Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Polycharmus: Lycian History (Fragments)

Library › Greek: History › Lycian History (Fragments)

Lycian History (Fragments) gathers the remains of the Lykiaka, a history of Lycia in southern Asia Minor by Polycharmus, a writer whose date is unknown. The work is lost and survives only in quotations in Athenaeus and Stephanus of Byzantium. The longest fragment, from the second book, describes a fish oracle of Apollo by the shore, which Stephanus places at Sura: enquirers threw spits of roasted meat into a pool that then filled with seawater, and the answer depended on the kinds of fish that appeared.

Polycharmus is one of many local historians whose work survives only in scraps, but his account of the fish oracle is a vivid and much-cited description of an unusual form of Greek divination. The other Lycian fragments are mostly place names. The set also includes a passage from a book On Aphrodite by a Polycharmus of Naucratis, telling how a small statue of the goddess saved a merchant ship in a storm; whether he is the same writer is uncertain.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FGrHist 770; FHG IV 479). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
Lycian History (Fragments)
Polycharmus · every word parsed
t1-4
ΛΥΚΙΑΚΑ. E LIBRO SECUNDO.
1 (t)
Athenaeus VIII: Οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν, γράφων οὕτως· «Ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δίνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφʼ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. Καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δίναν, καὶ ἀποθεωρεῖ τὸ γινόμενον. Μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δίνα, καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον, ὥστʼ ἐκπλήττεσθαι τὸ ὁρατὸν τοῦ πράγματος, τῷ δὲ μεγέθει, ὥστε καὶ εὐλαβηθῆναι. Ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων ὁ προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως ὁ μαντευόμενος περὶ ὧν ηὔξατο. Φαίνονται δὲ ὀρφοὶ, γλαῦκοι, ἐνίοτε δὲ φάλαιναι ἢ πρίστεις, πολλοὶ δὲ καὶ ἀνόρατοι ἰχθῦς, καὶ ξένοι τῇ ὄψει.» Stephan. [15]
Byz.: Σοῦρα, μαντεῖον Λυκίας, περὶ οὗ Πολύχαρμός φησιν ἐν Λυκιακοῖς, ὅπου νῦν φρέαρ θαλάσσης, τόπος Σούριος καλούμενος. Τὸ ἐθνικὸν Σουρηνός. Idem: Ἴλαρις, πόλις Λυκίας, ὡς Πολύχαρμος ἐν Λυκιακοῖς.
Τὸ ἐθνικὸν Ἰλαρεύς. Idem: Φελλὸς, πόλις Παμφυλίας.
Ἑκαταῖος. Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. Ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος. ΠΕΡΙ ΑΦΡΟΔΙΤΗΣ. [5]
5
Athenaeus XV: Περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου, τίς ἐστι τὴν ἄνθην, πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται· «Κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος, ἐμπορίᾳ χρώμενος καὶ χώραν πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου, ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος, ᾔει φέρων εἰς τὴν Ναύκρατιν. Καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου, ἐπεὶ χειμὼν αἰφνίδιον ἐπέπεσε καὶ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα, σώζειν αὐτοὺς αὐτὴν δεόμενοι. Ἡ δὲ θεὸς (προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν) αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνας χλωρᾶς πλήρη, ὀδμῆς τε ἡδίστης ἐπλήρωσε τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσι τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν. Γενομένου δὲ ἐμέτου πολλοῦ καὶ ἡλίου ἐκλάμψαντος, κατιδόντες τοὺς ὅρους ἧκον εἰς τὴν Ναύκρατιν. Καὶ ὁ Ἡρόστρατος, ἐξορμήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ, θύσας τε τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ ἄγαλμα, καλέσας τε καὶ ἐφʼ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους, ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.» Ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. [25]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top