Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Severus the Platonist: On the Soul (Fragment)

Library › Greek: Philosophy › On the Soul (Fragment)

This is a fragment of On the Soul by Severus, a Platonist philosopher of the second century AD known chiefly from later citations. The work is lost, and the passage survives because Eusebius quotes it in his Preparation for the Gospel. It raises an objection to the account of the soul's composition in Plato's Timaeus from a mixture of impassible and passible substance, claiming that such a compound would in time dissolve, like a colour blended from white and black.

The fragment is one of the few direct quotations of Severus, whose views on the Timaeus are otherwise known mainly from Proclus and Iamblichus. It illustrates the lively debates among Middle Platonists over how to interpret Plato's account of the soul, and Eusebius' use of it shows how Christian writers exploited disagreements among the philosophers.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Eusebius, Praeparatio evangelica 13.17). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
On the Soul (Fragment)
Severus the Platonist · every word parsed
204,2
Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν· ὅτι ἀνάγκη, χρόνῳ διαστάσεως αὐτῶν γιγνομένης, ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη, ἐν χρόνῳ φύσει χωριζομένου. Εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν, ἀλλʼ οὐκ ἀθάνατον τὴν ψυχήν. Εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι, τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρόν, καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρόν, τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ πικρόν, σκληρῷ τε πρὸς τὸ μαλακόν, τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν, καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν· τὰ δὲ κραθέντα καὶ μιχθέντα, χωρισμὸν τὸν ἀπʼ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται· ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα, οὕτω καὶ ταύτην ἐν χρόνῳ φύτει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων.
205,1
Ἦ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρύ, κᾂν ὑφʼ ἡμῶν, ἤ τινος ἔξωθεν φυσικῆς προσγενομένης αὐτῷ κουφότητος, ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται; ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξωθεν αἰτίας κάτω φερό μενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; Τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα, ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς. Ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτοῦ φύσει ἀπαθὲς καὶ ἀσώματον. Ὅθεν Πλάτων καὶ οἱ μετʼ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. Ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δʼ ἐν ἡμῖν ἄνευ σώματος ἑκου σίως καὶ ἀκουσίως γιγνόμενα πάθη, τῆς ψυχῆς εἶναι λέγεται, οἱ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι, καὶ σωματοειδῆ, ἀλλʼ οὐκ ἀσώματον. Ὁ δὲ Πλάτων, τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. Ὅτι δὲ μὴ ἑτέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι. Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ περὶ ψυχῆς προκείσθω.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top