Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Seven Sages: Testimonia

Library › Greek: Philosophy › Testimonia

These are ancient testimonies about the Seven Sages as a group, the legendary wise men of archaic Greece. They include Diogenes Laertius' survey of the conflicting ancient accounts of who the Sages were and where they met, Plato's list in the Protagoras naming Thales, Pittacus, Bias, Solon, Cleobulus, Myson and Chilon, and a reference to the collection of their sayings made by Demetrius of Phalerum.

The testimonies show that the membership of the Seven was never fixed and that ancient writers disagreed over whether the Sages were philosophers at all or rather shrewd lawgivers. They are the starting point for understanding how the Greeks told the story of their own earliest wisdom.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: DK 10 A). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Testimonia
Seven Sages · every word parsed
1
DIOG. I 40ff. περὶ δὴ τῶν ἑπτὰ (ἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναι) λόγοι φέρονται τοιοῦτοι. Δάμων ὁ Κυρηναῖος γεγραφὼς Περὶ τῶν φιλοσόφων [FHG IV 277] πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῆι· ὁ δὲ Δικαίαρχος [fr. 28 FHG II 243 vgl. Hermes 27 (1892) 120. 126] οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς. Ἀρχέτιμος δὲ ὁ Συρακούσιος [FHG IV 318] ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλωι, ἧι καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος [F GrHist. 70 F 181 II 95] δὲ παρὰ Κροίσωι πλὴν Θαλοῦ. φασὶ δέ τινες καὶ ἐν Πανιωνίωι καὶ ἐν Κορίνθωι καὶ ἐν Δελφοῖς συνελθεῖν αὐτούς. (41) διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασίν, ὡς ἐκεῖνο [86 B 7]· ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδʼ ἔλεξε· ʼμηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλάʼ. στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Λεάνδριος [fr. 4 FHG II 336] μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γοργιάδα Λεβέδιον ἢ Ἐφέσιον ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόραι [s. nr. 2] Μύσωνα ἀντὶ Περιάνδρου· Ἔφορος [FGrHist. 70 F 182 II 95] δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος [s. o.] δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσιν Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν Ἀκουσίλαον [8 A 1] Κάβα ἢ Σκάβρα Ἀργεῖον. (42) Ἕρμιππος δʼ ἐν τῶι Περὶ τῶν σοφῶν [fr. 8 FHG III 37] ἑπτακαίδεκά φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι· εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιττακόν, Βίαντα, Χίλωνα, 〈Μύσωνα〉, Κλεόβουλον, Περίανδρον, Ἀνάχαρσιν, Ἀκουσίλαον, Ἐπιμενίδην [3 B 1 I 32, 4], Λεώφαντον, Φερεκύδην [7 A 2a], Ἀριστόδημον, Πυθαγόραν, Λᾶσον Χαρμαντίδου ἢ Σισυμβρίνου, ἢ ὡς Ἀριστόξενος [fr. 52 FHG II 285], Χαβρίνου, Ἑρμιονέα, Ἀναξαγόραν [59 A 30. 33]. Ἱππόβοτος δὲ ἐν τῆι τῶν Φιλοσόφων ἀναγραφῆι· Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, Ἐπίχαρμον [23 A 6c], Πυθαγόραν.
PLATO Protag. 343A τούτων [τῶν φιλοσόφως λακωνιζόντων] ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων· οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων πολιτείας· καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστωι εἰρημένα. οὗτοι καὶ κοινῆι ξυνελθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῶι Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα, ἃ δὴ πάντες ὑμνοῦσι, Γνῶθι σαυτόν καὶ Μηδὲν ἄγα ν . τοῦ δὴ ἕνεκα ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική. καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίαι περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν τὸ Χαλεπὸν ἐσθλὸν ἔμμενα ι. Charm. 164D ff. σχεδὸν γάρ τι ἔγωγε αὐτὸ τοῦτό φημι εἶναι σωφροσύνην τὸ γιγνώσκειν ἑαυτὸν καὶ συμφέρομαι τῶι ἐν Δελφοῖς ἀναθέντι τὸ τοιοῦτον γράμμα … τὸ γὰρ Γνῶθι σαυτὸν καὶ τὸ Σωφρόνει ἐστὶ μὲν ταὐτὸν ὡς τὰ γράμματά φησιν καὶ ἐγώ, τάχα δʼ ἄν τις οἰηθείη ἄλλο εἶναι· ὃ δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες τό τε Μηδὲν ἄγαν καὶ τὸ Ἐγγύη πάρα δ ’ ἄτ η. καὶ γὰρ οὗτοι ξυμβουλὴν ὠιήθησαν εἶναι τὸ Γνῶθι σαυτόν, ἀλλʼ οὐ τῶν εἰσιόντων [ἕνεκεν] ὑπὸ τοῦ θεοῦ πρόσρησιν· εἶθʼ ἵνα δὴ καὶ σφεῖς μηδὲν ἧττον συμβουλὰς χρησίμους ἀναθεῖεν, ταῦτα γράψαντες ἀνέθεσαν.
STOB. III 1, 172 Δημητρίου Φαληρέως Τῶν ἑπτὰ σοφῶν ἀποφθέγματα.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top