1
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕνʼ. Ἆρα οὖν τῇ πίστει συμφερόμεθα καὶ κατὰ τοῦτο καὶ πιστεύομεν ὅτι εἴληφε σάρκα ὁ Χριστός, ὅτι ἐγεννήθη, ὅτι ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ἐν τῇ σαρκὶ ᾗ ἀνέστη, ὅτι κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς μέλλων ἐκεῖθεν ἔρχεσθαι καὶ ʼκρίνειν ζῶντας καὶ νεκρούσʼ, θεὸς καὶ ἄνθρωπος.» Ὠριγένης εἶπεν· «Ἐπεὶ ἅπαξ ἀνάκρισις γίνεται εἰπεῖν τι εἰς τὸν τόπον τῆς ἀνακρίσεως, ἐρῶ. Ὅλη ἡ ἐκκλησία πάρεστιν ἀκούουσα. Οὐκ ὀφείλει ἐκκλησία ἐκκλησίας διαφορὰν ἔχειν ἐν γνώσει, ἐπεὶ οὐκ ἐστὲ ἐκκλησία ἡ ψευδομένη. Παρακαλῶ σε, πάπα Ἡρακλείδα· Θεός ἐστιν ὁ παντοκράτωρ, ὁ ἀγένητος, ὁ ἐπὶ πᾶσιν ποιήσας τὰ ὅλα· ἀρέσκει τοῦτο;» Ἡρακλείδης εἶπεν· «Ἀρέσκει· οὕτω γὰρ κἀγὼ πιστεύω.» Ὠριγένης εἶπεν· «Χριστὸς Ἰησοῦς ʼἐν μορφῇ Θεοῦ ὑπάρχωνʼ, ἕτερος ὢν παρὰ τὸν Θεὸν οὗ ʼἐν μορφῇʼ ὑπῆρχεν, Θεὸς ἦν πρὸ τοῦ ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Θεὸς πρὸ ἦν.» Ὠριγένης εἶπεν· «Θεὸς ἦν πρὶν ἔλθῃ εἰς σῶμα ἢ οὔ;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένῃς εἶπεν· «Ἕτερος Θεὸς παρὰ τοῦτον τὸν Θεὸν οὗ ʼἐν μορφῇʼ ὑπῆρχεν αὐτός;» Ἡρακλείδης εἶπεν· «Δηλονότι ἄλλου τινός, καὶ ὢν 〈ἐν〉 μορφῇ ἐκείνου ἐστὶν τοῦ πάντα κτίσαντος. [30]
» Ὠριγένης εἶπεν· «Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ, ʼὁ πρωτότοκος πάσης κτίσεωσʼ, καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν;» Ἡρακλείδης εἶπεν· «Τοῦτο μὲν σαφὲς λέγεις· ἡμεῖς δὲ λέγομεν Θεὸν εἶναι τὸν παντοκράτορα, Θεὸν ἄναρχον, ἀτελεύτητον, ἐμπεριέχοντα τὰ πάντα καὶ μὴ ἐμπεριεχόμενον, καὶ τὸν τούτου λόγον υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, θεὸν καὶ ἄνθρωπον, διʼ οὗ τὰ πάντα γέγονεν, θεὸν μὲν κατὰ πνεῦμα, ἄνθρωπον δὲ καθʼ ὃ γεγέννηται ἐκ τῆς Μαρίας.» Ὠριγένης εἶπεν· «Ὃ ἐπυθόμην οὐκ ἔδοξας εἰρηκέναι. Σαφήνισον οὖν· ἴσως γὰρ οὐ παρηκολούθησα. Θεὸς ὁ Πατήρ;» Ἡρακλείδης εἶπεν· «Πάντως.» Ὠριγένης εἶπεν· «Ἕτερος τοῦ Πατρὸς ὁ Υἱός;» Ἡρακλείδης εἶπεν· «Πῶς γὰρ δύναται υἱὸς εἶναι, ἐὰν καὶ πατὴρ ᾖ;» Ὠριγένης εἶπεν· «Ἕτερος ὢν τοῦ Πατρὸς ὁ Υἱὸς καὶ αὐτός ἐστιν Θεός;» Ἡρακλείδης εἶπεν· «Καὶ αὐτός ἐστιν Θεός.» Ὠριγένης εἶπεν· «Καὶ γίνονται ἓν δύο Θεοί;» Ἡρακλείδης εἶπεν· «Ναί.» Ὠριγένης εἶπεν· «Ὁμολογοῦμεν δύο Θεούς;» Ἡρακλείδης εἶπεν· «Ναί· ἡ δύναμις μία ἐστίν.» Ὠριγένης εἶπεν· «Ἀλλʼ ἐπεὶ προσκόπτουσιν οἱ ἀδελφοὶ ἡμῶν δύο εἶναι Θεούς, τὸν λόγον θεραπευτέον, καὶ 〈δεῖ〉 δεῖξαι κατὰ τί δύο εἰσὶν καὶ κατὰ τί εἷς Θεός εἰσιν οἱ δύο. Καὶ αἱ θεῖαι γραφαὶ πολλὰ δύο ἐδίδαξαν εἶναι ἕν, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ πλείονα τῶν δύο τινὰ καὶ εἰ πολλῷ πλείονα τῷ ἀριθμῷ ἐδίδαξαν εἶναι ἕν. Τὸ νῦν προκείμενόν ἐστιν οὐ λαβόντα πρόβλημα παρέρχεσθαι καὶ εἴρειν, ἀλλὰ διαμασήσασθαι διὰ τοὺς ἀκεραιοτέρους ὡσπερεὶ τὰ κρέα καὶ κατὰ βραχὺ τὸν λόγον ἐντιθέναι ταῖς ἀκοαῖς τῶν ἀκουόντων. [30]
Πολλὰ τοίνυν δύο κατὰ τὰς γραφὰς λέγεται εἶναι ἕν. Ποίας γραφάς; Ἀδὰμ ἕτερος, ἡ γυνὴ ἑτέρα. Ἀδὰμ ἕτερος τῆς γυναικὸς καὶ ἡ γυνὴ ἑτέρα τοῦ ἀνδρός· καὶ εἴρηται εὐθέως ἐν τῇ Κοσμοποιΐᾳ ὅτι οἱ δύο ἕν εἰσιν· ʼἜσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.ʼ Οὐκοῦν ἔνεστίν ποτε δύο εἶναι μίαν σάρκα. Ἀλλὰ τήρει μοι ὅτι ἐπὶ τοῦ Ἀδὰμ καὶ Εὔας οὐκ εἴρηται ὅτι ἔσονται οἱ δύο εἰς πνεῦμα ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλʼ ʼἔσονται οἱ δύο εἰς σάρκα μίανʼ. Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀποστόλου πρὸς τὸν Χριστὸν εἶναι ἕν· ʼὉ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.ʼ Οὐκ ἔστιν ὃς μὲν οὐσίας ὑποδεεστέρας ἢ καταβεβηκυίας καὶ ἐλάττονος, Χριστὸς δὲ θειοτέρας καὶ ἐνδοξοτέρας καὶ μακαριωτέρας; Οὐκοῦν οὐκέτι εἰσὶν δύο; —Ἀλλὰ γὰρ ὁ ἀνὴρ καὶ γυνὴ ʼοὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μίαʼ, καὶ ὁ ἄνθρωπος ὁ δίκαιος καὶ ὁ Χριστὸς πνεῦμα ἕν· οὕτως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐστὶν οὐ μία σάρξ, οὐχὶ ἓν πνεῦμα, ἀλλὰ τὸ ἀνωτέρω καὶ σαρκὸς καὶ πνεύματος, εἷς Θεός. Ἔδει γὰρ ἐπὶ μὲν ἀνθρώπων κολλωμένων ἀλλήλοις τὸ «σαρκὸς» ὄνομα κεῖσθαι, ἐπὶ δὲ δικαίου ἀνθρώπου κολλωμένου Χριστῷ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἐπὶ δὲ Χριστοῦ ἑνουμένου τῷ Πατρὶ οὐ τὸ «σάρξ», οὐ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἀλλὰ τούτων τιμιώτερον τὸ «Θεός». [25]
Ὅθεν τὸ ʼἘγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμενʼ οὕτω νοῶμεν. Εὐχώμεθα διὰ μὲν τοὺς τηροῦντες τὴν δυάδα, διὰ δὲ τοὺς ἐμποιοῦντες τὴν ἑνάδα, καὶ οὕτως οὐδὲ εἰς τὴν γνώμην τῶν ἀποσχισθέντων ἀπὸ τῆς ἐκκλησίας εἰς φαντασίαν μοναρχίας ἐμπίπτομεν, ἀναιρούντων Υἱὸν ἀπὸ Πατρὸς καὶ δυνάμει ἀναιρούντων καὶ τὸν Πατέρα, οὔτε εἰς ἄλλην ἀσεβῆ διδασκαλίαν ἐμπίπτομεν τὴν ἀρνουμένην τὴν θεότητα τοῦ Χριστοῦ. Πῶς οὖν λέγουσιν αἱ θεῖαι γραφαὶ ὥσπερ ἐν τῷ ʼἜμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετʼ ἐμὲ οὐκ ἔσταιʼ καὶ ἐν τῷ ʼἘγώ εἰμι, καὶ οὐκ ἔστιν Θεὸς πλὴν ἐμοῦʼ. Ταύταις ταῖς φωναῖς οὐ νομιστέον τὸ ἓν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων τῷ ἀχράντῳ χωρὶς Χριστοῦ· μήτε μὴν Χριστοῦ χωρὶς Θεοῦ· ἀλλὰ οὕτως λέγωμεν εἶναι ὡς Ἰησοῦς λέγει τὸ ʼἘγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμενʼ. 〈Ἐν〉 τούτοις τοῖς λόγοις μελετᾶν δεῖ διὰ τὸ πολλὰ κεκινῆσθαι ἐν ταύτῃ τῇ ἐκκλησίᾳ. Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις. Ἐπιτρέποντος οὖν τοῦ Θεοῦ, δεύτερον καὶ τῶν ἐπισκόπων, τρίτον τῶν πρεσβυτέρων καὶ τοῦ λαοῦ δέ, τὸ κινοῦν με πάλιν εἰς τὸν τόπον ἐρῶ. Ἀεὶ προσφορὰ γίνεται Θεῷ παντοκράτορι διὰ Ἰησοῦ Χριστοῦ, ὡς προσφόρου τῷ Πατρὶ τὴν θεότητα αὐτοῦ· μὴ δὶς ἀλλὰ Θεῷ διὰ Θεοῦ προσφορὰ γινέσθω. Τολμηρὸν δόξω λέγειν, εὐχόμενοι ἐμμένειν ταῖς συνθήκαις· ἐὰν μὴ γένηται, ʼοὐ μὴ λήμψῃ πρόσωπον ἀνθρώπου οὐδὲ θαυμάσεις πρόσωπον δυνάστουʼ ἐπίσκοπός ἐστιν αν οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ συνθήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν καιναι ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, οὐκ ἔστιν πρεσβύτερος· εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός· εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ συνάγεται. [5] *[crux: τῷ ἀχράντῳ χωρὶς Χριστοῦ· μήτε μὴν Χριστοῦ χωρὶς Θεοῦ· ἀλλὰ οὕτως λέγωμεν εἶναι ὡς Ἰησοῦς λέγει τὸ ʼἘγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμενʼ. 〈Ἐν〉 τούτοις τοῖς λόγοις μελετᾶν δεῖ διὰ τὸ πολλὰ κεκινῆσθαι ἐν ταύτῃ τῇ ἐκκλησίᾳ. Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις. Ἐπιτρέποντος οὖν τοῦ Θεοῦ, δεύτερον καὶ τῶν ἐπισκόπων, τρίτον τῶν πρεσβυτέρων καὶ τοῦ λαοῦ δέ, τὸ κινοῦν με πάλιν εἰς τὸν τόπον ἐρῶ. Ἀεὶ προσφορὰ γίνεται Θεῷ παντοκράτορι διὰ Ἰησοῦ Χριστοῦ, ὡς προσφόρου τῷ Πατρὶ τὴν θεότητα αὐτοῦ· μὴ δὶς ἀλλὰ Θεῷ διὰ Θεοῦ προσφορὰ γινέσθω. Τολμηρὸν δόξω λέγειν, εὐχόμενοι ἐμμένειν ταῖς συνθήκαις· ἐὰν μὴ γένηται, ʼοὐ μὴ λήμψῃ πρόσωπον ἀνθρώπου οὐδὲ θαυμάσεις πρόσωπον δυνάστουʼ ἐπίσκοπός ἐστιν αν]* *[crux: συνθήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν καιναι]*
5
Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν. Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλησίας. Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν. Μόνη ἡ ἐκκλησία 〈παρὰ〉 πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι. ʼἈπαρχὴ Χριστόσʼ· διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα. Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀποτεθῆναι ἐν μνήματι, —ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται· πάντῃ γὰρ τὸ πνευματικὸν νεκρωθῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν· εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπόστολον λέγοντα ʼΣπείρεται ψυχικόν, ἐγείρεται πνευματικόνʼ, ἀποθνῄσκωμεν πάντες. [25]
ʼΧριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει.ʼ Οὐ μόνον δὲ ʼΧριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκειʼ ἀλλὰ καὶ ʼοἱ τοῦ Χριστοῦʼ ἐγερθέντες ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μάξιμε, ειπεναι;» Μάξιμος εἶπεν· «Γένοιτο πάντας ὁμοίους μοι γενέσθαι. Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ 〈ὑπο〉γράφω καὶ καταθεματίζω· πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω περί τινος πυνθάνομαι· καὶ γὰρ τοῦτο οἴδασιν οἱ ἀδελφοὶ ὅτι ἔλεγον· «Ἔχω παρὰ τοῦ ἀδελφοῦ ὠφεληθῆναι καὶ τοῦτο διδαχθῆναι.» Ὄντος τοῦ πνεύματος παραδεδομένου τῷ Πατρὶ κατὰ τὸ ʼΠάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μουʼ, τοῦ τε πνεύματος χωρὶς τῆς σαρκὸς ἀποθανούσης καὶ κειμένης ἐν μνημείῳ, ὡς ἀνοίγεται καὶ οἱ νεκροὶ πῶς ἀνίστανται;» Ὠριγένης εἶπεν· «Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν. Φησὶν γὰρ ὁ ἀπόστολος· ʼὉ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·ʼ τὸ δὲ ʼἉγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείηʼ, —τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει· ʼΤὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.ʼ Εἰ γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν· ʼΤὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν. [30] *[crux: ειπεναι;» Μάξιμος εἶπεν· «Γένοιτο πάντας ὁμοίους μοι γενέσθαι. Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ 〈ὑπο〉γράφω καὶ καταθεματίζω· πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω]*
‘ Ὁ τοίνυν Σωτὴρ καὶ Κύριος ἡμῶν θέλων ἄνθρωπον σῶσαι ὥσπερ ἠθέλησεν σῶσαι, διὰ τοῦτο οὕτως ἠθέλησεν σῶσαι σῶμα, ὡς ἠθέλησεν ὁμοίως 〈σῶσ〉αι καὶ ψυχήν, ἠθέλησεν καὶ τὸ λεῖπον τοῦ ἀνθρώπου σῶσαι, τὸ πνεῦμα. Οὐκ ἂν δὲ ὅλος ἄνθρωπος ἐσώθη, εἰ μὴ ὅλον τὸν ἄνθρωπον ἀνειλήφει. Ἀθετοῦσι τὴν σωτηρίαν τοῦ σώματος τοῦ ἀνθρωπίνου πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Σωτῆρος· ἀθετοῦσι τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου πνεύματος περὶ οὗ λέγει ὁ ἀπόστολος· ʼΟὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.ʼ Θέλων σῶσαι τὸ πνεῦμα τοῦ ἀνθρώπου, περὶ οὗ τάδε εἶπεν ὁ ἀπόστολος, ἀνέλαβεν καὶ ἀνθρώπου πνεῦμα. Τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη, τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως ἡνώθη. Παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη. Πῶς; Τὸ σῶμα ἐν τῷ μνημείῳ, ἡ ψυχὴ ἐν ᾅδου, τὸ πνεῦμα παρέθετο τῷ Πατρί. Ἡ ψυχὴ ἐν ᾅδου· ʼΟὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην.ʼ Εἰ παρέθετο τὸ πνεῦμα τῷ Πατρί, παρακαταθήκην δέδωκεν τὸ πνεῦμα. Ἄλλο ἐστὶν χαρίσασθαι, καὶ ἄλλο παραδοῦναι, καὶ ἄλλο τὸ παρακαταθέσθαι. Ὁ παρακατατιθέμενος παρακατατίθεται ἵνα ἀπολάβῃ τὴν παρακαταθήκην. Τίνι οὖν ἔδει τὴν παρακαταθήκην παραθέσθαι τὸ πνεῦμα τῷ Πατρί; Ὑπὲρ ἐμέ ἐστιν καὶ τὴν ἐμὴν ἕξιν καὶ τὸν ἐμὸν νοῦν, —οὐ γάρ εἰμι τηλικοῦτος εἰπεῖν ὅτι ὥσπερ τὸ σῶμα οὐχ οἷόν τε ἦν εἰς ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί. [25]
Ταύτην τὴν παραθήκην παραθέμενος τῷ Πατρί, ἀπολαμβάνει. Πότε; Οὐχ ἅμα τῇ ἀναστάσει, ἀλλʼ εὐθέως μετὰ τὴν ἀνάστασιν. Μάρτυρά μοι φέρε τὴν γραφὴν τὴν εὐαγγελικήν. Ἀνέστη ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν· ἀπήντησεν αὐτῷ ἡ Μαρία, καί φησιν πρὸς αὐτήν· «ʼΜή μου ἅπτου.ʼ» Ἐβούλετο γὰρ τὸν ἁπτόμενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτελοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος· »ʼΟὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέραʼ»· ἀναβαίνει πρὸς τὸν Πατέρα καὶ ἔρχεται πρὸς τοὺς μαθητάς. Οὐκοῦν ἀναβαίνει πρὸς τὸν Πατέρα. Ἕνεκα τίνος; τὴν παρακαταθήκην ἀπολαβεῖν. Τὰ μὲν περὶ τῆς πίστεως, ὅσα ἔσηνεν ἡμᾶς, συνεξετάσθη· εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης. Ἐξ ἀμφοτέρων κατορθουμένων δικαιούμεθα, ἐξ ἀμφοτέρων μὴ κατορθουμένων ἐπʼ ἀμφοτέροις κολαζόμεθα. Εἰσὶν δέ τινες οὐκ ἐπʼ ἀμφοτέροις κολασθησόμενοι, ἀλλʼ ἐπὶ τῷ ἑτέρῳ, οἱ μὲν ἐπὶ τῇ πίστει ὡς ἐπταισμένῃ, ἀλλʼ οὐκ ἐπὶ τῷ βίῳ ὡς οὐ κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολασθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. [25]
Ἐγὼ νομίζω ἐν ταῖς Σολομῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, —λέγω δὲ τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, —λέγεσθαι ὑπὸ τοῦ Σολομῶντος τοῦτον τὸν τρόπον· ʼΤίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν; Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;ʼ Τὴν γὰρ διαφορὰν τούτων οὕτω λαμβάνομεν, περὶ μὲν φρόνημα τὴν καρδίαν, περὶ δὲ τὰς πράξεις τὰς ἁμαρτίας. ʼΤίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίανʼ μὴ μεμολυμμένην ʼψευδωνύμῳ γνώσειʼ, μὴ μεμολυμμένην ψεύδει; ʼἪ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶνʼ ἐν τῷ πρακτικῷ μηδὲν ἁμαρτήσας; Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν· ἐξ ἀμφοτέρων γινώσκωμεν, καταλαμβάνωμεν, πιστεύωμεν ἢ τὸ ἀνέγκλητον ἕξειν ἢ καὶ τὸ μακάριον, ἢ τὸ ἐναντίον τούτοις. Τῶν οὖν κολαζομένων ἐστὶν οὐ μόνον τὰ φρικτὰ καὶ φοβερά, ἃ οὐδὲ ὀνομάζεσθαι ὀφείλει ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὰ νομιζόμενα εἶναι ὑποδεέστερα. Διὰ τοῦτο δοκεῖ ὁ ἀπόστολος κατειλεχέναι τοῖς (εἰ δεῖ οὕτως ὀνομάσαι) τοῖς ἀθεμίτοις καὶ μυσαροῖς καὶ μιαροῖς τὰ ὑπὸ τῶν πολλῶν καταφρονούμενα. [20]
10
Τί γὰρ λέγει; ʼΜὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν.ʼ Ὁρᾷς τοῖς τηλικούτοις κακοῖς, τῷ ἀρσενοκοίτῃ, τῷ μαλακῷ, τῷ μοιχῷ, τῷ πόρνῳ συνηρίθμησεν τὸν μέθυσον, τὸν λοίδορον, ἁμαρτήματα καταφρονούμενα ὑπὸ πάντων ἡμῶν, ἵνα διδαχθῶμεν ὅτι οὐκ ἐπʼ ἐκείνοις μόνοις ἐκβαλλόμεθα ἐκ τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐπὶ τούτοις ἃ νομίζεται εἶναι ἐλάττονα. Διόπερ μήτε λοιδορῶμεν, μήτε μεθύωμεν, μήτε ἁρπάζωμεν, μήτε κλέπτωμεν, μηδὲ τὰ οὐ θεμιτὰ πράττωμεν, κἂν πλανώμεθα. Εἴ τι περὶ κανόνος λείπει, ὑπομνήσατε· ἔτι λοιπὸν εἰς τὴν γραφὴν ἐροῦμεν.» Διονύσιος εἶπεν· «Εἰ ἡ ψυχὴ τὸ αἷμα;» Ὠριγένης εἶπεν· «Ἦλθέν μου εἰς τὰς ἀκοάς, καὶ πεπληροφορημένος λέγω, ὅτι τινὲς τῶν ἐνταῦθα καὶ τῶν ἐν τοῖς ἀστυγείτοσιν οἴονται μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν τὴν ψυχὴν μηδὲν αἰσθάνεσθαι, ἀλλὰ εἶναι ἐν τῷ μνημείῳ, ἐν τῷ σώματι. Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν· καίτοι τιμῆς ἕνεκεν καὶ τοῦ λόγου μετεπέμψατο ἡμᾶς· συγκατέβημεν εἰς τὸν λόγον, ἔδωκεν φωνὴν ὡς ἐκεῖνος ἐκάθαρεν αὑτὸν ὡς πρὸς ἡμᾶς φωναῖς πίστεως ὅτι ὡς πρὸς Θεόν. [25] *[crux: ὅτι]*
Ἀναγκαίως οὖν καὶ τοῦτο ζητεῖ ὁ ἀγαπητὸς Διονύσιος. Τὰ ῥητὰ ὑφʼ ὧν περισπῶνται, μή τί με λάθῃ αὐτῶν, πρῶτον ἐκθήσομαι, καὶ πρὸς ἕκαστον, Θεοῦ διδόντος, κατὰ τὴν εὐχὴν ὑμῶν ἀποκρινούμεθα. —Τὸ μὲν περισπάσαν ἐστὶν ὅτι ʼἩ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστινʼ· καὶ τοῦτο τὸ ῥητὸν δεινῶς ἐκίνησεν τοὺς μὴ νοήσαντας αὐτό· καὶ ʼΟὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός· πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα· οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκόσʼ. Τὸ περισπάσαν τοῦτό ἐστιν· τὰ γὰρ ἕτερα τὰ περισπάσαντα πολλῷ ἐλάττονά ἐστιν τῆς ἐμφάσεως τῆς κατὰ ταῦτα διανοίας. Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν τῷ ἀναγινώσκειν τὰ θεῖα (βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν) … Εὗρον ὁμωνύμως πᾶσι τοῖς σωματικοῖς ὀνομαζόμενα οὐ σωματικά, ἵνα τὰ μὲν σωματικὰ ᾖ κατὰ τὸν ἔξω ἄνθρωπον, τὰ δὲ ὁμώνυμα τοῖς σωματικοῖς κατὰ τὸν ἔσω. Δύο ἀνθρώπους ἡ γραφὴ λέγει εἶναι τὸν ἄνθρωπον· ʼΕἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳʼ· καὶ ʼΣυνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.ʼ Τούτους τοὺς δύο ἀνθρώπους ὁ μὲν ἀπόστολος πανταχοῦ παρίστησιν καθʼ ἕκαστον. [20]
Δοκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλʼ ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νενοηκὼς εἰρηκέναι. Οἴονταί τινες ἐν τῇ Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ ʼἜλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπονʼ. Τούτοις ἀκολουθεῖ τὸ ʼκατʼ εἰκόναʼ τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα. Ἡμεῖς δὲ οὐχ οὕτως μεμήναμεν ὡς εἰπεῖν ἢ σύνθετον εἶναι τὸν Θεὸν ἐκ χείρονος καὶ κρείττονος, ἵνα τὸ ʼκατʼ εἰκόναʼ ἐπʼ ἀμφότερον 〈ᾖ〉, ἢ ὁλόκληρον, ὄντος τοῦ Θεοῦ, τὸ ʼκατʼ εἰκόναʼ γέγονεν ἐν τῷ χείρονι μᾶλλον, καὶ μὴ ἐν τῷ κρείττονι. Οἱ λόγοι λεπτότεροί εἰσιν· δεόμεθα ἀκροατῶν ἰσχνὴν διάνοιαν ἐχόντων. Παρακαλῶ οὖν τοὺς ἀκροατὰς προσέχειν ἑαυτοῖς, μή ποτε αἴτιοί μοι γένωνται τοῦ ἐγκληθῆναι ὅτι τὰ ἅγια παραβάλλω κυσίν, ἀναιδέσι ψυχαῖς. Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορνείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν. Οὕτω δὲ καὶ παρακαλῶ τοὺς ἀκροατὰς μὴ αἰτίους μοι γενέσθαι τοῦ ἐγκληθῆναι ὡς μαργαρίτας τηλικούτους, οὓς συναγαγεῖν πειρώμεθα ὡς καλοὶ ἔμποροι, παρατιθέντες τοῖς ἐγκυλιομένοις ἐν ταῖς ἀκαθαρσίαις τῶν σωμάτων, καὶ διὰ τοῦτο χρηματίζουσιν χοίροις· εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμενον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον. [5] *[crux: ὄντος]*
Ἐὰν οὖν, ὁμοιουμένης ʼτῆς βασιλείας τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτασʼ, εὑρίσκω τοὺς καλοὺς μαργαρίτας, καὶ ὠνούμενος καὶ καμάτοις καὶ ἀγρυπνίαις παραβάλλω ψυχαῖς φιληδόνοις, καὶ τοῖς περὶ τὰ σωματικὰ βορβόροις καὶ ἐν ταῖς ἀκαθαρσίαις ἐγκυλιομέναις, ἔσομαι κἀγὼ παρανομήσας ὅτι ἔβαλον τοὺς μαργαρίτας τοῖς χοίροις. Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον καταπατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν. Δέομαι οὖν ὑμῶν, μεταμορφώθητε· θέλετε μαθεῖν ὅτι ἐν ὑμῖν ἔστιν τὸ μεταμορφωθῆναι, καὶ ἀποθέσθαι τὴν τοῦ χοίρου μορφήν, οὖσαν κατὰ τὴν ἀκάθαρτον ψυχήν, καὶ τὴν μορφὴν τοῦ κυνός, οὖσαν κατὰ τὸν ὑλακτικὸν καὶ βαϋβίζοντα καὶ κακολογοῦντα ἄνθρωπον. Ἔστιν δὲ μεταμορφωθῆναι ἀπὸ ὄφεων· πονηρὸς γὰρ ἄνθρωπος ἀκούει ʼὄφισʼ καὶ ʼγεννήματα ἐχιδνῶνʼ· εἰ τοίνυν θέλομεν ἀκούειν ὅτι ἐν ἡμῖν ἔστιν μεταμορφωθῆναι ἀπὸ ὄφεων, ἀπὸ χοίρων, ἀπὸ κυνῶν, μάθωμεν ἀπὸ τοῦ ἀποστόλου τὴν ἐφʼ ἡμῖν μεταμόρφωσιν. [5]
Φησὶν γὰρ οὕτως· ʼἩμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα.ʼ Εἰ ὑλακτικὸς ἦς καὶ ὁ λόγος σε ἔπλασεν καὶ μετεποίησέν σε, μετεμορφώθης ἀπὸ κυνὸς εἰς ἄνθρωπον. Εἰ ἀκάθαρτος ἦς καὶ ὁ λόγος καθίκετό σου τῆς ψυχῆς καὶ παρέσχες σεαυτὸν τῇ τοῦ λόγου πλάσει, μετέβαλες ἀπὸ χοίρου εἰς ἄνθρωπον. Εἰ θηριώδης ἦς, ἀκούων λόγον τὸν ἡμεροῦντα, τὸν τιθασσεύοντα, τὸν εἰς ἄνθρωπόν σε μεταβάλλοντα ἐπὶ τῷ βουλήματι τοῦ λόγου, οὐκέτι ἀκούσει ʼὄφις, γεννήματα ἐχιδνῶνʼ. Οὐκ ἂν γὰρ εἰ ἀδύνατον ἦν τοὺς ὄφεις τούτους, 〈τοὺσ〉 κατὰ ψυχὴν διὰ κακίαν ὄφεις, μεταβαλεῖν, ὁ Σωτὴρ ἔλεγεν (ἢ ὁ Ἰωάννης)· ʼΠοιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.ʼ Μετανοήσας οὐκέτι εἶ ʼὄφις, γεννήματα ἐχιδνῶνʼ. Ἐπεὶ τοίνυν περὶ ἀνθρώπου πρόκειται λέγειν, καὶ περὶ τῆς ψυχῆς τοῦ ἀνθρώπου ζητεῖν εἰ μή ἐστιν αἷμα, καὶ ὁ λόγος ἡμᾶς ἀπῄτησε φθάσαι ἐπὶ τὸν περὶ δύο ἀνθρώπων καθʼ ἕκαστον λόγον, καὶ ἤλθομεν ἐπὶ λόγον μυστικόν, παρακαλοῦμεν ὑμᾶς ἵνα μὴ ἐγκληθῶ διʼ ὑμᾶς ὡς τοὺς μαργαρίτας χοίροις, ὡς τὰ ἅγια κυσὶ βαλών, ὡς ῥίψας τὰ θεῖα τοῖς ὄφεσιν, ὡς μεταδοὺς ʼτοῦ ξύλου τῆς ζωῆσʼ τῷ ὄφει. [25]
15
Ἵνα μὴ ἐγκληθῶ, μεταμορφώθητε, ʼἀπόθεσθε τὴν κακίανʼ, στάσιν, ʼὀργήνʼ, μάχας, ʼθυμόνʼ, λύπας, διχόνοιαν, ἵνα μὴ ᾖ μηκέτι ʼἐν ὑμῖν σχίσματα ἀλλʼ ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃʼ. Ἀγωνιῶ καὶ εἰπεῖν, ἀγωνιῶ καὶ μὴ εἰπεῖν. Διὰ τοὺς ἀξίους θέλω εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ βαλῶ τοὺς μαργαρίτας τοῖς χοίροις. Ἰησοῦ μόνου ἔργον ἦν εἰδέναι χωρίζειν ἐν τοῖς ἀκροαταῖς τοὺς ἔξω ἀπὸ τῶν ἔσω, ἵνα τοῖς μὲν ἔξω ἐν παραβολαῖς λέγῃ, τοῖς δὲ εἰσελθοῦσιν αὐτοῦ εἰς τὴν οἰκίαν λύσῃ τὰς παραβολάς. Τὸ ἔξω καὶ τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν. ʼΤί γάρ μοι τοὺς ἔξω κρίνειν;ʼ Πᾶς ὁ ἁμαρτάνων ἔξω ἐστίν· διὰ τοῦτο ἐν παραβολαῖς λεγέσθω τοῖς ἔξω, ἐάν πως δυνηθῶσιν καταλιπόντες τὰ ἔξω γενέσθαι ἔσω. Τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν· εἰσέρχεται εἰς τὴν Ἰησοῦ οἰκίαν ὁ γνήσιος αὐτοῦ μαθητής, εἰσέρχεται διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικά, διὰ τοῦ βιοῦν ἐκκλησιαστικῶς. Τὸ ἔσω καὶ τὸ ἔξω πνευματικόν ἐστιν. Ὁρᾷς πόσα λέγω ἐν προοιμίῳ εὐτρεπίζων τοὺς ἀκροατάς. Ὀκνῶ εἰπεῖν μέλλων ἐν τῷ λέγειν ὑπερτιθέμενος. Τί ποιῆσαι βούλομαι; Λαβεῖν λόγον θεραπεύοντα τὰς ψυχὰς τῶν ἀκουόντων. Ὁ ἄνθρωπος τοίνυν κτιζόμενος πρότερον μὲν ἐκτίσθη ὁ ʼκατʼ εἰκόναʼ, οὗ ὕλη οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἐξ ὕλης ἐστὶν ὁ ʼκατʼ εἰκόναʼ· ʼΚαὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα καὶ καθʼ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσανʼ καὶ τὰ ἑξῆς· ʼΚαὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπονʼ οὐ ʼχοῦν ἀπὸ τῆς γῆσʼ λαβὼν ὡς ἐπὶ τοῦ δευτέρου, ἀλλὰ ʼκατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόνʼ. [30]
Ὅτι δὲ τὸ ʼκατʼ εἰκόνα Θεοῦʼ οὐ μόνος Μωϋσῆς οἶδεν ἄϋλον, κρεῖττον πάσης σωματικῆς ὑποστάσεως, ἀλλὰ καὶ ὁ ἀπόστολος, παρίστησιν ἡ λέξις αὐτοῦ λέγοντος· ʼἘκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος.ʼ Δύο οὖν καθʼ ἕκαστον ἡμῶν εἰσιν ἄνθρωποι. Πῶς λέγεται ʼψυχὴ πάσης σαρκὸς αἷμά ἐστινʼ; Μέγα τὸ πρόβλημά ἐστιν. Ὡς οὖν ὁμωνυμεῖ ὁ ἔξω ἄνθρωπος τῷ ἔσω, οὕτω καὶ τὰ μέλη αὐτοῦ, ὥστε εἰπεῖν ὅτι πᾶν μέλος τοῦ ἔξω ἀνθρώπου ὀνομάζεται καὶ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὀφθαλμοὺς ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω λέγεται ἔχειν ὀφθαλμούς· ʼΦώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.ʼ Οὐ περὶ τούτων τῶν ὀφθαλμῶν λέγει, οὔτε περὶ τοῦ αἰσθητοῦ ὕπνου, οὔτε περὶ τοῦ κοινοῦ θανάτου. ʼἩ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούσʼ· οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλʼ ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν γινόμεθα ὀξυδερκέστεροι. Οἱ ὀφθαλμοὶ τοῦ ἔσω ἀνθρώπου μᾶλλον ἡμῶν διαβλέπουσιν· ʼἈποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια τοῦ νόμου σουʼ, ὡς κεκαλυμμένων αὐτοῦ τῶν ὀφθαλμῶν οὐχί, ἀλλʼ εἰσὶν οἱ ὀφθαλμοὶ ἡμῶν ὁ νοῦς. [25]
Τοῦ Ἰησοῦ μόνου ἐστὶν ἀποκαλύψαι, ἵνα δυνηθῶμεν τὰ γεγραμμένα θεωρῆσαι καὶ τὰ κεκρυμμένως εἰρημένα κατανοῆσαι. Ὦτα ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος λέγεται ὦτα ἔχειν. ʼὉ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.ʼ Πάντες εἶχον ὦτα τὰ τῆς αἰσθήσεως, ἀλλʼ οὐ πάντες ἦσαν κατωρθωκότες τὸ ἔχειν τὰς ἔνδον ἀκοὰς κεκαθαρμένας. Ταῦτα τὰ ὦτα οὐκ ἐφʼ ἡμῖν, ἐκεῖνα ἐφʼ ἡμῖν· καὶ ἐπεὶ ἐφʼ ἡμῖν ἐστιν ἔχειν ἐκεῖνα τὰ ὦτα, διὰ τοῦτο λέγει ὁ προφήτης· ʼΟἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν· καὶ τίς κωφὸς ἀλλʼ ἢ οἱ παῖδές μου καὶ τίς τυφλὸς ἀλλʼ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.ʼ Ὅτι ἐφʼ ἡμῖν ἐστιν τὸ κωφωθῆναι … (προσέχωμεν· μέλλει ἅπτεσθαι πάντων ἡμῶν τὰ λεγόμενα· τὸν ἔσω ἄνθρωπον δεῖ διαγράψαι ἵνα τὸ αἷμα εὑρεθῇ), ὅτι ἐφʼ ἡμῖν ἐστιν τὸ κωφωθῆναι κατʼ ἐκείνας τὰς ἀκοάς, ἄκουε τοῦ προφήτου λέγοντος· ʼἈπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων αὐτῇ φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ. [20]
‘ Καὶ ὑμεῖς, ὅσοι συνοίδατε ἑαυτοῖς ἐν αἰτίᾳ εἶναι, εἰ ἀκούετε λόγου καὶ ʼφαρμάκου φαρμακευομένου παρὰ σοφοῦʼ καὶ ἀκούετε λόγων ἐπᾳδόντων, ἵνα καταστείλῃ ὑμῶν τὸν θυμὸν καὶ τὴν κακίαν, εἶτα βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφʼ ὑμᾶς τὸ ʼΘυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦʼ. Ὁ ἔξω ἄνθρωπος ὀσφραίνεται μυκτῆρσιν, ἀντιλαμβανόμενος εὐωδίας καὶ δυσωδίας· καὶ ὁ ἔσω ἄνθρωπος ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων· ʼΕὐωδία Χριστοῦ ἐσμεν τῷ Θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.ʼ Φησὶν δὲ καὶ ὁ Σολομὼν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἐκ προσώπου τῶν νεανίδων τῶν θυγατέρων Ἱερουσαλήμ· ʼὈπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.ʼ Ὥσπερ οὖν τοῖς μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθητήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, καὶ δυσωδίας ἁμαρτημάτων. [5]
Ποίας δυσωδίας ἁμαρτημάτων; Περ[ὶ] ἧς λέγει ὁ προφήτης οὕτως· ʼΠροσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.ʼ Ὁ ἔξω ἄνθρωπος ἔχει τὸ γευστικόν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει τὸ πνευματικὸν γευστικόν, περὶ οὗ εἴρηται· ʼΓεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.ʼ Ὁ ἔξω ἄνθρωπος ἔχει ἁφὴν τὴν αἰσθητήν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει ἁφήν, ἐκείνην τὴν ἁφὴν ᾗ ἥψατο ἡ αἱμορροῦσα τοῦ κρασπέδου τοῦ Ἰησοῦ. Ἥψατο· ἐμαρτύρησεν γὰρ ὁ εἰπών· ʼΤίς ἥψατό μου;ʼ Καί γε πρὸ βραχέος ὁ Πέτρος αὐτῷ ἔλεγεν· «ʼΟἱ ὄχλοι θλίβουσίν σε καὶ σὺ λέγεις Τίς ἥψατό μου;ʼ» Οἴεται ὅτι οἱ ἁπτόμενοι σωματικῶς ἅπτονται, οὐ πνευματικῶς. Οἱ οὖν θλίβοντες τὸν Ἰησοῦν οὐχ ἥπτοντο αὐτοῦ· οὐ γὰρ πίστει αὐτοῦ ἥπτοντο. Ἐκείνη δὲ μόνη ἔχουσα θείαν τινὰ ἁφὴν ἥψατο τοῦ Ἰησοῦ καὶ διὰ τοῦτο ἐθεραπεύθη· καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν. [20]
20
Λέγει οὖν· «ʼΤίς ἥψατό μου; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦʼ». Περὶ ταύτης τῆς θειοτέρας ἁφῆς Ἰωάννης λέγει. ʼΚαὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς.ʼ Οὕτως ἔχομεν ἄλλας χεῖρας, περὶ ὧν λέγεται· ʼἜπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.ʼ Ο[ὐ] γὰρ ἐὰν ταύτας ἐπάρω τὰς χεῖρας, κάτω δέ μου κέωνται αἱ χεῖρες τῆς ψυχῆς, καὶ μὴ ἐπάρω αὐτὰς διὰ τῶν ἁγίων καὶ ἀγαθῶν πράξεων γίνεταί μου ʼἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινήʼ. Ἔχω καὶ ἄλλους πόδας, περὶ ὧν ἐπηγγείλατό μοι ὁ Σολομὼν λέγων· ʼὉ πούς σου μὴ προσκόψῃ.ʼ Λέγεται 〈ἄτοπόν〉 τι ἐν τῷ Ἐκκλησιαστῇ· τῷ μὴ συνιέντι γὰρ δόξει ἀνόητον εἶναι, τῷ δὲ σοφῷ ἀπὸ Ἐκκλησιαστοῦ εἴρηται· ʼΤοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ.ʼ Ἐν ποίᾳ κεφαλῇ; Παντὸς γὰρ ἀνθρώπου, καὶ τοῦ ἀνοήτου καὶ τοῦ ἄφρονος, οἱ αἰσθητοὶ ὀφθαλμοὶ ἐν κεφαλῇ αἰσθητῇ εἰσιν, ἀλλὰ ʼτοῦ σοφοῦ οἱ ὀφθαλμοὶʼ οἱ προειρημένοι, οἱ φωτιζόμενοι ὑπὸ τῆς τοῦ Κυρίου ἐντολῆς, ʼἐν κεφαλῇʼ αὐτοῦ, ἐν Χριστῷ, ἐπεὶ ʼΚεφαλὴ ἀνδρὸς ὁ Χριστόσʼ, ὁ ἀπόστολος λέγει. Τὸ διανοητικόν ἐστιν ἐν Χριστῷ. ʼΤὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶʼ, εἶπεν Ἱερεμίας. [20]
Ποίαν κοιλίαν ἀλγεῖ; Ἣν καὶ ἡμεῖς ἀλγοῦμεν, ᾗ ἐπεὶ ὤ[δ]ινεν τὸν λαὸν ʼτὴν κοιλίαν ἀλγῶʼ καὶ ʼτὰ αἰσθητήριαʼ, οὐ ταῦτα ἀλλὰ ʼτῆς καρδίας μουʼ. Ἐὰν καὶ ἐπὶ τὰ λεπτὰ μέρη ἔλθω τοῦ σώματος, βλέπω αὐτὰ ἄσα[ρ]κα ἐπὶ τὴν ψυχήν. ʼΚύριε, μὴ τῷ θ[υ]μῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.ʼ Ποῖα ὀστᾶ ἐταράχθη τοῦ προφήτου; Ἡ ἁρμονία τῆς ψυχῆς καὶ τὸ στερρὸν τῆς διανοίας αὐτοῦ ἦν τεταραγμένον, καὶ παρακαλεῖ περὶ τῆς ἀποκαταστάσεως ἐκείνων τῶν ὀστέων. ʼἘσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.ʼ Ποῖα ὀστᾶ τοῦ λέγοντος ἐσκορπίσθη παρὰ τὸν ᾅδην; Ἐὰν ἴδῃς μοι τὸν ἡμαρτηκότα καὶ ἴδης αὐτοῦ τὰς ἁρμονίας ἐν τῷ χωρίῳ τῆς ἁμαρτίας, ἐν τῷ χωρίῳ τῶν νεκρῶν, ἐν τῷ χωρίῳ τῆς κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. ʼΠάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι;ʼ Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέγει, αἰσθάνεται τοῦ Θεοῦ, καὶ ταῦτα ἀναίσθητα ὡς ἰατρῶν παῖδες παριστᾶσιν πρίζοντες ὀστᾶ τοῦ μὴ αἰσθανομένου ἐν τῇ πρίσει. ʼΠάντα οὖν τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι;ʼ Ὀστᾶ πάντα ἔχει ὁ ἔσω ἄνθρωπος. [20]
Ἔχει καρδίαν ὁ ἔσω ἄνθρωπος· ʼἈκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.ʼ Ἐκεῖνοι καρδίαν εἶχον ταύτην τὴν τοῦ σώματος· οὐ γὰρ ἀπόλλυται ἐκείνη ἡ καρδία. Ὅταν δέ τις ἀμελήσῃ τῆς γεωργίας τῆ[ς] ἕξεως νοητικῆς, καὶ ἀπὸ πολλῆς ἀ[ρ]γίας ἀποθῆται τὸ διανοητικόν, ἀπολώ[λ]εκεν τὴν καρδίαν, καὶ λέγεται πρὸς τὸν τοιοῦτον. ʼἈκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν.ʼ ʼὙμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.ʼ Ποῖαι τρίχες; Διʼ ὃ ἦσαν πνευματικῶς ναζιραῖοι. Ἐπεὶ ἔχεις ταῦτα πάντα τοῦ αἰσθητοῦ σώματος περὶ τὸν ἔσω ἄνθρωπον, μηκέτι δίσταζε καὶ περὶ τοῦ αἵματος ὅτι ὁμωνύμως τῷ αἰσθητῷ αἵματι, ὡς καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ἐστὶν κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐκεῖνο τὸ αἷμα ψυχῆς ἁμαρτωλοῦ ἐκχεῖται· καὶ γὰρ ʼΤὸ αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητηθήσεταιʼ. Οὐκ εἶπεν Τὸ αἷμα ὑμῶν, ἀλλὰ ʼΤὸ αἷμα τῶν ψυχῶν ὑμῶνʼ. Καὶ ʼΤὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσωʼ. Ποῖον αἷμα ἐκζητεῖ ὁ Θεὸς ʼἐκ χειρὸς τοῦ σκοποῦʼ ἢ ἐκεῖνο τὸ ἐκχεόμενον τοῦ ἁμαρτωλοῦ; Οὕτως ἀπόλλυται καρδία τοῦ ἄφρονος, καὶ λέγεται ʼἈκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίανʼ, ὡς ἐκχεῖται τὸ αἷμα καὶ ἡ δύναμις ἡ ζωτικὴ τῆς ψυχῆς. [20]
Εἰ νενόηται ἡ ψυχή, καὶ νενόηται κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νενόηται ὅτι ἐν ἐκείνῃ ἐστὶν τὸ ʼκατʼ εἰκόναʼ, δῆλον ὅτι καλῶς ὁ Παῦλος λέγει· ʼΚάλλιον γ[ὰ]ρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.ʼ Πρὸ τῆς ἀναστάσεως σὺν Χριστῷ ἐστιν ὁ [δ]ίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετ[ὰ] Χριστοῦ. Διὰ τοῦτο ʼκάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναιʼ. Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀναπαύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται [ἐ]ν κόλποις Ἀβραάμ· κατὰ δὲ ὑμᾶς [τ]οὺς τὰ τοσαῦτα λέγοντας οὐ ʼκάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναιʼ· οὐ γὰρ σὺν Χριστῷ ἐστιν ἅμα τῷ ἀναλῦσαι, εἰ ἡ ψυχὴ αἷμα. Εἰ ἡ ψυχὴ κεῖται ἐν τοῖς μνημείοις, πῶς δύναται ʼεἶναι σὺν Χριστῷʼ; Κατὰ δὲ ἐμὲ καὶ τὸν λόγον τοῦ Θεοῦ, ἡ ἀναλύσασα ἀπὸ τῶν καμάτων, ἡ ἀναλύσασα ἀπὸ τῶν ἱδρώτων ψυχή, ἡ ἀπολυθεῖσα τοῦ σώματος, ἡ δυναμένη λέγειν ʼΝῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, μετʼ εἰρήνησʼ, ἐξέρχεται ἐν εἰρήνῃ καὶ μετὰ Χριστοῦ ἀναπαύεται. Οὕτως ἡ ψυχὴ τοῦ Ἀβραὰμ ἤκουσεν· ʼΣὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου μετʼ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ.ʼ Ἀπέρχεται πρὸς τοὺς πατέρας. Ποίους πατέρας; Περὶ ὧν λέγει ὁ Παῦλος· ʼΤούτου χάριν κάμπτω μου τὰ γόνατα πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατριά. [20]
‘ Οὕτω καθʼ ἡμᾶς ʼἀπελύθη Ἀαρώνʼ· καὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ γέγραπται περὶ τοῦ δικαίου τοῦ καλῶς ἀγωνισαμένου, τοῦ ἐξελθόντος ἀπὸ τοῦ σωματικοῦ δεσμοῦ [ὅ]τι ʼἘξ οἴκου τῶν δεσμίων ἐξελεύσε[τα]ι τοῦ βασιλεῦσαιʼ. Οὕτω πείθομαι ἀ[πο]θνῄσκειν ὑπὲρ ἀληθείας, οὕτως [ἑ]τοίμου τοῦ λεγομένου θανάτου καταφρονῶ, οὕτως φέρε θηρία, φέρε σταυρούς, φέρε πῦρ, φέρε βασάνους. Οἶδα ὅτι ἅμα τῷ ἀπαλλαγῆναι ἐξέρχομαι τοῦ σώματος, μετὰ Χριστοῦ ἀναπαύομαι. Διὰ τοῦτο ἀγωνισώμ[εθα], διὰ τοῦτο παλαίσωμεν, στενάζωμ[ε]ν ὄντες ἐν [τ]ῷ σώματι, οὐχ ὡς πάλιν ἐσόμενοι ἄρτι ἐν τοῖς μνημείοις ἐν τῷ σώματι, ἀλλʼ ἀπολυθησόμενοι μέν, μεταβαλοῦντες δὲ τὸ σῶμα ἐπὶ τὸ πνευματικώτερον· ἀναλύσοντες δὲ καὶ σὺν Χριστῷ ἐσόμενοι, πῶς στενάζομεν οἱ ὄντες ἐν τῷ σώματι;» Εἰσελθόντος Φιλίππου ἐπισκόπου, Δημήτριος, ἄλλος ἐπίσκοπος, εἶπεν· «Διδάσκει ὁ ἀδελφὸς Ὠριγένης ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν.» Ὠριγένης εἶπεν· «Ὁ λόγος τοῦ πάπα Δημητρίου ἄλλου προβλήματος δέδωκεν ἡμῖν ἀρχήν. Ἔφασκεν ἡμᾶς εἰρηκέναι ὅτι ἀθάνατος ἡ ψυχή. Πρὸς τοῦτον τὸν λόγον ἐρῶ ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ οὐκ ἀθάνατος ἡ ψυχή. [20]
25
Τὸ ὄνομα τοῦ θανάτου πρῶτον διαστείλωμεν καὶ ὅσα σημαίνεται ἐκ τῆς τοῦ θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθʼ Ἕ[λ]ληνας, ἀλλʼ ὅσα σημαίνεται κατὰ [τὴ]ν θείαν γραφήν. Ἴσως μέν μο[υ σ]οφώτερος καὶ ἄλλα σημαινόμ[ε]να παραστήσει· ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος οἶδα τρεῖς θανάτους. Ποίους τούτους τρεῖς θανάτους; ʼΖῇʼ τις ʼτῷ Θεῷʼ καὶ ʼἀπέθανεν τῇ ἁμαρτίᾳʼ κατὰ τὸν ἀπόστολον. Οὗτος μακάριος ὁ θάνατος· ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ· τοῦτον τὸν θάνατον ὁ [Κύριός] μου ἀπέθανεν. ʼὋ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ[θ]ανεν.ʼ Οἶδα καὶ ἄλλον θάνατον καθʼ ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται· ʼΨυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.ʼ Οἶδα καὶ τρίτον θάνατον καθʼ ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνάναι· ʼἔζησενʼ γὰρ Ἀδὰμ ʼἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανενʼ. Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος. Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρωποι ἀποθνῄσκομεν· ὃν διάλυσιν νομίζομεν εἶναι. 〈Τοῦτον〉 τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀποθνῄσκει· εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον. [20]
ʼΖητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν.ʼ Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, [κ]ολάζωνται δέ· διὰ τοῦτο ʼζητήσουσι[ν ο]ἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσου[σι]ν αὐτόνʼ. Κατὰ τοῦτο τὸ σημαινόμεν[ο]ν πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος. Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ. Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν εὐχόμενος ἐν πνεύματι θείῳ· ʼἈποθάνοι ἡ ψυχή [μου] ἐν ψυχαῖς δικαίων.ʼ Περὶ τούτου τοῦ θανάτου π[α]ραδόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ Θεοῦ τὰ κάλλιστα ηὔχετο· ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ· καὶ διὰ τοῦτο ἔλεγεν· ʼἈποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.ʼ Ἄλλος δὲ θάνατος ἔστιν, καθʼ ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνάμεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν. Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν· ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι ʼψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖταιʼ, θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή· ἐὰν δὲ γένηται ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀ[θ]άνατος. [20]
—Πῶς εἴρηται παρὰ τῷ ἀπο[στ]όλῳ ʼὉ μόνος ἔχων ἀθανασίανʼ [ἐπὶ] τοῦ Θεοῦ; Ζητῶ ἵνʼ εὕρω ὅτι Χριστὸς Ἰησοῦς ʼὑ[πὲ]ρ πάντων ἀπέθανεν χωρὶς Θεοῦʼ. Ἔχ[ει]ς ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν· ἀναλαμβάνωμεν ἐκ τοῦ ἐφʼ [ἡ]μῖν. Οὐ δίδωσιν αὐτὴν [ἡ]μῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν· ʼἸδοὺ δέδω[κα] πρὸ προσώπου σου τὴν ζωήν.ʼ Ἐφʼ [ἡμῖ]ν ἐστιν ἐκτεῖνα[ι] τὴν χεῖρ[α, π]ρᾶξα[ι πρ]άξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν [ζω]ὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ. Α[ὕτη ἡ] ζωὴ Χριστός ἐστιν εἰπών· ʼἘγώ εἰ[μι ἡ ζω]ήʼ, αὕτη ἡ ζωὴ ἣ νῦν μὲν [δικαίοις] πάρεστιν ἐν σκιᾷ, ʼτότε δὲ πρ[ό]σωπον πρὸς πρόσωπονʼ· ʼΠνεῦμαʼ γὰρ ʼπρὸ προσώπου ἡμῶν Χριστὸς [Κύριος] οὗ εἴπωμεν· Ἐν τῇ σ[κ]ιᾷ αὐτοῦ ζ[ησό]μεθα ἐν τοῖς ἔθνεσινʼ. Ε]ἰ τοσαῦτα ἀ[γα]θὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων ʼτὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένουʼ, ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων ʼΠρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σεʼ, ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ. [5]
Νῦν γὰρ ʼἡ ζ[ω]ὴʼ ἡμῶν ʼκέκρυπται σὺν τῷ Χριστῷ· [ὅ]ταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, [τό]τε καὶʼ ἡμεῖς ʼσὺν αὐτῷʼ φανερωθ[ησ]όμεθα ʼἐν δόξῃʼ. Ἐπὶ ταύτην τὴν ζωὴν σπεύσωμεν, στενάζοντες, λυπούμενοι ὅτι ἐσμὲν ἐν τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον ʼἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκ[δ]ημοῦμεν ἀπὸ τοῦ Κυρίουʼ. Ἐ[πιπ]οθήσωμεν ʼἐκδημῆσαι ἀπὸ το[ῦ σώ]μ[ατος κ]αὶ ἐνδημῆσαι πρὸς τὸν [Κύριον]ʼ, ἵνʼ ἐ[νδ]ημοῦντε[ς] αὐτῷ γενώ[με]θα ἓν πρὸς τὸν Θεὸν τῶν ὅλων [καὶ] τὸν μονογενῆ αὐτοῦ Υἱὸν [ὁρῶμεν] πρὸς πάντα σωζόμενοι καὶ μακάρι[οι γ]ινόμενοι, ἐν Ἰησοῦ Χριστῷ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμ[ή]ν.» Ὠριγένους διάλεκτοι· πρὸς Ἡρακλείδην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ψυχῆς. [15]