Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Nymphis: Fragments

Library › Greek: History › Fragments

Fragments gathers the remains of Nymphis of Heraclea Pontica, a Greek historian and statesman of the third century BC who played a part in the return of his city's exiles. His works are lost and survive only in quotations by later writers such as Athenaeus, Stephanus of Byzantium, Aelian and the scholia to Apollonius of Rhodes. Most come from his history of Heraclea, with others from a periplus of Asia and a history of Alexander's successors.

Nymphis was a principal source for the later history of Heraclea by Memnon, and his fragments preserve local myths, cults, geography and the story of the city's tyrants. They show how a Greek city on the Black Sea recorded its own past, and they supply details about the region found nowhere else.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FHG III pp. 12–16; FGrHist 432). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
Fragments
Nymphis · every word parsed
t1-16
ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ. LIBER I.
1
Stephan. Byz.: Φρίξος, πόλις Λυκίας· ἔστι καὶ Φρίξου λιμὴν παρὰ τῷ στόματι τοῦ Πόντου ἐν τῇ Χαλκηδονίᾳ περαίᾳ, περὶ οὗ Νύμφις ἐν αʹ περὶ Ἡρακλείας τάδε φησί. Schol.
2a
Apoll. Rh. II, 729: Ὅτι ἡ περὶ Ἡράκλειαν Ἀχερουσιὰς καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπόκρημνος, καὶ ἀπονένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ τῆς Βιθυνίας πέλαγος· καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους· καὶ περὶ τῶν ἐπʼ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων, καὶ τοῦ ἐπʼ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ αὐτόθι κατάβασις εἰς ᾅδου ὑπάρχειν, Νύμφις ἐν τῷ Περὶ Ἡρακλείας αʹ φησί· παρʼ οὗ Ἀπολλώνιος ἔοικε ταῦτα μεταφέρειν. Idem II, 746: Οἱ (εἰς) τὴν Ἡράκλειαν κατοικίσαντες Μεγαρεῖς, ὅτε εἰς τὴν ἀποικίαν ἔπλεον, χειμασθέντες εἰς τὸν Ἀχέροντα ποταμὸν κατέφυγον, ὅθεν καὶ διασωθέντες οἱ ναῦται Σοωναύτην ἐκάλεσαν αὐτόν. [5]
2b
Οὗτοι δὲ οἱ Ἡρακλεῶται Μεγαρέων εἰσὶν ἄποικοι καὶ Βοιωτῶν, κατοικοῦσι δὲ ἐν τῇ Μαριανδυνῶν χώρᾳ. Steph.
Byz.: Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν Περὶ Ἡρακλείας … Ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [Περὶ] Ἡρακλείας. Καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι (φησι?). Schol. [5]
Apoll. Rh. II, 650: Κολώνη δὲ, οὕτως ἄκρα καλουμένη περὶ τὸν Λύκον ποταμόν. Μέμνηται αὐτῆς Νύμφις ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ Ἡρακλείας. Athenaeus XIV: Νύμφις δʼ ἐν πρώτῳ Περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενος φησίν· «Ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρʼ αὐτοῖς συνήθειαν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. [5]
9a
Τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις, καὶ βουλόμενον τοῖς θερίζουσι δοῦναι πιεῖν, βαδίζοντα ἐφʼ ὕδωρ, ἀφανισθῆναι. Ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι.» Τοιοῦτος δʼ ἐστὶ καὶ ὁ παρʼ Αἰγυπτίοις καλούμενος Μάνερως. Schol. [10]
9b
Apoll. Rh. II, 780: Ἰδίως τὸν θρηνούμενον Πριόλαόν φησι (sc. Ἀπολλώνιος)· τῶν ἄλλων Βάρυνον (l. Βῶρμον) λεγόντων τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος. Etym.
10
Magn.: Γάργαρος, πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη· ἣν κατῴκουν Λέλεγες. Ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν αὐτὴν (l. ἄλλην) ὑπὸ πεδίον Γάργαρον. Ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται Παλαιὰ Γάργαρος, ὠνόμασται δὲ ἀπὸ Γαργάρου τοῦ Διὸς, ὡς δηλοῖ Νυμφίος (l. Νύμφις) ὁ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι θʹ Ἰλιάδος, παρατιθέμενος Κλείταρχον Αἰγινήτην λεξικογράφον. E LIBRO SECUNDO. [5]
Schol. Aristoph. Av. 874: Οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. Τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης Περὶ Ἡρακλείας ἐν τῷ βʹ φησὶν οὕτως· «Φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλλογιζόμενοι πολλαχόθεν, ὅτι Διόνυσος καὶ Σαβάζιος εἷς ἐστὶ θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. Τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν φασίν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγουσιν.» Lex. [5]
Rhetor. ad calc. Photii: Ὀροσάγγης καὶ σαγγάνδης καὶ παρασάγγης καὶ ἄγγαρος διαφέρει· ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς Ἑλένης γάμῳ καὶ Τρωΐλῳ. Ἡρόδοτος δέ· «Οἱ εὐεργέται τοῦ βασιλέος ὀροσάγγαι καλέονται Περσιστί·» Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται. Σοφοκλῆς δὲ ἐν τοῖς Ποιμέσι καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάνδας· ὁ γὰρ παρασάγγης μέτρον ἐστίν. Ἄγγαροι δὲ οἱ πρεσβευταί, κτλ. E LIBRO QUARTO. [10]
Plutarch. De virt. mul. c. 9: Νύμφις ἐν τῷ τετάρτῳ Περὶ Ἡρακλείας … λέγει, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης, οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα, καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρις οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας, εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. Διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις, μὴ πατρόθεν, ἀλλʼ ἀπὸ μητρῶν χρηματίζειν. E LIBRO SEXTO. [10]
Schol. Apoll. Rh. IV, 247: Νύμφις ἐν τῷ ἕκτῳ Περὶ Ἡρακλείας Ἑκάτης φησὶν ἱερὸν εἶναι ἐν τῇ Παφλαγονίᾳ, Μηδείας ἱδρυσαμένης. Athenaeus XII: Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν Περὶ τῆς πατρίδος, «Παυσανίας (φησὶν) ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα, καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς, περὶ Βυζάντιον διατρίβων, χαλκοῦν τὸν ἀνακείμενον κρατῆρα τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοι, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθεὶς, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ· Μνᾶμʼ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπʼ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς. [10]
15
» E LIBRO DUODECIMO.
Athenaeus XII: Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβʹ Περὶ Ἡρακλείας, «Διονύσιος (φησὶν) ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς, καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας, ὑπὸ τρυφῆς καὶ τῆς καθʼ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. Διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς, τῷ μήκει διαφερούσας, αἷς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγε, τότε διεγείρετο. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσι.» Μνημονεύει δʼ αὐτοῦ καὶ Μένανδρος … Ἀπέθανε δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησε τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς. δύσπνοιαν. Φάρμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συνέταξαν οἱ ἰατροὶ, φασὶ, βελόνας λεπτὰς κατασκευάσαι μηκίστας· εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις δρᾶν, ἔστʼ ἂν ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπον τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖρπεν ἡ βελόνη· ἀλλʼ ἐκεῖνός γε ἔκειτο λίθου διαφέρων οὐδέν. Εἰ δὲ ἀφίκετο τὸ βέλος ἔνθα λοιπὸν ἦν αὐτῷ τὸ σῶμα ἐρρωμένον καὶ ἴδιον, ἀλλʼ οὐκ ἐκ τῆς ἄγαν πιμελῆς ἀλλότριον, τηνικαῦτα καὶ ἐκεῖνος ᾐσθάνετο καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσιέναι κιβωτὸν τοῦ σώματος προβαλλόμενος. Οἱ δὲ οὐδὲ κιβωτόν φασιν, ἀλλὰ πυργίσκον, ἵνα τὰ μὲν λοιπὰ μέρη αὐτοῦ ἀποκρύπτοιτο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχον διαλέγηται. [ΠΕΡΙΠΛΟΥΣ ΑΣΙΑΣ. [35]
t17-19
] Athenaeus XIII: Καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑτέρας ** Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας.
Schol. Apoll. Rh. II, 168: Νύμφις μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν, κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου· διαπλευσάντων δὲ αὐτῶν, ἀπὸ τοῦ εἴδους τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον. Idem II, 672: Θυνιάδος νήσου . [5]
.. μέμνηται Νύμφις ὁ Ἡρακλεώτης· φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον. [ΤΑ ΤΩΝ ΔΙΑΔΟΧΩΝ ΚΑΙ ΕΠΙΓΟΝΩΝ. ## ] LIBER IX. Aelian.
20
Hist. Anim. XVII, 3: Ἐν τῷ ἐνάτῳ τῶν Περὶ Πτολεμαίων λόγων λέγει Νύμφις ἐν τῇ γῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πηχῶν καὶ πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνειον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top