Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Themistius: On Presiding over the Senate

Library › Greek: Oratory & Rhetoric › On Presiding over the Senate

On Presiding over the Senate is a speech by Themistius (c. 317 to c. 388 AD), philosopher and orator of Constantinople, addressed to the senators during a sacred holiday season of the year. He answers colleagues who had privately objected to his position of precedence in the Senate, explaining that he chose, like Socrates, Aristotle and the Seven Sages, the path of philosophy that serves the community rather than a purely private one.

The speech gives a direct view of Themistius's standing within the Senate of Constantinople and of the resentment it could provoke. It restates his central conviction that the philosopher belongs in public life, and it throws light on the politics of a senate he had helped to enlarge.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Or. 31 (Hardouin pp. 352b–355c)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
On Presiding over the Senate
Themistius · every word parsed
t 1
ΠΕΡΙ ΠΡΟΕΔΡΙΑΣ ΕΙΣ ΤΗΝ ΣΥΓΚΛΗΤΟΝ Πολλάκις ὑμῖν, ὦ πατέρες συγγεγραμμένοι, βουληθεὶς ἐν κοινῷ διαλεχθῆναι περὶ ὧν ἰδίᾳ τινὲς πρὸς ἐμὲ δυσχεραίνουσι, τοῦτον εἶναι καιρὸν ἐπιτηδειότατον ὑπολαμβάνω, ἐν ᾧ δίδωσιν ἐκεχειρίαν ὁ νόμος καὶ τοῖς σφόδρα ὑπόπτως πρὸς ἀλλήλους διακειμένοις, τὴν ἱερομηνίαν τοῦ ἔτους.
352b
ἴσως γὰρ ἂν γένοιντο πραότεροι καταμαθόντες τὴν ἐμὴν γνώμην ὑπὲρ ὧν ἀμφισβητεῖν με νῦν πρὸς αὐτοὺς ὑπολαμβάνουσιν. ἐρῶ δὲ ὡς ἔνι μάλιστα συντόμως καὶ τοῦ καιροῦ στοχαζόμενος. Ἐγὼ τοῖς δοκιμωτάτοις τῶν ἀρχαίων φιλοσόφων ἀκολουθήσας, οἳ δύο εἶναι τῆς φιλοσοφίας ὁδοὺς ἐξηγοῦνται, τὴν μὲν θειοτέραν, τὴν δὲ τοῖς κοινοῖς ὠφελιμωτέραν, τὴν ὑμῖν λυσιτελοῦσαν προετίμησα τῆς μόνον τὸ ἐμὸν ἴδιον ἐξεταζούσης, καὶ ἐν πολιτείᾳ φιλοσοφίαν εἱλόμην, ἑπόμενος Σωκράτει καὶ Ἀριστοτέλει καὶ πρό γε τούτων τοῖς ὑμνουμένοις ἑπτὰ σοφοῖς, οἳ τὰ ἔργα τοῖς λόγοις ἐγκαταμίξαντες οὔτε ἄπρακτον οὔτε ἀσυντελῆ τοῖς κοινοῖς ἐπεδείξαντο φιλοσοφίαν. [5]
352c
τούτοις ἅπασιν ἀκολουθήσας τεσσαράκοντα ἔτη ταῦτα σχεδὸν ἐτέλεσα λειτουργῶν ὑμῖν ἐκ τῶν λόγων καὶ πρεσβεύων ἐφεξῆς ὁπόσας αὐτοὶ ἴστε πρεσβείας οὐκ ἀτίμως οὐδὲ ἀδόξως οὐδὲ ἀναξίως τῆς ὑμετέρας χειροτονίας, τὰς μὲν καθʼ ἑαυτόν, τὰς δὲ τοῖς ἀρίστοις ὑμῶν κοινωνῶν.
352d
Καὶ τὰ κεφάλαια τῶν κατορθωμάτων ἐκείνων ὑμῖν μὲν ἴσως μεμνῆσθαι καλόν, ἡμῖν δὲ ἐπιλελῆσθαι. ἐφʼ οἷς ἅπασι τὰς πρεπούσας τιμὰς καὶ παρʼ ὑμῶν καὶ παρὰ τῶν αὐτοκρατόρων ὥσπερ ἆθλα εὐμενῶς προσιέμην, οὐκ ἐμαυτοῦ χάριν οὐδʼ ὡς βελτίων ἐσόμενος, ἀλλὰ τὸ Πλάτωνος ἐννοῶν, καὶ βουλόμενος πολλοὺς ὑμῖν πολίτας τοιούτους γενέσθαι. [5]
353a
ἀσκεῖται γὰρ ἀεί, φησί, τὸ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον. καὶ διὰ τοῦτο οὐδὲ πρὸς τὰς χαλκᾶς ἐδυσκόλανα τὰς δύο ταύτας εἰκόνας, οὐδὲ ὁπηνίκα πάροχον ἑαυτῷ ποιεῖσθαι δεῖν ᾤετό με ὁ αὐτοκράτωρ, οὐδὲ ὅτε τὰς δέλτους ἐδίδου τὰς πολυθρυλήτους· οἷς μὲν οἷοί τε ἦσαν τιμᾶν τοὺς φιλοσοφοῦντας οἱ βασιλεύοντες ἐφιείς, σχολὴν δὲ παντάπασι μὴ ἐπιτρέπων καὶ μετάγων ἐπὶ φροντίδας ἐλάττους ἀντὶ μειζόνων.
353b
Εἶτα λέγει τις ὅτι ψευδεῖς αἱ πινακίδες. καὶ ἔστωσαν μὲν αἱ πινακίδες ψευδεῖς τῷ γε πινακίσιν ἰσχυριζομένῳ πρὸς ὑπεροχὴν ἀρετῆς, ἀλλʼ ὅμως πρὸς τοῦτον τὸν λόγον δότε μοι μικρὸν ἀποκρίνασθαι μετὰ παρρησίας. ἐγὼ ψευδῆ τιμὴν ἐκείνην ὑπολαμβάνω, ἣν ἄν τις ὠνησάμενος ἔχοι χρημάτων, ἢ προσαιτήσας πολλὰ καὶ θυραυλήσας, ἢ μισθὸν αὐλικῆς διακονίας. [5]
353c
ἣν δʼ ἄν τις ἀρετῆς καὶ παιδείας ἆθλον κομίσαιτο, ὡς μόνον ἐνὸν τοῖς διδοῦσι, μήτε πραγματευσάμενος μήτε προθεὶς ἱκετηρίαν, ταύτην ἐγὼ τὴν τιμὴν ἐνδεεστέραν μέν φημι τῆς ἀξίας, ψευδῆ δὲ οὐδαμῶς, εἰ μὴ καὶ τὰς εἰς τὸ θεῖον τιμὰς ψευδεῖς εἶναί τις ὑπολαμβάνει, ὅτι τῆς ἀξίας οὐκ ἐφικνοῦνται. Ἐμοὶ τῶν ἐπαργύρων ὀχημάτων καὶ τῶν μεγαλοφώνων κηρύκων ὑψηλοτέρα ἀρχὴ ἡ ἀπὸ τῶν λόγων, ἣν οὔτε δοῦναι βασιλεῦσιν ἔστιν οὔτε ἀφελέσθαι. [5]
353d
ταύτην γὰρ κἂν ἐπὶ χρυσοῦ καθέζωμαι κἂν ἐπὶ ξύλου κἂν ἐπὶ χαμαιζήλου θρονίδος, ἐμαυτῷ συμπεριφέρω, καὶ τὸ σῶμα ἀπολιπόντι μόνη παραμένει. ταύτην ἄρχει τὴν ἀρχὴν μέχρι νῦν ὁ Ἀρίστωνος, ταύτην Ἀριστοτέλης, ταύτην Σπεύσιππος, ταύτην Ξενοκράτης. ἢ οὐ δοκοῦσιν ἄρχειν ὑμῖν οἱ νομοθετοῦντες τῶν τοῖς νόμοις ὑπακουόντων, οἱ διδάσκοντες τῶν μανθανόντων, οἱ πείθοντες ἀρετὴν μεταδιώκειν τῶν πειθομένων; καὶ ταύτην ἄρχουσι τὴν ἀρχὴν πλεῖν ἑπτακόσια ἔτη, καὶ ἄρξουσί γε ἔτι καὶ ἐφεξῆς, ἕως ἂν τίκτωνται ἄνθρωποι διαφέροντες συῶν καὶ τῶν λοιπῶν ζῴων, ὅσον οὐκ ἦρξαν χρόνον Πέρσαι μετὰ Ἀσσυρίους, ὅσον οὐδʼ οἱ ἐγγὺς Μακεδόνες, ὅσον οὐδέπω Ῥωμαῖοι. [5]
354a
τί γὰρ δεῖ χρόνου γε ἕνεκεν τῆς ἀρχῆς ἢ Φίλιππον Πλάτωνι παραβάλλειν, ἢ Ἀλέξανδρον Ἀριστοτέλει; ἐκείνοις τήμερον οὐδεὶς ὑπακούει, ἀλλʼ οὐδὲ τὰ δόγματα αὐτῶν οὐδὲ οἱ νόμοι ἔχουσί τινα δύναμιν ἐν τοῖς ἀνθρώποις.
354b
τὰ δὲ Πλάτωνος δόγματα καὶ Ἀριστοτέλους ἐνεργὰ ἔτι καὶ ἀκραιφνῆ, καὶ ἐν τοσαύταις μεταβολαῖς αὐτοκρατόρων καὶ ἡγεμόνων ἀμετάβλητα διαμένει καὶ ἀκίνητα καὶ ἀσάλευτα. τίς Ἀλεξάνδρῳ νῦν τὸν ἑαυτοῦ βίον ἐπονομάζει καθάπερ Πλάτωνι; τίς τὸ Φιλίππου νῦν ὄνομα ἐπιγράφεται καθάπερ Ἀριστοτέλους; τούτοις σεμνὸν ἐνάριθμον εἶναι, σὺν τούτοις καθίζειν, καὶ μετὰ τούτους καὶ ταῖς παρὰ τούτων πινακίσιν ἰσχυρίζεσθαι ὑψηλόν τε καὶ μεγαλεῖον· διʼ ἃς ἔξεστί μοι παρακαλέσαντι τὴν Ἀδράστειαν ὑψηλολογῆσαι, οὔ τί μοι τῆς ἀνθρωπίνης χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ. [5]
354c
εἰ δʼ οὖν καὶ ἀνθρωπίνης τιμῆς δεηθείην, εὐξαίμην ἂν ὑμᾶς, οὓς περὶ πλείστου ποιοῦμαι, δικαίους εἶναι κριτὰς ἀρετῆς· ἄλλως δὲ ἐχόντων παρʼ ἐμοί γε καὶ ἄλλοι, οἵ κʼ ἐμὲ τιμήσουσι, μάλιστα δὲ οἱ πατέρες ὑμῶν καὶ ἀρχηγέται, Ῥωμαῖοι, ὧν ἐπέδειξα ὑμῖν τὰς φωνάς, ἐν αἷς οἱ πρὸς τὸν οὐρανὸν ἁμιλλώμενοι δεῖσθαι τῶν ἡμετέρων ἀγαθῶν ὁμολογοῦσι, καὶ πρός γε Ῥωμαίοις οἱ αὐτοκράτορες. [10]
354d
ἀρκεῖ μοι Κωνστάντιος, κόσμον τῆς ἑαυτοῦ βασιλείας τὴν ἐμὴν φιλοσοφίαν εἰπὼν πολλάκις, ἀρκεῖ βιασθεὶς Ἰουλιανὸς τῆς οἰκουμένης καλέσαι πρεσβευτὴν ἄξιον, οὐ μόνον τῆς καλλιπόλεως, καὶ τὰ πρῶτα φέρεσθαι φιλοσοφίας ἐν γράμμασιν ὁμολογήσας· ἀρκεῖ Οὐάλης, ἡττηθεὶς ὑπὸ τῶν ἐμῶν λόγων πολλάκις· ἱκανός μοι Γρατιανός, σεμνυνόμενος πρὸς Ῥωμαίους ὡς αἴτιος αὐτοῖς γεγονὼς τῆς ἐμῆς ἐπιδημίας· ἀντὶ τῶν ὑψηλοτάτων θρόνων ποιοῦμαι τὰς τοῦ θεοειδεστάτου Θεοδοσίου φωνὰς τὰς πρώην ὑμῖν ἀναγνωσθείσας, ἃς εἰ μὲν μιμοῖσθε καὶ δέχοισθε φιλοσοφίαν τὸν εἰκότα τρόπον, οὐδεμία μοι ψῆφος τῆς παρʼ ὑμῶν ἀσμενιστοτέρα· εἰ δέ τινας ὑμῶν συμπείσουσι τῶν ἀρετῇ τεθαρρηκότων ἐπίπροσθεν ἄγειν τοὺς τῆς τύχης ἐκκρεμαμένους, οὐκ ἂν ἐγὼ τούτου βουλοίμην τοῦ χοροῦ κοινωνεῖν, ἐν ᾧ τὸ παρὰ μέλος ᾄδειν τοῦ σὺν ταῖς Μούσαις εὐδοκιμώτερον φαίνεται. [5]
355a
Μούσαις λέγω· καὶ γὰρ οὐδὲ τοῦτο μικρόν· ὧν καλῶς ποιοῦντες νεὼν ἀπεδείξατε τὸ βουλευτήριον καὶ τὰ ἀγάλματα κατεστήσατε τῶν θεῶν ἐν τῷ σηκῷ ἔνθεν καὶ ἔνθεν. οὐδὲ γὰρ ἀπέχρησεν ὑμῖν εἷς χορὸς τῶν Μουσῶν, ἀλλʼ Ὅμηρος μὲν ἐννέα ποιεῖ τὰς πάσας Μούσας ἐν τῷ οὐρανῷ, παρʼ ὑμῖν δὲ ξενίζονται διπλασίους, καὶ μετελήλυθεν ὁ Ἑλικὼν εἰς τὸν Βόσπορον. [10]
355b
καὶ οὗτος ἀμείνων κόσμος παρʼ ὑμῖν τῆς βουλῆς ἢ παρὰ τοῖς πάλαι Ῥωμαίοις. Καίτοι νῦν ἐγὼ πέποιθα ὑμᾶς οὐκ ἐπίδειξιν ποιουμένους τοῦ κάλλους τῶν ἀγαλμάτων ἐνταῦθα τὰς θεὰς εἰσοικίσασθαι, οὗ μηδὲ εἰσιτητὸν οὐδενὶ πλὴν τῶν ἐκκρίτων, ἀλλʼ ὑπὲρ τοῦ δεῖξαι τοῖς κοινωνοῦσι τοῦ καταλόγου τίνι μάλιστα τῶν ἄθλων τὸν μετέχοντα τῆς γερουσίας πλεῖον ἔχειν τῶν ἄλλων προσήκει, ὅτι μὴ πλούτῳ μήτε ἀπήναις μήτε ῥάβδοις μήτε πελέκεσιν, ἀλλὰ τῇ τῶν Μουσῶν εὐμενείᾳ. [10]
355c
ἠκούσατε γὰρ τοῦ ὀνόματος, ὃ καλεῖται ὁ νεὼς οὗτος· καλεῖται γὰρ οὐ στρατήγιον οὐδὲ θέατρον οὐδὲ ταμιεῖον, ἀλλὰ γερουσία καὶ βουλευτήριον, ἐν ᾧ τῆς Καλλιόπης ἡ προεδρία καὶ ἀνδρὸς ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top