Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Simmias of Rhodes: Fragments

Library › Greek: Lyric & Elegy › Fragments

These are the fragments of Simmias of Rhodes, a Hellenistic poet and grammarian of about 300 BC. Most of his poetry is lost and survives through quotation. The collection includes hexameter fragments from poems titled Apollo, describing marvellous peoples at the edges of the world, Gorgo and the Months, lines addressed to Hestia, lyric fragments in unusual metres, several epigrams, and the three pattern poems, the Wings, the Axe and the Egg.

Simmias was one of the first poets of the Alexandrian age, and his work shows its hallmarks: learned mythology, rare words and metrical experiment. The fragments illustrate the early stages of Hellenistic poetry, and the pattern poems, shaped like the objects they describe, are a celebrated example of its playful ingenuity.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Powell, Collectanea Alexandrina (1925), Simias). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Fragments
Simmias of Rhodes · every word parsed
1
Ἀπόλλων Τηλυγέτων δʼ ἀφνειὸν Ὑπερβορέων ἀνὰ δῆμον, τοῖς δὴ καί ποτʼ ἄναξ ἥρως παρεδαίσατο Περσεύς, ἔνθα δὲ Μασσαγέται τε θοῶν ἐπιβήτορες ἵππων ναίουσιν τόξοισι πεποιθότες ὠκυβόλοισιν, θεσπέσιόν τε παρὰ ῥόον ἤλυθον ἀενάοιο Κασπάσου, εἰς ἅλα δῖαν ὃς ἀθάνατον φέρει ὕδωρ. Ἐκ δʼ ἱκόμην ἐλάταισι περὶ χλωρῇσιν ἐρεμνὰς νήσους ὑψικόμοισιν ἐπηρεφέας δονάκεσσιν. Ἡμικύνων τʼ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κρὰς τέτροφε γαμφηλῇσι περικρατέεσιν ἐρυμνός. Τῶν μέν θʼ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν.
Χρυσῷ δʼ αἰγλήεντι προσήρμοσεν ἀμφιδασείας κόρσας καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν.
Χρυσῷ τοι φαέθοντι πολύλλιστος φλέγεται κράς.
Γοργώ Ἐκ δʼ ἕλετʼ Ἀνδρομάχην ἠΰζωνον παράκοιτιν Ἕκτορος, ἥντε οἱ αὐτῷ ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί· αὐτόν τʼ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.
Αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
8.(t)
Μῆνες Ὅν ῥʼ Ἀμύκλαντος παιδὸς ἄπο φθιμένου … λαοὶ κικλήσκουσιν.
10
Εἰς Ἑστίαν Ἱστία ἁγνά, ἀπʼ ἐϋξείνων μέσα τοίχων Ex incertis Ζηνὸς ἕδος Κρονίδαο μάκαιρʼ ὑπεδέξατο Δωδώ.
Ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ.
Πτωκὰς κύπειρος Μᾶτερ ὦ ποντία κλῦθι Νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων 〈τʼ〉 ἤρανʼ ἁλίων μυχῶν.
Σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.
Σέ ποτε δρίʼ ὃς ἀνὰ δρυμά τε, νεαρὲ κόρε νεβροχίτων Τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι Χαῖρε ἄναξ Ἕκατε, ζαθέας μάκαρ ἥβας Epigrammata Πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς δοιὸν ἐπὶ χλωροῖς ἐστεφόμαν πετάλοις· νῦν δέ με Νικομάχῳ κεραοξόος ἅρμοσε τέκτων, ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.
Τάνδε κατʼ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ πτώσσουσαν βρομίας οἰνάδος ἐν πετάλοις, ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη τερπνὰ διʼ ἀγλώσσου φθεγγομένα στόματος.
20
Οὔκετʼ ἀνʼ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ, ἠχήεσσαν ἵης γῆρυν ἀπὸ στομάτων, θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης· ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν.
22.(t)
Ὕστατα δὴ τάδʼ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα, δέρας χερσὶν ἐφαπτομένα· “Αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.” Dubium Δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος Ἀμφιτρυωνιάδᾳ κείμεθʼ ἀνὰ πρόπυλον, τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν· ἆ πολύολβος Ἠμαθίς, ἃ τοίῳ κραίνεται ἁγεμόνι.
24.(t)
Πτέρυγες Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτʼ, Ἀκμονίδαν τʼ ἄλλυδις ἑδράσαντα, μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια· τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκʼ ἔκραινʼ Ἀνάγκα, πάντα δὲ τᾶς εἶκε φραδαῖσι λυγραῖς ἑρπετά, πάνθʼ ὅςʼ εἷρπε διʼ αἴθρας. Χάους δέ, οὔτι γε Κύπριδος παῖς ὠκυπέτας ἠδʼ Ἄρεος καλεῦμαι, οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ· εἶκε δέ μοι γαῖα, θαλάσσας τε μυχοί, χάλκεος οὐρανός τε· τῶν δʼ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
25.(t)
Πέλεκυς Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ ὤπαςʼ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος, τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν Δαρδανιδᾶν, χρυσοβαφεῖς δʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας, οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν, ἀλλʼ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής· νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς. Τρὶς μάκαρ ὃν σὺ θυμῷ ἵλαος ἀμφιδερχθῇς· ὅδʼ ὄλβος ἀεὶ πνεῖ.
26.(t)
Ὠιόν Κωτίλας ματέρος τῆ τόδʼ ἄτριον νέον Δωρίας ἀηδόνος· πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς λίγειά νιν κάμʼ ἀμφὶ ματρὸς ὠδίς. Τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ φῦλʼ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτέροισι ματρός, ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξειν ἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν, θοῶς δʼ ὕπερθεν ὠκὺ λέχριον φέρων νεῦμα ποδῶν σποράδην πίφαυσκεν, ἴχνει θενὼν γᾶν, 〈παρθένων〉 παναίολον Πιερίδων ὁμόδουπον αὐδάν, θοαῖς ἴςʼ αἰόλαις νεβροῖς κῶλʼ ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσιν· ταί τʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζόν, πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθήνας βλαχᾷ δʼ οἰῶν πολυβότων ἀνʼ ὀρέων νομὸν ἔβαν τανυσφύρων 〈ὑπʼ〉 ἄντρα Νυμφᾶν· καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουςʼ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος· κᾆτʼ ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅγʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος· ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖς ποσὶ δονέων πολύπλοκα μεθίει μέτρα μολπᾶς. *[crux: ποσὶ]*
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top