T.1
SUID. s. Ποσειδώνιος· Ἀπαμεὺς ἐκ Συρίας ἢ Ῥόδιος· φιλόσοφος Στωικός, ὃς ἐπεκλήθη Ἀθλητής. σχολὴν δʼ ἔσχεν ἐν Ῥόδωι, διάδοχος γεγονὼς καὶ μαθητὴς Παναιτίου. ἦλθε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Μάρκου Μαρκέλλου (a. 51). ἔγραψε πολλά. —Ποσειδώνιος Ἀλεξανδρεύς· φιλόσοφος Στωικός, μαθητὴς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν Ἱστορίαν τὴν μετὰ Πολύβιον (T 12 b) ἐν βιβλίοις νβ ἕως τοῦ πολέμου τοῦ Κυρηναικοῦ καὶ Πτολεμαίου· καὶ Μελέτας ῥητορικάς· Ὑποθέσεις εἰς Δημοσθένην. καὶ οἶμαι ταῦτα μᾶλλον Ποσειδωνίου τοῦ σοφιστοῦ εἶναι τοῦ Ὀλβιοπολίτου. —Ποσειδώνιος Ὀλβιοπολίτης (III)· σοφιστὴς καὶ ἱστορικός. Περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν κατʼ αὐτόν· Περὶ τῆς Τυρικῆς καλουμένης χώρας· Ἀττικὰς ἱστορίας ἐν βιβλίοιςδ · Λιβυκὰ ἐν βιβλίοις ια · καὶ ἄλλα τινά.
T.2
STRABON XIV 2, 13: Ποσειδώνιος δʼ ἐπολιτεύσατο μὲν ἐν Ῥόδωι καὶ ἐσοφίστευσεν, ἦν δʼ Ἀπαμεὺς ἐκ τῆς Συρίας. s. F 4.
T.3
—XVI 2, 10: ἐντεῦθεν (sc. ἐξ Ἀπαμείας) δʼ ἐστὶ Ποσειδώνιος ὁ Στωικός, ἀνὴρ τῶν καθʼ ἡμᾶς φιλοσόφων πολυμαθέστατος.
T.4
[LUKIAN.] Macrob. 20: Ποσειδώνιος ὁ Ἀπαμεὺς τῆς Συρίας, νόμωι δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα (sc. ἔζησεν ἔτη).
T.5a
STRABON III 1, 5: τριάκονθʼ ἡμέρας διατρίψας ἐν Γαδείροις ….. (F 45).
T.5b
—III 2, 5: διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις παραδιενεχθεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ Σαρδόνα καὶ τὰ ἄλλα ἀπαντικρὺ μέρη τούτων τῆς Λιβύης …. (F 46). s. F 56; 59; 63; 73; 88; 100.
T.6
—VII 5, 8: ἐν Ῥόδωι πρυτανεύοντος αὐτοῦ …. (F 97).
T.7
PLUT. Mar. 45: ἱστορεῖ Ποσειδώνιος (F 37) ὁ φιλόσοφος αὐτὸς εἰσελθεῖν καὶ διαλεχθῆναι περὶ ὧν ἐπρέσβευεν ἤδη νοσοῦντι φάσκων αὐτῶι
T.8a
STRABON. XI 1, 6: φασὶ γοῦν ἐν Ῥόδωι γενόμενον τὸν Πομπήιον ἡνίκα ἐπὶ τὸν ληιστρικὸν πόλεμον ἐξῆλθεν (a. 66) —εὐθὺς δʼ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη—παρατυχεῖν διαλεγομένωι τῶι Ποσειδωνίωι, ἀπιόντα δʼ ἐρέσθαι, εἴ τι προστάττει, τὸν δʼ εἰπεῖν ʼαἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλωνʼ.
T.8b
PLUT. Pomp. 42: ἐν δὲ Ῥόδωι γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν … Ποσειδώνιος δὲ καὶ τὴν ἀκρόασιν ἀνέγραψεν, ἣν ἔσχεν ἐπʼ αὐτοῦ πρὸς Ἑρμαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος.
T.9
CIC. ad Att. II 1, 2: quamquam ad me rescripsit iam Rhodo Posidonius se, nostrum illud ὑπόμνημα cum legeret, quod ego ad eum ut ornatius de isdem rebus scriberet miseram, non modo non excitatum esse ad scribendum sed etiam plane deterritum.
T.10a
ATHEN. XII 73 p. 549 E: Ποσειδώνιος γοῦν ὁ Στωικός, συναποδημήσας Σκιπίωνι τῶι Ἀφρικανῶι κληθέντι εἰς Ἀλεξάνδρειαν …. (F 6).
T.10b
—XIV 75 p. 657 E: μνημονεύει δʼ αὐτῶν (sc. τῶν περνῶν), Στράβων ἐν τρίτηι Γεωγραφουμένων (4, 11), ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῆι ἑβδόμηι, τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον … οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῶι τὴν Καρχηδόνα ἑλόντι.
T.11
STRABON. XI 1, 6: (T 8) προστίθει δὲ τούτοις, ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε (sc. Ποσειδώνιος) τὴν περὶ αὐτῶν (scil. Ibererer und Albaner).
T.12a
ATHEN. IV 36 p. 151 E: Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν ταῖς Ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προήιρητο φιλοσοφίας, πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων.
T.12b
RANDNOTIZ COD. A SUID. s. Πολύβιος (91 T 2): ἰστέον ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής.
T.13
VITRUV. De arch. VIII 3, 27: (F 123) ex his autem rebus sunt nonnulla quae ego per me perspexi, cetera in libris Graecis scripta inveni, quorum scriptorum hi sunt auctores Theophrastos Timaeus Posidonios Hegesias Herodotus Aristides Metrodorus, qui magna vigilantia et infinito studio locorum proprietates, aquarum virtutes ab inclinatione caelique regionum qualitates ita esse distributas scriptis dedicaverunt.
T.14
STRABON VIII 1, 1: οἱ δʼ ἐν τῆι κοινῆι τῆς ἱστορίας γραφῆι χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε (70 T 12) καὶ Πολύβιος, ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος.
T.15a
—II 2, 1: …. ἐν τοῖς Περὶ Ὠκεανοῦ (F 28)· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώτερον.
T.15b
—II 3, 8: (F 28) πολλὰ γὰρ ἐν τοῖς καθʼ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρὰ αὐτῶι καὶ τὸ ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.
T.16
—X 3, 5: (Ephoros 70 T 18 a) ἡμεῖς δέ, φησί (sc. ὁ Πολύβιος), τὰ νῦν ὄντα δηλώσομεν καὶ περὶ θέσεως τόπων καὶ διαστημάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίαι. ἀλλὰ μὴν σύ γε, ὦ Πολύβιε, ὁ τὰς λαοδογματικὰς ἀποφάσεις περὶ τῶν διαστημάτων εἰσάγων οὐκ ἐν τοῖς ἔξω τῆς Ἑλλάδος μόνον, ἀλλὰ καὶ ἐν τοῖς Ἑλληνικοῖς καὶ διαδοὺς εὐθύνας τὰς μὲν Ποσειδωνίωι, τὰς δʼ Ἀρτεμιδώρωι, τὰς δʼ ἄλλοις πλείοσι. *[crux: καὶ]*
T.17a
—I 2, 1: ἐπεὶ οὐδὲ πρὸς ἅπαντας φιλοσοφεῖν ἄξιον, πρὸς Ἐρατοσθένη δὲ καὶ Ποσειδώνιον καὶ Ἵππαρχον καὶ Πολύβιον καὶ ἄλλους τοιούτους καλόν.
T.17b
—II 4, 2: Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλʼ ἐκείνωι μὲν καὶ Δικαιάρχωι συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους, Πολυβίωι δὲ καὶ Ποσειδωνίωι τίς ἂν συγγνοίη;
T.18
STRABON III 2, 9: Ποσειδώνιος δέ, τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετήν (F 47), οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας ἀλλὰ συνενθουσιᾶι ταῖς ὑπερβολαῖς.
T.19a
PLIN. NH I 2: ….. (s. 21) de mundo geometrica ….. externis Hipparcho Timaeo Sosigene Petosiri Nechepso Pythagoricis Posidonio (F 75) …..
T.19b
—I 4: … situus, gentes …. externis …. Metrodoro, Cleobulo, Posidonio.
T.19c
—I 5; 6: …. Metrodoro (V 136), Posidonio qui Περίπλουν aut Περιήγησιν ……
T.19d
—I 11: ….. Themisone, Posidonio Stoico, Menandris Prienaeo et Heracleote ….