Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Themistius: To the Emperor Constantius (Oration 4)

Library › Greek: Oratory & Rhetoric › To the Emperor Constantius (Oration 4)

To the Emperor Constantius (Oration 4) is a speech by Themistius (c. 317–c. 388), the philosopher and orator of Constantinople, in honour of the emperor Constantius II. It opens with the Egyptian festival of lamps held for Athena at Sais and moves to praise of the emperor and of his care for Constantinople. A notable passage celebrates his programme for copying and preserving old books for the city.

The oration is a valuable witness to the early growth of Constantinople as a cultural capital and to imperial support for preserving Greek literature. It also shows Themistius early in his public career, casting himself as the philosopher who speaks for the city before the emperor.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Or. 4; Hardouin pp. 49a–62c). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
To the Emperor Constantius (Oration 4)
Themistius · every word parsed
t 1
ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΩΝΣΤΑΝΤΙΟΝ Αἰγύπτιοι τὴν Ἀθηνᾶν τὴν ἐν Σάϊ τά τε ἄλλα σέβονται καὶ τεθήπασιν αὐτὴν ἐνιαύσιον ἑορτὴν ἄγοντες, ἣν καλοῦσι λυχνοκαΐαν.
49b
ἐπειδὰν οὖν τοῖς Αἰγυπτίοις ὁ χρόνος ἐπανίῃ τῆς πανηγύρεως, οἱ μὲν πολλοὶ τὰ λύχνα ἐνθέμενοι ἐν ταῖς βάρισι πλέουσι διὰ τοῦ Νείλου ἐπὶ τὴν Σάϊν, καὶ ἀφικόμενοι εἰς τὸν νεών, ἵνα τὸ ἄγαλμα ἵδρυται τῆς θεοῦ, τά τε ἄλλα θρησκεύουσιν ᾗ τάττει ὁ νόμος καὶ τὰ λύχνα ἀνακαίουσιν ὕπαιθροι παρὰ τὰς σκηνὰς καὶ τὰ κράσπεδα τοῦ περιβόλου, καὶ ἡ Σάϊς καταλάμπεται ἱερῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην. ὅσοι δὲ ὑπʼ ἀσθενείας ἢ τῆς πρὸς τὸ πλεῖν εὐλαβείας ἢ καὶ βέλτιον αὐτοῖς ἐνομίσθη μένειν, οὗτοι ἐς μὲν τὴν Σάϊν οὐκ ἀφικνοῦνται, τιμῶσι δὲ οἴκοι τὴν Ἀθηνᾶν, καὶ τὸν καιρὸν λογισάμενοι τῆς ἑορτῆς ἐν ταῖς ἑαυτῶν πόλεσιν ἕκαστος καὶ τὰ λύχνα ἀνάπτουσι καὶ ὑμνοῦσι καὶ εὐφημοῦσι. [10]
49c
καὶ διὰ τούτους λέγει Ἡρόδοτος οὐκ ἐν Σάϊ μόνον γίνεσθαι τὴν πανήγυριν, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐπαινῶ μὲν καὶ τοὺς πόρρω ἐπʼ εὐσεβείᾳ πορευομένους, ἐπαινῶ δὲ οὐδὲν μεῖον καὶ τοὺς ἐφʼ ἑστίας τὸ θεῖον τιμῶντας, οὐ ταύτῃ μόνον ὅτι πολλαπλασιάζουσι τὴν ἑορτὴν καὶ ἐξάγουσι τό γε ἐφʼ ἑαυτοῖς εἰς πλείονας πόλεις τε καὶ ἀνθρώπους, ἀλλὰ καὶ ἐκείνῃ πλέον, ὅτι οὐκ ἐν τῷ ἀγάλματι μόνῳ ἐστὶν οὐδὲ τῷ ναῷ μόνῳ ἐνδιαιτᾶται, ἀλλὰ πανταχοῦ γῆς καὶ θαλάσσης, ὅπου ἂν ἡ αὐτῆς δύναμις ἐπιχωρῇ καὶ ἐξικνῆται. [5]
49d
εἰ οὖν καὶ ὑμεῖς ἀποδέχεσθε τῆς γνώμης—ἀποδέχεσθε δέ· οὐδὲ γὰρ ἂν ἐπῃνεῖτε ὡς καλῶς λέγοιτο—ἀποδέχοισθε ἂν ἄνθρωπον, ὃς τῇ γνώμῃ ταύτῃ ἐπηκολούθησε, καὶ ἐξὸν αὐτῷ ἀναβάντι ἐπʼ ἀπήνην τετράκυκλόν τε καὶ ὑψηλὴν καὶ ζευγνυμένῳ ἡμιόνους ἄλλοτε ἄλλας, μᾶλλον δὲ ὁρμαθοὺς ἡμιόνων ζυγίων τε καὶ παρασείρων, διὰ Θρᾳκῶν τε καὶ Παιόνων Ἰλλυριῶν καὶ ὁπόσα ἔθνη μέχρις Ἰταλίας φέρεσθαι μετεώρῳ νύκτας ἐφεξῆς καὶ ἡμέρας, οὐ Πληιάδας ἱστοροῦντι καὶ ὀψὲ δύοντα Βοώτην, ὥσπερ ὁ Ὀδυσσεὺς ἐπὶ τῆς σχεδίας—οὐ γὰρ ἐνδιδόασιν αἱ νεφέλαι τηνικάδε τὰ ἄστρα ὁρᾶν τοῖς ἀνθρώποις ἐκεῖ—ἀλλὰ κρυστάλλοις προσαρασσόμενον καὶ πνεύμασι καὶ νιφετοῖς καὶ ἐνειλημένον χεῖράς τε καὶ πόδας πίλοις τε καὶ ἀρνακίσιν, οὐδʼ ὑφʼ ἑνὸς κυβερνήτου διιθύνοντος τὸν πλοῦν καὶ τὸ σκάφος, ἀλλὰ μυρίων μὲν ἡνιόχων φωνάς τε ἀλλοκότους ἱέντων, διʼ ὧν τὰ ζεύγη ἐποτρύνουσι, καὶ ταῖς μάστιξιν ἐμπαταγούντων καὶ ἐπισοβούντων, ὡς ἂν μὴ ἐνίσχοιτο ἐν τοῖς τέλμασιν, ἐλθόντα δὲ ἐκεῖσε μόλις ποτὲ τοῦ ἀνακτόρου, οὗ ἔδει εὐθὺς ἀφικόμενον ὕμνους τε ᾄδειν τῷ θεῷ καὶ ἀπάρχεσθαι τῶν ἱερῶν, τούτων μὲν οὐδὲν ποιεῖν οἷόν τε εἶναι, κεῖσθαι δέ που ἐν κλινιδίῳ τρέμοντα καὶ μαλακιῶντα καὶ δεόμενον τῶν ἰατρῶν φάρμακα εὔπορα ἐξευρίσκειν, οἷς ἂν τὸν χειμῶνα ἐξελάσειαν τῶν μελῶν. [5]
50c
ᾧ οὖν ταῦτα ἐξὸν ὑπομένειν, ὁ δὲ εἵλετο οἴκοι μένειν καὶ ἐπὶ χώρας διʼ ὧν ἔχει θυμάτων ἀρέσκεσθαι καὶ ἱλάσκεσθαι τὸν θεόν, οὔτε ἀναπήρῳ τῷ σώματι ὑπὸ κρύους οὔτε ἀμαθαινούσῃ τῇ ψυχῇ ὑπὸ ἀμουσίας, ἀλλὰ τῷ μὲν ὑγιεῖ καὶ ἀρτίῳ, τῇ δὲ ἀκραιφνεῖ καὶ παρωξυσμένῃ ὑπὸ τῶν μαθημάτων, μῶν οὗτος ὁ ἀνὴρ ὑμῖν δοκεῖ εἶναί τι ἧττον εὐσεβὴς καὶ θεόσοφος ἢ οἱ τὰ λύχνα καίοντες τῶν Αἰγυπτίων, ἧττον δὲ αἰσθάνεσθαι τῆς δυνάμεως τοῦ θεοῦ, ὅτι οὐκ ἐν μόνῃ ἐκείνῃ τῇ πόλει ἐστὶν οὐδὲ ἐν μόνῳ ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ θίγοιτο ἄν τις αὐτοῦ καὶ ἀντιλάβοιτο καὶ φθεγγομένου ἀκούσαι; τοῦτο μὲν γάρ ἐστι τὸ πάθος ἀνθρώπων τοῖς ὄμμασι μόνοις πεπιστευκότων, κἀκεῖνο μόνον νομιζόντων τὸ ἀληθές, οὗ ἐστιν ἐπιδράξασθαι ταῖν χεροῖν, τὸ δὲ ἀκριβὲς ἐκεῖ ἄρα ἐστὶν ἕκαστος οὐ μόνον ὁ θεός, ἀλλὰ καὶ ἄνθρωπος ἤδη, ὅπου ἂν δύνηται ὠφελεῖν καὶ ἔργον ἀγαθὸν ἐπιδείκνυσθαι. [5]
51a
ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον οὐκ ἐννοεῖτε ὡς ἐν ὁπόσῳ ἄρα μέρει φαινόμενος τοῦ οὐρανοῦ πάντα αὐτὸς ἐπιτροπεύει; καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰ καὶ πάμμεγα, ἀλλʼ οὐ πανταχοῦ, ἡ δύναμις δὲ ἁπανταχοῦ καὶ αἱ ἀκτῖνες, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν νήσοις καὶ ἐν ἠπείρῳ καὶ ἐν ὄρεσι καὶ ἐν λειμῶσι καὶ ἐν ποταμοῖς καὶ κρήναις καὶ ἐγγὺς τῶν ζῴων ἁπάντων καὶ ἐγγὺς τῶν φυτῶν. πᾶσι γὰρ τοῖσδε ἐκεῖθεν ἐποχετεύεται ἡ σωτηρία. [5]
51b
Ὅστις οὖν οἴεται τῆς μὲν ὠφελείας ἁπανταχοῦ ἀπολαύειν, τὰ χαριστήρια δὲ μὴ πανταχοῦ ἐκτιννύναι, γέλως ἂν εἴη καὶ δυσσεβείας οὐ πόρρω, καὶ οὐκ ἂν λογίζοιτο ὅτι καὶ οἱ σφόδρα ἐπιθυμοῦντες τοῖς ὄμμασιν ἀτενίσαι πρὸς τὸν θεὸν πρῶτον μὲν ἐν τοῖς ὕδασι μελετῶσι καὶ διαπειρῶνται τῶν ὀφθαλμῶν πρὸς τὸ φάσμα αὐτοῦ καρτερεῖν τε καὶ ἀπερείδεσθαι, ὡς ἂν μὴ ἀθρόας τῆς ἀληθινῆς μαρμαρυγῆς ἐμπλησθέντες σκότου μᾶλλον ἢ αὐγῆς ἀπολαύσειαν. καὶ ἐμοὶ μὲν ἴσως, ὦ ἄνδρες, καὶ μὴ δυσχεραίνητε ἐπὶ τῷ λόγῳ, ἐγγυμναστέον ἔτι καὶ ἐμμελετητέον ἐστὶ πρὸ τῆς ἀληθινῆς θέας ταῖς εἰκόσι καὶ τοῖς κατόπτροις· διότι δέ, ἐρῶ πρὸς ὑμᾶς. [10]
51c
ἄπληστα ἔστι μοι τὰ ὄμματα καὶ οὐκ ἀνέχεται οὐδὲ ἀγαπᾷ ἐπιπολῆς μόνον ἰδεῖν, ἀλλὰ πειρᾶται ὅτι μάλιστα εἰσδύεσθαι εἰς τὸ βάθος τοῦ ὁρωμένου. ὅταν οὖν ἀγύμναστα καὶ ἀνάσκητα ἐγχειρῇ, μένει ἔξω περὶ τὰ σχήματα καὶ τὰ χρώματα καὶ οὐχ οἷά τέ ἐστι τῶν ἐνδοτέρω θιγεῖν τε καὶ ἐπορέξασθαι. Τοῦ δὲ βασιλικοῦ κάλλους, οὗ ἐγὼ ὁρᾶν ὥρμημαι καὶ ᾧ ἐγὼ παρεσκεύασα ἐμαυτὸν πρέποντα θεατήν, καλὴ μέν που καὶ ἡ ἔξωθεν ἀγλαΐα, πολὺ δὲ ἀμηχανωτέρα καὶ ἀφραστοτέρα, ἣν ἐγκύψαντας χρὴ ἰδεῖν ὁπόσης γέμει ὥρας τε καὶ εὐμενείας. [10]
51d
ἔνθʼ ἔνι μέν, καθʼ Ὅμηρον, φιλότης ἀνθρώπων, ἀλλʼ οὐ δολερὰ οὐδʼ ἐπίβουλος, ἀλλὰ θεοειδὴς καὶ ἀκήρατος, ἧς συντεθὲν τὸ ὄνομά ἐστι φιλανθρωπία· ἔνι δʼ ἵμερος σωφροσύνης, ἐνατρεμεῖ δὲ ἀλήθεια, ἐγκατοικεῖ δὲ πρᾳότης, ἐναστράπτει δικαιοσύνη, πολλά τε ἄλλα ἰνδάλλεται κάλλη σεμνά τε καὶ ἅγια καὶ θεσπέσια· οἷς μὴ προαγνεύσαντα ἱκανῶς μηδὲ τὴν ὄψιν προκαθηράμενον ἐκ τῶν φιλοσοφίας φαρμάκων εἰκῆ οὑτωσὶ τὰ ὄμματα ἐξ ἐπιδρομῆς ἐπιβάλλειν οὔτε ὅσιον οὔτε συμφέρον. [5]
52a
Ἐάσατε οὖν με τῷ κατόπτρῳ ἐνδιαιτᾶσθαι μικρόν τινα χρόνον. κάτοπτρον δʼ ἐκείνου τοῦ κάλλους λαμπρόν τε λίαν καὶ ἐναργὲς ὑμεῖς καὶ ἡ ξύμπασα ἥδε πόλις. καὶ ὅστις ἱκανῶς τεθέαται τὸ κάτοπτρον τοῦτο, πολὺ ἂν πρὸ ἔργου εἴη πρὸς τὴν θέαν τῆς ἀληθινῆς εὐμορφίας· οὕτω πανταχοῦ ἐπιπρέπει τε καὶ ἐπαυγάζει τὰ σύμβολα αὐτῷ τοῦ ἐλλάμποντος τὴν καλλονὴν ἀνδρί τε ἑκάστῳ καὶ ὅλῃ τῇ πόλει, σεμνὸν καὶ βασιλικὸν καὶ γεραρὸν καὶ αἰδοῖον. [5]
52b
καὶ οὖν ἐπειδὴ κατʼ Αἰσχύλον νῦν ἦλθεν ἐπὶ στόμα ὃ πάλαι ἐχρῆν καὶ ἐξ ἀρχῆς ὑμῖν ἐγὼ συνεορτάζω, οὔ μοι δοκῶ ἔτι ἀπολιμπάνεσθαι τῆς βασιλικῆς πανηγύρεως. καὶ γελοῖος γὰρ ἦν ἐν τοῖς ἔμπροσθεν ὁ λόγος τῆς οἴκοι μονῆς προβαλλόμενος Σάϊν τε καὶ Αἰγυπτίους, ἐξὸν αὐτῷ ἀναμνησθῆναι ὅτι τὰ οἴκοι ταῦτα ὁ νεὼς ἦν τοῦ βασιλέως, ἐν ᾧ θύων τε καὶ καλλιερούμενος μᾶλλον ἂν αὐτῷ πράττοι κεχαρισμένα ἢ εἰ τῆς χλαμύδος αὐτοῦ, καὶ τῶν ποδῶν προὐκαλινδεῖτο. [5]
52c
Ἦ γὰρ οὐ τοῦτον ἄνδρες τὸν νεὼν πρόκριτόν τε ἐξ ἁπάντων ἐποιήσατε καὶ διατελῆ ἐπιμελούμενοι ὥσπερ ἑστίας; καὶ ἔρχεται αὐτῷ εἰς τὸ ἀνάκτορον τοῦτο πάντα ὅσα ἐκ πάσης γῆς ἀναθήματα· καὶ ἀπάρχονται μὲν τῇδε Αἰγύπτιοι τῷ βασιλεῖ ὁπόσα ἔτη, ἀπάρχονται δὲ Σύροι τε καὶ Ἀσσύριοι καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ σχεδόν τι ἅπαντες ἄνθρωποι. [10]
52d
αἱ δὲ ἀπαρχαί εἰσι νῆες γέμουσαι εὐδαιμονίας, καὶ ὅ τι ἂν ἡ φύσις ἄριστον τέκῃ καὶ ὅ τι ἂν ἡ τέχνη ἐντεχνότατον δημιουργήσῃ, συμφοιτᾷ ἄλλοθεν ἄλλο εἰς τὸ ἱερὸν τοῦτο καὶ συναγείρεται. εἴδη τε ἐν αὐτῷ τέλεια ἵδρυται αὐτοῦ βασιλέως, καθάπερ, οἶμαι, ἐν Δελφοῖς οὐ τοῦ Ἀπόλλωνος μόνου, ἀλλὰ καὶ τοῦ Διός. καὶ Δελφῶν μὲν ἐξ ἀρχῆς Ἀμφικτύονες κτισταὶ καὶ εὑρεταὶ ἐγένοντο, ποιμένος τινὸς ἐν τῷ Παρνασσῷ ἐκ Κασταλίας τῷ μαντικῷ πνεύματι κατασχομένου, καὶ χρόνῳ ὕστερον ἐξεμισθώσαντο Ἀλκμαιωνίδαι τὸ ἔργον φυγόντες Ἀθήνηθεν Πεισιστρατίδας· τούτου δὲ τοῦ νεὼ πατήρ τε καὶ δημιουργὸς ὁ αὐτός ἐστιν ὅσπερ καὶ τοῦ βασιλέως. [5]
53a
ὃς γὰρ ἐκεῖνον ἐφύτευσε, τόνδε ἐποίησεν. Ἅτε οὖν ἄγαν φιλάδελφος ὢν ἔρωτι καὶ τοῦδε ἔχεται ὥσπερ ὁμογόνου, καὶ ἀεί τι προσμηχανᾶται, ὅπως ἂν ὀλβιώτερος καὶ πολυκλεέστερος εἴη.
53b
καὶ πάντα μὲν δὴ τὸν ἐγκατοικοῦντα λεὼν ἱερὸν αὑτοῦ νομίζει καὶ ποιεῖται, οὓς δὲ ἐξείλετο ζακόρους τε καὶ ἱερέας, τούτους ἤδη ἐπὶ μέγα κυδαίνει καὶ ὁμοψήφους εἶναι ἑαυτῷ ἀξιοῖ, καὶ μόνου ἄρα τοῦ χοροῦ τοῦ ὑμετέρου αὐτὸς ὁ χορηγὸς πρωτοστάτης ἐστὶ καὶ κορυφαῖος, καὶ ἵδρυται θρόνος ἱερὸς ἐν τῷ πατρῴῳ βουλευτηρίῳ, ἐν ᾧ συγκαθίζειν τε οὐκ ἀναίνεται καὶ προηγορεῖν τοῦ συλλόγου. τῷ τοι καὶ τὰ παρόντα μυστήρια οἱ μὲν ἄλλοι ἄνθρωποι ὡς βασιλεῖ μόνον τελοῦσιν, ὑμᾶς δὲ ἐκεῖνος ἐθέλει καὶ ὡς ὁμοτίμῳ. καὶ ὅταν ἔξω τοῦ ἱεροῦ μυεῖν αὐτῷ δέῃ τὴν τελετήν, ὥσπερ Ἀθηναῖοι στρατευόμενοι πρὸς τὸν Μῆδον πόρρω Ἐλευσῖνος ἐν ταῖς τριήρεσι, κλητούς τινας ἐκ τοῦ καταλόγου προαιρεῖται ἐπὶ τὰ δρώμενα καὶ πειρᾶται ἅπαντας διʼ ὀλίγου κοινωνοὺς ποιεῖσθαι τῆς πανηγύρεως. [5]
53c
Ὅπερ οὖν λέγω, οὐδέν τι μεῖον ἵλεῳ τυγχάνοιμεν ἂν οἱ ἐνθάδε τὴν πομπὴν διακοσμοῦντες τῶν ἐπὶ τὴν ἁλουργίδα αὐτοῦ πετομένων. καὶ γὰρ δὴ ἵνα μὲν αὐτὸς ἐπιστατῇ καὶ ἐξηγῆται, οὐδεμιᾶς ἂν δέοιτο ἔξωθεν περιάπτου λαμπρότητος ὁ χορός, ἀλλʼ ἐξαρκοῖ μόνῃ αὐτῷ ἀγάλλεσθαι τῇ ξυνουσία· ἵνα δὲ ὥσπερ σμῆνος μελισσῶν κινῆται ἄνευ τοῦ ἀληθινοῦ ἡγεμόνος, πολλῶν ἂν δέοιτο τῶν ἀρηξόντων, εἰ μὴ μέλλοι βομβήσειν τε εἰκῆ καὶ πλανήσεσθαι ὅπη ἔτυχεν. [5]
53d
εἶεν. Εἰ δὲ ἐγὼ ταῦτα μὲν ἐξ ἀρχῆς ὑμῖν προὐτεινάμην, ἡνίκα ἧκον οἱ ἄγγελοι περιαγγέλλοντες τὴν πανήγυριν, ὅτι ἐγώ, ὦ συγχορευταὶ καὶ ὦ συνθιασῶται, νῦν μὲν ἔξω προκύψας τοῦ ἄστεος ἀφωνίᾳ τε ξυνεσοίμην καὶ οὐχ ἕξω ὅ τι χρήσομαι ἐμαυτῷ.
54a
οὐ γὰρ ἐάσει φθέγγεσθαι ὁ χειμὼν καθάπερ τὰς ἀηδόνας, ἀλλὰ λωβήσεται τὸν Ἑρμῆν τὸν λόγιον ὁ ἐρωδιός. μένειν δὲ ἐνθάδε ἐώμενος διδάσκαλος ἂν γενοίμην τοῦ χοροῦ, καὶ ἀντᾳσόμεθα ἅμα τοῖς Ἰταλιώταις ὑμνοποιοῖς, καὶ εἴπερ ἀρεστὸς ὑμῖν ὁ ὕμνος φανείη, δῶρον αὐτὸν ποιησόμεθα τῷ βασιλεῖ. ὁ δὲ προσήσεται, εὖ οἶδα, εὐμενέστερόν τε καὶ ἥδιον ἢ παρὰ Κινύρου τὸν θώρακα ὁ Ἀγαμέμνων· φιλόλογος γὰρ οὐχ ἧττόν ἐστιν ἢ φιλοπόλεμος καὶ τὰ ξένια τῶν Μουσῶν οὐκ ἀτιμότερα τῶν τοῦ Ἡφαίστου ποιεῖται. [10]
54b
καὶ ταῦτα ἐγὼ οὐ μαντευόμενος λέγω, γιγνώσκων δὲ ὅτι καὶ πρώην οὐ χρυσοῦν δή τινα στέφανον χρυσοῦ ἀπέφθου πολλῶν ταλάντων, οἷοι πολλοὶ αὐτῷ ἀφικνοῦνται καὶ πολλαχόθεν, πέμπει ὑμῶν ψηφισαμένων, ἀλλʼ ὃν ἐγὼ ἐπλεξάμην, ἄνθη ἀκήρατα συλλεξάμενος ἐκ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λειμώνων, καὶ ἔδειξα τῇ βουλῇ καὶ τῷ δήμῳ ἐν τῷ αὐτῷ τούτῳ θεάτρῳ, εὐφράνθη τε ὡς οὐκ ἄλλῳ δώρῳ καὶ περὶ πολλοῦ ἐποιήσατο· καὶ ἡ χαλκῆ εἰκὼν ἐξ ἐκείνου τοῦ ᾄσματος. [5]
54c
εἰ οὖν ταῦτα ὑμῖν προὐτεινάμην, εὖ οἶδʼ ὅτι ἀπρὶξ ἄν μου ἐλάβεσθε καὶ περιείχεσθε μᾶλλον ἢ τοῦ ἀγάλματος τῆς Αὐξησίας οἱ Αἰγινῆται. Καὶ νῦν δὴ οὕτω ξυμβαίνει διὰ τὴν ἐμὴν βραδυτῆτα καὶ τὸν ὄκνον, πλέον τι εἰσηνέγκατε τῇ πανηγύρει. οὐ γὰρ μόνον θεωροὺς ἐπέμψατε ὥσπερ εἰς Δῆλον, ἀλλὰ καὶ οἴκοι στεφανηφορεῖτε καὶ εὐθυμεῖσθε καὶ ἑστιᾶσθε, οὐκ εἰς τραπέζας ἐπικύψαντες βασιλικάς, οὐδὲ οἰνοχόων ὑμᾶς ξενιζόντων καὶ τραπεζοποιῶν καὶ μαγείρων, ἀλλὰ τῆς φίλης βασιλεῖ φιλοσοφίας. [5]
54d
φίλην γὰρ αὐτὴν βασιλεῖ ὀνομάζειν οὐ δυσωποῦμαι, ἣν ἀπολιμπάνουσαν ἤδη ἀνθρώπους ἔσχε τε καὶ εἵσατο παρʼ ὑμῖν, καὶ ἐς τοσόνδε ἐποίησεν ἐρίτιμόν τε καὶ εὐκλεᾶ ὥστε πολλοὺς εἶναι τοὺς περιβλέποντας καὶ ζητοῦντας καὶ ἑτοίμους ἀντιλαμβάνεσθαι καὶ θεραπεύειν. τῷ γὰρ ὄντι φύσις αὕτη, ὡς ἔοικεν, ἀσκεῖσθαι μὲν τὸ τιμώμενον, ἀμελεῖσθαι δὲ τὸ ἀτιμαζόμενον. Ἴσως μὲν οὐ δεῖται ὁ χορὸς ὁ ὑμέτερος διδασκάλου πρὸς τὸν ὕμνον τοῦ βασιλέως· ἀεὶ γὰρ ὑμῶν ἐν μελέτῃ ἐστίν, οἷς γε καὶ ἡμέραι εἰσὶν ἱεραὶ ἐπὶ τῇ μελέτῃ ἐξῃρημέναι καὶ αὐταὶ οὐκ ὀλίγαι τοῦ ἔτους, αἷς ξυνιόντες καὶ ξυλλεγόμενοι εἰς τὸ ἄδυτον ἐν ἐσθῆτι ἱερᾷ συγγυμνάζεσθε ἐν ἀπορρήτῳ τὰς εὐφημίας. [5]
55a
ἀλλʼ οὕτως ἄρα ἐγὼ κομψός τέ εἰμι καὶ ἀλαζών, ὥστε καὶ νῦν οὐδὲν ἄλλο εἰπὼν δεξιῶς ἢ ἃ παρʼ ὑμῶν ἔμαθον ῥήματα ἀντὶ μαθητοῦ ἀμφισβητῶ διδάσκαλος εἶναι. καὶ γὰρ ὅτι Κωνσταντίνου ἐστὶ γέννημα καὶ θρέμμα ἡ γερουσία καὶ ὅτι προσήκει αὐτῆς τῷ ἐκείνου υἱεῖ κήδεσθαι, καὶ προορᾶν ὡς ὁμοπάτορος, καὶ τἄλλα ἐφʼ οἷς πάνυ ἐξεβοήσατε, ἔλαθον ἄρα ἐκεῖθεν ἐσκευωρημένος.
55b
Καὶ ἴσως ἄν με καὶ γραφήν τις γράψαιτο ἀσεβείας, ὅτι ἐξήνεγκα ὑμῖν τὰ μυστήρια. τὰ δὲ οὐκ ἔστι μυστήρια, εἰ μὴ ἄρα οὐχ ὑμῶν μόνων, ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάσσης ὅσα ξυνεβάλετο καὶ ξυνέπραξεν εἰς τὴν γένναν ὑμῶν τῷ γεννήτορι. οὕτω δὲ καὶ Αἰθίοπες καὶ Ἰνδοὶ καὶ οὓς λέγει Ὅμηρος Κιμμερίους ἔξω τοῦ ἡλίου τῷ ὠκεανῷ προσοικοῦντας εἶεν ἂν τὰ μυστήρια τετελεσμένοι. [5]
55c
πάντες γὰρ δὴ οὗτοι συνήνεγκάν τε καὶ συνετέλεσαν εἰς τὰς ὠδῖνας τῷ βασιλεῖ, καὶ οὗτοι πάντες συγχωροῦσιν ὅτι ἡμεῖς μάλιστα ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους τῷ Κωνσταντίνου γόνῳ συναιρόμεθα, καὶ τὴν εὐδαιμονίαν καὶ τὴν εὐπραγίαν οὐκ ἄλλοθεν ἔχομεν ἐξημμένην ἢ ἐκ τῶν ἀπʼ ἐκείνου ἀμμάτων, ὥσπερ, οἶμαι, καὶ τοῦ ἡλίου οἱ μὲν ἄλλοι ἀστέρες κατʼ ἄλλο τι ἀπολαύουσι, τῇ σελήνῃ δὲ ἄρα ἐκεῖθεν ἐξήρτηται καὶ αὐτὸ τὸ φῶς καὶ αὐτὸ τὸ λάμπειν. [10]
55d
ἅτε οὖν οὐκ ἐπίθετον κεκτημένοι τὴν πρὸς αὐτὸν εὔνοιαν, ἀλλʼ ἀναγκαίαν, εἰκότως, οἶμαι, καὶ ἐξ ἴσης ἀνταγαπώμεθα. Διὸ λέγει που ἡ τραγῳδία ὅτι φέρει πολλὴν ἡδονὴν καὶ τῷ σωθέντι μεμνῆσθαι πόνων παροιχομένων. ἀναμνήσθητε οὖν πρὸς φιλίου ἡνίκα ἐξερράγη μὲν ἡ τυραννὶς περὶ τὴν ἑσπέραν, συμπαρέφυ δὲ καὶ ἑτέρα ἐν Ἰλλυριοῖς, ὡς ἅπασα οὖν ἡ ἀρχὴ ὀρθὴ ἦν καὶ μετέωρος πρὸς τὸ μέλλον, ἡ πόλις δὲ ἐνδεινότερον ἐξεπέπληκτο ὑπὸ δείματος, καὶ ἔπαλλε μὲν αὐτῆς ἡ καρδία, ἐβάμβαινε δὲ ἡ φωνή, κρύπτειν δὲ ἐπιχειροῦσα τὸ δέος ἐξηλέγχετο ὅμως ὑπὸ τοῦ πάθους ἀλλοχροοῦσά τε καὶ ἀδημονοῦσα καὶ ἀπορίᾳ ξυνεχομένη, ἕως ὁ βασιλεὺς ὁ μέγας ἀνακαθηράμενος καὶ φραξάμενος τὰ πρὸς ἕω ἧκε τε εὐμενὴς παρʼ αὐτῇ καὶ χεῖρα ὤρεξε κραδαινομένῃ καὶ προὐτρέψατο εὔψυχον εἶναι· καὶ ὀλίγῳ ὕστερον πέμπει αἰχμάλωτον αὐτῇ τὸν ἕτερον τῶν τυράννων, ὃν πῶς ἄν τις λέγοι αἰχμάλωτον; οὐ γὰρ αἰχμῇ ἑάλω, ἀλλʼ ὑπὸ λόγου ἠνδραποδίσθη, καὶ ἀπεδύσατο οὐ τὸ γῆρας καθάπερ οἱ ὄφεις, ἀλλὰ τὴν ἔξωρον ἁλουργίδα, τὸ γῆρας δὲ αὐτῷ διετήρησεν ὁ βασιλεὺς ὁ καλλίτεχνος ἀτεχνῶς, μάλιστα δὲ ἐπὶ ταύτῃ τῇ νίκῃ, ὅτι τῷ καλλίστῳ ὅπλῳ ἐκτήσατο. [5]
56c
Δεξαμένη δὲ ἡ πόλις προοίμιον τῆς διὰ τῶν ὅπλων νίκης τὴν διὰ τοῦ λόγου, μικρὸν μέν τι ἀνεθάρρησε καὶ ἀνέπνευσε, πυνθανομένη δὲ τὸν αὐθέντην καὶ παλαμναῖον χεῖρά τε ἀνταίρειν ἡγηλατοῦντι τῷ βασιλεῖ καὶ διακριβοῦσθαι αὐτῇ καὶ ἀπειλεῖν θεοβλαβοῦντα λάφυρά τε καὶ ἀνδραποδισμὸν καὶ ἀνάστασιν, οἰκειοτάτῃ καὶ συγγενεστάτῃ τῶν δεσποτῶν εἰς οὓς ἐξεμάνη καὶ ἐπαρῴνησεν, οὐ πρόσθεν ἄρα τοῦ κλόνου ἐπαύσατο καὶ τῆς ὑποψίας ἕως ἐπεῖδε τοῖς ὀφθαλμοῖς πάντα αὐτῷ ἐκεῖνα τετραμμένα εἰς τὴν κεφαλήν. [5]
56d
ᾗ οὖν ὑπάρχει μάλιστα πόλεων τῆς βασιλέως τύχης συναπολαύειν ᾗ ἂν ὁρμήσῃ, τί ἂν ἄλλο ἐκφέροι ἐναργέστερον σημεῖον ἀληθινῆς καὶ ἀπλάστου εὐνοίας; Ταῦτά τοι ἀκριβῶς πεπεισμένος καὶ τὰς ἄλλας νίκας ὑμῖν σὺν ἡδονῇ ἀνακοινοῦται καὶ ἐν γράμμασι διαλέγεσθαι ἀξιοῖ, μικροῦ ὥσπερ Τιμόθεος Ἀθηναίοις καὶ Χαβρίας καὶ Ἰφικράτης οἱ τῷ δήμῳ ὑπεύθυνοι στρατηγοί, χωρία τε πολέμια ἐξηγούμενος καὶ ποταμοὺς καὶ τενάγη καὶ νάπας καὶ τάφρους καὶ χαρακώματα καὶ ὁπλιτῶν ἐπιθέσεις καὶ ἱπποκρατίας, καὶ ἐπὶ μάλιστα ὑμᾶς προσαναγκάζων τῷ λόγῳ Ῥῆνόν τε ὁρᾶν γεφυρούμενον καὶ Χάονάς τε καὶ Ἰάζυγας κεραϊζομένους, Γερμανῶν τε φῦλα ἀτάσθαλα δίκην τίνοντα ὧν ἐξύβρισε. [5]
57a
Καὶ οὕτως ἐγὼ ἀληθεύω, καὶ οὐ μόνον κεῖθί ἐστι βασιλεὺς ὅπη ὁρᾶται, ἀλλά γε ἐν Κελτοῖς στρατοπεδεύων Πέρσας εἰρήνης ἐπιθυμεῖν ἀναγκάζει.
57b
καὶ εἶδον ἐγὼ ἔναγχος ἐν τῷ ἄστει τοῦ Ἀντιόχου ἄνδρας ἐκ Σούσων καὶ Ἐκβατάνων ἀφιγμένους σὺν κηρυκείοις καὶ γράμματα ἀρχαῖα βύσσῳ λευκῇ ἐνειλιγμένα· τὰ δὲ γράμματα ἐξελιπάρει τὸν ὕπαρχον σπονδὰς πράττειν Ἀχαιμενίδαις καὶ δεξιὰν ἐκ βασιλέως. ἐγὼ οὖν ταύτην τὴν νίκην ἰσχυροτέραν ὑπολαμβάνω ἢ εἰ μάχῃ τε ἔναγχος ἐκρατήθησαν καὶ ἐτέτμητο αὐτῶν ἡ γῆ καὶ φρούρια εἵλομεν καὶ αἰχμαλώτους. [5]
57c
τότε μὲν γὰρ καὶ τύχην ἐπῃτιῶντο καὶ ἀναμαχεῖσθαι ἠπείλουν, νῦν δὲ ἑκόντες ὑποπτήξαντες δηλοῦσι τῇ γνώμῃ αὐτῇ ἡττημένοι. καὶ Ἀλεξάνδρου μὲν Δαρεῖος μόλις ποτὲ ὕστερον ἐδεήθη, πρότερον μὲν ἐπὶ Γρανίκῳ πληγείς, μετὰ ταῦτα δὲ ἐν Ἴσσῳ τῆς Κιλικίας, βασιλέως δὲ ἀπὸ τῶν Τίγριδος ῥείθρων τὰ ὅπλα τρέψαντος ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν οὐκ ἤνεγκαν οἱ ἐν Βαβυλῶνι οὕτω πόρρω οὖσαν τὴν ἀπειλήν. Ἀλλʼ ὅθεν δεῦρο ἐξετραπόμεθα, ὡς ἄρα ὑμῖν εἰκότως ἐγκαλλωπίζεται καὶ ἐναβρύνεται ὁ βασιλεύς, τρόπαια συχνὰ ἐπιδεικνύμενος καὶ τὰς ἀριστείας, ἅτε ἀληθινῶς καὶ ἐκ τοῦ βάθους συνηδομένοις. [5]
57d
τοὺς γὰρ μάλιστα αὐτῷ συναπολαύοντας τῆς εὐπραγίας μάλιστα ἀναγκαῖον εὖ πράττοντι συγγανύσκεσθαι. τιμῶντα δὲ αὐτὸν καὶ ἡ πόλις ἀντιτιμᾶν πειρᾶται καὶ ἀντικυδαίνειν οἷς παρʼ ἐκείνου κέκτηται ἀγαθοῖς, ὥσπερ, οἶμαι, καὶ τὸν θεὸν οἱ ἄνθρωποι ἀντιτιμῶσιν οἷς παρʼ ἐκείνου ἔχουσι θύμασί τε καὶ ἀναθήμασι. [5]
58a
καὶ μεστὸς μὲν ἱπποδρόμος τῶν ἁρμάτων ἐφʼ ἑκάστῃ νίκῃ καὶ ἐφʼ ἑκάστῳ τροπαίῳ, διὰ δὲ τὸ πλῆθος τῶν εὐαγγελίων διατελοῦμεν πανηγυρίζοντες, καὶ μόνοις ἄρα συμβέβηκεν οὐκ ἀναπαύσεις εἶναι τὰς ἑορτάς, ἀλλʼ ἀναπαύσεως δεῖσθαι. Καὶ ἐπειδὴ Ἀλεξάνδρου ἐμνήσθη μικρῷ πρόσθεν ὁ λόγος, τῆς μὲν Ἀλεξάνδρου εὐτυχίας Πέλλα οὐδὲν συναπώνατο ἢ συναπέλαυσεν, ἀλλὰ τοσαύτην γῆν κτησάμενος ἐν ἑαυτῷ πλέθρῳ ἑνὶ μείζω οὐκ ἐποίησε τὴν πατρίδα, βασιλεῖ δὲ εἰκότως συναυξάνεται πόλις ἡ τῆς βασιλείας ἡλικιῶτις. [5]
58b
πυνθάνομαι γὰρ ὡς καὶ ἠμφίασεν ὁμοῦ ὁ γεννήτωρ τό τε ἄστυ τῷ κύκλῳ καὶ τὸν υἱέα τῇ ἁλουργίδι. ὥστε ἐν δίκῃ τριπλασιάσας τὴν ἀρχὴν πολλαπλασιάζει αὐτῆς τὴν ὁμήλικα, οὐ τὸν περίβολον ἐξάγων, ἀλλὰ τῷ κάλλει προσμηχανώμενος, πηγάς τε μαστεύων ἀφθονωτέρων ναμάτων, λουτρά τε ἐπώνυμα οἰκοδομούμενος, ὧν τὸ μέγεθος μὲν ἤδη ὁρᾶτε, τὸ κάλλος δὲ ἐλπίζεται πρέπον τῷ μεγέθει, δρόμῳ τε αὐτὴν ὑποστέγῳ οἷα πολυτελεῖ μίτρᾳ διαζωννύς, καὶ τὴν βασίλειον ἀγορὰν ὥσπερ καλύπτραν διαπλέκων χρυσῷ καὶ μορίοις. [5]
58c
τὸ δὲ ἁπάντων ἐρωτικώτατόν τε καὶ ἐμπυρώτατον, ὅτι ἥκιστα αὐτὸς τρυφῶν χορηγεῖ τῇ πόλει τρυφῆς ἀφθονίαν, καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀποκλείων ταῖς ἡδοναῖς συναλίζει ὑμῖν τὰς νομίμους ἁπανταχόθεν. ὥστε καὶ ὅσα παρʼ ἑτέροις ἀγαπητὰ θεάματα καὶ ἀκούσματα κατακορῆ ἡμῖν καὶ πλήσμια ἤδη, καὶ ἐκ τούτου σωφρονεστέρα γίνεται ἡ πόλις· ὧν γὰρ οἱ ἄλλοι ἐκκρέμανται διʼ ἔνδειαν καὶ ἀπορίαν, οὐδὲν ἡμῖν περισπούδαστον οὐδὲ τίμιον.
58d
Ἐκεῖνο δὲ ἤδη πῶς οὐ μακρὰν καὶ πόρρω τῶν παιδικῶν προορῶντος, ὅτι καὶ συμβασιλεύειν αὑτῷ ἄνδρα ἐξείλετο, ὅντινα αὐτῷ καὶ συνερᾶν τῆς καλλιπόλεως ἀναγκαῖον; οὗ τῇδε μὲν τὼ γεννήτορε συνηλθέτην, τῇδε δʼ ἐσπάρη τε καὶ ἐφυτεύθη, πόλις δὲ αὐτὸν ἐμαιώσατο ἐκ τῶν ὠδίνων, πόλις δὲ αὐτὸν ἐξέθρεψε καὶ ἐξεπαίδευσε, καὶ ἀπέφηνεν ἄξιον αὐτὸν βασιλεῖ κοινωνὸν τῆς ἀρχῆς, ἴσα βαίνοντα, ἴσα φρονοῦντα, συνοπλοφοροῦντα, συνασπίζοντα, συνδρῶντα, οὐ φυλακῆς δεόμενον, ἀλλʼ αὐτὸν φύλακα ὄντα καὶ ἔρυμα τοῦ ἑλομένου. [5]
59a
διὰ ταῦτα γὰρ καὶ αἵματι πάνυ ἀγχοῦ προσχόμενον ἔτι προσηγάγετο ἐγγυτέρω τῇ ἐκ τοῦ γάμου κηδείᾳ καὶ συνεδήσατο πρὸς τὴν πόλιν δεσμῷ ἀναγκαίῳ, μείζω ποιήσας τὴν πρὸς τὸν οἰκιστὴν ἀγχιστείαν.
59b
καὶ ἐπειδὴ ὡρμήθη ὁ λόγος τὰ δείγματα ὑμῖν συλλέξασθαι τῆς βασιλέως εὐνοίας, ἀκούσατε αὐτοῦ πρὸς Χαρίτων εὖ μάλα ἐντεινάμενοι τὴν διάνοιαν, ἢ διαφεύξεται ὑμᾶς ὑπʼ εὐλαβείας ζόφῳ καὶ ἀσαφείᾳ συγκαλύψας ὥσπερ ἀχλύϊ. οὕτω γὰρ δὴ ἡμῖν ὁ ἐραστὴς ἀμηχάνῳ φίλτρῳ ξυνέχεται ὥστε οὐ μόνον παρὰ τῶν ζώντων ἁπάντων ἀγείρει τῇ πόλει τὴν εὐπραγίαν, ἀλλὰ καὶ παρὰ τῶν πάλαι ἀποιχομένων ὅσαπερ οἴεται ἀγαθὰ ἐρανίζεται. [5]
59c
καὶ οὐδὲ τοῦτο αὐτῷ ἀποχρῶν τε καὶ ἱκανόν, ἀλλʼ ἐκεῖνο ἤδη ἰοὺ ἰοὺ ὡς ἄτοπον καὶ τεράστιον, ὅτι καὶ τὰς ψυχὰς αὐτάς, ὦ θαυμάσιοι, τῶν σοφῶν καὶ ἀοιδίμων ἡρώων ἐπʼ ὠφελείᾳ τῆς πόλεως ἀνακαλεῖται καὶ ἀνίστησιν ἐκ τῶν τάφων. οὔ τί που οἴεσθε μαγγανείαν τὸ χρῆμα καὶ μανίαν; καὶ μὴν οὐκ ἄλλο ἔργον αἱρετώτερόν τε καὶ θεοφιλέστερον τοῦ ἐραστοῦ· καὶ ἐρῶ ὑμῖν σαφέστερον, ἵνα μάθητε ὅ τι καὶ λέγω καὶ μὴ θορυβῆσθε. Ψυχὴν τοίνυν ὑπολαμβάνω ἐγὼ ἀνδρὸς σοφοῦ εἶναι τὴν σοφίαν καὶ τὸν νοῦν καὶ τὸν λόγον, ἠρία δὲ τῶν ψυχῶν τούτων τὰς βίβλους τε καὶ τὰ γράμματα, ἐν οἷς ἀπόκειται αὐτῶν τὰ λείψανα ὥσπερ ἐν μνήμασι. [5]
59d
ταῦτα οὖν τὰ μνήματα ὑπὸ μικρᾶς ἀθεραπευσίας διαρρυέντα ὥσπερ οἰκοδομήματα ἐν τῷ θησαυρῷ τῆς μνημοσύνης καὶ κινδυνεύοντα παντάπασιν αὐτά τε ἀϊστωθῆναι καὶ ἀποσβῆναι καὶ συναποσβέσαι τὰς ψυχὰς τὰς ἐγκειμένας, ἀναζωπυρεῖν παραγγέλλει, καὶ τάττει μὲν ἄρχοντα ἐπὶ τῷ ἔργῳ, καὶ ἐπιδίδωσι τὴν χορηγίαν τῷ ἐπιτηδεύματι. [5]
60a
καὶ ἐργάζονται ὑμῖν ταῦτα τὰ ἔργα οὐ χαλκεῖς καὶ τέκτονες καὶ λιθολόγοι, ἀλλʼ οἱ τῆς Κάδμου καὶ Παλαμήδους τέχνης δημιουργοί, οἳ ἱκανοί εἰσι τὸν νοῦν μετοικίζειν ἐκ παλαιοῦ σκήνους ἐκτετηκότος εἰς ἀρτιπαγές τε καὶ νεουργόν. καὶ ὀλίγῳ ὕστερον ὑμῖν ἀναβιώσεται μὲν δημοσίᾳ ὁ πάνσοφος Πλάτων, ἀναβιώσεται δὲ ὁ Ἀριστοτέλης, καὶ ὁ ῥήτωρ ὁ Παιανιεύς, καὶ ὁ τοῦ Θεοδώρου καὶ ὁ τοῦ Ὀλώρου. [5]
60b
καὶ τούτων μὲν δὴ τῶν ἀνδρῶν εἰ καὶ τὰ ἐν κοινῷ ἀγάλματα ἐκινδύνευεν, ἀλλὰ τά γε ἴδια παρʼ ἑκάστῳ καὶ ἄνευ νόμου φυλακῆς τυγχάνει καὶ σωτηρίας, καὶ ἱκανὴ αὐτὴ διασῴζειν ἡ περιουσία τῆς ἀρετῆς. ὅσοι δὲ ὀπαδοί τε ἐκείνων καὶ τὰ ἔργα αὐτῶν οὐκ ἐξαρκεῖ ἑαυτοῖς πρὸς διαμονήν, τούτους βιάζεται θνητοὺς ὄντας ἀθανάτους ποιεῖν ἡ βασιλέως προμήθεια, πολλοὺς μὲν Ὁμήρου ὑποφήτας καὶ νεωκόρους, πολλοὺς δὲ Ἡσιόδου θεραπευτάς, Χρύσιππόν τε αὐτὸν ἤδη καὶ Ζήνωνα καὶ Κλεάνθην, χορούς τε ὅλους ἐκ Λυκείου καὶ Ἀκαδημίας, ἐν βραχεῖ τε εἰπεῖν στῖφος ἀνάριθμον ἀρχαίας σοφίας, οὐ κοινῆς οὐδὲ ἐν μέσῳ κυλινδουμένης, ἀλλὰ σπανίου τε καὶ ἀποθέτου, ἀμένηνόν τε ἤδη καὶ ἐξίτηλον, ἐν τῷ χρόνῳ ἐν σκότῳ κατορωρυγμένον, κινεῖ καὶ ἐγείρει ὥσπερ ἐξ Ἅιδου, καὶ τοιαῦτα ἕτερα ὑμῖν καὶ ἀμείνω ἀγάλματα ἀνίστησι τῶν Μουσῶν. [5]
60c
Ἆρα ἀγνοεῖτε ὁπόσῳ ὑμῖν σεμνότερος καὶ βασιλικώτερος ὅδε ὁ κόσμος τῶν περιστύλων τοῦ θεάτρου καὶ τοῦ διοφανοῦς ἱπποδρόμου, καὶ ὅτι φρονοίητε ἂν ἐπʼ αὐτῷ μᾶλλον δικαίως ἢ ἐπὶ τοῖς λιμέσι τοῖς ἐντὸς πυλῶν, διʼ ὧν εἰσρεῖ καὶ ἐμπλέκεται ἡ θάλασσα τοῖς ἐν μέσαις ταῖς ἀγοραῖς; ταῦτα γὰρ ἅπαντα, οἶμαι, τύρβη καὶ ὄχλος καὶ βαναυσία, καὶ ἀρχαῖα μὲν τὰ θεάματα, ἀχρεῖα δὲ τὰ ἀκούσματα. [5]
60d
μόνος δὲ οὗτος ὁ κόσμος ἀμείνους ποιεῖ τοὺς θεωμένους, καὶ ὅσῳπερ ἄν τις αὐτὸν ἀτενέστερον καθορῴη καὶ γίγνοιτο ἐνδοτέρω, τοσῷδε ἄπεισιν ὀλβιώτερος τοῦ θεάματος.
61a
καὶ τέως μὲν τῇ πόλει ὤναντο τοῦ εἴδους, ὅτι ἔρχεται μὲν εἰς αὐτὴν ἅπαντα ἁπανταχόθεν τὰ ἀγαθά, ἐξέρχεται δὲ οὐδέν, εἰ μὴ γῆ καὶ ψάμμος καὶ φορυτός, νῦν δὲ ὥρα ἐξάγειν καὶ ἐμπορεύεσθαι παρʼ ὑμῶν οὐ μὰ Δίʼ οὐ χρυσὸν οὐδὲ ξύλα οὐδὲ πορφύραν, ὥσπερ ἐκ μετάλλου ἢ ὄρους ἢ βακτηρίας, ἀλλʼ οὐδὲ οἴνου σταμνία οὐδὲ ὄσπρια οὐδὲ τραγήματα. ταῦτα μὲν ἐπιεικῶς οἶμαι ὑπάρχειν παρὰ τῶν φαυλοτέρων ἐκκαρποῦσθαι τοῖς ἀμείνοσιν, ὃ δὲ ἄρτι ἐμπόριον ὑμῖν κατασκευάζεται βασιλεύς, ἀρετή ἐστιν ἐκ τοῦδε καὶ φρόνησις τὰ ἀγώγιμα. [5]
61b
καὶ ἥξουσιν ἡμῖν ἐπὶ ταύτην τὴν ἐμπορίαν οὐ κάπηλοι καὶ ναῦται καὶ φορτικὸς ὄχλος, ἀλλʼ οἱ ἔκκριτοι καὶ φιλομαθέστατοι καὶ ὅ τι ἄνθος Ἑλλήνων, λόγοι καὶ παιδεία τὰ ἀγοράσματα. μῶν οὖν ὑμῖν φαίνονται ἀπεικότως αἱ Μοῦσαι συστρατεύεσθαι τῷ βασιλεῖ καὶ διδόναι αὐτῷ νίκας ἐξαιρέτους, ὧν ὁ Ἄρης οὐκ ἐκοινώνησε; Φέρε δὴ ὑμῖν καὶ τὸν σύμβουλον μηνύσω. [5]
61c
δίκαιος γὰρ μὴ σιωπᾶσθαι ὑπὸ τῶν λόγων, τοσοῖσδε λόγοις ἐπαρήξας διολλυμένοις, καὶ ἄξιος ἐπαινεῖσθαι τῆς καινουργίας, ὅτι οὐκ ἐνταῦθα ἔστη, ἵνα περ οἱ ἄλλοι καταρτιστῆρες, οὐδʼ ἀποχρῆν ἐνόμισεν ἀγορᾶς τε εὐκολίαν παρέχεσθαι καὶ βαλανείων φλογώσεις, ἀλλʼ εἰς τόσον ἄρα προὔβη ἡ γνώμη τῆς προμηθείας ὥστε καὶ σοφίας ὑμῖν δημόσιον πλοῦτον ἐμηχανήσατο. ἔτι οὖν ἀχθέσεται βασιλεύς, εἰ καὶ ἐγὼ τοὺς ἐμοὺς λόγους ὑμῖν πρὸ τῶν ἄλλων ἐπιδιδοίην καὶ οὐ πρόσθεν ἐξάγοιμι τείχους, εἰ μὴ ξυλλεγεῖσα ἡ ἐκκλησία δοκιμάσειέ τε ὥσπερ ἐφήβους καὶ ἐπίθοιτο τὴν δημοσίαν σφραγῖδα; τηνικαῦτα γάρ μοι ἀτεχνῶς πτεροφυοῦσι καὶ τελειοῦνται καὶ οἷοί τέ εἰσιν ἐκ τῆς νεοττιᾶς ἀνᾴσσειν μετέωροι καὶ ὑψηλοὶ καὶ ἀξιόχρεῳ πέτεσθαι πρός τε αὐτὸν βασιλέα καὶ παρʼ ἐκείνου ἐφʼ ἅπασαν γῆν τε καὶ θάλασσαν. [5]
62a
καὶ εἴ πη ἂν αὐτοῖς κορώνη λακέρυζα ἐπικρώξειεν ὅτι φιλοσοφεῖν ποιούμενοι μεθαρμόζονται εἰς τοὺς ῥήτορας, ἱκανοὶ μεθʼ ἡμῶν ἀμύνασθαι καὶ ἐλέγχειν ὅτι αἱ κορῶναι αὗται οὐκ ἐγεύσαντο τῆς Πλάτωνος μούσης· εἰ μὴ οἴονται καὶ Πλάτωνα ἐπαινέτην εἶναι καὶ ὑμνοποιὸν τοῦ ἀληθινοῦ βασιλέως, ὁπόταν λέγῃ καὶ γράφῃ ἄντικρυς οὑτωσί, τότε ἄριστα τὸν βίον καὶ εὐδαιμονέστατα ἕξειν, ὅταν γένηται βασιλεὺς νέος, σώφρων, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής, εὐμαθής. Εἰ μὲν οὖν τι τούτων ἐνδεῖ ἡμῖν τῶν ῥημάτων, καὶ ἡ σωφροσύνη ἀμφισβητήσιμος, πρὸς ὃν οὐδὲν σεμνὸν ὁ Ἱππόλυτος, ἢ μνήμην ἄν τις ἐπαιτιάσαιτο, οὗ μᾶλλον κατέχει τοὺς τύπους ἡ φαντασία ἢ οἱ δακτύλιοι τὰ ἐγγλύμματα, ἢ τὴν ἀνδρείαν, ᾧ οὐκ ἐξὸν εἰρήνην ἄγειν πρὸς τοὺς τυράννους, πολλῶν νουθετούντων, τῆς ἑαυτοῦ ῥᾳστώνης ἐπίπροσθεν ἐποιήσατο τὴν Ῥωμαίων ἐλευθερίαν. [5]
62b
μεγαλοπρέπειαν δὲ τὴν μὲν ἐν δαπανήμασι τί ἄν τις λέγοι; τὴν δὲ ἐν τῷ ἄλλῳ μεγέθει τῆς ψυχῆς εἴ τις ἄρα ποθεῖ, ἐννοησάτω δυοῖν ἀνδρῶν, τοῦ μὲν σωτηρίαν, τοῦ δὲ τιμωρίαν, ὧν τὸν μὲν ἰδίᾳ λυπήσαντα διὰ τὴν ἐς τὰ κοινὰ ἀρετὴν διετήρησε καὶ ἐφύλαξε, τῷ δὲ ἔναγχος οὐκ ἤρκεσε λυγρὸν ὄλεθρον ἡ κολακεία καὶ ἡ θωπεία, ὅτι χρηματισμὸν ἐπεποίητο τὴν ὑπόκρισιν τῆς εὐνοίας. [5]
62c
Ὅπερ οὖν εἶπον, εἰ μέν τι τούτων ἐνδεῖ ἡμῖν τῶν ῥημάτων, ἄλλον ἄν τινα ἐπαινοίημεν ἡμεῖς καὶ οὐχ ὅνπερ οἴεται ὁ Ἀρίστωνος· εἰ δὲ ὁ μὲν τύπους βασιλικοὺς ἐν κοινῷ ὑπεγράψατο διὰ τῶν λόγων, χήτει παραδείγματος ἀληθινοῦ, ἡμῖν δὲ ἔδωκεν ὁ θεὸς ἐπιδεῖν τὴν μορφὴν ἐν ᾗ ἐξέλαμψαν οἱ τύποι καὶ ἐξεφάνησαν, εἴημεν, ὡς ἔοικε, τοῦ θείου Πλάτωνος οὐ κολακικώτεροι, ἀλλʼ εὐποτμότεροι, ὅτι ὁπόσα ἐκεῖνος ὠνειροπόλησεν, ὕπαρ ἡμεῖς τεθεάμεθα. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top