Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Philo of Alexandria (attributed): Fragments from the Florilegia

Library › Greek: Philosophy › Fragments from the Florilegia

These Fragments from the Florilegia are short moral sayings ascribed to Philo of Alexandria in Byzantine anthologies such as the Sacra Parallela. They warn against flatterers, praise virtue as the true guide of human affairs, advise on the treatment of household slaves and on prayer, reflect on honour in old age, and call concord the mother of peace, with one saying commenting on a verse of Deuteronomy.

Many of these sayings cannot be traced in Philo's surviving works, and ascriptions in florilegia are often unreliable, so the collection is presented as attributed rather than certainly genuine. Some may come from lost treatises. They show how Philo was read in Byzantium, as a source of ethical maxims excerpted alongside Church Fathers.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). These gnomic sayings are ascribed to Philo by Byzantine florilegia such as the Sacra Parallela, and many cannot be traced in his extant works.

Ancient Greek · Philosophy
Fragments from the Florilegia
Philo of Alexandria (attributed) · every word parsed
Μὴ τοὺς τοῖς ἐπαίνοις θέλγοντας καὶ φρεναπατῶντάς σε ἀποδέχου· μισεῖν γὰρ τοὺς κόλακας οἱ σοφοὶ παρεγγυῶσιν ὡς μέγα βλάπτοντας.
Καλὰ ἑκάστοις τὰ οἰκεῖα φαίνεται εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστιν· κρίνουσι γὰρ αὐτὰ οὐ συλλογισμῷ μᾶλλον ἢ τῷ τῆς ἀνοίας πάθει.
Πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται τοῖς πολλοῖς τὰ ἐνύπνια· ἄλλα τοῦ ἀνδρείου καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα, ἄλλοι τοῦ ἀκολάστου ὄνειροι καὶ ἄλλοι τοῦ σώφρονος· ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος οὐδαμοῦ τῆς διανοίας, ἀλλὰ τῆς ἀλογωτέρας ἐν τῇ ψυχῇ διαθέσεως τὰς τοιαύτας φαντασίας ἀνατυπούσης.
20
Ἀποστρέφου τῶν κολάκων τοὺς ἀπατηλοὺς λόγους· ἐξαμβλύνοντες γὰρ τοὺς τῆς ψυχῆς λογισμοὺς οὐ συγχωροῦσιν 〈ἰδεῖν〉 τῶν πραγμάτων τὴν ἀλήθειαν· ἢ γὰρ ἐπαινοῦσι τὰ ψόγου ἄξια ἢ ψέγουσι πολλάκις τὰ ἐπαίνων κρείττονα.
Ἀρεταὶ μόναι τῶν ἀνθρώπων τὰ πράγματα κυβερνᾶν ἐπίστανται.
Αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή.
Εἰ βούλει διπλῶς εὐδοκιμεῖν, καὶ τοὺς τὰ κάλλιστα ποιοῦντας προτίμα καὶ τοῖς τὰ χείρονα πράττουσιν ἐπιτίμα.
Εὔπαιδες οἱ τῶν καλῶν καὶ ἀγαθῶν ἐπιστήμονες.
25
Ἔχουσιν αἱ τῶν κοινῶν ἐπιμέλειαι λαβὰς εἰς τὸ μεμφθῆναι.
Οἱ οἰκέται σου μήτε κόρῳ μήτε λιμῷ ἐθιζέσθωσαν· λιμῷ γὰρ ἕπεται κλοπή, κόρῳ δὲ ὕβρις.
Παρατηρητέον μηδὲν τῶν εὐτελεστέρων μηδʼ ὅσα δυνατοὶ παρέχειν 〈ἡμῖν〉 αὐτοῖς ὑπολαμβάνομεν αἰτεῖν παρὰ θεοῦ· ἀεὶ γὰρ τὰς θεοῦ χάριτας ἀξίωμα τι τοῦ διδόντος μᾶλλον ἢ ἀδοξία τοῦ λαμβάνοντος μετρεῖται. Ἐπιτιμητέον οὖν τοῖς ἀνεπιστήμοσιν, οἳ τολμῶσιν εὔχεσθαι ταὐτὰ ποιεῖν, ἐν οἷς οἱ παντεχνῖται κατορθοῦσιν. Εἴποι γὰρ ἂν δικαίως ὁ θεός· ʼΤί μὴ μαθόντες τὰ τῶν μεμαθηκότων ἐπιζητεῖτε καρποῦσθαι; Τί δὲ νόμον φύσεως οὐκ ἐρυθριᾶτε παραβαίνοντες, ὃς οὐδὲ τοῖς ἀπείροις τὰ τῶν ἐμπειροτάτων ἔργα χαριεῖται οὔτʼ ἀστρατεύτῳ τὰ στρατηγῶν οὔτʼ ἀπείρῳ θαλάττης οἰάκων ἐπιστήμην;ʼ Τὸ δὲ ἀγασαμενοντι χρῆμα καὶ ὡς ἀληθῶς θαυμαστὸν καὶ μεγαλοπρεπὲς τυγχάνον ἐν μόνοις ἐκείνοις ὀφείλει χαρακτηρίζεσθαι τοῖς διὰ τέλους τὸν ἑαυτῶν βίον τῇ περὶ τὸ θεῖον ἀνατεθεικόσι λατρείᾳ καὶ διʼ ἀψευδῶν δογμάτων πολιτείας τε λαμπούσης παρὰ τῶν λοιπῶν ἁπάντων ἀνθρώπων τὸ τῆς τοιαύτης ἐπαγγελίας πλεονέκτημα διαφαίνουσιν. *[crux: ἀγασαμενοντι]*
Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τῷ δὲ σπουδαίῳ ἐν νεότητι ἐχέγγυον τὸ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι.
30
Τὸ δʼ εὐδαιμονεῖν οὐκ ἄνευ τοῦ εὐνομεῖν, τὸ δʼ εὐνομεῖν ἐκ τοῦ ὁμονοεῖν. ὁμόνοια γὰρ μήτηρ εἰρήνης. Ὅσοις τοίνυν προσφιλὲς τὸ κοινοτριβὲς καὶ ἐπωφελὲς καὶ ἀσπαστόν, τούτοις ἀναγκαιότατον τὸ ἰσόψυχον καθάπερ [ἐν] σώματι τὰ σύνδουλα μέλη.
Φησὶ Μωυσῆς· ʼἩμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά.ʼ (Dtn. 325) Ἁμαρτάνομεν 〈ἡμῖν〉 αὐτοῖς, οὐ θεῷ. Μεγάλην 〈δʼ〉 ἀσέβειαν ἐπιτετειχισμένην τῇ ψυχῇ καθέλωμεν ἡμᾶς ἀναγράψαντες τοῦ ἀδικεῖν αἰτίους· οὕτω γὰρ ὡς ἂν ἴδιον καὶ ἑκούσιον ἀρρώστημα σπουδάσωμεν ἀ[ρ]κεῖσθαι πάντες ἐπι φέροντες καὶ διʼ ἡμῶν αὐτῶν καὶ διʼ ἑτέρων τὰ σωτήρια, κἂν ἀδυνατῶμεν μὲν διὰ τῶν ὁμοίων, ἐφʼ ἱκεσίας καὶ εὐχὰς τρεψώμεθα τοῦ μόνου ἵλεω, ὃς ἀναιρεῖν μὲν κακὰ δικαιοῖ, συντιθέναι δʼ οὐ βουλεταί.
Φιλόσοφος ψυχὴ πάντων ἐστὶν ὑψηλοτέρα καὶ χαρτῶν καὶ λυπηρῶν· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦται οὔθʼ ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ διαμένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπι δεικνυμένη.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top