ ἑαυτῆς. ὢ μακρᾶς δείλης. τρίτον
430
λούσομʼ ἐλθών· τί γὰρ ἔχοιμʼ ἂν ἄλλο ποιεῖν;
431.1
(Μο) νῦν ποοῦμεν τοὺς γάμους; ὁ Παρμένων
431.2
εἶπεν ἐν ἀγορᾶι περιτυχὼν ἄρτι μοι. τί κωλύει
431.3
μετιέναι τὴν παῖδά μʼ ἤδη;
433.1
(Νι) τἀνθάδʼ ἀγνοῶν πάρει;
(Νι) ποῖʼ; ἀηδία τις συμβέβηκεν ἔκτοπος.
435
(Μο) Ἡράκλεις· τίς; οὐ γὰρ εἰδὼς ἔρχομαι.
435.2
ἐξελήλακʼ ἔνδοθέν σου, φίλταθʼ, ὁ πατὴρ ἀρτίως.
437.1
(Νι) διὰ τὸ παιδίον.
437.2
(Μο) εἶτα ποῦ ʼστι νῦν;
438.2
πρᾶγμα καὶ θαυμαστόν.
(Νι) εἴ σοι δεινὸν εἶναι φαίνεται—
440.1
Δη ἂν λάβω ξύλον, ποήσω τὰ δάκρυʼ ὑμῶν ταῦτʼ ἐγὼ
440.2
ἐκκεκόφθαι. τίς ὁ φλύαρος; οὐ διακονήσετε
440.3
τῶι μαγείρωι; πάνυ γάρ ἐστιν ἄξιον, νὴ τὸν Δία,
440.4
ἐπιδακρῦσαι· μέγα γὰρ ὑμῖν ὤιχετʼ ἐκ τῆς οἰκίας ἀγαθόν· αὐτὰ τἆργα δηλοῖ. χαῖρʼ, Ἄπολλον φίλτατε,
445.1
ἐπʼ ἀγαθῆι τύχηι τε πᾶσι τοὺς γάμους 〈οὓσ〉 μέλλομεν
445.2
〈νῦν〉 ποεῖν ἡμῖν γενέσθαι δὸς σύ· μέλλω γὰρ ποεῖν
445.3
τοὺς γάμους, ἄνδρες, καταπιὼν τὴν χολήν· τήρ[ει δὲ σύ,
445.4
δέσποτʼ, αὐτὸς ἵνα γένωμαι μὴ ʼπίδηλος μηδ[ενί,
445.5
ἀλλὰ τὸν ὑμέναιον ἄιδειν εἰσανάγκασόν με σύ. [ ο]ὐκ ἄριστʼ ἐγὼ 〈〉 ὡς ἔχω νῦν. ἀλλὰ τί;
451.1
(Νι) σὺ πρότερος, Μοσχίων, πρόσελθέ μου.
451.2
(Μο) εἶἑν· ὦ π]άτερ, τί ποιεῖς ταῦτα;
452.2
(Μο) ποῖʼ, ἐρωτ]ᾶις; διὰ τί Χρυσὶς οἴχετʼ ἀπιοῦςʼ, εἰπέ μοι.
452.3
(Δη) [……] πρεσβεύεταί τις πρός με· δεινόν. —οὐχὶ σόν,
455.1
μὰ τὸν Ἀπόλλω, τοὖργον ἐστὶν ἀλλὰ παντελ[ῶς ἐμόν·
455.2
τίς ὁ φλύ]αρος; —δεινὸν ἤδη· συναδικεῖ μʼ οὗτος.
456.2
(Δη) περιφα]νῶς· τί γὰρ προσέρχεθʼ ὑπὲρ ἐκείνης; ἀσ[μένωι
456.3
χρῆν γὰρ αὐτῶι τοῦτο δήπου γε[γονέναι.
458.1
[Μο] τί τ]οὺς φίλους
458.2
προσδοκᾶις ἐρεῖν πυθομένους;
460.1
(Μο) ἀγεννὲς ἂν ποιοίην ἐπιτρέπων.
460.2
(Δη) ἀλλὰ κωλύσεις με;
461·2
(Δη) τοῦθʼ, ὁρᾶ[θʼ, ὑ]περβολή· τοῦτο τῶν δεινῶν ἐκείνων δεινότερον.
462.2
ἐπιτρέπειν ὀργῆι προσήκει.
463.1
Νι Δημέα, καλῶς λέγει.
463.2
Μο ἀποτρέχειν αὐτῆι φράσον δεῦρʼ εἰσιών, Νικήρατε.
465.1
(Δη) Μοσχίων, ἔα μʼ, ἔα με, Μοσχίων· τρίτον λέγω
465.2
τουτογί· πάντʼ οἶδα.
466.1
(Δη) μή μοι διαλέγου.
466.2
(Μο) ἀλλʼ ἀνάγκη, πάτερ.
467.1
(Δη) ἀνάγκη; τῶν ἐμῶν οὐ κύριος
(Μο) ταύτην ἐμοὶ δὸς τὴν χάριν.
468.2
οἷον ἀξιοῖς μʼ ἀπελθεῖν αὐτὸν ἐκ τῆς οἰκίας
470.1
καταλιπόνθʼ ὑμᾶς δύʼ ὄντας. τοὺς γάμους ἔα ποεῖν,
470.2
τοὺς γάμους ἔα με ποιεῖν, ἂν ἔχηις νοῦν.
471.2
βούλομαι δὲ συμπαρεῖναι Χρυσίδʼ 〈ἡμῖν.〉
472.2
(Μο) ἕνεκα σοῦ σπεύδω μάλιστα τοῦτο.
473.1
(Δη) ταῦτʼ οὐ γνώριμα,
473.2
οὐ σαφῆ; μαρτύρομαί σε, Λοξία, συνόμνυται
475.1
τοῖς ἐμοῖς ἐχθροῖς τις. οἴμοι· καὶ διαρραγήσομαι.
476.2
(Δη) ἀλλʼ ἐγώ. τὸ παιδίον σόν ἐστιν, οἶδʼ, ἀκήκοα
476.3
τοῦ συνειδότος τὰ κρυπτὰ Παρμένοντος· ὥστε μὴ
(Μο) ἔπειτά ςʼ ἀδικεῖ Χρυσίς, εἰ τοῦτʼ ἔστʼ ἐμόν;
480·2
(Μο) τί γὰρ ἐκείνη γέγονεν αἰτία;
481.1
(Δη) ὅ τι βοῶ, κάθαρμα σύ;
481.2
τοῦτʼ ἐρωτᾶις; εἰς σεαυτὸν ἀναδέχει τὴν αἰτίαν,
481.3
εἰπέ μοι; καὶ τοῦτο τολμᾶις ἐμβλέπων ἐμοὶ λέγειν;
481.4
παντελῶς οὕτως ἀπεγνωκώς με τυγχάνεις;
485·2
(Δη) “διὰ τί” φήις; ἐρωτᾶν δʼ ἀξιοῖς;
485.2
ἐστιν οὐ πάνδεινον, ἀλλὰ μυρίοι δήπου, πάτερ,
487.1
(Δη) ὦ Ζεῦ, τοῦ θράσους. ἐναντίον
487.2
δή ςʼ ἐρωτῶ τῶν παρόντων· ἐκ τίνος τὸ παιδίον
487.3
ἐστί σοι; Νικηράτωι τοῦτʼ εἶπον, εἰ μή σοι δοκεῖ
490.1
(Μο) νὴ Δίʼ, ἀλλὰ δεινὸν οὕτω γίγνεται
490.2
τοῦτο πρὸς τοῦτον λέγειν με· χαλεπανεῖ γὰρ πυθόμενος.
490.3
Νι ὦ κάκιστʼ ἀνδρῶν ἁπάντων· ὑπονοεῖν γὰρ ἄρχομαι
490.4
τὴν τύχην καὶ τἀσέβημα τὸ γεγονὸς μόλις ποτέ.
490.5
Μο τέλος ἔχω τοίνυν ἐγώ.
Δη νῦν αἰσθάνει, Νικήρατε;
495.1
(Νι) οὐ γάρ; ὢ πάνδεινον ἔργον· ὢ τὰ Τηρέως λέχη
495.2
Οἰδίπου τε καὶ Θυέστου καὶ τὰ τῶν ἄλλων, ὅσα
495.3
γεγονόθʼ ἡμῖν ἐστʼ ἀκοῦσαι, μικρὰ ποιήσας—
497.2
(Νι) τοῦτʼ ἐτόλμησας σὺ πρᾶξαι, τοῦτʼ ἔτλης; Ἀμύντορος
497.3
νῦν ἐχρῆν ὀργὴν λαβεῖν σε, Δημέα, καὶ τουτονὶ ἐκτυφλῶσαι. (Δη) διά σε τούτωι γέγονε πάντα καταφανῆ.
497.4
(Νι) τίνος ἀπόσχοιʼ ἂν σύ; ποῖον οὐκ ἂν [
497.5
εἶτʼ ἐγώ σοι δῶ γυναῖκα τὴν ἐμαυτ[οῦ θυγατέρα;
497.6
πρότερον—εἰς κόλπον δέ φασι· τὴν Ἀδ[ράστειαν σέβω—
497.7
ἐπὶ Διομνήστωι γενοίμην νυμφίωι [
505
ὁμολογουμένην ἀτυχίαν.
505.2
ἠδικημένος κατεῖχον.
506.1
(Νι) ἀνδράποδ[ον εἶ, Δημέα.
506.2
εἰ γὰρ ἐμὸν ἤι[σχυνε λέ]κτρον, οὐκ ἂν εἰς ἄλλον ποτὲ
506.3
ὕβριςʼ οὐδʼ ἡ συγ[κλ]ιθεῖσα· παλλακὴν δʼ ἂν αὔριον
506.4
πρῶτος ἀνθρώπων ἐπώλουν, συναποκηρύττων ἅμα
510.1
ὑόν, ὥστε μηθὲν εἶναι μήτε κουρεῖον κενόν,
510.2
μὴ στοάν, καθημένους δὲ πάντας ἐξ ἑωθινοῦ
510.3
περὶ ἐμοῦ λαλεῖν λέγοντας ὡς ἀνὴρ Νικήρατος
510.4
γέγονʼ ἐπεξελθὼν δικαίως τῶι φόνωι.
513.2
(Νι) φόνον ἐγὼ κρίνω τὰ τοιαῦθʼ ὅστις ἐπαναστὰς ποεῖ.
515.1
Μο αὖός εἰμι καὶ πέπηγα τῶι κακῶι, νὴ τοὺς θεούς.
515.2
(Νι) ἀλλʼ ἐγὼ πρὸς τοῖσιν ἄλλοις τὴν τὰ δείνʼ εἰργασμένην
515.3
εἰσεδεξάμην μελάθροις τοῖς ἐμοῖς.
517.2
ἔκβαλʼ, ἱκετεύω· συναδικοῦ γνησίως ὡς ἂν φίλος.
517.3
(Νι) ὃς διαρραγήσομʼ 〈ἐπ〉ιδών. ἐμβλέπεις μοι, βάρβαρε,
520
Θρᾶιξ ἀληθῶς; οὐ παρήσεις;
520.1
Μο πάτερ ἄκουσον, πρὸς θεῶν.
520.2
(Δη) οὐκ ἀκούσομʼ οὐθέν.
521.1
(Μο) οὐδʼ εἰ μηδὲν ὧν σὺ προσδοκᾶις
521.2
γέγονεν; ἄρτι γὰρ τὸ πρᾶγμα κατανοῶ.
522.2
(Μο) οὐχὶ Χρυσίς ἐστι μήτηρ οὗ τρέφει νῦν παιδίου,
522.3
ἀλλʼ ἐμοὶ χαρίζεται τοῦθʼ ὁμολογοῦςʼ αὑτῆς.
525.1
(Δη) διὰ τί δὲ τοῦτό σοι χαρίζεται;
525.2
(Μο) οὐχ ἑκὼν λέγω μέν, ἀλλὰ μείζονʼ αἰτίαν φυγὼν
525.3
λαμβάνω μικράν, ἐὰν σὺ τὸ γεγονὸς πύθηι σαφῶς.
525.4
(Δη) ἀλλʼ ἀποκτενεῖς πρὶν εἰπεῖν.
528.1
(Μο) ἔστι τῆς Νικηράτου
528.2
θυγατρός, ἐξ ἐμοῦ. λαθεῖν δὲ τοῦτʼ ἐβουλόμην ἐγώ.
530·2
(Μο) ὥσπερ πέπρακται.
530.1
(Δη) μή με βουκολεῖς ὅρα.
530.2
(Μο) οὗ λαβεῖν ἔλεγχόν ἐστι; καὶ τί κερδανῶ πλέον;
530.3
(Δη) οὐθέν. ἀλλὰ τὴν θύραν τις—
532.1
Νι ὦ τάλας ἐγώ, τάλας·
532.2
οἷον εἰσιδὼν θέαμα διὰ θυρῶν ἐπείγομαι
532.3
ἐμμανὴς ἀπροσδοκήτωι καρδίαν πληγεὶς ἄχει.
535.1
(Νι) τὴν θυγατέρʼ 〈ἄρτι〉 τὴν ἐμὴν τῶι παιδίωι
535.2
τιτθίον διδοῦσαν ἔνδον κατέλαβον.
537.1
(Δη) οὐδὲν ἀδικεῖς Μοσχίων 〈μʼ〉· ἐγὼ δέ σε
538.1
(Νι) πρός σε, Δημέα, πορεύομαι.
539·2
(Μο) τουτονὶ τέθνηχʼ ὁρῶν.
540
(Δη) τί τὸ πάθος δʼ ἐστίν;
540.1
Νι διδοῦσαν τιτθίον τῶι παιδίωι
540.2
ἀρτίως ἔνδον κατέλαβον τὴν ἐμαυτοῦ θυγατέρα.
(Νι) οὐκ ἔπαιζεν. ὡς γὰρ εἰσιόντα με εἶδεν, ἐξαίφνης κατέπεσεν.
543.1
(Δη) τυχὸν ἴσως ἔδοξε [γάρ—
543.2
(Νι) παρατενεῖς “τυχὸν” λέγων μοι πάντα.
545.1
(Δη) ἄπιστον πρᾶγμά μοι δοκεῖς λέγειν.
545.2
(Νι) ἀλλὰ μὴν εἶδον.
546.1
(Νι) οὗτος οὐκ ἔστιν λόγος.
547.1
(Δη) τὸ δεῖνα· μικρόν, ὦ τᾶν—οἴχεται.
547.2
πάντα πράγματʼ ἀνατέτραπται, τέλος ἔχει. νὴ τὸν Δία,
547.3
οὑτοσὶ τὸ πρᾶγμʼ ἀκούσας χαλεπανεῖ, κεκράξεται· τραχὺς ἅνθρωπος, σκατοφάγος, αὐθέκαστος τῶι τρόπωι.
547.4
ἐμὲ γὰρ ὑπονοεῖν τοιαῦτα τὸν μιαρὸν ἐχρῆν, ἐμέ.
547.5
νὴ τὸν Ἥφαιστον, δικαίως ἀποθάνοιμʼ ἄν. Ἡράκλεις,
547.6
ἡλίκον κέκραγε. τοῦτʼ ἦν· πῦρ βοᾶι· τὸ παιδίον
547.7
φησὶν ἐμπρήσειν ἀπειλῶν. ὑιδοῦν ὀπτώμενον
555.1
ὄψομαι. πάλιν πέπληχε τὴν θύραν. στρόβιλος ἢ
555.2
σκηπτὸς ἅνθρωπός τις ἐστί.
556.1
Νι Δημέα, συνίσταται
556.2
ἐπʼ ἐμὲ καὶ πάνδεινα ποιεῖ πράγμαθʼ ἡ Χρυσίς.
557.2
(Νι) τὴν γυναῖκά μου πέπεικε μηθὲν ὁμολογεῖν ὅλως
557.3
μηδὲ τὴν κόρην, ἔχει δὲ πρὸς βίαν τὸ παιδίον
560.1
οὐ προήσεσθαί τε φησίν· ὥστε μὴ θαύμαζʼ, ἐὰν
560.2
αὐτόχειρ αὐτῆς γένωμαι.
561.1
Δη τῆς γυναικὸς αὐτόχειρ;
561.2
(Νι) πάντα γὰρ σύνοιδεν αὕτη.
(Δη) μηδαμῶς, Νικήρατε. (Νι) σοὶ δʼ ἐβουλόμην προειπεῖν.
563.1
(Δη) οὑτοσὶ μελαγχολᾶι.
563.2
εἰσπεπήδηκεν. τί τούτοις τοῖς κακοῖς τις χρήσεται;
565.1
οὐδεπώποτʼ εἰς τοιαύτην ἐμπεσών, μὰ τοὺς θεούς,
565.2
οἶδα ταραχήν. ἔστι μέντοι τὸ γεγονὸς φράσαι σαφῶς
565.3
πολὺ κράτιστον. ἀλλʼ, Ἄπολλον, ἡ θύρα πάλιν ψοφεῖ.
565.4
Χρ ὦ τάλαινʼ ἐγώ, τί δράσω; ποῖ φύγω; τὸ παιδίον
570
Νι ποῖ σύ, ποῖ φεύγεις;
570.1
(Δη) Ἄπολλον, μονομαχήσω τήμερον,
570.2
ὡς ἔοικʼ, ἐγώ. τί βούλει; τίνα διώκεις;
571.2
ἐκποδὼν ἄπελθʼ· ἔα με γενόμενον τοῦ παιδίου
571.3
ἐγκρατῆ τὸ πρᾶγμʼ ἀκοῦσαι τῶν γυναικῶν.
573.2
(Νι) ἀλλὰ τυπτήσεις με;
(Δη) ἔγωγε. —θᾶττον εἰσφθάρηθι σύ.
575
(Νι) ἀλλὰ μὴν κἀγώ σε.
575.1
(Δη) φεῦγε, Χρυσί· κρείττων ἐστί μου.
575.2
(Νι) πρότερος ἅπτει μου σὺ νυνί· ταῦτʼ ἐγὼ μαρτύρομαι.
575.3
Δη σὺ δʼ ἐπʼ ἐλευθέραν γυναῖκα λαμβάνεις βακτηρίαν
579·2
(Νι) ἀλλʼ οὐκ ἔστι σόν.
580.1
(Νι) τὴν γυναῖκʼ ἀποκτενῶ
580.2
εἰσιών· τί γὰρ ποήσω;
581.1
(Δη) τοῦτο μοχθηρὸν πάλιν.
581.2
οὐκ ἐάσω. ποῖ σύ; μένε δή.
582.1
(Νι) μὴ πρόσαγε τὴν χεῖρά μοι.
582.2
(Δη) κάτεχε δὴ σεαυτόν.
583.1
(Νι) ἀδικεῖς Δημέα με, δῆλος εἶ,
583.2
καὶ τὸ πρᾶγμα πᾶν σύνοισθα.
(Δη) τοιγαροῦν ἐμοῦ πυθοῦ,
585
τῆι γυναικὶ μὴ ʼνοχλήσας μηδέν.
585.1
(Νι) ἆρʼ ὁ σός με παῖς
586.1
(Δη) φλυαρεῖς· λήψεται μὲν τὴν κόρην,
586.2
ἔστι δʼ οὐ τοιοῦτον. ἀλλὰ περιπάτησον ἐνθαδὶ
588.1
(Δη) καὶ σεαυτόν γʼ ἀνάλαβε.
588.2
οὐκ ἀκήκοας λεγόντων, εἰπέ μοι, Νικήρατε,
590.1
τῶν τραγωιδῶν ὡς γενόμενος χρυσὸς ὁ Ζεὺς ἐρρύη
590.2
διὰ τέγους καθειργμένην τε παῖδʼ ἐμοίχευσέν ποτε;
590.3
(Νι) εἶτα δὴ τί τοῦτο;
592.1
(Δη) ἴσως δεῖ πάντα προσδοκᾶν; σκόπει,
592.2
τοῦ τέγους εἴ σοι μέρος τι ῥεῖ.
593.1
(Νι) τὸ πλεῖστον. ἀλλὰ τί
593.2
τοῦτο πρὸς ἐκεῖνʼ ἐστί;
(Δη) τότε μὲν γίνεθʼ ὁ Ζεὺς χρυσίον,
595.1
τότε δʼ ὕδωρ. ὁρᾶις· ἐκείνου τοὖργον ἐστίν. ὡς ταχὺ
596.1
(Δη) μὰ τὸν Ἀπόλλω, ʼγὼ μὲν οὔ.
596.2
ἀλλὰ χείρων οὐδὲ μικρὸν Ἀκρισίου δήπουθεν εἶ· εἰ δʼ ἐκείνην ἠξίωσε, τήν γε σήν—
598.2
Μοσχίων ἐσκεύακέν με.
599.1
(Δη) λήψεται μέν, μὴ φοβοῦ τοῦτο· θεῖον δʼ ἐστʼ, ἀκριβῶς ἴσθι, τὸ γεγενημένον.
599.2
μυρίους εἰπεῖν ἔχω σοι περιπατοῦντας ἐν μέσωι
599.3
ὄντας ἐκ θεῶν· σὺ δʼ οἴει δεινὸν εἶναι τὸ γεγονός.
599.4
Χαιρεφῶν πρώτιστος οὗτος, ὃν τρέφουςʼ ἀσύμβολον,
599.5
οὐ θεός σοι φαίνετʼ εἶναι;
(Νι) φαίνεται· τί γὰρ πάθω;
605
οὐ μαχοῦμαί σοι διὰ κενῆς.
605.1
(Δη) νοῦν ἔχεις, Νικήρατε.
605.2
Ἀνδροκλῆς ἔτη τοσαῦτα ζῆι, τρέχει, πηδᾶι, πολὺ
605.3
πράττεται· μέλας περιπατεῖ· λευκὸς οὐκ ἂν ἀποθάνοι,
605.4
οὐδʼ ἂν εἰ σφάττοι τις αὐτόν. οὗτός ἐστιν—οὐ θεός;
605.5
ἀλλὰ ταῦτʼ εὔχου γενέσθαι συμφέροντα, θυμία,
610.1
[……..τὴ]ν κόρην μέτεισιν οὑμὸς ὑὸς αὐτίκα.
610.2
〈Νι〉 ἐξ ἀνάγκης ἐστὶ ταῦ[τ]α πομ[…]. μ[.]ι
611.2
(Νι) εἰ δʼ ἐλήφθη τότε—
612.1
(Δη) πέπαυσο· μὴ παροξύνου· πόει
613·2
(Δη) τὰ παρʼ ἐμοὶ δʼ ἐγώ.
613.2
(Δη) κομψὸς εἶ. —χάριν δὲ πολλὴν πᾶσι τοῖς θεοῖς ἔχω
615
οὐθὲν εὑρηκὼς ἀληθὲς ὧν τότʼ ὤιμην γεγονέναι.
615.2
Μο ἐγὼ τότε μὲν ἧς εἶχον αἰτίας μάτην
615.3
ἐλεύθερος γενόμενος ἠγάπησα καὶ
615.4
τοῦθʼ ἱκανὸν εὐτύχημʼ ἐμαυτῶι γεγονέναι
615.5
ὑπέλαβον· ὡς δὲ μᾶλλον ἔννους γίνομαι
620.1
καὶ λαμβάνω λογισμόν, ἐξέστηκα νῦν
620.2
τελέως ἐμαυτοῦ καὶ παρώξυμμαι σφόδρα
620.3
ἐφʼ οἷς μʼ ὁ πατὴρ ὑπέλαβεν ἡμαρτηκέναι.
620.4
εἰ μὲν καλῶς οὖν εἶχε τὰ περὶ τὴν κόρην
620.5
καὶ μὴ τοσαῦτʼ ἦν ἐμποδών, ὅρκος, πόθος,
625.1
χρόνος, συνήθειʼ, οἷς ἐδουλούμην ἐγώ,
625.2
οὐκ ἂν παρόντα γʼ αὖτις ἠιτιάσατο
625.3
αὐτόν με τοιοῦτʼ οὐδέν, ἀλλʼ ἀποφθαρεὶς
625.4
ἐκ τῆς πόλεως ἂν ἐκποδὼν εἰς Βάκτρα ποι
625.5
ἢ Καρίαν διέτριβον αἰχμάζων ἐκεῖ·
630.1
νῦν δʼ οὐ ποήσω διὰ σέ, Πλαγγὼν φιλτάτη,
630.2
ἀνδρεῖον οὐθέν· οὐ γὰρ ἔξεστʼ οὐδʼ ἐᾶι
630.3
ὁ τῆς ἐμῆς νῦν κύριος γνώμης Ἔρως.
630.4
οὐ μὴν ταπεινῶς οὐδʼ ἀγεννῶς παντελῶς
630.5
παριδεῖν με δεῖ τοῦτʼ, ἀλλὰ τῶι λόγωι μόνον,
635.1
εἰ μηθὲν ἄλλʼ, αὐτὸν φοβῆσαι βούλομαι
635.2
φάσκων ἀπαίρειν. μᾶλλον εἰς τὰ λοιπὰ γὰρ
635.3
φυλάξεθʼ οὗτος μηθὲν εἴς μʼ ἀγνωμονεῖν,
635.4
ὅταν φέροντα μὴ παρέργως τοῦτʼ ἴδηι.
635.5
ἀλλʼ οὑτοσὶ γὰρ εἰς δέοντά μοι πάνυ
640.1
καιρὸν πάρεστιν ὃν μάλιστʼ ἐβουλόμην.
640.2
Πα νὴ τὸν Δία τὸν μέγιστον, ἀνόητόν τε καὶ
640.3
εὐκαταφρόνητον ἔργον εἴμʼ εἰργασμένος·
640.4
οὐθὲν ἀδικῶν ἔδεισα καὶ τὸν δεσπότην
640.5
ἔφυγον. τί δʼ ἦν τούτου πεποηκὼς ἄξιον;
645.1
καθʼ ἓν γὰρ οὑτωσὶ σαφῶς σκεψώμεθα.
645.2
ὁ τρόφιμος ἐξήμαρτεν εἰς ἐλευθέραν
645.3
κόρην· ἀδικεῖ δήπουθεν οὐδὲν Παρμένων.
645.4
ἐκύησεν αὕτη· Παρμένων οὐκ αἴτιος.
645.5
τὸ παιδάριον εἰσῆλθεν εἰς τὴν οἰκίαν τὴν ἡμετέραν· ἤνεγκʼ ἐκεῖνος, οὐκ ἐγώ.
645.6
τῶν ἔνδον ὡμολόγησε τοῦτό τις τεκεῖν·
645.7
τί Παρμένων ἐνταῦθα πεποίηκεν κακόν;
645.8
οὐθέν. τί οὖν οὕτως ἔφυγες, ἀβέλτερε
645.9
καὶ δειλότατε; γελοῖον. ἠπείληςʼ ἐμὲ
655.1
στίξειν· μεμάθηκας· διαφέρ[ει δʼ ἀ]λλʼ οὐδὲ γρῦ
655.2
ἀδίκως παθεῖν τοῦτʼ ἢ δικαίως, ἔστι δὲ
655.3
πάντα τρόπον οὐκ ἀστεῖον.
657.2
(Μο) ἀφεὶς ἃ φλυαρεῖς ταῦτα θᾶττον εἴσιθι
659·2
(Μο) χλαμύδα καὶ σπάθην τινὰ
660·2
(Πα) σπάθην ἐγώ σοι;
661.1
(Μο) βάδιζε καὶ σιωπῆι τοῦθʼ ὅ σοι
(Πα) μηδαμῶς· βαδίζω γάρ.
663.2
μέλλεις; —πρόσεισι νῦν ὁ πατήρ· δεήσεται
665.1
οὗτος καταμένειν δηλαδή. δεήσεται ἄλλως μέχρι τινός· δεῖ γάρ. εἶθʼ, ὅταν δοκῆι
665.2
πεισθήσομʼ αὐτῶι. πιθανὸν εἶναι δεῖ μόνον
665.3
ὃ μὰ τὸν Διόνυσον οὐ δύναμαι ποεῖν ἐγώ.
665.4
τοῦτʼ ἐστίν. ἐψόφηκε προϊὼν τὴν θύραν.
670.1
Πα ὑστερίζειν μοι δοκεῖς σὺ παντελῶς τῶν ἐνθάδε
670.2
πραγμάτων, εἰδώς τʼ ἀκριβῶς οὐθὲν οὔτʼ ἀκηκοὼς
670.3
διὰ κενῆς σαυτὸν ταράττεις εἰς ἀθυμίαν τʼ ἄγεις.
673.1
(Πα) ποῦσι γάρ σοι τοὺς γάμους· κεράννυται,
673.2
θυμιᾶτʼ, ἐνῆρκτʼ, ἀνῆπται θύμαθʼ Ἡφαίστου φλογί.
675
(Μο) οὗτος, οὐ φέρεις;
675.1
(Πα) σὲ γάρ, 〈σὲ〉 περιμένουςʼ οὗτοι πάλαι.
675.2
μετιέναι τὴν παῖδα μέλλεις; εὐτυχεῖς· οὐδὲν κακόν
675.3
ἐστί σοι. θάρρει· τί βούλει;
677.1
(Μο) νουθετήσεις μʼ, εἰπέ μοι,
(Πα) παῖ, τί ποιεῖς, Μοσχίων;
678.2
θᾶττον ἐξοίσεις ἅ φημι;
(Πα) διακέκομμαι τὸ στόμα.
680
(Μο) ἔτι λαλεῖς οὗτος;
680.1
(Πα) βαδίζω. νὴ Δίʼ ἐξεύρηκά γε
681·2
(Πα) ἄγουσι τοὺς γάμους ὄντως.
681.2
ἕτερον ἐξάγγελλέ μοι τι. —νῦν πρόσεισιν· ἂν δέ μου
681.3
μὴ δέητʼ, ἄνδρες, καταμένειν, ἀλλʼ ἀποργισθεὶς ἐᾶι
681.4
ἀπιέναι—τουτὶ γὰρ ἄρτι παρέλιπον—τί δεῖ ποεῖν;
685.1
ἀλλʼ ἴσως οὐκ ἂν ποήσαι τοῦτʼ. ἐὰν δέ; πάντα γὰρ
685.2
γίνεται· γελοῖος ἔσομαι, νὴ Δίʼ, ἀνακάμπτων πάλιν.
685.3
Πα ἤν· χλαμὺς πάρεστιν αὕτη καὶ σπάθη· ταυτὶ λαβέ.
685.4
(Μο) δεῦρο δός. τῶν ἔνδον οὐθείς ςʼ εἶδεν;
689·2
(Μο) τί λέγεις; ἀλλά ςʼ ὁ Ζεὺς ἀπολέσαι.
690
(Πα) πρόαγʼ ὅποι μέλλεις· φλυαρεῖς.
690.1
(Δη) εἶτα ποῦ ʼστιν, εἰπέ μοι;
691.1
(Δη) ἡ στολὴ τί βούλεται;
691.2
τί τὸ πάθος; μέλλεις ἀπαίρειν, εἰπέ μ[οι,
691.3
(Πα) ὡς ὁρᾶις, ἤδη βαδίζει κἀστὶν ἐν ὁδῶ[ι. νῦν δὲ χρὴ
691.4
κἀμὲ τοὺς ἔνδον προσειπεῖν· ἔρχο[μʼ ἤδη.
695.1
ὅτι μὲν ὀργίζει, φιλῶ σε, κοὐχ[
695.2
εἰ λελύπησαι γὰρ ἀδίκως αἰτίαν .[
695.3
ἀλλʼ ἐκεῖνʼ ὅμως θεώρει· τίνι πικρο[ ;
695.4
εἰμὶ γὰρ πατήρ· ε[…….]αλαβών σε παιδίον
695.5
ἐξέθρεψʼ· εἰ ς..[……]ς γέγονεν ἡδὺς τοῦ βίου, τοῦτόν εἰμʼ ὁ δοὺς [ἔγωγε], διʼ ὃν ἀνασχέσθαι ςʼ ἔδει
695.6
καὶ τὰ λυπήσαντα [παρʼ ἐ]μοῦ καὶ φέρειν τι τῶν ἐμῶν
695.7
ὡς ἂν ὑόν. οὐ δικαίως ἠιτιασάμην τί σε·
695.8
ἠγνόηςʼ, ἥμαρτον, ἐμάνην. ἀλλʼ ἐκεῖνο.[
695.9
εἴς γε τοὺς ἄλλους ἁμαρτὼν σοῦ πρόνοιαν ἡλίκη[ν
705.1
ἔσχον, 〈ἐν〉 ἐμαυτῶι τʼ ἐτήρουν τοῦθʼ ὃ δή ποτʼ ἠγνόουν· οὐχὶ τοῖς ἐχθροῖς ἔθηκα φανερὸν ἐπιχαίρειν· σὺ δὲ
705.2
τὴν ἐμὴν ἁμαρτίαν νῦν ἐκφέρεις καὶ μάρτυρας
705.3
ἐπʼ ἐμὲ τῆς ἐμῆς ἀνοίας λαμβάνεις· οὐκ ἀξιῶ,
705.4
Μοσχίων. μὴ μνημονεύσηις ἡμέραν μου τοῦ βίου
710.1
μίαν ἐν ἧι διεσφάλην τι, τῶν δὲ πρόσθεν ἐπιλάθηι.
710.2
πόλλʼ ἔχων λέγειν ἐάσω· καὶ γὰρ οὐ καλῶς ἔχει
710.3
πατρὶ μόλις πιθέσθʼ, ἀκριβῶς ἴσθι, τὸ δʼ ἑτοίμως καλόν.
710.4
Νι μὴ ʼνόχλει μοι· πάντα γέγονε· λουτρά, προτέλειʼ, οἱ γάμοι·
710.5
ὥστʼ ἐκεῖνος, ἄν ποτʼ ἔλθηι, τὴν κόρην ἄπειςʼ ἔχων.
715·2
Δη οὐκ οἶδʼ ἔγωγε, μὰ Δία.
715.1
(Νι) πῶς οὐκ οἶσθα σύ;
715.2
χλαμύς· ἀπαίρειν οὑτοσί που διανοεῖται.
716.2
(Νι) φησὶν οὗτος; τίς δʼ ἐάσει, μοιχὸν ὄντʼ εἰλημμένον,
716.3
ὁμολογοῦντʼ; ἤδη σε δήσω, μειράκιον, οὐκ εἰς μακράν.
716.4
(Μο) δῆσον, ἱκετεύω.
Νι φλυαρεῖς πρός μʼ ἔχων. οὐ καταβαλεῖς
720.1
(Δη) κατάβαλε, Μοσχίων, πρὸς τῶν θεῶν,
721.1
Μο ἀφείσθω· καταλελιπαρήκατε
(Νι) σοῦ δεόμενοι; δεῦρο δή.
722.1
(Μο) δήσεις μʼ ἴσως;
722.2
(Δη) μηδαμῶς. ἔξω κόμιζε δεῦρο τὴν νύμφην.
Μο εἰ τοῦτʼ ἐποίεις εὐθύς, οὐκ ἂν πράγματα
725
εἶχες, ὦ πάτερ, φιλοσοφῶν ἄρτι.
725.1
Νι πρόαγε δὴ σύ μοι. —
725.2
μαρτύρων ἐναντίον σοι τήνδʼ ἐγὼ δίδωμʼ ἔχειν
725.3
γνησίων παίδων ἐπʼ ἀρότωι, προῖκα τἀμὰ πάνθʼ ὅταν
725.4
ἀποθάνω γʼ, ὃ μὴ γένοιτʼ, ἀλλʼ 〈εἰσ〉αεὶ ζώιην.
(Δη) τὸ λοιπόν ἐστι λουτρὰ μετιέναι·
730.1
Χρυσί, πέμπε τὰς γυναῖκας, λουτροφόρον, αὐλητρίδα.
730.2
δεῦρο δʼ ἡμῖν ἐκδότω τις δᾶιδα καὶ στεφάνους, ἵνα
(?Μο) πάρεστιν ὅδε φέρων.
732.2
κρᾶτα καὶ κόσμει σεαυτόν.
733.2
μειράκια, γέροντες, ἄνδρες, πάντες εὐρώστως ἅμα
735.1
πεμψ[α]τʼ εὐνοίας προφήτην Βακχίωι φίλον κρότον.
735.2
ἡ δὲ καλλίστων ἀγώνων πάρεδρος ἄφθιτος θεὰ εὐμενὴς ἕποιτο Νίκη τοῖς ἐμοῖς ἀεὶ χοροῖς.