Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Pythagoras: Golden Verses

Library › Greek: Philosophy › Golden Verses

The Golden Verses are a short didactic poem of about seventy hexameters, presented as the teaching of Pythagoras but composed long after his time, probably in the Hellenistic or early imperial period. In plain, memorable lines it sets out a rule of life: honour the immortal gods, the heroes and one's parents; choose friends for their virtue; master appetite, sleep and anger; and at the end of each day examine one's conduct. It closes with the promise that the purified soul will become an immortal god.

Widely read in antiquity, the poem received a full commentary from the Neoplatonist Hierocles of Alexandria in the fifth century and remained popular through the Byzantine period and into modern times. It is one of the clearest statements of the Pythagorean ideal of self-discipline, and its nightly self-examination became a model for later moral and spiritual practice.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The Golden Verses are a Hellenistic-era pseudo-Pythagorean poem, not by Pythagoras himself.

Ancient Greek · Philosophy
Golden Verses
Pseudo-Pythagoras · every word parsed
1
ΠΥΘΑΓΟΡΙΚΑ ΧΡΥΣΑ ΕΠΗ Ἀθανάτους μὲν πρῶτα θεούς, νόμωι ὡς διάκειται, τίμα καὶ σέβου ὅρκον. ἔπειθʼ ἥρωας ἀγαυούς τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων σούς τε γονεῖς τίμα τούς τʼ ἄγχιστʼ ἐγγεγαῶτας· τῶν δʼ ἄλλων ἀρετῆι ποιεῦ φίλον ὅστις ἄριστος. πραέσι δʼ εἶκε λόγοιςʼ ἔργοισί τʼ ἐπωφελίμοισι. μηδʼ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς, ὄφρα δύνηι· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. Ταῦτα μὲν οὕτως ἴσθι, κρατεῖν δʼ εἰθίζεο τῶνδε, γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε καὶ θυμοῦ. πρήξηις δʼ αἰσχρόν ποτε μήτε μετʼ ἄλλου μήτʼ ἰδίηι· πάντων δὲ μάλιστʼ αἰσχύνεο σαυτόν. εἶτα δικαιοσύνην ἀσκεῖν ἔργωι τε λόγωι τε, μηδʼ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε, ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν, χρήματα δʼ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτʼ ὀλέσθαι. ὅσσα δὲ δαιμονίαισι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, ἣν ἂν μοῖραν ἔχηις, ταύτην φέρε μὴ δʼ ἀγανάκτει. ἰᾶσθαι δὲ πρέπει καθʼ ὅσον δύνηι, ὧδε δὲ φράζευ· οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ Μοῖρα δίδωσιν. Πολλοὶ δʼ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοί προσπίπτουςʼ, ὧν μήτʼ ἐκπλήσσεο μήτʼ ἄρʼ ἐάσηις εἴργεσθαι σαυτόν. ψεῦδος δʼ ἤν πέρ τι λέγηται, πράως εἶχʼ. ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω· μηδεὶς μήτε λόγωι σε παρείπηι μήτε τι ἔργωι πρῆξαι μηδʼ εἰπεῖν, ὅ τί τοι μὴ βέλτερόν ἐστιν. Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται· δειλοῦ τοι πράσσειν τε λέγειν τʼ ἀνόητα πρὸς ἀνδρός. ἀλλὰ τάδʼ ἐκτελέειν, ἅ σε μὴ μετέπειτʼ ἀνιήσει.
πρᾶσσε δὲ μηδὲ ἓν ὧν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκευ ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις. οὐ δʼ ὑγιείας τῆς περὶ σῶμʼ ἀμέλειαν ἔχειν χρή, ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμνασίων τε ποιεῖσθαι. μέτρον δὲ λέγω τόδʼ, ὃ μή ςʼ ἀνιήσει.
εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον ἄθρυπτον καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει. μὴ δαπανᾶν παρὰ καιρὸν ὁποῖα καλῶν ἀδαήμων μηδʼ ἀνελεύθερος ἴσθι. μέτρον δʼ ἐπὶ πᾶσιν ἄριστον.
πρᾶσσε δὲ ταῦθʼ, ἅ σε μὴ βλάψει, λόγισαι δὲ πρὸ ἔργου.
5
Μὴ δʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· ʼπῆι παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;ʼ ἀρξάμενος δʼ ἀπὸ πρώτου ἐπέξιθι καὶ μετέπειτα δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπευ.
(50)
ταῦτα πόνει, ταῦτʼ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει ναὶ μὰ τὸν ἁμετέραι ψυχᾶι παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως. Ἀλλʼ ἔρχευ ἐπʼ ἔργον θεοῖσιν ἐπευξάμενος τελέσαι. τούτων δὲ κρατήσας γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων σύστασιν, ἧι τε ἕκαστα διέρχεται, ἧι τε κρατεῖται. γνώσηι δʼ, ἣ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε σε μήτε ἄελπτʼ ἐλπίζειν μήτε τι λήθειν.
(50)·2
γνώσηι δʼ ἀνθρώπους αὐθαίρετα πήματʼ ἔχοντας τλήμονας, οἵτʼ ἀγαθῶν πέλας ὄντων οὔτʼ ἐσορῶσιν οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν. τοίη Μοῖρα βροτῶν βλάπτει φρένας· οἱ δὲ κύλινδροι ἄλλοτʼ ἐπʼ ἄλλα φέρονται ἀπείρονα πήματʼ ἔχοντες. λυγρὰ γὰρ συνοπαδὸς Ἔρις βλάπτουσα λέληθεν σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν. Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν λύσειας ἅπαντας, εἰ πᾶσιν δείξαις, οἵωι τωι δαίμονι χρῶνται. ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν, οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
(50)·3
ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
(50)·4
ἀλλʼ εἴργου βρωτῶν ὧν εἴπομεν ἔν τε Καθαρμοῖς ἔν τε Λύσει ψυχῆς, κρίνων καὶ φράζευ ἕκαστα ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.
(50)·5
ἢν δʼ ἀπολείψας σῶμα ἐς αἰθέρʼ ἐλεύθερον ἔλθηις, ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκέτι θνητός.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top