Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Salmanas: Method for Making the Round Pearl

Library › Greek: Science & Medicine › Method for Making the Round Pearl

This Greek alchemical recipe explains how to make large, round pearls out of small seed-pearls. Its heading credits the method to Salmanas, described as an Arab famous for his craftsmanship, of whom nothing else is known. The seed-pearls are dissolved in citron juice in a glass vessel warmed by the summer sun; the paste is then mixed with prepared mercury, shaped into balls with silver tools, polished, and baked inside fish. The text belongs to the Byzantine alchemical corpus edited by Berthelot and Ruelle.

Recipes for artificial pearls and gems were a practical side of Greek alchemy, closely tied to the workshops of jewellers. This text preserves the technical vocabulary of that craft, in which the word for hail also meant a small pearl, and its credit to an Arab master suggests the exchange of craft knowledge between the Byzantine and Arab worlds.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAAG II 364–367). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
Method for Making the Round Pearl
Salmanas · every word parsed
2.364.(5t)
ΜΕΘΟΔΟΣ ΔΙʼ ΗΣ ΑΠΟΤΕΛΕΙΤΑΙ Η ΣΦΑΙΡΟΕΙΔΗΣ ΧΑΛΑΖΑ, ΚΑΤΑΣΚΕΥΑΣΘΕΙΣΑ ΠΑΡΑ ΤΟΥ ΕΝ ΤΕΧΝΟΥΡΓΙΑ ΠΕΡΙΒΟΗΤΟΥ ΑΡΑΒΟΣ ΤΟΥ ΣΑΛΜΑΝΑ Λαβὼν λεπτοτάτας χαλάζας, ἔμβαλε αὐτὰς ἐν ὑάλῳ· καὶ ἐπίβαλε ἐπʼ αὐτῷ κίτριον ζωμὸν ὥστε σκεπασθῆναι ταύτας ὑπʼ αὐτοῦ· ἐπάνω δὲ τοῦ τοιούτου ζωμοῦ, ἐπίρρανον βρύου κινστέρνης κεκαυμένου καὶ τετριμμένου καλῶς μέρος ὀλίγον. Εἶτα πώμασον αὐτὸ· καὶ ἐπιχρίσας ἀσφαλῶς τὸ ἐν τῷ στόματι αὐτοῦ πῶμα μετὰ τοῦ ᾠκονομημένου πηλοῦ, κρέμασον τὸν τοιοῦτον ὕαλον, ἐπὶ τῷ θερμαίνεσθαι ὑπὸ τοῦ ἡλίου ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐπὶ ἡμέραν μίαν· καθʼ ὥραν δὲ λάμβανε τὸν τοιοῦτο ὕαλον, καὶ κίνει συχνῶς ὥστε συγκινεῖσθαι τούτῳ καὶ τὰς τοιαύτας ἔνδον χαλάζας αὐτοῦ. Τῇ δὲ ἐπαύριον ἀνακαλύψας τὸ ἐν αὐτῷ πῶμα, διύλισον τὸν ζωμὸν ἠρέμα ὥστε μὴ χεθῆναι σὺν αὐτῷ τι ἀπὸ τῆς οὐσίας τοῦ συνθέματος τῶν τοιούτων χαλαζῶν. Καὶ ἐπίβαλε ἐν αὐτῷ ἕτερον ζωμὸν τοιοῦτον, καὶ ποίησον αὖθις ὡς τὸ πρότερον· καὶ οὕτω ποίησον ἐκ τρίτου. Ὅταν δὲ ἴδῃς ὅτι κατεμοσχεύθη τὸ τῶν χαλαζῶν σύνθεμα καὶ κατεπόθη ὁ ζωμὸς ὑπʼ αὐτοῦ, ἐπίβαλε ἐπʼ αὐτοῦ ἕτερον τοιοῦτον ζωμόν.
2.365
Εἶτα μετὰ τὸ λυθῆναι τὰς τοιαύτας χαλάζας καθόλου, καὶ γενέσθαι σύνθημα ἓν, λαβὼν τὸν τοιοῦτον σύνθημα, ἔμβαλε ἐν σινίῳ, καὶ πλήσας τὸ τοιοῦτον σινίον ὕδατος γλυκέως, τάραξον τὸ τοιοῦτον σύνθημα ἐντὸς τοῦ τοιούτου ὕδατος, καὶ ἔα καταστῆναι τὸ ἐν αὐτῷ ὕδωρ ἐπὶ ὥραν μίαν· καὶ πάλιν διύλισον ἠρέμα· καὶ τοῦτο ποίησον πολλάκις, ἔστʼ ἂν ἀφανισθῇ τέλεον ἡ δριμύτης τοῦ ἐν αὐτῷ κιτρίου ζωμοῦ. Ἔπειτα λάβε τὸ τοιοῦτον σύνθημα, καὶ ἔμβαλε αὐτὸ ἐν πατελλίῳ ὑαλίνῳ, καὶ ἐπιπώμασον τὸ τοιοῦτον πατέλλιον διʼ ἑτέρου πατελλίου εὐρυστομωτέρου ὄντος, ὥστε περιλαμβάνεσθαι ὑπὸ τοῦ στόματος αὐτοῦ τὸ στόμα τοῦ κάτω πατελλίου. Ἐχέτω δὲ τὸ ἐπάνω πατέλλιον ὀπὴν ἄνωθεν, ὅπως ἀναπνῇ διʼ αὐτοῦ ἡ ὑγρότης τοῦ συνθήματος. Ἔστω δὲ ἡ τοιαύτη ὀπὴ ἐσκεπασμένη μετὰ πανίου ἀραιοῦ ἐπιλεγομένου χαρερίο υ· καὶ ἐπίθες ἐν ἡλίῳ αὐτὸ, ἐν τοῖς ὑπὸ κύνα καύμασι· καὶ ξηράνας τὸ σύνθημα, φύλαξον τοῦτο. Εἶτα λαβὼν ὑδραργύρου λίτραν μίαν, καὶ ἀπὸ τοῦ οἰκονομηθέντος διὰ τοῦ ἀσβέστου τζαπαρικοῦ, λείωσον ἡμέρας βʹ ἢ γʹ ἢ εʹ ἢ ζʹ· καὶ ἀποξηράνας, αἰθάλωσον καὶ ἀποκάθαρον. Εἰ δʼ οὖν ξηρὸν ὂν ἕνωσον ἐξ αὐτοῦ λίτραν ἡμίσειαν τῇ μιᾷ λίτρᾳ τῆς ὑδραργύρου· κατʼ ὀλίγον ὑποτρίβων ἔστʼ ἂν ἀφανισθῇ καὶ οἷον εἰπεῖν καταποθῇ ἡ ὑδράργυρος ἅπασα· καὶ ἀνάσπασον ἐν ὑάλοις μετὰ χαύνου πυρὸς ἔστʼ ἂν ἴδῃς λευκὴν ὡς χιόνα. Εἶτα λαβὼν ἀπὸ τοῦ ξηρανθέντος συνθέματος τοῦ τῶν χαλαζῶν μέρη δʹ, καὶ ἀπὸ τῆς ῥηθείσης ὑδραργύρου μέρη ϛʹ, ἕνωσον ἐντὸς πατελλίου παχέως ὑαλίνου, ἀνατρίβων καὶ λειῶν καλῶς μετὰ τριβιδίου ὑαλίνου, ἀρδεύων τῷ λευκῷ ζωμῷ βοτάνης τῆς ἐπιλεγομένης ζωκάρο υ . Ἔστω δὲ ὡς στέαρ ἡ ζύμη παχεῖα· λείωσον δὲ καλῶς καὶ ἐπιμελῶς· καὶ λαβὼν ἀπὸ τῆς τοιαύτης ζύμης ὅσον βούλει, βάλον ἐντὸς πανίου λευκοῦ μεταξωτοῦ, καὶ σφαιροποίει εἰς ὃ ἂν βούλει μέγεθος.
2.366
Ἔστωσαν δὲ ἐν τῇ τοιαύτῃ σφαιροποιΐᾳ ἐργαλεῖα τοιαῦτα· δοίδυξ ἀργυροῦς, λαβὶς ἀργυρᾶ, χειροδάκτυλοι ἀργυροῖ· καὶ διὰ τῶν τοιούτων ἐργαλείων, ἐργάζου τὴν τοιαύτην σφαιροποιΐαν. Ἐχέτω δὲ σοῦ ἡ διάνοια προσοχὴν τοιαύτην ὅπως μὴ ἅψηται αὐτὸ ἡ χείρ σου, μήτε μὴν οὐδὲ ἀναπνοὴ, μηδὲ κονιορτὸς προσψαύσῃ· φαρμακεύεται γὰρ καὶ μελαίνεται καὶ μένει ἄχρηστον. Ἔπειτα δῆσον μετὰ ἑψημένης μετάξης τὰς ἐν τοῖς διαλιφεῖσι λευκοῖς μεταξωτοῖς σφαίρας· καὶ οὕτω μίαν ἑκάστην τῶν τοιούτων σφαιρῶν ἐμβαλὼν ἐν ὑάλῳ, κίνει, συχνῶς καὶ ἠρέμα. ἀποκυλίων. Καὶ ἐπὰν ἴδῃς καλῶς σφαιρωθείσας, λαβὼν, τρύπησον μετὰ σύρματος ἀργυροῦ, καὶ μετὰ τὸ τρυπῆσαι, κίνει αὖθις ἐν τῷ ὑάλῳ. Μετὰ ταῦτα λαβὼν ζωκάρους, ἔμβαλον ἐν τριβλίῳ καθάρῳ· τρίψον στύψιν ὀλίγην· ἐπίρρανον ἐπὶ τὰς σάρκας τούτων· ἀποσφιγγομένων γὰρ αὐτῶν διὰ τὸ στύφον, ἀποβάλλονται τὸ γλοιῶδες. Λαβὼν οὖν ἀπὸ τοῦ γλοιώδους τούτου μέρος ὀλίγον, καὶ ἐμβαλὼν ἐν ὑάλῳ, ἐγκύλιε ἑκάστην τῶν σφαιροειδῶν χαλαζῶν. Ἐχέτω δὲ ἑκάστη σύρμα ἀργύριον, καὶ δέχου ταύτην ἐνδέξιον διʼ αὐτοῦ· καὶ λαβὼν κόσκινον ὃ ταγάριον καλοῦσι, ποίησον ὀπὰς λεπτὰς ἐν αὐτῷ, καὶ πήγνυε ἀπὸ τοῦ ἔνδοθεν μέρους ταῖς τοιαύταις ὀπαῖς τὰ συρμάτια τὰ ἔχοντα τὰ σφαιροειδεῖς χαλάζας. Ἔπειτα λαβὼν καὶ ἕτερον ταγάριον, ἁρμόζον τῷ ἑτέρῳ, πλῆσον βαμβάκης ἐστιβασμένης, ἐμβαλὼν κούφως καὶ πάνυ περιπεπετασμένως· καὶ λαβὼν τὸ ἔχον τοὺς μαργάρους, ἅρμοσον, καὶ ἔα ξηραίνεσθαι ἐντὸς τοῦ τοιούτου κοσκίνου ἐπὶ ἡμέρας ιʹ. Εἶτα ἔμβαλε ἑκάστην σφαῖραν χαλαζοειδῆ ἐν ὑάλῳ βικοειδεῖ, ἀποκυλίων ἐν αὐτῷ, ἔστʼ ἂν γνοίης ὅτι κτυποῦσιν ὡς λίθοι. Ἔπειτα στίλβωσον αὐτὸ καθὸ καὶ οἱ λίθοι στιλβοῦνται παρὰ τῶν καβατόρων. Ἔπειτα λαβὼν ἰχθύας λιμναίους ἢ ποταμίους μῆκος ἔχοντας πηλαμύδος, ἢ καὶ ἔλαττον ταύτης, σχίσον αὐτοὺς ἀπὸ τῆς εὐωνύμου πλευρᾶς, καὶ ἔκβαλε τὰ ἔγκατα αὐτῶν.
2.367
Καὶ πλῦνον τὸ δοχεῖον τῶν ἐγκάτων τούτων καλῶς, ὥστε μὴ ἐναποληφθῆναι ὕφαιμόν τι ἐν αὐτῷ. Εἶτα λαβὼν τὰς φούσκας τούτων, τρύπησον αὐτὰς, ἐμβαλὼν ἐν αὐταῖς νίτρον τετριμμένον καὶ ἐζυμωμένον μετὰ ὕδατος, καὶ ἔα ἐπὶ ὥραν μίαν. Εἶτα πλῦνον τὰς τοιαύτας φούσκας καλῶς μετὰ τοῦ τοιούτου νίτρου, τρίβων αὐτὰς διὰ τῆς χειρός σου. Εἶθʼ οὕτως ἀποκάθαρον αὐτὰς διὰ τοῦ ὕδατος· καὶ μετὰ τὸ ἀποκαθᾶραι, λαβὼν τὰς ἄνω γεγραμμένας σφαιροειδεῖς χαλάζας, ἔμβαλον ἀνὰ μίαν ἑκάστην ἐν τῇ φούσκᾳ, καὶ ἀποδέσμει μετὰ μετάξης ἑψημένης, δεσμῶν κατὰ μίαν χάλαζαν ἀνὰ ἕνα δεσμόν. Καὶ οὕτως ἐμβαλὼν τὰς φούσκας σὺν ταῖς ἐν αὐταῖς χαλάζαις ἔνδον τοῦ δοχείου τῶν ἐγκάτων τῶν τοιούτων ἰχθύων, σύρραψον τὰ διασχισθέντα δέρματα αὐτῶν μετὰ μετάξης· καὶ ἐπίθες ταῦτα ἐπὶ κεραμίδος. Ἔχε δὲ ἡτοιμασμένον ἐπὶ τούτῳ φουρνάκιον μικρὸν, καὶ ἄναψον τοῦτο καλῶς, ἕως ἂν λευκανθῇ ὑπὸ τῆς πυρώσεως αὐτοῦ. Καὶ οὕτως ἐμβαλὼν ἔνδον τοῦ τοιούτου φουρνακίου τοὺς τοιούτους ἰχθύας ἐπικειμένους ἐπάνω τῆς τοιαύτης κεραμίδος, ἀσφάλισαι τὸ τοιοῦτον φουρνάκιον, καὶ χρίσον τὸ στόμα αὐτοῦ· καὶ ἔασον ὀπτᾶσθαι ἐπὶ ὥρας γʹ. Καὶ ἐξελὼν τοὺς τοιούτους ἰχθύας ἀπὸ τοῦ φουρνακίου, ἔασον χλιανθῆναι· καὶ οὕτως ἔκβαλε ἐξ αὐτοῦ τὰς φούσκας μετὰ τῶν ἐν αὐταῖς χαλαζῶν· καὶ σχίσας ταύτας, ἔξελε τὰς ἐν αὐταῖς χαλάζας ἐξ αὐτῶν, καὶ ἔμβαλε αὐτὰς ἐν σινίῳ, καὶ πλῦνον μετὰ σαπωνίου καὶ θερμοῦ ἀπὸ τῆς λιπότητος τῶν ἰχθύων. καὶ εὑρήσεις αὐτὰς τελείας χαλάζας σφαιροειδεῖς, μηδὲν διενηνοχυίας τῶν κρειττόνων φυσικῶν.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top