Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Menecles of Barca: Fragments

Library › Greek: History › Fragments

These are the fragments of Menecles of Barca, a Greek historian of the second century BC from Barca in Cyrenaica. His works are lost and survive only in quotations. The Libyka discussed the foundation of Cyrene, including why Battus went to Delphi, and Queen Pheretime. Other fragments come from a Synagoge (Collection), from the Glossokomon, and from a work On Athens, cited as by Menecles or Callicrates, on the Kerameikos, the harbours of Piraeus, the Herms and the Parthenon.

Menecles was cited by scholiasts, lexicographers and Athenaeus. Athenaeus cites him, with Andron of Alexandria, for the claim that the Alexandrians taught all the Greeks and barbarians when learning had declined in the troubled times of Alexander's successors, before a renewal under Ptolemy VIII. The fragments are valuable for Cyrenaean tradition, for Athenian topography and for the intellectual history of the Hellenistic world.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FGrHist 270). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
Fragments
Menecles of Barca · every word parsed
t1a-1b
ΛΙΒΥΚΑ. Schol.
1a
Pindari Pyth. IV, 10: Περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. Οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς φασιν αὐτὸν ἐλθεῖν, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τὸν (Herodot. IV, 155), Βάττʼ ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. Οἱ δὲ στάσεως περιπεσούσης πολιτικῆς. Ὁ Μενεκλῆς γοῦν πιθανωτέραν δοκεῖν φησι τὴν στάσεως αἰτίαν, μυθικωτέραν δὲ τὴν ἐπὶ τῆς φωνῆς. Φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι. Ἀποδημήσας δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται περὶ τῆς εἰς τὴν πατρίδα ἐπαναστροφῆς ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται· τὸν δὲ θεὸν χρῆσαι· Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. Ἔρχεο, λεῖφʼ ἁλίαν χώραν· ἤπειρος ἀμείνων· Ἠῷος πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. Στερρὴν γῆν ὁσίως, ἣν μίσει πολλὴν ἀθεμίστως. οἷά τʼ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει. Anonym. [20]
1b
De mulier. bello claris c. 10: Φερετίμη, γυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς αἴγυπτον ἀπέστειλεν. Ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. Λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρήσασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας. ΠΕΡΙ ΑΘΗΝΩΝ. [10]
3a
Schol. Arist. Avv. 395: Οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω· «Καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμεικός. Ἔστι γὰρ ὁ αὐτὸς δῆμος. Βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. [Εἰσὶ δὲ οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες (ταφθέντες?), οἳ ἐν αὐτῇ τῇ χώρᾳ ὑπὲρ τῆς πόλεως τετελευτήκασιν.] Ἔχουσι δὲ αἱ στῆλαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.» Suidas: Κεραμεικὸς, τόπος Ἀθήνησιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηναίων συγγράμμασί φασιν οὕτως· «Ἔστι δὲ καὶ δῆμος Κεραμεικός· εἰσὶ δὲ ἔνθεν καὶ ἔνθεν στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις, ἔχουσαι ἐπιγραφὰς, ποῦ ἕκαστος ἀπέθανεν. [5]
3b
» Harpocratio: Κεραμεικός .
3c
.. ὅτι βʹ εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ (Ἀντιφῶν) φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν. Schol. [5]
Arist. Pac. 145: … Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν γράφων οὕτως· «Ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς. Εἷς μέν ἐστι ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ᾧ τὰ νεώρια ἑξήκοντα, εἶτα Ἀφροδίσιον, εἶτα * κύκλῳ τοῦ λιμένος στοαὶ πέντε.» Harpocratio: Ἑρμαῖ. [5]
5
Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν γράφει τουτί· «Ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. Ἐφʼ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις· Ἀντʼ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.» Harpocratio: Ἑκατόμπεδον . [5]
.. Ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν. ΣΥΝΑΓΩΓΗ. ## E LIBRO PRIMO. Athenaeus IX: Μενεκλῆς δʼ ἐν τῇ πρώτῃ τῆς Συναγωγῆς «Οἱ Πυγμαῖοι (φησὶ) τοῖς πέρδιξι καὶ τοῖς γεράνοις πολεμοῦσι.
» ΓΛΩΣΣΟΚΟΜΟΝ.
7a (t)
Suidas: Διακόνιο ν . Οἱ μὲν τὴν τοῦ πλακοῦντος κρηπῖδα. Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· «Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην Εἰρεσιώνην ὅταν ποιῶσι, πλάττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλʼ ἄττα κυκλοτερῆ πέμματα, ταῦτα καλοῦσι διακόνιον.» Etym. [5]
M.: Αἰολεῖς … ὡς Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολίζω. Athenaeus IV: Οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα, ἔτι τε Ἀνδρῶνα ἐν τοῖς Χρονικοῖς τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. [5]
Ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου βασιλέα Πτολεμαῖον τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον κακεργέτην, κτλ. [10]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top