Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Ostanes: To Petasius on the Sacred and Divine Art

Library › Greek: Science & Medicine › To Petasius on the Sacred and Divine Art

This short alchemical text is addressed to Petasius, a figure named among the alchemical authorities. It is ascribed to Ostanes, the legendary Persian magus whom Greek tradition made a master of magic and alchemy. The ascription is pseudepigraphic, and the piece belongs to the Byzantine alchemical corpus edited by Berthelot and Ruelle. It praises a 'divine water' that heals every illness and gives a recipe for preparing it through grinding and repeated distillation.

The text is a small example of the Greek alchemical literature, where recipes for transformation are expressed in the language of mystery and healing. It shows how legendary Eastern sages were drawn on to lend authority to the 'sacred and divine art'.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAAG II 261–262). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). This Byzantine alchemical piece is pseudepigraphically ascribed to the legendary Persian magus Ostanes.

Ancient Greek · Science & Medicine
To Petasius on the Sacred and Divine Art
Pseudo-Ostanes · every word parsed
2.261.(9t)
ὈΣΤΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΠΕΤΑΣΙΟΝ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΤΑΥΤΗΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ Τῆς φύσεως τὸ ἄτρεπτον ἐν μικρῷ ὕδατι τέρπεται· αἱ κράσεις γὰρ αὐτὸ τέρπουσιν τῆς ὑφεστώσης ὑποστάσεως· διὰ γὰρ τοῦ ἐρασμίου καὶ θείου ὕδατος τούτου πᾶν νόσημα θεραπεύεται. Ὀφθαλμοὶ βλέπουσι τυφλῶν, ὦτα ἀκούουσι κωφῶν, μογιλάλοι τρανῶς λαλοῦσιν. Ἔστι δὲ εἰκότως ἡ σκευὴ τοῦ θείου ὕδατος τοιαύτη. Λαβὼν ὠὰ δρυίνου ὄφεως ἐν αὐγούστῳ μηνὶ ἐν ὄρεσι διατρίβοντος Ὀλυμπίου ἢ Λιβάνου ἢ Ταύρου, προσφάτων ὄντων, ἔκχεον ἐν ὑελίνῳ ἀγγείῳ λίτραν μίαν· ἐπιβαλὼν ἐν αὐτῷ ὕδατι θείῳ, ἤγουν θερμοῦ, ἀνάγαγε ἐν οὐρανίᾳ θεῖον ἄπυρον τετρακὶς, ἄχρις αὐτοῦ πορφυρόχροος γένηται ἡ ἀνάλειψις τοῦ ἐλαίου.
2.262
Λαβὼν ἀμιάντου 𐆄 ιγʹ, αἵματος κογχύλης 𐆄 θʹ, ὠὰ χρυσοπτέρων ἱεράκων 𐆄 εʹ, εὑρισκομένων πλησίον τῶν κέδρων τοῦ Λιβάνου ἐν τῷ ὄρει· ταῦτα λειοτριβήσας τὰ εἴδη ἐν θυείᾳ λιθίνῃ τὴν ἀμίαντον καὶ τὴν κογχύλην καὶ τὰ ὠὰ, ἕως ἂν ἑνωθῶσιν ὁμοῦ πάντα· καὶ μετὰ ταῦτα ἐν ὑελίνῳ ἄμβικι ἐξωράϊσον ἑπτάκις, καὶ ἀπόθες. Ἀνάγαγε τὸ πρῶτον σύνθεμα μετὰ τοῦ δευτέρου, καὶ λείου ἐν τρισὶν ἡμέραις· καὶ μετὰ τὴν τελείωσιν, ἐπίβαλλε ἐν ὑελίνῳ 〈ἀγγείῳ〉 πάντα ὁμοῦ λειωθέντα· καὶ θάψον ἐν ὕδατι θαλασσίῳ ἡμέραν αʹ· καὶ ἐτελέσθη τὸ θεῖον ὕδωρ. Τοῦτο τὸ ὕδωρ τὰ νεκρὰ ἀνιστᾷ καὶ τὰ ζῶντα νεκροῖ, τὰ σκοτεινὰ φωτίζει καὶ τὰ φωτεινὰ σκοτίζει, ὕδωρ θαλάσσιον δράσσεται, καὶ τὸ πῦρ ἀπολύει· καὶ ταῦτα διὰ μικρᾶς σταγόνος τὰ μολιβδοειδῆ χρυσοειδῆ ἐργάζεται, συνεργοῦντος τοῦ τῇ ἀοράτῳ καὶ παντοδυνάμῳ δυνάμει καὶ σοφίᾳ χρησαμένου, καὶ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τὰ σύμπαντα καὶ ἀχθῆναι καὶ γενέσθαι καὶ μορφοῦσθαι κελεύσαντος· ᾧ καὶ κράτος νέμειν δεῖ αὐτῷ τῷ μόνῳ, καὶ καθολικῷ καὶ ἀληθινῷ Θεῷ, σὺν τῷ ζωαρχικῷ τῆς ἡμετέρας ζωῆς καὶ σωτηρίας Χριστῷ Ἰησοῦ, σὺν τῷ νοερῷ καὶ ἡγεμονικῷ Θείῳ Πνεύματι, δόξα, μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top