Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Staphylus of Naucratis: Fragments

Library › Greek: History › Fragments

Staphylus of Naucratis was a Greek writer on local history and myth, whose date is uncertain and of whom little is known. His works are lost and survive only in quotations, chiefly in the scholia to Apollonius of Rhodes and in lexicographers such as Harpocration. They included On the Thessalians in at least three books, as well as works on the Aeolians, the Arcadians and Athens.

The fragments preserve regional versions of myth, sometimes rationalized, as when Chiron, skilled in astronomy, marries Peleus to a mortal woman at the moment of a storm he has foreseen, so that the story spreads that Peleus has wed the goddess Thetis. They illustrate the ancient practice of collecting local traditions of Greek regions, which later poets and scholars used to explain obscure mythological allusions.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FHG IV pp. 505–508; FGrHist 269). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
Fragments
Staphylus of Naucratis · every word parsed
t1-5
ΠΕΡΙ ΘΕΤΤΑΛΩΝ. Schol.
1
Apoll. Rh. I, 580: Στάφυλος δὲ ὁ Ναυκρατίτης Πελασγόν φησιν Ἀργεῖον τὸ γένος, μετοικῆσαι δὲ εἰς Θεσσαλίαν, καὶ ἀπʼ αὐτοῦ Πελασγίαν τὴν Θεσσαλίαν κληθῆναι. E LIBRO TERTIO.
Idem ib. IV, 816: Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίαν ἱστορεῖ Χείρωνα, σοφὸν ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψασθαι τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος, καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν ὁ Πηλεὺς, Διὸς διδόντος αὐτῷ· οἱ δὲ θεοὶ μετʼ ὄμβρου καὶ χειμῶνος ἥξουσιν εἰς τὸν γάμον. Ταῦτα φημίσας, παρετήρει τὸν χρόνον, ἐν ᾧ ὑδάτων ἔμελλεν ἔσεσθαι ἐπομβρία καὶ πνεύματα ἐξαίσια, καὶ τότε δίδωσι Πηλεῖ Φιλομήλαν. Καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη, ὅτι τὴν Θέτιν ἔγημε. Schol. [10]
Iliad. II, 175: Ἐκ τίνος Πηλεὺς Πολυδώραν ἔσχεν; ὡς μὲν Στάφυλος ἐν τῇ γʹ (al. ϛʹ) Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. Harpocration: Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες . [5]
.. Διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ Περὶ Θετταλῶν. Οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησι, ἀλλὰ καὶ Θετταλοικέτας. Argument. [5]
5
Eur. Medeae: Στάφυλος δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι· ἐγκελεύσασθαι γὰρ αὐτὴν ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι, μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου· ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι, τελευτῆσαι αὐτόν. ΠΕΡΙ ΑΘΗΝΩΝ. [5] ## E LIBRO PRIMO. Harpocration: Ἐπίβοιον .
.. Φιλόχορος ἐν βʹ φησὶν οὕτως· «Ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.» Ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν Περὶ Ἀθηνῶν. ΠΕΡΙ ΑΙΟΛΕΩΝ. [5]
Harpocration v. Προναία: Ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι. Ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. Ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ Περὶ Αἰολέων. ΠΕΡΙ ΑΡΚΑΔΩΝ. [5]
Sextus Empiricus C. math.: Στάφυλος δὲ ἐν τῷ Περὶ Ἀρκάδων (sc. Ἀσκληπιὸν κεκεραυνῶσθαι λέγει), ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τροιζῆνος, κατὰ τὰς παραδεδομένας κατʼ αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φήμας. Φύλαρχος δὲ κτλ. INCERTA. [5]
Athenaeus II: Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. Clem.
10
Al. Protr. c. 2: Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ. Plinius H.
N. V, 31, 36: (Cos insula,) ut plures existimant, Merope vocata; Cea, ut Staphylus. Strabo X: Ἐν μὲν Ἀχαιοὶ, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί, pergit: Τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ δὲ νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δʼ ἄλλους, ἰσχύοντας πλέον, οἰκῆσαι τὰ πεδία. [5]
13a
Zenob. V, 76: Πεύκης τρόπον · αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης. Tzetzes Hist.
13b
IX, 833: Ἐχεπευκές, πανώλεθρον καὶ τὸ πικρὸν κυρίως, ἐκ δένδρου πεύκης δʼ ἔσχηκεν ἄμφω τὴν κλῆσιν ταύτην· ἡ πεύκη γὰρ, ὡς Στάφυλός φησιν ὁ Ναυκρατίτης, πανωλεθρίᾳ ὄλλυται, τῆς κορυφῆς κοπείσης. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top