Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Minucianus the Younger: On Epicheiremes

Library › Greek: Oratory & Rhetoric › On Epicheiremes

On Epicheiremes is a short treatise on rhetorical argument by Minucianus the Younger, a Greek rhetorician of the 3rd century AD, distinguished from the 2nd-century rhetor of the same name. It separates non-technical proofs such as witnesses, oaths and laws from technical ones, divides the technical proofs into those from character, emotion and the facts, and then analyses the epicheireme, the argument by which the facts are proved, with its parts and sources.

The treatise is one of the few surviving works from the Greek rhetorical schools of the 3rd century and belongs to the technical tradition of the imperial period. It shows how Greek teachers systematised argumentation for declamation and oratory, and it is a useful guide to technical terms that appear throughout later Greek rhetoric.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Spengel–Hammer, Rhetores Graeci I.2 pp. 340–351). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
On Epicheiremes
Minucianus the Younger · every word parsed
340 (1t)
ΜΙΝΟΥΚΙΑΝΟΥ ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ. Ὁ ῥήτωρ πίστεσι χρήσεται ταῖς μὲν ἐντέχνοις, ταῖς δὲ ἀτέχνοις. ἄτεχνοι μὲν οὖν εἰσιν αἱ μηδὲν τῆς τοῦ ῥήτορος μεθόδου δεόμεναι, πλὴν ὅσον εἰς τὸ ἐν καιρῷ αὐταῖς τῷ προσήκοντι χρήσασθαι, οἷον μαρτυρίαι, ὅρκοι, προκλήσεις, βάσανοι, νόμοι, συνθῆκαι. ἔντεχνοι δὲ ὅσαι καὶ εὑρέσεως καὶ οἰκονομίας δέονται μετὰ τέχνης. τῶν δὲ ἐντέχνων πίστεων αἱ μέν εἰσιν ἠθικαί, αἱ δὲ παθητικαί, αἱ δὲ λογικαί, αἱ αὐταὶ καὶ πραγματικαί. ἠθικαὶ μὲν ὅσαι ἀπὸ τῆς δόξης τοῦ προσώπου τὴν πίστιν λαμβάνουσιν, οἷον ἀπὸ Περικλέους, ἀπὸ Ἀριστείδου· λέγομεν δὲ τὴν ἠθικὴν ἐπιχείρησιν ἔντεχνον εἶναι [δοκοῦσαν], ὅτι δεῖ, ἄν τε μὴ τοιοῦτον ᾖ πρόσωπον, ἄν τε τοιοῦτον, τῷ λόγῳ αὐτὸ συστῆσαι, ὡς ἐπὶ τοῦ Περικλέους ὁ Θουκυδίδης· ʼκαίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥττων γνῶναι τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσωνʼ· τούτοις γὰρ ἅπασι πιστοῦται τὸ μηδὲν ἠδικηκέναι τὴν πόλιν.
παθητικαὶ δὲ ὅσαι τὸν ἀκροατὴν εἰς ὃ βούλεται ὁ λέγων ὑπάγουσι καὶ ἄνευ τῆς τῶν πραγμάτων ἀποδείξεως, οἷον εἰς ὀργὴν ἢ εἰς ἔλεον ἢ εἰς φθόνον ἢ εἰς εὔνοιαν ἄγουσι. πραγματικαὶ δὲ ὅσαι ἀπὸ τοῦ πράγματος, περὶ οὗ ὁ λόγος ἐστί, τὰς ἀποδείξεις ἔχουσιν· αἱ δὲ ἀποδείξεις ἀκολούθως ἐκ τῶν καλουμένων ἐπιχειρημάτων γίνονται. ἐπιχειρήματα δέ ἐστι τὰ πρὸς πίστιν τοῦ ὑποκειμένου ζητήματος λαμβανόμενα. Τῶν δὲ ἐπιχειρημάτων τὰ μέν ἐστι παραδειγματικά, τὰ δὲ ἐνθυμηματικά. παραδειγματικὰ μὲν ὅσα ἐξ ἱστορίας καὶ ὁμοιώσεως τῶν ἤδη πεπραγμένων λαμβάνομεν, οἷον ʼοὐ πιστεύουσιν Ὀλύνθιοι Φιλίππῳ· οὐ γὰρ περὶ μέρους χώρας οὐδὲ περὶ δόξης, ἀλλʼ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος ὁ κίνδυνός ἐστιν αὐτοῖσʼ· καὶ εἰς τοῦτο παράδειγμα· ʼκαὶ ἴσασιν ἅ τʼ Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένουσʼ· οὐ γὰρ ἰδίοις ἐνθυμήμασιν ὁ ῥήτωρ τοῦτο, ἀλλὰ τοῖς πρὸς ἄλλους πεπραγμένοις ἐπιστώσατο. δεῖ δὲ τὰ παραδείγματα γνώριμα εἶναι τοῖς ἀκούουσι καὶ προσεχῆ τῷ πράγματι· εἰ δὲ καὶ πόρρωθεν λαμβάνοιτο, δεῖ αὐτὰ προσάγειν τῷ λόγῳ καὶ μηδὲν ἐξ ἀδόξων λαμβάνεσθαι, ἀλλʼ ἢ τὰ πρόσωπα ἢ τὰ πράγματα ἢ καὶ ἀμφότερα ἔνδοξα εἶναι. ἀμφότερα μὲν οὖν ἔνδοξα ἐν ἐκείνῳ τῷ παραδείγματι, οἷον ʼὑμεῖς ἐσώσατε Λακεδαιμονίους καὶ οὐκ ἐμνησικακήσατε, ἀλλʼ ἐβοηθήσατεʼ· ἔνδοξον καὶ τὸ τῶν βοηθησάντων πρόσωπον, τὸ τῶν Ἀθηναίων.
ἔνδοξον δὲ τὸ πρᾶγμα μόνον τὸ ʼΛάμπιν Αἰγινήτας κοσμήσαντα τὸ ἐμπόριον αὐτοῖς μὴ πεποιῆσθαι πολίτην, μηδὲ Μεγαρέας Ἕρμωνα τὸν κυβερνήτηνʼ· τὰ μὲν γὰρ πρόσωπα μικρά, τὸ δὲ ἐν τούτοις φρόνημα οὐ μικρόν. πάλιν τὸ πρόσωπον ἔνδοξον, ὡς ἐπὶ Ἀλκιβιάδου, ὅν φησιν ὁ Δημοσθένης κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν γενόμενον καταγνωσθῆναι, ὅτι ἦν ὑβριστής· ἐνταῦθα γὰρ τὸ πρᾶγμα ἄδοξον, συνίστησι δὲ ὁ Δημοσθένης τὴν ἐπὶ τοὺς ὑβρίζοντας ὀργὴν ἐκ τῆς δόξης τοῦ προσώπου. τοῦ παραδειγματικοῦ εἴδους εἰσὶ καὶ αἱ καλούμεναι παραβολαὶ καὶ αἱ εἰκόνες. διαφέρουσι δὲ αἱ μὲν παραβολαὶ τῶν παραδειγμάτων, ὅτι τὰ μὲν παραδείγματα ἐξ ἱστορίας λαμβάνεται, αἱ παραβολαὶ δὲ ἄνευ ἱστορίας καὶ ἀορίστως ἐκ τῶν γινομένων· ʼὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου τὰ κάτωθεν ἰσχυρότερα εἶναιʼ. ἡ δὲ εἰκὼν ἔστι μὲν ἡ αὐτὴ τῇ παραβολῇ, ἐναργέστερον δὲ ποιεῖ τὸν λόγον, ὥστε μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ὁρᾶν δοκεῖν, οἷον ʼπορεύεται διὰ τῆς ἀγορᾶς Ἀριστογείτων ὥσπερ ὄφις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων τῇδε κἀκεῖσεʼ· τὸ μὲν γὰρ ὥσπερ ὄφις παραβολή, τὸ δὲ ἠρκὼς τὸ κέντρον καὶ ᾄττων δεῦρο κἀκεῖσε ἐπίκοινον, ὥστε τὴν παραβολὴν καὶ τοῦ Ἀριστογείτονος ἐναργῆ παρέσχε τὴν ὄψιν τοῦ ὁρωμένου.
καὶ πάλιν· ʼἴσα βαίνων Πυθοκλεῖ τὰς γνάθους φυσῶνʼ. παραδειγματικὰ δὲ καὶ ὅσα εἰς μύθους ἀνήκει. Τὰ δὲ ἐνθυμήματα ὠνόμασται ἢ ὅτι ὁ ῥήτωρ αὐτὸς αὐτὰ εὕρηκε καὶ ἐνθυμεῖται, ἢ ὅτι προσενθυμεῖσθαι τοῖς δικασταῖς, εἴ τι ἐλλείποι, καταλείπει. ἔχουσι δὲ ἐλλείμματα οἱ ῥητορικοὶ συλλογισμοί, καὶ ταύτῃ διαφέρουσι τῶν ἐν φιλοσόφοις συλλογισμῶν, ὅτι οἱ μὲν τὰ συμπεράσματα ἐπάγουσιν, οἱ δὲ τὸ συμπεραινόμενον ἐκ τῶν προτάσεων καὶ κατασκευῶν τῷ δικαστῇ προσενθυμηθῆναι καταλείπουσιν, οἷον ʼὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃʼ· ἡ ἐπαγωγὴ λείπει εἰς τὸ τέλειον συλλογισμὸν εἶναι· ʼἀλλὰ Φίλιππος ταῦτα πράττει, ἐξ ὧν ἁλωσόμεθα ἡμεῖς· Φίλιππος ἄρα ἡμῖν πολεμεῖʼ. δοκεῖ δέ τισι καὶ ἡ συνεστραμμένη ἐκ τῶν πρώτων κατασκευῶν ἐπαγωγὴ ἐνθύμημα εἶναι, αἱ μὲν πρῶται κατασκευαί· ʼἃ μὲν ἐπέδωκα, ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δʼ ἀντὶ τούτων ἡ βουλὴ γενέσθαι μοί φησιν, ταῦτʼ ἔσθʼ ἃ διώκεισʼ· ἐπὶ τούτοις ὡς ἀποδεδειγμένοις τὴν ἐπαγωγὴν συνέστρεψε· ʼτὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναιʼ. Ταῦτα μὲν οὖν ἀπορίας ἔχει πλείονας, τόποι δὲ τῶν ἐνθυμηματικῶν ἐπιχειρημάτων ἀπὸ τῆς αἰτίας, ἀπὸ τοῦ τίνος ἕνεκα, ἀπὸ τῆς ἰδιότητος, ἀπὸ πηλικότητος, ἀπὸ τῆς ποσότητος, ἀπὸ προσώπου, καιροῦ, τόπου, τρόπου, διαφορᾶς, ὅρου, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἀντικειμένου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μαχομένου, ἀπὸ ἐκβάσεως, ἀπὸ τοῦ ἐμπεριεχομένου, ὕλης, ἀφορμῶν, ἀπὸ τῶν παρεπομένων, ἀπὸ τοῦ ἅμα, ἀπὸ τοῦ γένους, ἀπὸ τοῦ εἴδους, ἀπὸ τοῦ καθόλου, ἀπὸ κρίσεως καὶ ὀνόματος, ἀπὸ συγκρίσεως καὶ ἀναπλασμοῦ, ἀπὸ τοῦ πρός τι, ἀπὸ τοῦ μέρους ἐπὶ τὸ ὅλον, ἀπὸ τοῦ ὅλου ἐπὶ τὸ μέρος, ἀπὸ τῶν πρὸ τοῦ πράγματος, ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα.
Ἀπὸ μὲν τῆς αἰτίας· ʼσύνοιδεν ἑαυτῷ Φίλιππος πολλὰ ἠδικηκότι, καὶ διὰ τοῦτο μισοῦντας ὑμᾶς ἑαυτὸν καί, εἰ καιροῦ λάβοισθε, τιμωρησομένους· διὰ ταῦτα ἐγρήγορεν, ἐφέστηκενʼ. ἀπὸ τοῦ τίνος ἕνεκα· ʼἐγράφη τὸ ψήφισμα ὑπὸ Ἀριστοκράτους, ἵνα οἱ μὲν δύο τῶν βασιλέων ἐκπέσωσιν, εἷς δὲ κύριος τῆς Θρᾴκης ὁ Κερσοβλέπτης γένηταιʼ. οὗτοι οἱ δύο τόποι, ὁ ἀπὸ τῆς αἰτίας καὶ ὁ ἀπὸ τοῦ τίνος ἕνεκα, ὁ μὲν ἐκ τῶν παρεληλυθότων, ὁ δὲ ἐκ τῶν μελλόντων τὴν πίστιν ἔχουσιν. ἀπὸ τοῦ ἰδίου· ʼἈλέξανδρος μόνος βασιλέων τὴν οἰκουμένην εἷλεʼ· παρὰ δὲ τῷ Δημοσθένει· ʼτὸ μὲν γὰρ πόλεις πολλὰς ᾑρηκέναι καὶ χώραν καὶ τόπους καὶ ἄλλοις πολλοῖς ὑπῆρξεν· ἴδιον δὲ καὶ μόνῳ Φιλίππῳ συμβεβηκὸς τὸ ἐπειδὴ προδοτῶν ἐδεήθη, πλείονας εὑρεῖν ἢ ἐβούλετοʼ.
345
ἀπὸ πηλικότητος· ʼοὕτως ἐκόσμησαν οἱ πρόγονοι τὴν πόλιν ὡς μηδενὶ τῶν ἐπιγιγνομένων μηδεμίαν ὑπερβολὴν λελεῖφθαιʼ. καὶ ἐν τῷ κατὰ Τιμοκράτους· ʼμέγα; μεγάλῃ, μικρόν; μικρᾷʼ· εἴρηται δὲ ὁ λόγος περὶ τῆς ἐπὶ τοῖς ἀδικήμασιν ὀργῆς. ἀπὸ ποσότητος· ʼπαρὰ μὲν τοίνυν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσιν μεδίμνους, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίουσʼ. ἀπὸ προσώπου· ʼοὐ γὰρ εἰς Δημοσθένην μόνον ὄντα με ἠσέλγαινεν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερονʼ· καὶ ὁ Αἰσχίνης· ʼπεπόρνευται Τιμάρχῳ, καὶ τούτου τεκμήριον τὸ Μισγόλᾳ καὶ ʼἩγησάνδρῳ συνεῖναιʼ· ἀπὸ γὰρ τῶν προσώπων ὡς ἐπιτηδείων εἰς τὴν πρᾶξιν τὴν πορνείαν συνέστησεν. ἀπὸ καιροῦ· ʼκαὶ ταῦτα ἔγραψε Τιμοκράτης Κρονίων ὄντων καὶ ἱερομηνίας καὶ διὰ ταῦτα τῆς βουλῆς ἀφειμένησʼ. ἀπὸ τόπου· ʼπάσης γὰρ οὔσης τῆς ἀκροπόλεως ἱερᾶς παρὰ τὴν χαλκῆν μεγάλην Ἀθηνᾶν ἐν δεξιᾷ τὴν στήλην ἀνέστησανʼ· καὶ πάλιν Δημοσθένης φησὶ τετυπτῆσθαι ἐπὶ τῆς ὀρχήστρας μέσης. ἀπὸ τρόπου· ʼὅταν ὡς ὑβρίζων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρησʼ. ἀπὸ διαφορᾶς· ʼτίνι διαφέρει δοῦλον ἢ ἐλεύθερον εἶναι; ὅτι τῷ μὲν δούλῳ τὸ σῶμα πάντων τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστι, τοῖς δὲ ἐλευθέροις εἰς χρήματα ἡ ζημίαʼ. ἀπὸ ὅρου· ʼαἰτία μὲν γάρ ἐστι φίλων ἀνδρῶν ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικούντωνʼ· καὶ ὁ Δημοσθένης· ʼἦ οὐχ ἱερόσυλοι οὗτοι, τὰ μὲν ἱερά, τὰς δεκάτας τῆς θεοῦ καὶ πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτὰς ἔχοντες, τὰ δὲ θεῖα, ἃ ἐγίγνετο ὑμέτερα, κεκλοφότες; διαφέρει δὲ τοσοῦτον αὐτῶν ἡ ἱεροσυλία τῶν ἄλλων, ὅσον οὐδὲν ἀνήνεγκαν εἰς τὴν ἀκρόπολιν δέον αὐτούσʼ.
ἀπὸ τοῦ ἴσου· ʼεἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτο ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;ʼ ἀπὸ ἐλάττονος· ʼἀλλʼ εἰ μὲν μίαν ἢ δύο ναῦς ἀπώλεσεν, ἐκρίνετʼ ἂν περὶ προδοσίας· ἐπεὶ δὲ ἑξήκοντα μὲν ἔλαβε τριήρεισʼ, καὶ τὰ ἑξῆς· ἐν τῷ κατὰ Μειδίου· ʼεἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας ἀζήμιος ἔσται κατὰ τὸν νόμον, τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας ὑφέξει δίκην;ʼ καὶ γὰρ τὸν χορευτὴν ὡς ἐλάττονα τοῦ χορηγοῦ ἀντέθηκε καὶ τὸ προσκαλέσαι ὡς ἔλαττον τοῦ συγκόψαι. ἀπὸ τοῦ μείζονος· ʼλέγονται χρήματα οἱ τριάκοντα δανείσασθαιʼ, καὶ τὰ ἑξῆς· εἶτα ἡ ἐπαγωγή, ὅτι ʼἐκεῖνοι μὲν τοῖς ἠδικηκόσιν εἰσενεγκεῖν τὰ χρήματα ᾑροῦντο ὑπὲρ τοῦ μηδὲν λῦσαι τῶν ὡμολογημένων, ὑμῖν δʼ ἐξὸν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, ψεύδεσθαι μᾶλλον αἱρήσεσθε;ʼ ὁ ἀπὸ τοῦ ἀντικειμένου τόπος καὶ ὁ ἀπὸ τοῦ ἐναντίου ἔδοξέ τισιν εἶναι ὁ αὐτός· ἔστι δὲ οὐχ ὁ αὐτός· ἐν μὲν γὰρ τῷ ἀντικειμένῳ ἐστὶ πρᾶγμα γεγονός, οἷον ἠρίστευκεν, οὐκ ἠρίστευκε· λέλοιπε τὴν τάξιν, οὐ λέλοιπεν· ἐν δὲ τῷ ἐναντίῳ δύο, ἢ λελοιπέναι τὴν τάξιν ἢ ἠριστευκέναι· ἔσται δὲ ἐξ αὐτῶν τῶν παραδειγμάτων φανερώτερον· ʼεἶτα τοῦτο μὲν οὐχὶ λέγει τὸ ψήφισμα, εἰ δὲ βουλεύων ἐγὼ τοὺς πρέσβεις ᾤμην δεῖν προσάγειν, τοῦτό μου διαβάλλεισʼ· εἶτα τὸ ἀντικείμενον· ʼἀλλὰ τί ἐχρῆν με ποιεῖν; μὴ προσάγειν γράφειν τοὺς ἐπὶ τοῦθʼ ἥκοντας;ʼ τῷ γὰρ προσαγαγεῖν ἀντίκειται τὸ μὴ προσαγαγεῖν.
τὸ δὲ ἐναντίον, ὃ καὶ μικρὸν ἔμπροσθεν εἶπον· ʼἀλλʼ εἰ μὲν δύο ναῦς ἢ τρεῖς ἀπώλεσεν ἡγούμενος ἡμῶν, περὶ προδοσίας ἂν ἐκρίνετο· εἰ δὲ ἑξήκοντα μὲν ἔλαβε τριήρεις καὶ πόλεισʼ, καὶ τὰ ἑξῆς· τοῦτο τὸ ἐπιχείρημα καὶ ἀπὸ τοῦ ἐλάττονός ἐστι καὶ ἀπὸ τοῦ ἐναντίου· τῷ γὰρ ἀπολωλεκέναι τριήρεις τὸ μὴ ἀπολέσαι ἀντίκειται, τὸ δὲ προσκτήσασθαι ἐναντίον ἐστίν. ἀπὸ τοῦ μαχομένου· ʼθαυμάζω δὲ ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργιζομένους, ὃς εἰρήνην ἐκ πολέμου ποιούμενοσʼ, καὶ τὰ ἑξῆς. ὁ ἀπὸ τῆς ἐκβάσεως τόπος ἢ ἀπὸ τῶν πεπραγμένων ἢ ἀπὸ τῶν μελλόντων λαμβάνεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης ἀντέθηκεν, ὅσα ἐκ τοῦ πεποιῆσθαι ναῦς ἐξέβη ἀγαθὰ καὶ ὅσα ἐκ τοῦ μὴ πεποιῆσθαι δεινά. τὰ δὲ ὡς μετὰ ταῦτα ἐκβησόμενα πῶς εἰσήγαγεν ἐν τῷ πρὸς Λεπτίνην; ʼεἰ γὰρ ὑπαρχουσῶνʼ φησί ʼτούτων φαίνονταί τινες ἀνάξιοι, τί χρὴ προσδοκᾶν τότε, ὅταν παντελῶς μηδὲν πλέον εἶναι μέλλῃ τοῖς χρηστοῖσʼ. ἀπὸ τοῦ ἐμπεριεχομένου· περιέχεται τῇ κλοπῇ τὸ ἐπιορκεῖν, τῷ ἀγγεῖλαι τὰ ψευδῆ τὸ Φωκέας ἀπολωλέναι, τῷ κατατρῖψαι τοὺς χρόνους τὸ Θρᾴκην προδεδόσθαι.
ἀπὸ ὕλης· ʼεἰ λέγοι τις [ἂν] τὴν Μακεδονίαν ξύλα ἄφθονα ἔχειν εἰς ναυπηγίαν ὡς μηδὲ δεῖσθαι τῆς ἐν Πειραιεῖ ναυπηγίασʼ· ὅπερ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν εἴρηται. ἀπὸ ἀφορμῶν· ʼὁ δὲ ὡς οὐδὲν δεόμενος τῆς θαλάττης τριήρεις κατασκευάζεται καὶ νεωσοίκους οἰκοδομεῖταιʼ· ἐκ γὰρ τούτων τὸ ἐπιβουλεύειν τῇ θαλάττῃ τὸν Φίλιππον συνέστηκεν. ἀπὸ τοῦ ἅμα· ʼκαὶ ἅμα Ἀρίστρατος ἐν Νάξῳ καὶ Ἀριστόλαος ἐν Θάσῳ, οἱ καθάπαξ ἐχθροὶ τῆς πόλεως, τοὺς Ἀθηναίων κρίνουσι φίλους καὶ Ἀθήνησιν Αἰσχίνης Δημοσθένους κατηγορεῖʼ· τεκμήριον γάρ ἐστι τοῦ καὶ τοῦτον ἐχθρὸν εἶναι τὸ ἐν τῷ αὐτῷ καιρῷ τὰ αὐτὰ τοῖς ὡμολογημένοις ἐχθροῖς πράττειν. ἀπὸ τοῦ γένους· γένος δέ ἐστι τὸ πλείονα εἴδη περιέχον, οἷον ἐὰν εἴπῃς ζῷον, καὶ ἄνθρωπον ἐρεῖς καὶ ἵππον καὶ κύνα καὶ βοῦν καὶ ὅσα ἄλλα εἰς τοῦτο τὸ ὄνομα τὴν ἀναφορὰν ἔχει· ἂν μὲν οὖν εἴπῃς Χαβρίαν πολλὰς νίκας νενικηκέναι, γενικῶς εἴρηκας· ἐὰν δὲ καὶ ὀνομαστὶ μνημονεύῃς τῶν ἐν Αἰγύπτῳ, τῶν πρὸς Πελοπόννησον, τῶν πρὸς Γοργώπαν, τὰ εἴδη ταῦτα ἔσται· καὶ ἐν τῷ πρὸς Λεπτίνην· ʼπᾶσαν ἀναιρεῖ τὴν πολιτείαν κατὰ τοῦτον τὸν λόγονʼ· καὶ τοῦτο γενικῶς, εἶτα ἐπήγαγεν καὶ τὰ εἴδη· ʼκαὶ γὰρ ψηφίσματα πολλάκις καὶ συμμάχους ἥττους ἀντὶ κρειττόνων ἐπείσθητε ἑλέσθαιʼ· ἐκ γὰρ τῶν εἰδικῶν τούτων κατεσκεύακε πᾶσαν ἀναιρεῖσθαι τὴν πολιτείαν.
ἀπὸ τοῦ καθόλου· ʼτοῦτο δέ ἐστιν οὐ μόνον τὸ μὴ προκατεγνωκέναι μηδὲν μηδὲ τὸ τὴν εὔνοιαν ἴσην ἔχειν, ἀλλὰ καὶ τὸ τῇ τάξει καὶ τῇ ἀπολογίᾳ, ὡς βεβούληται καὶ προῄρηται τῶν ἀγωνιζομένων ἕκαστος, οὕτως ἐᾶσαι χρήσασθαιʼ· ὧν γὰρ αὐτὸς ὁ ῥήτωρ ἐδεῖτο, ταῦτα εἰς τὸ καθόλου καὶ τὸ κοινὸν ἀνήγαγεν. ἀπὸ κρίσεως· ʼπολλοὶ τῶν ʼἙλλήνων εἰσὶν ἐψηφισμένοι τοῖς ὑμετέροις νόμοις χρῆσθαιʼ· κέκριται γὰρ τὸ ἀρίστους εἶναι τοὺς Ἀθηναίων νόμους. δεῖ δὲ τὰς κρίσεις λαμβάνειν ἢ ἀπὸ ἐνδόξων προσώπων ἢ ἀπὸ πλήθους κεκρικότος [ἢ]. ἀπὸ ὀνόματος· ʼποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; τῷ μὴ τῶν πεφευγότων εἰπεῖν, ἀλλʼ ἐξεληλυθότων, καὶ ὧν τὰ χρήματα ἐπίτιμαʼ· τοῖς γὰρ ὀνόμασιν ἐπιστώσατο μὴ περὶ τῶν ἑκουσίων, ἀλλʼ ἀκουσίων γεγράφθαι τὸν νόμον. ἀπὸ συγκρίσεως· ʼἐπὶ τοῦ Θεμιστοκλέους τειχισμοῦ καὶ τοῦ Κόνωνοσʼ. ἀπὸ ἀναπλασμοῦ· ʼεἰ γὰρ ἡμᾶς δεήσειεν αὐτοὺς τριάκοντα ἡμέρας μόνον ἔξω τῆς πόλεως στρατοπεδεύσασθαιʼ, καὶ τὰ ἑξῆς.
350
ἀπὸ τοῦ πρός τι· ʼεἰ αὐτὴ μεμοίχευται, καὶ ὁ προσελθὼν αὐτῇ μοιχός ἐστινʼ, ὡς ἐπὶ τοῦ μεταπεμψαμένου τὴν ἑαυτοῦ γυναῖκα· καὶ παρὰ Δημοσθένει· ʼεἰ Φιλοκράτης πέφηνε πυροπωλῶν ἢ ξυληγῶν, τὸ χρυσίον ἐπὶ τῶν τραπεζῶν καταλλαττόμενος, καὶ τούτων κοινωνῶν τῶν πραγμάτων Αἰσχίνης, εὔδηλον, ὅτι καὶ οὗτος δεδωροδόκηκενʼ. ἀπὸ τοῦ μέρους ἐπὶ ὅλον, οἷον εἰ ζητουμένων χρημάτων μέρος τι ἀπὸ τούτων φαίνοιτό τις ὑφῃρημένος· τεκμήριον γὰρ τοῦτο ἔσται τοῦ καὶ πᾶν ὑφῃρῆσθαι, ὡς ὁ Θουκυδίδης· ʼδοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφήʼ· τὸν γὰρ ἐν τοῖς πολέμοις θάνατον μέρος ὄντα ἀρετῆς εἰς ὅλην τὴν ἀρετὴν ἀνήνεγκεν. ἀπὸ δὲ τοῦ ὅλου ἐπὶ τὸ μέρος, εἰ ἀδήλου ὄντος, εἰ ἠδίκηκέ τις ἐφʼ ᾧ κρίνεται, ἔχοι τὸν ὅλον αὐτοῦ βίον ἐλέγχειν· ὡς ὁ Δημοσθένης ἐν τῇ περὶ τοῦ συμποσίου διαβολῇ· ἐπειδὴ γὰρ ἀμάρτυρα ἦν τὰ πρὸς τὴν Ὀλυνθίαν γυναῖκα, ἐκ τοῦ ἄλλου βίου ταῦτα ἐπιστώσατο· ʼοὐκ ἴσασιν οὗτοί σε τὸ μὲν ἐξ ἀρχῆς ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον;ʼ καὶ ὅσα ἄλλα εἴρηται. ἀπὸ τῶν πρὸ τοῦ πράγματος· ʼνυνὶ γάρ, ὃ πάντες ἐθρύλουν, ὡς Ὀλυνθίους ἐκπολεμῶσαι δεῖ Φιλίππῳ, γέγονεν αὐτόματονʼ· τὸ γὰρ ὅτι συμφέρει πέμψαι τὴν βοήθειαν τοῖς πρὸ τοῦ πράγματος εἰρημένοις πεπίστωται· καὶ πάλιν τῆς Αἰσχίνου δωροδοκίας τεκμήριον ποιεῖται τοὺς λόγους, οὓς πρότερον διεξῆλθεν, ὅτε ἀδωροδόκητος ἦν· ʼἔστι γὰρ οὗτος ὁ πρῶτος ἁπάντων, ὡς τότε δημηγορῶν ἔφηʼ.
ἀπὸ δὲ τῶν ὕστερον τοῦ πράγματος ὁ Δημοσθένης· ʼἐκ μὲν ὧν οἱ παρὰ Φιλίππου πρέσβεις ἔλεγον ἐδήλουν τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν κομισθησόμενα, ἐκ δὲ ὧν ἡμᾶς ἔφασαν τὰ ἐκ τῆς Βοιωτίας διαρπασθησόμεναʼ· δηλοῦται γὰρ ἐκ τῶν ἐπιγενησομένων, ὅτι οἱ παρὰ Φιλίππου πρέσβεις ἀπεδείκνυσαν συμφορώτερον εἶναι Θηβαίοις Φιλίππῳ βοηθεῖν ἢ Ἀθηναίοις. Τέλος Μινουκιανοῦ.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top