Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Sophocles: Ichneutae

Library › Greek: Tragedy › Ichneutae

The Ichneutae or ‘Trackers’ is a satyr play by the Athenian tragedian Sophocles, lost for centuries until substantial papyrus fragments were recovered at Oxyrhynchus in Egypt and published in 1912. In it a chorus of satyrs, lured by Silenus with promises of reward, tracks Apollo’s stolen cattle to a cave where the infant god Hermes has just invented the lyre from a tortoise shell.

Apart from Euripides’ Cyclops, this is the most extensive remnant of the satyr play, the boisterous companion genre of Greek tragedy, and so a precious witness to a nearly vanished form of Ancient Greek drama. Its mischievous retelling of the Hermes myth inspired Tony Harrison’s modern play The Trackers of Oxyrhynchus.

About this edition. The Greek text is that of the Perseus Digital Library. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Tragedy
Ichneutae
Sophocles · every word parsed
1
] κιο [
] πειτα [
] ἐπεσσύθ[ην
5
] γ[]λ [
] ω [
[πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς
[καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν
[ἀ]πόπροθεν·
10
ον [δύς]λοφον φρενὶ
τα [βο]ῦς ἀμολγάδας
[μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων
[ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ
[λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης
15
[ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην
[οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν
[δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν.
[ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ
[στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων
20
[θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε.
[ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ·
[Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ
[ἀλλʼ οὔ]τις [about 21 letters]
four lines missing here
25
ς
λκιο
ιςἔπειτα [δὲ
30
[τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην
Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις,
[ἔπει]τα δʼ [
one line missing here
ς Δωρικο [
35
[γεί]τονʼ ἐνθ[εν
[] ήκω ξυν[]α [
[Κυλ]λήνης τε δύ[σβατον
[] τε χῶρον, ἐς δʼ ὑλ [
[ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ
40
[μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται
[ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους
[θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,
[τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,
[τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος.
45
[ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον
[βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι,
[ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών
[ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης
θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ,
50
ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω.
τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε
μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ςν,
παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυεβα
[ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις
55
[] ώσω· μοῦνον ἐμπ[έδου τ]άδε.
τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν.
[ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ.
[] ις εζητ [
[] εσο [
60
one line missing here
α []
τί τοῦτο; πο[ιλέγ]εις;
ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.
ἴθʼ ἄγε δ [at most 16 ll.]
65
πόδα βά[σιν τε]ν
ἀπαπαπ[αῖ at most 15 ll.]
ὢ ὤ, σέ τοι [at most 14 ll.]
ἔπιθι κλωπ [at most 13 ll.]
ὑπόνομα κ [at most 15 ll.]
70
διανύτων ό [at most 14 ll.]
πατρικὰν γῆρ[υν at most 12 ll.]
πῶς πᾷ τὰ λάθρι[α νύχια]
κλέμματα ποσσὶ [at most 8 ll.]
εἴ πως, ἂν τύχω, πο [at most 8 ll.]
75
πατρί τʼ ἐλεύθερον β[]μετ []
ξυνάμα θεὸς ὁ φίλος ἀνέτω
πόνους, προφήνας ἀρίζηλα
χρυσοῦ παραδείγματα.
θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε,
80
τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται,
λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ.
[τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος,
[ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε
85
[Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της.
[] α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα [
μήνυ[τρα
ἰὼ ς [
ϋηο [
90
δʼ οὐδ [
φησίν τις; ἢ [
ἔοικεν ἤδη κ [
ἄγʼ εἷα δὴ πᾶς ς [
ῥινηλατῶν ὀσμ[αῖσι
95
αὔρας ἐάν πῃ πρ [at most 15 ll.]
διπλοῦς ὀκλάζω[ν] ν
ὕποσμος ἐν χρῷ [at most 15 ll.]
οὕτως ἔρευναν καὶ π []
ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.
100
θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·
ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει.
ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.
σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.
τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
105
τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;
105b
δοκεῖ πάνυ.
σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.
ἰδοὺ ἰδού·
καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
ἄθρει μάλα.
110
αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον.
χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου
οπ[][]μενος
ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ
οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.
115
ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
ἔα μάλα·
παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.
120
τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ
ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·
δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.
τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,
125
πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν
πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω·
[ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
[ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί.
[τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ;
130
ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
ὕ [ὗ] ὕ ὗ.
τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς;
τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;
α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν
135
τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι;
ς[ίγα μὲν οὖν.]
τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων;
ἄ[κουε δή.
καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων;
140
ἐμοὶ πιθοῦ.
ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε.
ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά,
[ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα
ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν.
145
τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε,
μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα
κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ
φόβον βλέποντες, πάν[τα] δειματούμενοι,
ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα
150
διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον
κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ,
πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,
οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο
155
κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,
οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,
οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου
[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται
160
[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,
[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,
ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,
καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
165
ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.
εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε
τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,
κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.
πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,
170
ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·
γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.
ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,
κυνορτικὸν σύριγμα διακαλούμεν[ος.
ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·
175
ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.
ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.
τί μάτην ὑπέκλαγες, ὑπέκριγες
ὑπό μʼ ἴδες; ἔχεται
ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;
180
ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.
ἐμὸς εἶ, ἀνάγου.
δεῦτʼ ὤ, τίς ὅδε [] της
ὁ δράκις, ὁ γράπις, [at most 6 ll.]
[Ο]ὐρίας Οὐρίας, αδ[]κεις
185
παρέβης· μεθυ [at most 11 ll.]
ὅ τι ποτε φερε[]ι[]ν
ἔποχον ἔχει τι [at most 13 ll.]
στίβος ὁδενες [at most 12 ll.]
στράτιος, στράτ[ιος] υ []
190
δεῦρʼ ἕπου· τ[]δρ []
ἔνι β[ο]ῦς ἔνι πονο [
μὴ μεθῇ κρ[ο]κι [
σὺ τί καλ[ὸ]ν ἐπιδ [
ὅδε γʼ ἀγαθὸς ὁ τρε [
195
κατὰ νόμον ἕπετα[ι
ἐφέπου, ἐφέπου μ [
ὀπποποῖ· ἆ μιαρέ, γε [
ἦ τάχʼ ὁπόταν ἀπίη[ις
ἀπελεύθερος ὢν ολ [
200
ἀλλὰ μὴ παραπλακ [
ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι [
τ[ὸ] δὲ πλάγιον ἔχομ[εν
πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;
οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;
205
σί[γα·] τί ἔστιν;
205b
οὐ μενῶ.
205c
μένʼ, ε[ἰ] δύνᾳ.
οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]
ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν
τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [] ε [
μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον.
210
ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]
οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς
εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]
ἶὼ γ [
φθέγ[μα] ου
215
[] ηδ [μισ -]
θο[ν δ]όμοισιν ὀλβίσῃς.
ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα
φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω
π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν
220
ὥ[ς]τʼ εἰσακοῦσαι κ εἰ λίαν κωφός τις ᾖ.
θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον
ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;
τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,
οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,
225
ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς
δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων
ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν
σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;
νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων
230
μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον
ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν
ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς,
ὁμοῦ δʼ ἂν αὖτι[ς] αι φωρ [
γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν [] έναι·
235
αὖτις δʼ α[]τ [] μενων [] α
κηρυκ[]ι [] κηρυγμα [
καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι
[κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ]
[καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ [
240
[φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων
φ[]η [] νων ὑμᾶς νοσεῖν
νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν;
νύμφη βαθύζωνε π[αῦσαι χόλου]
τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι
245
δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν
γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.
μή με μὴ προψαλ[άξῃς κακοῖς,
ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ –
μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα –
250
στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.
ταῦτʼ ἔστʼ ἐκείνων νῦν [τρόπων πεπαίτερα,
καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν
255
ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.
ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,
ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·
260
τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον
καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.
ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς
ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,
αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·
265
καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.
Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
[] εύσατο·
[] υ [] φιλας
270
[] λήθῃ τῆς βαθυζώνου θεᾶς
[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·
[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·
[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
275
[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.
[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα
[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.
[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
280
[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.
[δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.
[ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
285
καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ
ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·
τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]
290
ἄφραστ[ο] παῖς βοῆς
παιδο[]μαζεις [
θηρευμ[α] λέγεις
φώνημ[α] σεθου [
τόνδʼ αφ [] ον [
295
τως ἐξεφ []
ροντʼ ἄπα [] ἐ[κ θανόν –
τος πορίζειν τοιάνδε γῆρυν.
μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
300
καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.
ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;
βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.
ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;
305
πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.
οὐδʼ ὡς ἰχνευμων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίνος;
οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον.
ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν;
νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.
310
τ[ί δʼ αὖ τὸ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.
[] λο[φ]ορίνη σύγγονος τῶν ὀστράκων.
[ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.
[τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ.
[about 22 ll.] κτέανον ησύ [] τινι;
314b
[about 23 ll.] δέρμα κ[]στ [
315
[about 23 ll.] ον ὧδ[ε] κλαγγάνει [
[about 23 ll.]όρως ἐρείδεται
[about 24 ll.]πλεκτα [
[about 24 ll.]λάδος κ [
[about 21 ll. κόλ]λοπες δε [
320
[about 24 ll.] αμματω [
[about 25 ll.]ον [
1 or 2 lines lost
325
καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν
κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος
ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας.
οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο.
ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, στρ.
330
πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ –
χωρʼ ἐπανθεμίζει.
τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην,
ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς
ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς
335
ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι.
σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε –
φθῇς μηδὲ δυσφορηθῇς.
[τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας;
[οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [θέλω.
340
[μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς;
[about 17 ll.] αν αὐτῇ τῇ κλο[πῇ.
[about 18 ll. ε]ἴ γε τἀληθῆ λέ[γεις.
[about 18 ll. τ]ἀληθῆ λέγ[ω.
[about 14 ll. κεκλο]φεναισαφ [
345
[about 19 ll.]δε βοῦς πάνυ
[about 19 ll.]ᾳ καθήρ[μ]ο[σε
[about 19 ll.]λου τεμὼν
[about 20 ll.]φο δ[ο]ρα [
2 or 3 lines lost
[about 11 ll.] ἄρτι μανθάνω χρόνῳ
[about 8 ll. ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ
[about 11 ll. ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
355
[σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,
[εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς
[ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·
[τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ
[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·
360
[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
[οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
[ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος.
[ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν
365
[πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.
ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ
π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
[ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
370
[χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω.
στρέφου λυγίζου τε μύθοις, ὁποι – ἀντ.
´ άν θέλεις βάξιν εὕρισκʼ ἀπό –
ψηκτον· οὐ γάρ με ταῦτα πείσεις,
ὅπως τὸ χρῆμʼ οὗτος εἰργασμένος
375
ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν
που δοράς [ἢ] ʼπὸ τῶν Λοξίου.
[μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε.
one or more lines missing
[ὁ Ζ]εὺς γὰρ]
380
[ὁ] παῖς κλο[π
[εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.
[κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ.
[ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε.
[ο]ὐ μὴ ταδʼ [εἴπῃς
385
about 8 lines of which we have only the initial letters
395
ποῦ καὶ βόες νέμουσι τ [
π[λ]είους δέ γʼ ἤδη νῦν [
τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε [
ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος.
[τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [κακῶς λέγων.
400
π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι.
ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν.
[] λεισεπ[]υ [ἐ]ξελαυν [
one whole column is missing, perhaps more
ἰοὺ ἰοὺ [
405
ἥν τʼ ἔφη π [
οὗτος οὐ φ [
ω Λ[οξία
ιω δ [
ὦ Λοξία, δε [
410
καὶ παρη [
τῶν [β]οῶ[ν
[] νυ [
ε[]ει [
βο [
415
οπο [
πρ [
μισθ̀ς [
ἐλεύθερο [
τὸν ἐγ [
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top